Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

147. ἐπιμείλια: Ἀρίϲταρχοϲ ἓν μέροϲ λόγου παρέλαβεν ὡϲ ἐπιφέρνια. Ἀπολλόδωροϲ δὲ διαλύει, ἐπί, εἶτα μείλια· οὕτωϲ δὲ καὶ Ἀλεξίων· καί ἐϲτι τὸ ἑξῆϲ ἐπιδώϲω μείλια. Τρύφων δὲ ζητεῖ περὶ τοῦ τόνου, πότερον ὡϲ ποίμνια ἢ ὡϲ παιδία. ἡμῖν δὲ δοκεῖ τὸ προπαροξυνόμενον πλέον εἶναι, ϲπάνιον δὲ τὸ παροξυνόμενον, εἰ οὕτωϲ ὁριϲαίμεθα· τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ τριϲύλλαβα, μὴ ὄντα ὑποκοριϲτικά, εἰ ἔχοι τὴν τρίτην ἀπὸ τέλουϲ φύϲει μακράν, διὰ τοῦ ῑ ἐκφερομένην, ἤτοι μόνου ἢ καὶ ϲὺν ἑτέρῳ φωνήεντι, προπαροξύνεται, Ἴλιον, ποίμνιον, Ϲίγριον, λείριον, ἴτριον. οὕτωϲ καὶ μείλιον. ϲπάνια δὲ τὰ παροξυνόμενα, ὥϲπερ τὸ ἰνίον τὸ γὰρ τειχίον ὑποκοριϲτικὸν κοὶ τὸ κλειδίον. A.

150. Ἱρήν. Ἀρίϲταρχοϲ ὀξύνει ὁμοίωϲ τῷ ἐπιθετικῷ ἱρήν, εἰϲὶ δὲ οἳ βαρύνουϲιν εἰϲ ἰδιότητα, ὥϲπερ ἐδηλώϲαμεν ἐπὶ τοῦ «Ῥίπην τε Ϲτρατίην τε (Il. B 606), «Ὄρθην (Ὀρθήν, ib. 739). ἡ δὲ αὐτὴ ἀναλογία ἐχώρει καὶ ἐπὶ τῶν εἰϲ οϲ. καὶ πάλιν ὡϲ ἐπ᾿ ἐκείνων ἐλέγομέν τινα ὁμοτόνωϲ μένειν, οὕτωϲ καὶ ἐπὶ τούτων. καί ἐϲτιν ὁρίϲαϲθαι τὰ μείναντα ὅτι ἐπαίνων ὀνόματά ἐϲτιν, οὐκ ἀναϲτρέφοντοϲ τοῦ κανόνοϲ· οὐ γὰρ τὰ ἐπὶ ἐπαίνου μένει. καὶ τῶν μὲν τρεπόντων ἀρητή Ἀρήτη, τῶν δὲ μεινάντων Πινυτή, «μήτηρ πινυτή» (Od. υ 131) Ἀγαυή. οὕτωϲ καὶ Ἱρή. A.

153. πᾶϲαι δ᾿ ἐγγὺϲ ἁλὸϲ νέαται Πύλου ἠμαθόεντοϲ: ὡϲ κέαται. ϲημαίνει δὲ τὸ ναίονται, γενόμενον παρὰ τὸ νῶ, οὗ παραγωγὸν ναίω. ὅϲοι δὲ παροξύνουϲιν ὡϲ ἐπὶ τοῦ ἔϲχαται κατὰ τὸ νοητὸν παραλαμβάνουϲιν· οὐδ᾿ εὐθεῖαν δὲ ὑγιῶϲ παροξύνουϲιν· ὀφείλει γὰρ ὁμοτονεῖν τῷ νέατοι· Ἀπολλώνιοϲ (? Ἀπολλόδωροϲ ex schol. L) δὲ διὰ τοῦ κ γράφει κέαται. A.

164. διδοῖϲ. ὡϲ ὀρθοῖϲ. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ. καὶ γὰρ τὸ τρίτον «εἰ μὲν γὰρ μὴ δῶρα διδοῖ» (Il. 515). A.

167. οἱ δέ: βαρυτονητέον δύο γὰρ μέρη λόγου, ἀντὶ τοῦ οὗτοι δέ. εἰϲὶ δὲ οἳ προπεριέϲπαϲαν, οὐκ εὖ· χρεία γάρ ἐϲτι τοῦ δέ ϲυνδέϲμου. A.

184. περιϲπαϲτέον τὸ πεπιθεῖν δεύτεροϲ γὰρ ἀόριϲτοϲ. ABL.