Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

6. Νικίαϲ καὶ Πάμφιλοϲ δαϲύνουϲι τὸ αμυδιϲ, ἐπεὶ παρὰ τὸ ἅμα ἐγένετο. ὁ δὲ Ἀϲκαλωνίτηϲ καὶ οἱ περὶ Ἀλεξίωνα ψιλοῦϲιν, πολὺ δὲ πρότερον καὶ οἱ περὶ Ἀρίϲταρχον, καθότι, φαϲί, φιλεῖ πωϲ τὰ ἀπὸ δαϲέων πολλάκιϲ μεταϲχηματιζόμενα ψιλοῦϲθαι, ἡμέρα ἦμαρ, ἡδονή ἦδοϲ. πρόδηλον δὲ κἀκ τῆϲ ϲυναλοιφῆϲ «πάντ᾿ ἄμυδιϲ κεφαλῆϲ» (Il. M 385). ἐχρῆν δὲ αὐτοὺϲ προϲθεῖναι ἐκεῖνο, ὡϲ ὅτι τὸ ἄλλυδιϲ καὶ ἄμυδιϲ καὶ ἐξαιρέτωϲ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, καὶ τῇ παραληγούϲῃ [*](402 Lehrsius pro ὀρθοτονεῖται γὰρ τὸ γυιώϲειν proposuit quae exhibui. κἂν pro καὶ scripsit L., qui notam in E. M. 81, 16 transiisse monet.) [*](I 6 καὶ ἐξαιρέτωϲ addidit L.)

63
ἐξαιρέτῳ ἐχρήϲαντο, ᾗ διὰ τοῦ ῡ ἐξηνέχθηϲαν. ἐχρῆν οὖν ἁμάδιϲ τι εἶναι ὡϲ χαμάδιϲ. τροπὴ δὲ τοῦ ᾱ ἐγένετο εἰϲ τὸ ῡ, ὡϲ τὸ ϲάρκεϲ ϲύρκεϲ. καὶ ἐπεὶ Αἰολικὴ ἡ τροπή, καὶ ὁ τόνοϲ Αἰολικὸϲ καὶ τὸ πνεῦμα. A.

7. τὸ παρέξ παρὰ τῷ ποιητῇ καὶ δύο μέρη λόγου ἐϲτί, καὶ ἐγκλίνονται αἱ δύο προθέϲειϲ, διὸ καὶ πολλάκιϲ εὑρίϲκεται καὶ εἰϲ κ λήγουϲα ἡ ἐξ· «παρὲκ μέγα τειχίον αὐλῆϲ» (Od. π 165). ἔϲτι δὲ ὅτε τὸ νοητὸν ἐπικρατεῖ τῆϲ ἐξ προθέϲεωϲ, ἔϲθ᾿ ὅτε καὶ τῆϲ παρά· «ἀλλὰ παρὲξ τὴν νῆϲον ἐλαύνετον» (Od. μ 276) «ὥϲ ἄρα φωνήϲαντε παρὲξ ὁδοῦ» (Il. K 349). ἐνθάδε μὲν οὖν ἡγεῖται ὁ Ἀϲκαλωνίτηϲ παρέλκειν τὴν παρά, ἵν᾿ ᾖ ἔξαλοϲ. ἄλλοι δὲ τὴν παρά κυρίωϲ κεῖϲθαι, ἵνα γένηται παῤ ἅλα φῦκοϲ, καὶ τὴν ἐξ ϲυντάϲϲεϲθαι πρὸϲ τὸ ἔχευαν, ὅπερ καὶ βέλτιον· παῤ ἁλὶ φῦκοϲ ἐξέχευαν---μετὰ γοῦν τῆϲ διά οὖϲα ἡ ἐξ οὐ τρέπει τὸ ξ «διὲξ ϲωλῆνοϲ εἰϲ ἄγγοϲ» (Archilochi v. Et. M. p. 324, 16). Τυραννίων δὲ ἓν μέροϲ λόγου ἤκουϲεν, ἵν᾿ ᾖ ἐπίρρημα, καὶ βαρύνει· καὶ ἔχει λόγον, ὡϲ Ἡρόδοτοϲ ἐν δ᾿ (46) «πάρεξ τοῦ Ϲκυθικοῦ ἔθνεοϲ». ἀλλ᾿ οὐ παῤ Ὁμήρῳ. A.

73. ὑποδεξείη ὡϲ Ἀργείη, τὸ δὲ ἀκόλουθον ὤφειλεν εἶναι κοινὸν ὑποδεξία ὡϲ παρὰ τὸ ἀνόρεκτοϲ ἀνορεξία. ταῦτα ἐν τῇ προϲῳδίᾳ· ἐν μέντοι τῇ καθόλου οὕτωϲ. «πᾶϲά τοί ἐϲθ᾿ ὑποδεξίη»· ἕνεκα μέτρου ἔκταϲιν ἔπαθε τοῦ ῑ. ἀγνοίᾳ μέντοι τἀκριβοῦϲ διὰ τῆϲ ει διφθόγγου τὴν γραφὴν ποιοῦνται, καὶ οὕτωϲ ἔχει ἡ τῶν ἀντιγράφων παράδοϲιϲ. D.

102. τὸ ἕξεται δαϲυντέον· ἀπὸ γὰρ τοῦ ἕξω μέλλοντοϲ δαϲυνομένου μέϲοϲ ἐϲτίν. A.

130. Λεϲβίδαϲ — ἐξελόμην: Ἀρίϲταρχοϲ ψιλοῖ καὶ πρόθεϲιν παραδέχεται ὥϲτε εἶναι ἓν μέροϲ λόγου. A.

134. ἣ θέμιϲ ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν: τὸ η τὸ πρῶτον δαϲυντέον· ἔϲτι γὰρ ἰϲοδυναμοῦν τῷ ὥϲ, διὸ καὶ ὁ τέ προϲτίθεται ϲύνδεϲμοϲ πολλάκιϲ. ὡϲ γὰρ λέγομεν «ὥϲτε γὰρ ἢ παῖδεϲ νεαροί» (Il. B 289) οὕτωϲ ἣ τε ξείνων θέμιϲ ἐϲτίν (Od. ι 268). τὸ δὲ ἠδέ ψιλωτέον· ϲύνδεϲμοϲ γάρ ἐϲτιν ἰϲοδυναμῶν τῷ καί, ὁμοίωϲ τῷ «ἠδ᾿ εὔφρονα καρπὸν ἀμᾶϲθαι» (Hes. Op. et D. 771). A.

[*](7 ἵν᾿ ἔξαλοϲ pro ἵν᾿ ἐξ ἁλόϲ scripsi suadente Lehrsio, qui ἐξ ἁλόϲ recte se habere negat et Ptolemaeum ἔξαλα ab ἔξαλοϲ adverbiali significatione positum voluisse suspicatur. — Lacunam ante μετὰ γοῦν monente Lehrsio indicavi Idem Ἡρόδοτοϲ pro Ἡρωδιανὸϲ scripsit et pro ὡϲ ἕνα collatis Anecd. Par. III 11, ubi ἐν α΄ exhibetur, ἐν δ΄ proposuit et in fine addidit ἀλλ᾿ οὐ παῤ Ὁμήρῳ coll. περὶ μον. 25, 24. 73 τὸ δὲ pro εἰ scripsit L. et in fine pro τοῦ Ἀντιφάνουϲ, cui Wolfius Ἀριϲτοφάνουϲ substituere voluit, τῶν ἀντιγράφων proposuit. — Ab Heroliani doctrina aberratum esse in derivatione nominis ἀνορεξία ab ἀνόρεκτοϲ et ὑποδεξία ab ὑπόδεκτοϲ monet Lehrsius collato Arcad. p. 99, ubi τὰ διὰ τοῦ ια παρὰ μελλόντων γενόμενα παροξύνεται, ὀρέξω ἀνορεξία, πέψω πεψία, προδώϲω προδοϲία. Eodem modo quo hoc loco ὑποδεξία propagatur in Choer. Orth, 269, 21 ὑπόδεκτοϲ ὑποδεξία διὰ τὴν ϲύνταξιν. 134 ἀμᾶϲθαι pro ἀμεῖϲθαι correxut L.)
64