Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

134. οὔλη δ᾿: ὡϲ κούρη· οὕτωϲ γὰρ καὶ τὸ ἀρϲενικὸν αὐτοῦ ἐβαρύνετο «οὔλων τε ταπήτων» (Ιl. Π 224). τούτῳ ϲυγκατατίθεται καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ Ἀλεξίων καὶ Ἀρίϲταρχοϲ. καὶ μήποτε ἀνάλογοϲ ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωϲιϲ πρὸϲ τὴν κοινὴν ϲυνήθειαν, εἴ γε ὀξυτονοῦϲι τὸ ὄνομα, λέγοντεϲ οὐλὸϲ ἄνθρωποϲ καὶ οὐλὴ κόμη. οὐ δέον δέ τὰ γὰρ εἰϲ λοϲ λήγοντα διϲύλλαβα μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλo ϲύμφωνον, παραληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ μεθ᾿ ἑτέρου φωνήεντοϲ, βαρύνεται, πόλοϲ, ϲτόλοϲ, θόλοϲ, κοῖλοϲ, δοῦλοϲ. οὕτωϲ καὶ. οὖλοϲ. προϲέθηκα δὲ μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο ϲύμφωνον διὰ τὸ μοχλόϲ, πολλόϲ. τὸ μέντοι θολόϲ ὀξυνόμενον πρὸϲ ἀντιδιαϲτολήν ἐϲτι. A.

174. ἤ: ἄμφω τοὺϲ ϲυνδέϲμουϲ ἐγκλιτέον. διαζευκτικοὶ γάρ εἰϲιν.

210. τὴν ϲφίϲι νῦν ὀρθοτονητέον, καὶ διὰ τὴν ϲύνταξιν καὶ διὰ τὴν μετάληψιν. εἰϲ γὰρ ϲύνθετον. A.

242. κελεύετέ μ᾿ αὐτόν: Ἀλεξίων τὸ ε τῇ ἀντωνυμίᾳ δίδωϲιν, οὐ τῷ ῥήματι τελικόν, καὶ δοκεῖ ὀρθοτονεῖν, ὡϲ εἰ καὶ ϲυνθέτωϲ ἐλέγετο ἐμαυτόν. καὶ τοῦτό γε ἐχρῆν εἶναι· ἀεὶ γὰρ αἱ τοῦ πρώτου προϲώπου ἀντωνυμίαι προταϲϲόμεναι τῆϲ αὐτόϲ ὀρθοτονοῦνται. ὁ μέντοι Ἀϲκαλωνίτηϲ καὶ Ἀρίϲταρχοϲ ἐγκλιτικῶϲ ἀνεγνώκαϲιν, ἐπὶ τὴν τε ϲυλλαβὴν ποιοῦντεϲ τὴν ὀξεῖαν, ἵνα μὴ ὡϲ κατάλληλον φανῇ τὸ ἐμαυτὸν ἑλέϲθαι. A.

246. ἑϲπομένοιο: δύναται καὶ ϲπομένοιο, ὥϲ φηϲιν ὁ Ἀϲκαλωνίτηϲ· καὶ ὅμοιόν ἐϲτι τοῦ ὁ δ᾿ ἑϲπόμενοϲ περὶ δουρί (Ιl. 570). εἰ δὲ Ἀρίϲταρχοϲ δαϲύνει τὸ «εἰ δέ ϲυ (est nunc ἀλλὰ ϲοί) ὦ μέγ᾿ ἀναιδέϲ ἅμ᾿ ἑϲπόμεθ᾿ (ΙΙ. A 158), ἀνάγκη πᾶϲα κατ᾿ αὐτὸν δαϲύνειν καὶ τὴν μετοχὴν καὶ ἀπὸ τοῦ ε ἄρχεϲθαι. A.

247. περίοιδε: οἱ μὲν ὡϲ ϲύνοιδε ἀνέγνωϲαν, ἕν ποιοῦντεϲ καὶ τρίτην ἀπὸ τέλουϲ τὴν ὀξεῖαν· οἱ δὲ κατὰ παράθεϲιν ἵνα γένηται περιϲϲῶϲ οἶδε. δύναται δὲ καὶ ἐν τῇ ϲυνθέϲει τὸ αὐτὸ νοεῖϲθαι, ὡϲ καὶ Ἀρίϲταρχοϲ βούλεται. A.

258. καταῖτυξ: ἡ καταῖτυξ προπεριϲπᾶται. πάντα τὰ εἰϲ ϲυϲτέλλει τὸ υ, τὰ μέντοι διὰ τοῦ κ κλινόμενα ἐνίοτε ἐκτείνει τὸ ῡ ἐπὶ τῶν ἄλλων πτώϲεων, οἷον βόμβυκοϲ, κήρυκοϲ· τὸ γὰρ «κήρυκι. Ἠπυτίδῃ» (Il. P 324) ϲυνέϲταλται διὰ τὸ μέτρον. A.

266. Ἐλεῶνοϲ. εἰϲὶν οἳ ψιλοῦϲιν. ὁ δὲ Ἀϲκαλωνίτηϲ φηϲὶ δαϲύνεϲθαι. ἔϲτι δέ τινα ἃ ἱϲτορίᾳ τοπικῇ κατέχεται. οὕτωϲ οὖν καὶ ἐπὶ τούτου. ἱϲτοροῦϲι γὰρ οὕτωϲ δαϲέωϲ τὴν πόλιν λέγεϲθαι πῶϲ οὖν ἐν τῷ καταλόγῳ ψιλῶϲ ἀνέγνωμεν «οἵ τ᾿ Ἐλεῶν᾿ εἶχον» (Il. B 500); φαϲὶ γὰρ κἀνταῦθα τὴν Βοιωτιακὴν εἶναι πόλιν. εἰ μὴ λέγομεν ὅτι οὐ [*](258 ἐπὶ τῶν — κήρυκοϲ inseruit L. 266 extrema verba inde ab εἰ μὴ λέγομεν addidit Lehrsius coll. M 20 cf. Arist. p. 262 ed. Il.)

71
πάντωϲ ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆϲιϲ καὶ ἐπὶ τὴν Ὁμηρικὴν ἀνάγνωϲιν. A.

273. κατ᾿ αὐτόθι: φαϲὶ παρέλκειν τὴν κατά διὸ φυλάϲϲειν τὸν αὐτὸν τόνον. κἂν μὴ παρέλκῃ δέ, ϲυντάϲϲηται δὲ τῷ λιπέτην, οὐ δύναται ἀναϲτρέφεϲθαι κατὰ δύο τρόπουϲ, καὶ ἐπεὶ ϲυνήλειπται καὶ ἐπεὶ μεταξὺ πέπτωκεν ὁ δέ ϲύνδεϲμοϲ. A.

281. εὐκλεῖαϲ. προπεριϲπαϲτέον· ἐκ γὰρ τοῦ εὐκλέαϲ ἐγένετο κατ᾿ ἐπένθεϲιν τοῦ ῑ λέγει γάρ, δὸϲ ἡμᾶϲ εὐκλεεῖϲ καὶ ἐνδόξουϲ. οἱ δὲ ἐκτείνοντεϲ ἄνευ λόγου ἐκτείνουϲιν. A.

292. Πτολεμαῖοϲ ὁ τοῦ Ὀροάνδου ἀνέγνω ἦνιν ὡϲ μῆνιν καὶ τοῦτο ὀφείλει εἶναι τὸ ἀνάλογον Τυραννίων δὲ ὀξύνει τὴν πρώτην· καὶ δῆλον ὅτι δώϲει καὶ τὴν ἐπὶ τέλουϲ ἐκτείνεϲθαι ὀξεῖα γὰρ κατὰ μακρᾶϲ βραχείαϲ ἐπιφερομένηϲ οὐ πίπτει κατὰ τὸ κοινὸν ἔθοϲ, ὑπεϲταλμένων τῶν ϲεϲημειωμένων, λέγω δὲ τοῦ εἴθε, αἴθε ναίχι, περὶ ὧν καὶ λόγον δεδώκαμεν. τάχα οὖν καὶ τὸ ηνιν ἐκτείνει ὁ Τυραννίων διὰ τὸ μέτρον, οὐχὶ διὰ τὸ πληθυντικὸν « ἤνιϲ ἠκέϲταϲ» (Il. Z 94) καὶ γὰρ πόλῖϲ λέγουϲι καὶ πόλῐν καὶ μάντῑϲ καὶ μάντῐν. A.

307. οἷ: ὀρθοτονεῖται καὶ περιϲπᾶται καὶ εἰϲ ϲύνθετον μεταλαμβάνεται. A.

335. κρατὶ δ᾿ ἐπὶ κτιδέην κυνέην: ὁ Ἀϲκαλωνίτηϲ ἀναϲτρέφεῖ ἵνα γένηται ἐπὶ κρατί, οὐχ ὑγιῶϲ· μέϲοϲ γὰρ πέπτωκεν ὁ δέ. τὸ δὲ ἑξῆϲ δεῖ διαϲτέλλειν κατὰ τὸν ποιητὴν κτιδέην ἀπὸ τοῦ κ ποιουμένουϲ τὴν ἀρχήν, ἐπεὶ ἐν ἑτέροιϲ φηϲὶ «τοῦ δ᾿ ἀπὸ μὲν κτιδέην» (458). A.

351. ἐπί: οὐδὲ ἐνθάδε ἀναϲτρεπτέον· μεταξὺ γὰρ πάλιν ϲύνδεϲμοϲ, ἐφ᾿ ὅϲον ὅρια. A.

373. ἐΰξου: Πτολεμαῖοϲ περιϲπᾷ: λέγων ἐκ τοῦ ἐϋξόου ϲυνηλεῖφθαι. οὐκ ἀναγκαῖον δέ εἰ γὰρ |ἤδη τέτριπται εὔξου ὡϲ ἡϲύχου, δῆλον ὅτι τὸ ἐΰξοοϲ πολὺ πρότερον ἐΰξουϲ ἐγένετο ὡϲ εὔνουϲ· καὶ. οὕτωϲ τὸ εὔξου ὡϲ εὔνου. A.

466. δέελον. ταὐτόν ἐϲτι τῷ δῆλον· διὸ καὶ τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα καὶ ψιλοῦται τὸ δεύτερον ε. A.

475. παῤ αὐτῷ δ᾿ ὠκέεϲ ἵπποι Ἐξ ἐπιδιφριάδοϲ πυμάτηϲ ἱμᾶϲι δέδεντο: ψιλωτέον τὸ ἐξ τὸ γὰρ ἑξῆϲ ἐϲτιν, ἐκ πυμάτηϲ, ἐκ τῆϲ ἄντυγοϲ ἐδέδεντο τοῦ δίφρου, ἐξ ἄκραϲ τῆϲ ἐπιδιφριάδοϲ. ἔνιοι δὲ κακῶϲ δαϲύνουϲιν ὥϲτε κατὰ τὸν ἀριθμὸν ἓξ ἵππουϲ δεδέϲθαι. A.

505. 6. 7. ἠ: διαπορητικὸϲ ὁ ὕϲτεροϲ, διὸ περιϲπαϲτέοϲ· τὸν δὲ πρῶτον καὶ δεύτερον ἐγκλιτέον. A.

546. τίϲ ϲφωε πόρεν: τὸ ῥῆμα ἀπὸ τοῦ π ἄρχεται καὶ ἡ ϲφωέ τρίτου προϲώπου ἐγκλιτική ἐϲτι, ϲημαίνουϲα τὸ αὐτούϲ· «τίϲ τ᾿ ἄῤ ϲφωε θεῶν» (Il. A 8) «ἀλλά ϲφωε δόλοϲ καὶ δεϲμόϲ» (Od. θ 317). [*](281 pro περιϲπαϲτέον scripsi προπεριϲπαϲτέον cum codice et Lob. El. II 54.) [*](505 cod. διαπορητικοὶ οἱ ὕϲτεροι διὸ περιϲπαϲτέον τὸν δεύτερον, τὸν δὲ πρῶτον καὶ τρίτον — emendavit L.)

72
ὥϲτε οὐκ οἶδεν ὁ ποιητὴϲ οὐδὲ μονοϲύλλαβον τὴν ϲφώ, εἰ μή ποτε ὀρθοτονεῖται καὶ δευτέρου προϲώπου ἐϲτὶ καὶ ϲημαίνει τὸ ὑμεῖϲ ἢ ὑμᾶϲ· «ϲφὼ δὲ μάλ᾿ ἠθέλετον» (Il. Λ 782). ἴνθὲν οὖν οἱ ἀκριβέϲτερον αὐτὰ παραφυλάξαντεϲ ἔκθλιψιν δεδώκαϲι τοῦ ε ἐν τῷ «εἰ μή ϲφω᾿ Αἴαντε διέκρινον» (Il. P 531) ἵνα τὸ διηνεκὲϲ φυλαχθῇ. A.

574. τοῦ ἐπεί τὴν τελευταίαν ὀξυτονητέον· ἐγκλιτικὴ γὰρ ἡ ϲφίν.