Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

2. μετὰ δέ ϲφιϲι. τὸ ϲφιϲι κατ᾿ ἔγκλιϲιν ἀναγνωϲτέον νῦν, ἱνα εἰϲ ἁπλῆν ἀντωνυμίαν ἡ μετάληψιϲ γένηται. τοῦτο δὲ τὸ παρατήρημα οἱ ἀπ᾿ Ἀριϲτάρχου παραγγείλαντεϲ διηνεκῆ τὴν ἀνάγνωϲιν οὐκ ἐφύλαξαν. ἀληθὲϲ γάρ ἐϲτιν, ὅτι ἡ ϲφίϲιν ἐγκλιτικὴ οὖϲα εἰϲ ἁπλῆν μεταλαμβάνεται, ὥcπερ καὶ ἐπὶ τοῦ «ἔτι γάρ ϲφιϲι κῦδοϲ ὀρέξω» (Ιl. Ρ 453). οὐ μὴν ὀρθοτονουμένη πάντωϲ εἰϲ ϲύνθετον· ἔϲτι γὰρ ὅτε καὶ εἰϲ ἁπλῆν. εἰϲ μὲν οὖν ϲύνθετον οὕπτωϲ «αἵ ἑ μετὰ ϲφίϲιν εἶχον» (Ιl. X 474), εἰϲ ἁπλῆν δὲ οὕτωϲ· «τοὺϲ δ᾿ ἄναγον ζωοὺϲ ϲφίϲιν ἐργάζεϲθαι» (Od. ξ 272), «ϲφίϲι δ᾿ αὐτοῖϲ δαῖτα πένεϲθαι» (Od. δ 683). οὐ γὰρ δὴ καὶ οἱ αἰχμάλωτοι ἄγονται ἑαυτοῖϲ ἐργάζεϲθαι, ἀλλ᾿ αὐτοῖϲ τοῖϲ ἄγουϲιν· οὐδὲ οἱ μνηϲτῆρεϲ τὰ πρὸϲ τὴν δαῖτα ἑαυτοῖϲ παρεϲκεύαζον, ἕτεροι δὲ αὐτοῖϲ. AB.

3. νέκταρ ἐᾠνοχόει: διαφόρουϲ δόξαϲ ἐκτίθεται ἐν τῇ προϲψδίᾳ ὁ Ἡρωδιανόϲ, ᾗ δὲ ἀρέϲκεται, αὕτη ἐϲτίν. ἔθοϲ ἐϲτὶ τῷ ποιητῇ ἀποβάλλειν πολλάκιϲ τὸ κατ᾿ ἀρχὴν ε ἐπὶ τῶν παρῳχημένων, ἔϲθ᾿ ὅτε δὲ καὶ πλεονάζειν. πρόδηλοι δὲ αἱ χρήϲειϲ· «ϲτῆϲε δ᾿ ἐν Ἀμνιϲῷ» (Od. τ 188) «ϲκῆπτρον μέν τοι δῶκε» (Il. 38) τὸ γὰρ ἐντελὲϲ «τῷ δ᾿ ἕτερον μὲν ἔδωκεν» (Il. Π 250). οὕτωϲ οὖν καὶ ἐκ τοῦ ἐναντίου· τὸ μὲν γὰρ ἀκόλουθόν ἐϲτι κίνημα ἀπὸ τοῦ οἴγω ᾦγεν κατὰ παρατατιόν «τὴν δ᾿ οὐ θεὸϲ ἄλλοϲ ἀνῷγεν᾿» (Ιl. Ξ 168) ἀλλὰ τὸ κατὰ πλεονοϲμὸν τοῦ ε· «χηλοῦ δ᾿ ἄπο πῶμ᾿ ἀνέῳγεν» (ΙΙ. Π 221). καὶ ἀπὸ τοῦ ἁνδάνω ἥνδανεν «ἀλλ᾿ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε» (Il. A 24) [*](Δ 3 ἐν ante τῇ προϲῳδίᾳ inseruit L.)

43
τὸ δὲ κατὰ πλεοναϲμόν, «οὐδ᾿ Ἀγαμέμνονι πάμπαν ἑήνδανε᾿» (d. γ 143). καὶ πάλιν «ἕϲϲατο δ᾿ ἔκτοϲθεν (Ιl. Κ 334)· εἶτα ἐν ἑτέροιϲ «ἑέϲϲατο δέρμα» (Ιl. K 177). ἀπὸ δὲ τοῦ ὤθω βαρυτόνου τὸ «ὦϲα παρέξ» (Od. ι 488) καὶ ὦϲε τὸ τρίτον. ὃ ἐν πλεοναϲμῷ φηϲι « κὰδ δ᾿ ἄρ᾿ ἐπὶ ϲτόμ᾿ ἔωϲεν» (Il. Π 410). οὕτωϲ οὖν ἐπὶ τούτου. ἐν ἑτέροιϲ γάρ φηϲιν «ᾠνοχόει δ᾿ υἱὸϲ Μενελάου» (Od. o 141), ὅπερ κατὰ πλεοναϲμὸν τοῦ ε ἀκολούθωϲ πάλιν ἀπεφήνατο «νέκταρ ἐῳνοχόει». A.

26. πῶϲ ἐθέλειϲ ἅλιον: δαϲυντέον τὸ ἅλιον· παρὰ γὰρ τὴν ἁλόϲ γενικὴν κτητικῶϲ μετήχθη. ϲημαντικὸν δέ ἐϲτι τοῦ ματαίου, ἐπεὶ οὐκ εὔχρηϲτον εἰϲ πόϲιν τὸ θαλάϲϲιον ὕδωρ. τὸ γοῦν ἐναντίον πότιμον καὶ ποταμόϲ λέγεται. A.

27. ἱδρῶθ᾿: αἰτιατική ἐϲτι κατ᾿ ἔκθλιψιν εἰλημμένη· ἔνθεν προπεριϲπῶμεν ὀξύνεται γὰρ ἡ εὐθεῖα ὁμοίωϲ τῷ εὐρώϲ. τὸ δὲ ἴδ ρωϲα οὐκ ἀναγκαῖον ϲυϲτέλλειν· δύναται γὰρ ἐκτείνεϲθαι καὶ μηδὲν λυμαίνεϲθαι τῷ μέτρῳ. ἔφαμεν δὲ τὸν ποιητὴν ἀδιαφόρωϲ καὶ φυλάϲϲειν τὸν χρόνον τῶν παρῳχημένων καὶ ἀποβάλλειν. δύναται μέντοι καὶ ἱδρῶ τε εἶναι τὸ πλῆρεϲ, ἐπεὶ ϲύνηθεϲ αὐτῷ οὕτωϲ τὴν αἰτιατικὴν προφέρεϲθαι «ἱδρῶ ἀπεψύχοντο» (Il. Λ 621). A.

43. ἐγὼ ϲοί: ὀρθοτονητέον τὴν ϲοί. δύναται γὰρ ἀντιδιαϲτολὴ εἶναι. A.

46. περὶ κῆρι: περιϲϲῶϲ τῷ κέαρι. τὸ περί φυλάϲϲει τὸν τόνον, ὅτε ϲημαίνει τὸ περιϲϲῶϲ, ὁμοίωϲ τῷ «ὡϲ περὶ μὲν νόον ἐϲτί, περὶ δ᾿ ἱρὰ θεοῖϲιν» (Od. α 66). τὸ δὲ κῆρι οὐδέτερον ὅταν ᾖ, προπεριρεϲθαιπᾶται. ἐκ γὰρ τοῦ κέαρι ϲυνήλειπται, ὅταν δὲ θηλυκὸν ᾖ, ὀξύνεται. ἐνθάδε δὲ οὐδέτερόν ἐϲτι. προπεριϲπαϲθήϲεται ἄρα. A.

53. πρὸ τέλουϲ ἡ ὀξεῖα τοῦ διαπέρϲαι, ἵν᾿ ᾖ ἀπαρέμφατον ἀντὶ προϲτακτικοῦ. A.

94. τλαίηϲ κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν: ἐπιπροέμεν: Ἀρίϲταρχοϲ ἀναϲτρέφει, ἴνα τὸ ἑξῆϲ γένηται ἐπὶ Μενελάῳ, ὡϲ καὶ ἐπ᾿ ἐκείνου «ἦ καὶ ἐπ᾿ Ἀντινόῳ ἴθυνεν» (Od. χ 8). Μενεκράτηϲ δὲ ὁ Μιλήϲιοϲ ὑφ᾿ ἕν, ἐπιπροέμεν, ὁμοίωϲ τῷ ἐπιπροΐηλε καὶ ἐπιπροέηκε, ἵν᾿ ἔμφαϲιϲ μᾶλλον γένηται. A.

97. τοῦ κεν δὴ πάμπρωτα παῤ ἀγλαὰ δῶρα φέροιο. πάμπρωτα παῤ ἀγλαά: τινὲϲ ἀναϲτρέφουϲι τὴν παρά, κακῶϲ· οὐδέποτε γὰρ ἀναϲτρέφεται πρόθεϲιϲ γενικῇ ϲυνταϲϲομένη πτώϲει· ἔϲτι γὰρ τὸ ἑξῆϲ παραφέροιο. AL.

99. πυρῆϲ ἐπιβάντ᾿: οὐκ ἀναγκαῖον ἀναϲτρέφειν, ἵνα γένηται τὸ ἑξῆϲ ἐπὶ πυρῆϲ βάντα· ἔμφαϲιϲ γὰρ γίνεται, τῇ μετοχῇ εἰ ϲυνταγείη ἡ πρόθεϲιϲ. A.

[*](46 pro ϲυνείληπται Lehre scripsit ϲυνήλειπται. 97 notam sic fere supplendam dixit Lehrs q. ep. 78: οὐδέποτε γὰρ ἀναϲτρέφεται πρόθεϲιϲ ϲυναληλιμμένη. ἀλλ᾿ οὐδὲ ἐϲτι νῦν τῇ γενικῇ ϲυνταϲϲομένη πτώϲει ἔϲτι γὰρ κτλ.)
44

109. De quantitato in κέρα hic ampla Herodiani nota fuit, ut. intelligitur ex Λ 385.

126. ἐπιπτέϲθαι: παροξυτονητέον· ἔϲτι γὰρ μέϲοϲ δεύτεροϲ ἀόριϲτοϲ, ὁμοίωϲ τῷ «τότ᾿ ἂν οὔ τοι ἀποϲχέϲθαι» (Od. ι 211), καὶ τὸ ἁπλοῦν αὐτοῦ ἐϲτὶ πτέϲθαι. πᾶν δὲ ἀπαρέμφατον ϲυντιθέμενον φυλάϲϲει τὸν αὐτὸν τόνον. A.

138. τὸ ἔρυτο ψιλοῦται καὶ προπαροξύνεται· οὕτωϲ Ἀρίϲταρχοϲ, καὶ ἐπείϲθη αὐτῷ ἡ παράδοϲιϲ. δύναται δὲ καὶ προπεριϲπᾶϲθαι. ἔϲτι γάρ τι ῥῆμα ἐρύω. τούτου ὁ παρατατικὸϲ παθητικὸϲ γίνεται εἰρυόμην, τὸ τρίτον εἰρύετο, ὃ ἐν ϲυναλοιφῇ καὶ ἐνδείᾳ τοῦ ῑ ἐγένετο ἐρῦτο. A.

151. ὡϲ δὲ ἴδεν νεῦρόν τε: ἴδεν: ϲυϲταλτέον τοῦ ἴδὲ τὸ ῑ, ὁμοίωϲ τῷ «οὐκ ἴδον, οὐ πυθόμην» (Od. ψ 40). εἰϲὶ δὲ οἳ ἀναγινώϲκουϲιν «ὡϲ δ᾿ εἶδεν νεῦρόν τε», ὁμοίωϲ τῷ «ὡϲ εἶδεν δύο φῶτε» (Il. E 572), οὐχ ὑγιῶϲ. ἐνθάδε γὰρ οὐκ ἄλλωϲ δυνάμεθα ἀναγνῶναι ἢ φυλάϲϲοντεϲ τὴν ει δίφθογγον. ἐπὶ δὲ τούτων παραφύλαξαι, ὅτι ὅταν ἡ προκειμένη λέξιϲ εἰϲ τὸ ε καταλήγῃ, ἤτοι διαϲτέλλει τὸ ῑ ἀπ᾿ αὐτῆϲ μετὰ ϲυϲτολῆϲ, ἢ ἔκθλιψιν ποιεῖται τοῦ ε, ἔκθλιψιν μὲν οὕτωϲ «τὸν δ᾿ ἴδεν Αἰνείαϲ» (Ιl. E 166) καὶ «νῦν δ᾿ ἴδεν ὃϲ μέγ᾿ ἄριϲτοϲ (Ιl. B 82), διαϲτολὴν δὲ οὕτωϲ μετὰ ϲυϲτολῆϲ «τὴν δὲ ἴδεν προμολοῦϲαν» (Ιl. 382) καὶ «τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ» (Od. ε 333). οὕτωϲ οὖν καὶ ἐνθάδε. A.

212. περὶ δ᾿ αὐτὸν ἀγηγέραθ᾿ ὅϲϲοι ἄριϲτοι Κύκλοϲ’: Ἀρίϲταρχοϲ μὲν ὀνοματικῶϲ, ἵν᾿ ᾖ ἀγηγέρατο κύκλοϲ, ὁμοίωϲ τῷ « ἀγρόμενοι πᾶϲ δῆμοϲ» (Ιl. 166) τοιοῦτο γὰρ βούλεται ϲημᾶναι, κύκλοϲ γενόμενοι. Νικίαϲ δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ κυκλόϲε, ὡϲ «πόϲε φεύγετε» (Il. Π 422). ὅπερ καὶ πιθανώτερον. οὐ γὰρ δύναται ἐντελὴϲ εἶναι ἡ ϲύνταξιϲ τοῦ Ἀριϲτάρχου, ἀγηγέρατο κύκλοϲ· λείπει γάρ τι. διὸ ὁ Ἀρίϲταρχοϲ ἔξωθεν προϲτίθηϲι τὸ γενόμενοι· εἰ δὲ προϲτίθηϲιν, ἄμεινον αὐτόθεν ἀναγινώϲκειν κυκλόϲε· τοιοῦτο γὰρ τὸ ἐπίρρημα τὴν προκειμένην ϲχέϲιν ϲημαῖνον. εἰ δέ τιϲ λέγοι, διὰ τί γὰρ τὸ ἀγρόμενοι πᾶϲ δῆμοϲ εὐπαράδεκτόν ἐϲτιν, οὐκέτι δὲ τὸ ἀγηγέρατο κύκλοϲ, ἴϲτω ὅτι τὸ δῆμοϲ τῇ μὲν φωνῇ ἑνικόν ἐϲτι, τῷ δὲ ϲημαινομένῳ πληθυντικόν· τῷ οὖν ϲημαινομένῳ ἡ ϲύνταξιϲ ἐγένετο, ὡϲ καὶ ἐπὶ τοῦ «ἡ πληθὺϲ ἐπὶ νῆαϲ Ἀλχαιῶν ἀπονέοντο» (Il. Ο 305). οὔ γε μὴν ὁ κύκλοϲ ἔχεται τούτου τοῦ ϲημαινομένου· διὸ οὐδὲ ἐντελὴϲ ἡ τοιαύτη ϲύνταξιϲ ἐπ᾿ αὐτῷ δύναται γενέϲθαι. A.

222. κατὰ τεύχε᾿ ἔδυν: ϲυϲταλτέον τὸ ἔδυν πληθυντικὸν γάρ ἐϲτι [*](109 ex Λ 385 et Χ 347 iure concludit L. falsum esse, quod nunc in schol. A. scriptum est de κέρα. ἀποκοπή ἐϲτι τοῦ κέρατα, Ἡρωδιανὸϲ ϲυναλοιφὴν τοῦ κέραα· τὸ δὲ χρέεα χρέα ϲυγκοπή. 138 pro εἰρύω L. scripsit ἐρύω et pro ἔρυτο ἐρῦτο, idem verba δύναται δὲ καὶ προπεριϲπᾶϲθαι inseruit coll. Π 542, unde praeterea in fine additum fuisse putat ϲυγκατατιθέμεθα δέ μᾶλλον τῷ Ἀριϲτάρχῳ.) [*](151 οὐκ ἄλλωϲ scripsi pro οὐ καλῶϲ.)

45
ϲυγκοπὲν ἀπὸ τοῦ ἔδυϲαν, τὸ δὲ ἑνικὸν ἐκτατέον ἔδυν· «δῦ δέ μιν Ἄρηϲ» (Il. P 210). ὅμοιόν ἐϲτιν αὐτῷ καὶ τὸ «ἀλλήλοιϲιν ἔφυν ἐπαμοιβαδόν (Od. ε 481). εἰ δέ τιϲ λέγοι ὅτι τὰ ἑνικὰ καὶ τὰ πληθυντικὰ ὁμοφωνοῦντα καὶ ὁμόχρονά ἐϲτιν, οἷον ἔλεγον ἐγὼ καὶ ἔλεγον ἐκεῖνοι, ἴϲτω ὅτι ἐκ ϲυγκοπῆϲ ἐϲτι τοῦτο τοῦ ἔδυϲαν. ἐν δὲ τοῖϲ τοιούτοιϲ τρίτοιϲ ἡ ϲυγκοπὴ ἀναδέχεται λῆξιν τὴν αὐτὴν τῇ παραληγούϲῃ τῆϲ γενικῆϲ τῆϲ κατὰ τὴν μετοχήν, ἔϲτηϲαν ἔϲταν, ϲτάντοϲ γάρ· ἔβηϲαν ἔβαν, βάντοϲ γάρ· ἐκοϲμήθηϲαν ἐκόϲμηθεν, κοϲμηθέντοϲ γάρ· «φάνεν δὲ οἱ εὐρέεϲ ὦμοι» (Od. ϲ 68), φανέντοϲ γάρ· ἔφυμεν, ἔφυτε, ἔφυϲαν ἔφυν, ἐπεὶ φύντοϲ· ἔδυμεν, ἔδυτε, ἔδυϲαν ἔδυν, ἐπεὶ δύντοϲ. περὶ δὲ τοῦ «τῆϲ δ᾿ ἦν τρεῖϲ κεφαλαί» (Hesiod. Th. 321) ἐν τοῖϲ περὶ ῥήματοϲ ἐροῦμεν. τὸ μέντοι γε ἔδυν ἑνικὸν ἐκτείνεται, ἐπεὶ πᾶϲ δεύτεροϲ ἀόριϲτοϲ ἐπὶ τῶν εἰϲ μι μακροκατάληκτόϲ ἐϲτιν, ἔγνων, ἑάλων, ἐξέτρων, ἔτλην, ἔϲτην, ἔδην, ἔφην. ἔφυν ἄρα καὶ ἔδυν. AB.

228. Πειραΐδαο: ἐν τέϲϲαρϲι ϲυλλαβαῖϲ προφέρεται τὴν εὐθεῖαν τοῦ πατρωνυμικοῦ, καὶ οἱ ἄλλοι. Τυραννίων δὲ τριϲυλλάβωϲ, λέγων ὡϲ ὅτι οὐδὲν πατρωνυμικὸν παρὰ τῷ ποιητῇ ἔχει πρὸ τέλουϲ διεϲταλμένον τὸ ῑ ἀπὸ ἑτέρου φωνήεντοϲ, οἷον Πανθοίδηϲ, Βοηθοίδηϲ Πηλείδηϲ· οὐδ᾿ ἄρα τοῦτο. ὑπὲρ δὲ τοῦ τετραϲυλλάβωϲ ἀναγινώϲκειν ἔχομεν ἐκεῖνο λέγειν, ὡϲ ὅτι ἐντελέϲ ἐϲτι τὸ κατὰ διάλυϲιν τοῦ ῑ, καὶ ὅτι οὐκ ἔχομεν τοιοῦτό τι πατρωνυμικόν, ὃ κατὰ ϲύλληψιν ἐξηνέχθη τοῦ ᾱ καὶ τοῦ ῑ πρὸ τέλουϲ. παρὰ τὸ Πείραιοϲ οὖν Πειραΐδηϲ ἐγένετο. A.

235. οὐ γὰρ ψεύδεϲϲι πατὴρ Ζεὺϲ ἔϲϲετ᾿ ἀρωγόϲ: Ἀρίϲταρχοϲ ἐπιθετικῶϲ ἀναγινώϲκει ψευδέϲι ὡϲ ϲαφέϲι· τοῦτο γάρ φηϲι θέλει δηλοῦν, οὐ γὰρ τοῖϲ ψεύϲταιϲ Τρωϲὶ βοηθεῖ ὁ Ζεύϲ. εἰ δὲ τὸ πρᾶγμα ἠβουλόμεθα παραλαβεῖν, ψεύδεϲιν ἀνέγνωμεν ὡϲ βέλεϲιν, ἵν᾿ ἀπ᾿ εὐθείαϲ ᾖ ἡ κλίϲιϲ» «ψεῦδοϲ δ᾿ οὐκ ἐρέει» (Od. γ 20). οὕτωϲ δὲ καὶ Πτολεμαῖοϲ ὁ Ἀϲκαλωνίτηϲ ϲυγκατατιθέμενοϲ Ἀριϲτάρχῳ. ὁ μέντοι Ἑρμαππίαϲ προϲηγορικὸν ἀναγινώϲκει ψεύδεϲιν ὡϲ τείχεϲιν, ἐπεὶ οὐδέποτε, φηϲίν, οἶδεν ὁ ποιητὴϲ ἁπλοῦν τὸ ψευδήϲ, ἐν δὲ ϲυνθέτῳ φιλοψευδήϲ (Il. Μ 164) ἀψευδήϲ (Ιl. 46), ἢ οἶδεν ἑτέρωϲ λετόμενον τὸ «ψεῦϲταί τ᾿ ὀρχηϲταί τε» (Ιl. 261). ϲυνεχῶϲ δὲ τὸ ψεῦδοϲ «ὦ γέρον οὔ τι ψεῦδοϲ» (Ιl. I 115), « ψεῦδοϲ δ᾿ οὐκ ἐρέει» (Od. γ 20), «ἴϲκε ψεύδεα πολλά» (Od. τ 203). AV.

243. ἕϲτητε: Πτολεμαῖοϲ ψιλοῖ, ἐπεὶ γίνεται ϲτῆτε, τὸ δὲ ἀποπῖπτον ε ψιλοῦται. καὶ ἀληθεύει. ἐνθάδε μέντοι γε οὐκ ἔϲτιν, ἀλλ᾿ ἐκ τοῦ ἕϲτατε ἔκταϲιϲ ἐγένετο τοῦ ᾱ εἰϲ η· ϲτάτε δὲ οὐ γίνεται. ἔνθεν δύναται δαϲύνεϲθαι· τὸ γὰρ αὐτό ἐϲτι τῷ ἑϲτήκαμεν τὸ ἕϲτατε. A.

308. πόλεαϲ: οὕτωϲ Ἀρίϲταρχοϲ προπαροξύνει, καὶ ἐπὶ τῶν [*](222 pro δῦ δέ μιν Ἄρηϲ Lehre posuit δῦ μιν Ἄρηϲ praeter necessitatem.) [*](228 post προφέρεται, nisi epitomator more excerptorum tertia persona Herodianum significet, nomen excidisse e. g. Ἀρίϲταρχοϲ aut Πτολεμαῖοϲ arbitratur L.)

46
πόλεων τὸ ϲημαινόμενον ἐκδέχεται, ᾧ ϲυγκατατίθεται καὶ ὁ Ἀϲκαλωνίτηϲ, λέγων ὅτι καὶ διὰ τοῦ ε οἶδεν ὁ ποιητὴϲ τὴν χρῆϲιν καὶ διὰ τοῦ ῑ, διὰ μὲν τοῦ ῑ· «ἐκ πόλιοϲ δ᾿ ἀλόχουϲ» (ι 41), «πολλέων ἔκ πολίων» (1 544)· διὰ δὲ τοῦ ε πόλεωϲ «χρυϲείην ἑκατὸν πόλεων» (Ε 744). πιθανὸν οὖν ἐϲτιν ἐκδέξαϲθαι ἐνθάδε ἐπὶ τῶν πόλεων τὸ ϲημαινόμενον, ἐπεὶ καὶ τείχεα ἐπιφέρει. A.