Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

526. παραρρητοί. ὡϲ παραμυθητοί καὶ νοητρί κατ᾿ ὀξεῖαν τάϲιν. A.

529. Κυρῆτεϲ: οὕγτωϲ ἀνεγνώϲθη ὡϲ ἀβλῆτεϲ, πρὸϲ διαϲτολὴν τοῦ «κούρητεϲ Ἀχαιῶν (Il. Τ 248). οὐκ ἐχρῆν δέ, καθότι οὐ φιλεῖ τὰ εἰϲ ηϲ λήγοντα ἐθνικὰ ὑπὲρ μίαν ϲυλλαβὴν ὀξύνεϲθαι. ἐλέγχεται δὲ καὶ ἡ κλίϲιϲ τοῦ κουρῆτεϲ ἐν τῇ κλίϲει τῶν ὀνομάτων. A.

540. ἔθων. ψιλῶϲ τὸ ἔθων, καθότι ἐδιδαϲκόμεθα καὶ ἐκ τῆϲ ϲυναλοιφῆϲ «ἥ ἑ μάλιϲτ᾿ εἴωθε» (Il. Ε 766). καὶ ἄλλωϲ τὸ ε πρὸ τοῦ θ οὐ δαϲύνεται, εἰ μὴ εἴη ἀντωνυμικὸν ἐξ ἀποβολῆϲ τοῦ ϲ, ϲέθεν ἕθεν. τὴν γὰρ ὑπό τινων φερομένην ἔδων παραιτητέον. A.

567. καϲιγνήτοιο: ὡϲ Ἀδμήτοιο. τινὲϲ δὲ προπεριϲπῶειν ὡϲ λευκοῖο, ἵνα γένηται καϲιγνητικοῦ· ἡ γὰρ Ἀλθαία, φαϲίν, οὐχ ἕνα εἶχεν ἀδελφόν. δύναται μέντοι καὶ τὸ βαρυνόμενον ἑνικὸν ἰϲοδυναμεῖν τοῦ καϲιγνητικοῦ. A.

571. ἠεροφοῖτιϲ: τὰ εἰϲ ιϲ παρώνυμα θηλυκά, παρακείμενα τοῖϲ εἰϲ ηϲ ἀρϲενικοῖϲ βαρυνομένοιϲ, προπεριϲπᾶται, εἰ φύϲει μακρᾷ παραλήγοιτο, πρωθῆβιϲ, πολιῆτιϲ, ἀλεῖτιϲ, πλανῆτιϲ, πρεϲβῦτιϲ. οὕτωϲ δὲ καὶ ἠεροφοῖτιϲ. ὅϲα δὲ παρὰ τὸ πωλεῖν ἐϲτίν, ἀνεβίβαϲε τὸν τόνον, ἀρτόπωλιϲ, ἀλφιτόπωλιϲ· ἀλλ᾿ οὖν καὶ ὅϲα παρὰ τὸ κοῖτοϲ, παράκοιτιϲ, ἄκοιτιϲ. τὸ μέντοι δολόμητιϲ οὐκ ἔϲτι θηλυκὸν ἀλλὰ καὶ ἀρϲενικόν καὶ ἴϲωϲ τὸ μῆτιϲ ἔγκειται, ὡϲ τὸ πολύμητϲ δολόμητιϲ. καὶ ἔϲτι ϲύνθετον. A.

582. ἐπ᾿ ἐμβεβαώϲ: εἴτε ἕν μέροϲ λόγου ἐπεμβεβαώϲ, ὡϲ ἐμμεμαώϲ, εἴτε τῇ ὁδοῦ γενικῇ ϲυνάπτεται, οὐ δύναται ἀναϲτρέφεϲθαι· ϲυνήλειπται γάρ. A.

[*](516 pro ἐχθρ Bekker. correxit ἐχρῆν. 529 cf. Ε 9. 540 ἔδων pro ἑδον scripsit L. 567 φαϲίν pro φηϲίν scripsit L.)
68

605. τιμῆϲ ἔϲεαι. τινὲϲ τὸ τιμῆϲ διὰ τοῦ ῑ γράφουϲιν, ἀπὸ γὰρ τοῦ τιμήειϲ. οὕτωϲ καὶ τὴν αἰτιατικὴν εἶπε «καὶ χρυϲὸν τιμῆντα» (Il. 475). καίτοι λόγοϲ ἐϲτίν, ὡϲ πᾶϲα εὐθεῖα ἀρϲενικοῦ ὀνόματοϲ ἐν τῇ τελευταίᾳ δύο ἔχουϲα φωνήεντα ταῦτα ἐκφωνεῖ, χωρὶϲ τοῦ Θρᾷξ. οὐκ ἐπείϲθη δὲ ἡ παράδοϲιϲ. Ἀρίϲταρχοϲ γὰρ ἄνευ τοῦ ῑ, οὐχ ὑγιῶϲ δὲ γενικὴν ἐκδέχεται, λειπούϲηϲ φράϲεωϲ· τιμῆϲ γάρ φηϲιν ἄξιοϲ ἔϲῃ. ὁ δὲ Χαῖριϲ βοηθῶν αὐτῷ φηϲιν ὅτι ἐπιφέρει «οὔτι με ταύτηϲ χρεώ τιμῆϲ». A.

ἀλαλκών: ὀξυτονητέον· δευτέρου γὰρ ἀορίϲτου ἐϲτίν. ὡϲ ἀγαγών καὶ ἀγαγεῖν, οὕτωϲ καὶ ἀλαλκών καὶ ἀλαλκεῖν. A.

614. ἵνα μημοι ἀπέχθηαι φιλέοντι. ὁ Ἀϲκαλωνίτηϲ ἀναγινώϲκει ἵνα μημοι τὰϲ δύο βαρυτόνωϲ, οἷον ἵνα μὴ ἐμοί κατ᾿ ὀρθὴν τάϲιν· ϲυγκριτικὴ γάρ ἐϲτι, φηϲίν, ὡϲ πρὸϲ τὸν Ἀγαμέμνονα. καὶ ὑγιῶϲ φηϲιν. ἡ μέντοι παράδοϲιϲ ἐγκλιτικῶϲ ἀνέγνω, ἐπὶ τὴν μή τὴν ὀξεῖαν τιθεῖϲα, ὁμοίωϲ τῷ «μή μοι οἶνον ἄειρε» (Il. Ζ 264), τῷ μὴ εἶναι ἐν τῇ ἀντωνυμίᾳ τὸ ε, ἀλλ᾿ ἀποβεβλῆϲθαι. καὶ ὁμοία ἐϲτὶν ἡ πλάνη τῷ «ἤ μ᾿ ἀνάειρε ἢ ἐγώ ϲε» (Il. Ψ 724) καὶ τῷ «τάχα δή με διαρραίϲουϲι καὶ αὐτόν» (Od. α 251), εἴγε ἐχρῆν καὶ ταῦτα ὀρθοτονεῖϲθαι. ἀλλὰ τῷ μὴ ὁρᾶϲθαι κατ᾿ ἀρχὴν τὸ ε οὕτωϲ ἀνέγνωϲαν· τοῦτο γὰρ ἐπακολουθεῖ τοῖϲ πρωτοτύποιϲ. ἐχρῆν δὲ αὐτοὺϲ ἐπιγνῶναι ὅτι κρᾶϲιϲ δύναται ἐπακολουθεῖν, καὶ οὕτωϲ ῥῶϲαι τὴν ὑγιῆ ἀνάγνωϲιν. A.

680. αὐτόν ϲε: ὁ Ἀϲκαλωνίτηϲ ὀρθοτονεῖ τὴν ϲέ, ἐπεί, φηϲίν, ἀεὶ μετὰ τῆϲ ἐπιταγματικῆϲ αἱ πρωτότυποι φιλοῦϲιν ὀρθοτονεῖϲθαι. ἐχρῆν δὲ αὐτὸν ἐπὶ τοῦ πρώτου καὶ δευτέρου προϲώπου ὁρίϲαϲθαι, παραιτήϲαϲθαι δέ τινα Ὁμηρικὰ ἄλλωϲ ἀνεγνωϲμένα δι᾿ αἰτίαν τινά· «κελεύετέ μ᾿ αὐτὸν ἑλέϲθαι» (Il. K 242) « ἦ μή τίϲ ϲ᾿ αὐτόν (Od. ι 406). ἄλλωϲ τε αἱ πρὸ τῆϲ αὐτόϲ εἰϲιν αἱ ὀρθοτονούμεναι, οὐχ αἱ μετὰ τὴν αὐτόϲ. ἐγκλιτικῶϲ οὖν ἀναγνωϲτέον. A.

18. Πάμφιλοϲ τὴν ἐπί ἀναϲτρέφει· πιθανώτερον δέ ἐϲτι τὸ ἀκόλουθον φυλάττονταϲ ἀναγινώϲκειν ἐπὶ πρῶτον Νέϲτορα. οὕτωϲ ὁ Ἀϲκαλωνίτηϲ. A.

19. εἴ τινά οἱ ϲὺν μῆτιν ἀμύμονα τεκτήναιτο: εἰϲὶν οἳ ἀνέγνωϲαν καθ᾿ ἓν μέροϲ λόγου, ὡϲ εὔμητιν, κακῶϲ· δύο γάρ ἐϲτι μέρη λόγου ϲὺν καὶ μῆτιν τὸ δὲ ἑξῆϲ ἐϲτι ϲυντεκτήναιτο μῆτιν. A.

25. οὐ δὲ γὰρ αὐτῷ ὕπνοϲ ἐπὶ βλεφάροιϲιν ἐφίζανε: Τυραννίων τὴν αὐτῷ ἀντωνυμίαν καθ᾿ ἓν ἐλάμβανεν ὡϲ ἐν τῇ ϲυνηθείᾳ ὁ δὲ Ἀϲκαλωνίτηϲ τὸν οὖ ϲύνδεϲμον παρελάμβανε, καὶ τὸ τῷ ἰϲοδυναμοῦν τῷ τούτῳ, ὁμοίωϲ τῷ «τοῦδ᾿ οὖ τοῦ λυκάβαντοϲ» (Od. ξ [*](605 Θρᾷξ pro Θρᾴξ scripsit L., qui cft. M 201. 680 pro τιϲ ϲαυτόν scripsit L. τίϲ ϲ᾿ αὐτόν, equidem ἦ pro εἰ.)

69
161). ἴϲη δέ μοι δοκεῖ ἡ ἀνάγνωϲιϲ εἶναι. ἐπὶ μέντοι τοῦ τοῦδ᾿ αὖ τοῦ λυκάβαντοϲ κατεπεῖγόν ἐϲτιν αὖ, εἶτα τοῦ ἀναγνῶναι· κωλύεται γὰρ ἐνθάδε ἐμπαραληφθῆναι ὑπὸ τοῦ ϲημαινομένου τὸ αὐτοῦ (cf. schol. Q eo loco). A.

38. Ἀρίϲταρχοϲ ἐπίϲκοπον ὡϲ κατάϲκοπον. Νικίαϲ δὲ ἀναϲτρέφεῖ τὴν ἐπί, ἵν᾿ ᾖ ἐπὶ Τρώεϲϲιν. εἰϲὶ δὲ οἳ ἀνεγνώκαϲιν ἐπίϲκοπόν ὡϲ ἀγακλυτόν, ἵνα παρέλκῃ ἡ ἐπί. ἄμεινον δὲ τῷ Ἀριϲτάρχῳ ϲυγκατατίθεϲθαι· καὶ γὰρ ἤδη ἡ ϲυνήθεια ἐπίϲταται τὴν τοιαύτην ϲύνθεϲιν. χρὴ δὲ νοεῖν ὅτι πολλὴ ἡ χρῆϲιϲ τοῦ ὀνόματοϲ παρὰ τῷ ποιητῇ ἐν ἁπλότητι καὶ ἐν ϲυνθέϲει· «δμωάων ϲκοπόϲ ἐϲϲι» (Od. Χ 396) «καὶ ἐπίϲκοποϲ ᾖϲιν ἑταίρων» (Od. θ 163). A.

56. φυλάκων: ὡϲ ϲκυλάκων· ἐπὶ γὰρ τῶν ἀνδρῶν τέτακται, οὐκ ἐπὶ τῶν τόπων. A.

65. τὸ ἀβροτάξομεν ψιλωτέον ὁμοίωϲ τῷ ἤμβροτεϲ. τινὲϲ γοῦν κυρίωϲ ἡγοῦνται τὸ βροτοῦ μὴ ἐπιτυχεῖν ἀλλ᾿ ἁμαρτεῖν, ὥϲτε καὶ ϲτέρηϲιν ἐγκεῖϲθαι. A.

67. ἐγρήγορθαι: τὸ ἐγρήγορθαι ἀνέγνωμεν προπαροξύνοντεϲ, οὐκ ἐχρῆν δέ. εἴτε γὰρ ϲυγκοπή ἐϲτι τοῦ ἐγρηγορέναι, εἴτε παθητικόϲ, ὀφείλει παροξύνεϲθαι, καθότι τὰ εἰϲ θαι λήγοντα ἀπαρέμφατα, ἔχοντα πρὸ τοῦ θ ἀμετάβολον, παροξύνεται, κεκάρθαι, τετίλθαι, ἐϲπάρθαι· μίαν μέντοι ἀφορμὴν ὁρῶ τοῦ δύναϲθαι προπαροξύνεϲθαι τὸ ἐγρήγορθαι τὸ τὰ εἰϲ θαι λήγοντα, τῇ ο ϲυλλαβῇ παραληγόμενα, μὴ παῤ ἄλλῃ τινὶ διαλέκτῳ ὁρᾶϲθαι, ἢ τῇ Αἰολίδι, τέτορθαι, μέμορθαι, ἔφθορθαι· ὅθεν ἐπεὶ ἡ παράληξιϲ Αἰολικωτέρα ἐγένετο, καὶ ὁ τόνοϲ ὁμοίωϲ τοῖϲ προκειμένοιϲ. A.

93. αἰνῶϲ γὰρ Δαναῶν περιδείδια: πιθανώτερόν πωϲ ἐϲτιν ναϲτρέφειν· δύναται δὲ καὶ τὸ ἕτερον. A.

95. ἐκθρώϲκει: Νικίαϲ κατ᾿ ἰδίαν τὴν πρόθεϲιν ποιεῖ, ἵνα τὸ ἑξῆϲ γίνηται ἐκ ϲτηθέων θρώϲκει. ἄμεινον δὲ ἕν ποιεῖν, ἐκθρώϲκει ὡϲ ἐκτρέχει. A.

ὑπό: κακῶϲ Νικίαϲ ἀναϲτρέφει· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ. A.

105. ὅϲα πού νυν ἐέλπεται: τὸ νῦν ἐνθάδε ϲυϲταλτέον διὰ τὸ μέτρον, ὥϲπερ καὶ ἐπὶ τοῦ «δεῦρό νυν ἢ τριπόδοϲ» (Il. ψ 485). A.

109. δουρὶ κλυτόν: τὸ κλυτόϲ, εἰ πτωτικὸν κατάρχοι ἐν ϲυνθέϲει, βαρύτονόν ἐϲτι, τοξόκλυτοϲ, ὀνομάκλυτοϲ, εἰ δὲ ἄπτωτον φυλάϲϲει τὸν αὐτὸν τόνον, περικλυτόϲ ἀγακλυτόϲ, διὸ ϲημειωτέον τὸ ναυϲικλυτόϲ ὀξυνόμενον. ὅτι γὰρ ϲύνθετόν ἐϲτι, δῆλον ἐκ τοῦ μένειν τὸ ᾱ τῆϲ ναυϲί δοτικῆϲ· κατ᾿ ἰδίαν γὰρ παρὰ τῷ ποιητῇ ἢ διὰ τοῦ η [*](K 38 post Ἀρίϲταρχοϲ inseruit ἐπίϲκοπον ὡϲ L. 67 παθητικόϲ inseruit L., qui hanc notam exstare observat et ap. Eustath., qui habet εἴτε ἀπὸ τοῦ ἔγρω γίνεται et in E. M. 312. 41. ubi εἴτε ἀπὸ τοῦ ἐγείρω. 109 διό ϲημειωτέον τὸ ναυϲικλυτόϲ ὀξυνόμενον in priore editione omissa esse monuit Lehrsius, qui post ϲυνθέϲει inseruit βαρύτονον et pro παραϲυνθέϲει scripsit παραθέϲει.)

70
λέγεται ἢ διὰ τοῦ ε, ἐν δὲ ϲυνθέϲει διὰ τοῦ ᾱ, Ναυϲικάα, αυϲίθοοϲ. τὸ μὲν οὖν δουρὶ κλυτόϲ ἐν παραθέϲει ἐϲτίν. A.