Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

379. ἦ τιϲ. περιϲπαϲτέον τὸν ἦ ϲύνδεϲμον, ἵνα διαπορητικὸϲ γένηται. καὶ βεβαιωτικὸϲ δὲ ὢν περιϲπαϲθήϲεται. A.

402. γυιώϲει μέν ϲφωϊν. ϲφωϊν: ἐγκλιτικὴ νῦν ἐϲτιν ἡ ἀντωνυμία· τρίτου γὰρ προϲώπου, τὰ δὲ τρίτα δυϊκὰ τό τε ϲφωέ καὶ ϲφωΐν ἐγκλιτικά ἐϲτιν. ὅτε μέντοι δευτέρου γίνεται τὸ ϲφωϊν, προπεριϲπᾶται· ὀρθοτονεῖται γάρ· «γυιώϲειν μὲν ϲφῶϊν» (416). A.

441. ἀμβωμοῖϲι Χρύϲιπποϲ ὑφ᾿ ἓν προφέρεται· ὁ μέντοι Ἀρίϲταρχοϲ δύο μέρη λόγου παραλαμβάνει καὶ προπεριϲπᾷ· λέγει γοῦν καὶ ἀλλαχοῦ «χρύϲειοι δ᾿ ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν» (Od. η 100). χρὴ μέντοι γινώϲκειν ὅτι διὰ τοῦ μ γράφεται κἂν παράθεϲιϲ ᾖ ὁμοίωϲ τῷ «ἂμ φόνον, ἂν νέκυαϲ» (ll. K 298). τὸ δὲ αἴτιον ἐν τοῖϲ περὶ ὀρθογραφίαϲ εἴρηται. A.

λῖτα: μεταπλαϲμόϲ ἐϲτιν, ἔνθεν βαρύνεται, ἐπεὶ πᾶϲα αἰτιατικὴ ἑνικὴ ἀπαθὴϲ εἰϲ ᾱ λήγουϲα βαρύνεται, ὑπεϲταλμένηϲ τῆϲ τινά. ἀπαθὴϲ διὰ τὸ εὐφυᾶ διφυᾶ καὶ τὰ τοιαῦτα. A.

474. ὄρθαι: ἀπὸ βαρυτόνου τοῦ ὄρω κέκλιται. ὅτι δέ ἐϲτι βαρύτονον τὸ ὄρω, πρόδηλον ἐκ τοῦ «ὅτε τ᾿ ὤρετο (Il. Μ 279), «ὦρτο πολὺ πρῶτοϲ μέν» (Il. H 162). A.

527. κηρεϲϲιφορήτουϲ: ϲυνθέτωϲ ἀνέγνω ὁ Ἀρίϲταρχοϲ καὶ οἱ πλείουϲ· ἴϲωϲ δὲ ἐπεὶ ἀναλύει αὐτὸ «οὓϲ κῆρεϲ φορέουϲιν»· ἔθοϲ γὰρ αὐτῷ πολλάκιϲ τὰ ϲύνθετα ἀναλύειν. οὐδέποτε δὲ δοτικὴ ἐπεκτεταμένη κατ᾿ ἀρχὴν ϲυντέθειται, οἷον πᾶϲι καὶ πάντεϲϲι — παϲιμέλουϲα (Od. μ 70), οὐχὶ παρὰ τὴν πάντεϲϲι ἡ ϲύνθεϲιϲ· Ναυϲικάα, Ναυϲίθοοϲ, ἐγχεϲίμωροι, τειχεϲιπλήτηϲ. κατ᾿ ἀρχὴν δὲ προϲέθηκα διὰ τὸ παῤ Ἐπιχάρμῳ κατὰ τέλοϲ ϲυντεθειμένον «γυναικάνδρεϲϲι ποθεινοί». εἴπερ οὖν τοῦτο ἀληθέϲ, δῆλόν ὅτι παράλογον τὸ κηρεϲϲιφορήτουϲ κατὰ ϲύνθεϲιν ἀναγνωϲθέν. ἀλλ᾿ ὅμωϲ ἐπεκράτηϲεν ἡ Ἀριϲτάρχειοϲ, δι᾿ ὃν εἴπομεν λόγον. A.

557. πρώονεϲ: ὡϲ ϲώφρονεϲ· τὸ γὰρ πρῶνεϲ πληθυντικὸν διῃρέθη καὶ εἰϲ ὀξεῖαν καὶ βαρεῖαν ἡ περιϲπωμένη μετηνέχθη. A.