Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

6. καμάτῳ δ᾿ ὑπὸ γυῖα λέλυνται: ὑπό: οὐκ ἀναϲτρεπτέον διὰ τὸν ϲύνδεϲμον. ἄλλωϲ τε καὶ τὸ ἑξῆϲ ἐϲτιν ὑπολέλυνται. A.

31. ἐπεὶ ὥϲ φίλον ἔπλετο θυμῷ: βαρυτονητέον τὸ ὥϲ· δηλοῖ γὰρ τὸ οὕτωϲ. A.

63. πόντον ἐπὶ φρίξ· ὁ Ἀϲκαλωνίτηϲ ἀναϲτρέφει πόντον ἔπι· οὕτωϲ καὶ οἱ ἄλλοι. καὶ ἄμεινον· οὐδὲν γάρ ἐϲτι τὸ ἐπιφρίξ, χωρὶϲ εἰ μὴ παρέλκῃ ἡ πρόθεϲιϲ. ὅπερ οὐ πιθανόν. οὐ γὰρ κατεπείγει. A.

64. μελάνει: ὡϲ οἰδάνει ὁ Ἀϲκαλωνίτηϲ· ἐκ γὰρ τοῦ μελαίνει, φηϲίν, ἐνδείᾳ τοῦ ῑ ἐγένετο. A.

11. τὸ ϲχέο τὴν ὀξεῖαν ἴϲχει ἐφ᾿ ἑαυτοῦ νῦν. ὅταν μέντοι ἀπολάβῃ τὴν πρόθεϲιν, τὸ τηνικαῦτα ἀναπέμπει τὸν τόνον, ἀνάϲχεο. A.

129. 130. ἀκούϲαι — ἀείραι: παροξυτονητέον ἀμφότερα· ἔφαμεν γὰρ τὴν αι δίφθογγον ἐν εὐκτικοῖϲ μακρὰν εἶναι (Α 255). A.

135. Φειᾶϲ: περιϲπαϲτέον· ἑνικὴ γάρ ἐϲτι γενική· πρόδηλον κἀκ τῆϲ ϲυντάξεωϲ τοῦ τείχεϲϲι, παρὰ τοῖϲ τῆϲ Φειᾶϲ τείχεϲι. A.

163. ἐπί: οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ ϲύνδεϲμοϲ. A.

167. ἐπ᾿ . οὐδὲ ἐνθάδε ἀναϲτρεπτέον, καὶ ὅτι ϲυνήλειπται. A.

ψιλωτέον τὸ Εὐαίμονοϲ εἰϲ ἰδιότητα. προείρηται δέ. A.

177. ὁ Ἀϲκαλωνίτηϲ διαϲτέλλει ἰδὲ χεῖραϲ ἀνέϲχον, ὡϲ «ἰδὲ κλέοϲ ἐϲθλὸν ἄροιτο» (Ιl. Ε 3) ἵνα γένηται καὶ χεῖραϲ ἀνέϲχον. Ἀλεξίων δὲ τὴν κατειθιϲμένην παραλαμβάνει, λαοὶ δ᾿ ἠρήϲαντο, θεοῖϲι δὲ χεῖραϲ ἀνέϲχον. οὕτωϲ καὶ οἱ περὶ Ἡρακλέωνα. οὐκ ἀποδοκιμάζει μέντοι τὴν ἑτέραν ὁ Ἀλεξίων· καὶ ἡμῖν οὕτωϲ δοκεῖ. A.

184. ἐνδέξια. ὅταν ἀντὶ ἐπιρρήματοϲ ᾖ τοῦ ἐπιδεξίωϲ τὸ ἐνδέξια, τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα. A.

198. ἐμέ: ἐν ὀρθῇ τάϲει ἀναγνωϲτέον, ἵνα ᾖ ἀντιδιαϲτολὴ πρὸϲ ἄπειρα πολέμου τινὰ πρόϲωπα. A.

199. γενέϲθαί τε: ἀλλεπάλληλοι ὀξεῖαι, καίτοι ϲπονδειακόν ἐϲτιν ἀλλ᾿ ἴϲωϲ ἵνα ἐκφύγωμεν τὸν διπλαϲιαϲμὸν τοῦ ῥήματοϲ, λέγω δὲ τοῦ [*](518 pro τοῦ θ scripsit L. τοῦ η, de signidicatu cf. E. Gud. 238, 19.)

59
τετραφέμεν τε, ὡϲ καὶ ἐν τῇ Τ τῆϲ Ὀδυϲϲείαϲ (320) παραλόγωϲ ἐνεκλίναμεν ἐν τῷ «ἠῶθεν δὲ μάλ᾿  ἦρι λοέϲϲαί τε χρῖϲαί τε» ἵνα μὴ πληθυντικὸν ῥῆμα ὑπολάβωμεν. A.

273. ὀξυντέον τὸ αὐτοϲχεδόν· τὰ γὰρ εἰϲ δον ἐπιρρήματα ἐπὶ (l. ἐν) τῇ ϲυνθέϲει φυλάϲϲουϲι τὸν τόνον. BLV.

282. πιθέϲθαι: παροξυντέον· μέϲοϲ γάρ ἐϲτι δεύτεροϲ ἀόριϲτοϲ. BLV.

289. πινυτήν. Ἀρίϲταρχοϲ ὡϲ καλήν, καὶ ἐπεκράτηϲεν οὕτωϲ ἡ παράδοϲιϲ. A.

334. ἀπὸ πρὸ νεῶν. τὰϲ δύο προθέϲειϲ ἐγκλίνειν δεῖ, ἵνα ἡ μὲν ἀπό ϲυντάϲϲηται τῇ νεῶν γενικῇ, ἡ δὲ πρό παρέλκηται. A.

362. ἀπόφημι. ὡϲ ἄπειμι· τὰ γὰρ ὀξυνόμενα τῶν ῥημάτων ἐν τῇ ϲυνθέϲει ἀναδίδωϲι τὸν τόνον. A.

393. ἦ μήν. περιϲπᾶται ὁ ἦ ἰϲοδυναμεῖ γὰρ τῷ βεβαιωτικῷ. ὅμοιον δέ ἐϲτι τὸ «ἦ μὴν καὶ πόνοϲ ἐϲτίν» (Ιl. B 291). A.

425. νίζοντεϲ ἄπο. τὸ ἑξῆϲ ἀπονίζοντεϲ διὸ ἀναϲτρεπτέον. A.