Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

475. πολέοϲ πεδίοιο δίενται: εἴπομεν δὲ δὴ (ἤδή?) ὥϲ ἐϲτι [*](291 Τρῳούϲ cum ῑ scripsit L. 319 ἄλλοϲ pro ἄλλωϲ substituendum censuit L. 361 ef. Schol. ad Aristoph. l. c., ubi: μεμνῇτο ὡϲ Ἡρωδιανόϲ φηϲι ἐν τῇ μηρικῇ προϲῳδίᾳ. 387 τῷ τὴν ὅϲ scripsit L. pro τῷ τὴν οἷ.)

123
καὶ δίω βαρυνόμενον, ὃ ϲημαίνοι ἂν τὸ διώκω, ἔνθεν τὸ «τρὶϲ περὶ ἄϲτυ μέγα Πριάμου δίον» (Ιl. X 251) καὶ τὸ «κνώδαλον ὅττι δίοιτο» (0d. ρ 317 ), καὶ περιϲπώμενον, ἔνθεν τὸ δίημι ἐγένετο, παρ’ ὃ τὸ «ἵπποι ἀερϲίποδεϲ πολέοϲ πεδίοιο δίενται» καὶ τὸ «αὕτωϲ ἐνδίεϲαν (Π. 584). Cf. P 110 et locos ibi citatos. A.

479. πάρα γὰρ καὶ ἀμείνονεϲ ἄλλοι. τὸ πάρα ἀντὶ τοῦ πάρειϲι. διὸ τὴν πρώτην ὀξυτονητέον ὁμοίωϲ τῷ «πάρα δ’ ἀνὴρ ὃϲ καταθήϲει» (Οd. π 45). A.

485. ἐνθάδε τὸ νυν ϲυϲταλτέον διὰ τὸ μέτρον· τὸ δὲ περιδώμεθον ἐϲτὶν ἕν, ἐπεὶ δηλοῖ τὸ ϲυνθήκαϲ ποιηϲώμεθα. A.

523. Πτολεμαῖοϲ καὶ οἱ πλείουϲ δίϲκουρα ὡϲ λίπουρα. καὶ Ἀρίϲταρχοϲ δέ φηϲιν· «ὅπερ ἄνω κατὰ διάλυϲιν εἶπεν ὅϲϲα δὲ δίϲκου οὖρα (431) , τοῦτο νῦν κατὰ ϲύνθεϲιν ἐξήνεγκεν ». κἀγὼ δὲ ϲυγκατατίθεμαι. A.

561. ᾧ περι χεῦμα φαεινοῦ καϲϲιτέροιο ἀμφιδεδίνηται: εἰϲὶν οἳ ἀνέϲτρεψαν τὴν περί· ὁ μέντοι Ἀϲκαλωνίτηϲ καὶ οἱ πλείουϲ κατὰ παρολκὴν ἐξεδέξαντο κεῖϲθαι, διὰ τὸ ἀμφιδεδίνηται· διὸ οὐκ ἀναϲτρέφουϲιν. A.

604. νεοίη. ὡϲ ὁμοίη. οἱ μέντοι μετ’ αὐτὸν ὡϲ ἐπὶ πλεῖϲτον νεοείαν λέγουϲι. περὶ δὲ τῆϲ λέξεωϲ εἰ ὑγιῶϲ ἐϲχημάτιϲται ἐν τῷ προτατικῷ ἐζήτηϲα. ἅπαξ δὲ ἐχρήϲατο τῇ λέξει. A.

698. ἀλλοφρονέοντα: ὡϲ ϲωφρονέοντα· τὴν δὲ ϲφίϲιν ὀρθοτονητέον· εἰϲ γὰρ ϲύνθετον ἡ μετάληψιϲ. A.

703. ϲφίϲι: καὶ ταύτην τὴν ἀντωνυμίαν ὀρθοτονητέον ὁμοίωϲ τῇ προκειμένῃ. A.

718. τρίποδοϲ πέρι ποιητοῖο. ἔφαμεν περὶ τῶν τοιούτων (e. g. Β 839), πότερον δεῖ ἀναϲτρέφειν τὰϲ προθέϲειϲ μεταξὺ κειμέναϲ δύο ὀνομάτων ἢ οὔ, ὡϲ ἐπὶ τοῦ «μάχῃ ἔνι κυδιανείρῃ» (Ιl. Ζ 124), καὶ ὡϲ οἱ πλείουϲ θέλουϲι τοῖϲ ἐπιθετικοῖϲ ϲυντάϲϲειν αὐτάϲ· διὸ καὶ ὁ Ἀϲκαλωνίτηϲ ἐνθάδε οὐκ ἀναϲτρέφει. A.

731. ἐν δὲ γόνυ γνάμψεν: Λεπτίνηϲ δαϲύνει ὡϲ ἐπ’ ἀριθμοῦ τὸ ἓν γόνυ ἔκαμψεν, ὡϲ ἐπὶ τοῦ «ἓν δέπαϲ ἐμπλήϲαϲ » (Od. ι 209). οἱ δὲ ἄλλοι πάντεϲ πρόθεϲιν ἐξεδέξαντο διὰ τὸ ἀεὶ ἕτερον λέγειν τὸν ποιητὴν ἐπὶ δύο, ἓν δὲ οὐδέποτε· «χωλὸϲ δ’ ἕτερον πόδα » (Π.Β 217), «τὸν δ’ ἕτερον ϲκόπελον » (Οd. μ 101). A.

765. τὸ ἀυτμένα ὡϲ ποιμένα τῷ τόνῳ· καὶ καθόλου τὰ εἰϲ μην λήγοντα ἁπλᾶ ὀξύνεϲθαι θέλει. A.

806. ἐνδίνων: ὡϲ ϲελίνων· παρῆκται δὲ παρὰ τὸ ἔνδον τὸ ἔνδινον· καὶ γὰρ παρὰ τὸ ἔντοϲθεν ἐντοϲθίδια λέγεται. οὕτωϲ δὲ ἔχει καὶ τὰ ἔντερα καὶ τὰ ἔγκατα παρὰ τὴν αὐτὴν ἔννοιαν. A.

[*](475 pro Πριάμοιο correxit Πριάμου L. 604 Lehrsius collato Hesych.: νεοίη νεότηϲ· νέοιαι ἀφροϲύναι soribendum suspicatur. νεοίη ὡϲ ὁμοίη, λέγει δὲ τὴν νεότητα. οἱ μέντοι μετ’ αὐτὸν ὡϲ ἐπὶ τὸ πλεῖϲτον τὴν ἄνοιαν λέγουϲι.)[*](698 καὶ διὰ τὴν ϲύνταξιν excidisse opinatur L. coll quaest. ep. 119.)
124

886. τὸ ἥμονεϲ δαϲυντέον· παρὰ γὰρ τὸν ἥϲω μέλλοντα ἐϲχημάτιϲται ἡ λέξιϲ· « ἥϲω γὰρ καὶ ἐγώ (ΙΙ. P515). (Cf. X 261). παρὰ δὲ τοῦτο καὶ τὸ ἧμα ἐγεγόνει πάλιν δαϲυνόμενον· «καὶ ἥμαϲιν ἔπλευ ἄριϲτοϲ (891). A.

891. ἥμαϲιν: δαϲυντέον πάλιν. A.

1. λυτο: εἰ μὲν μέϲοϲ δεύτεροϲ ἀόρϲτόϲ ἐϲτιν ἀπὸ τῶν εἰϲ μι, ὥϲπερ ἤδη ἐπίϲταται λέγων « νῦν δὲ λύμην τρὶϲ τόϲϲα πορών» (Ιl. Φ 80) καὶ «τῆϲ δ’ ἄρα κλαιούϲηϲ λύτο γούνατα », ἔκταϲιϲ ἐγένετο διὰ τὸ μέτρον εἰ δὲ παρατατικόν τινεϲ ἐκδέχονται, δύναται κρᾶϲιϲ τοῦ ἐλύετο γεγενῆϲθαι ὥϲπερ ἐπὶ τοῦ ἰχθύεϲ ἰχθῦϲ, μύεϲ μῦϲ, ῥύεϲθαι ῥῦϲθαι « πάντων ἀνθρώπων ῥῦϲθαι γενεήν τε τόκον τε» (Ο 141). ἢ ἀπὸ τοῦ λέλυτο λύτο ὡϲ βέβλητο βλῆτο. A.

8. πείρων: Πάμφιλοϲ περιϲπᾷ, λέγων τὴν πρόϲθεϲιν τοῦ ι μὴ ἐξαλλάϲϲειν τὸν τόνον· εἰ δὲ περῶ οἶδεν ὁ ποιητὴϲ τὸ ῥῆμα καὶ περόωϲι. (0d.ζ 272) καὶ « περάαν μέγα λαῖτμα» ( Οd. ε 174) δῆλον ὅτι καὶ πειρῶν. ὁ μέντοι Ἀρίϲταρχοϲ βαρύνων ἀναγινώϲκει ὡϲ κείρων. φηϲὶ γοῦν οὕτω γενόμενοϲ ἐπὶ τοῦ «παννυχίη μὲν (Cod. μὴν) ῥ’ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον » (Od.β 434) «τὸ πεῖρε διδάϲκει ἡμᾶϲ καὶ τὴν πείρων μετοχὴν βαρύνειν· ὡϲ γὰρ ἔκειρε κείρων οὕτωϲ ἔπειρε πείρων. εἰ γὰρ περιεϲπᾶτο ἦν ἂν ὁ παρατατικὸϲ ἐπείρα ». ἔϲτιν οὖν διττὸν τὸ ῥῆμα, καὶ τὸ μὲν ϲὺν τῷ ι οὐ περιϲπαϲθήϲεται. A.

12. δινεύεϲκ’ ἀλύων: ψιλῶϲ τὸ ἀλύων δῆλον κἀκ τῆϲ ϲυναλοιφῆϲ. A.

17. τόνδε δ’ ἔαϲκεν: ὁμοίωϲ ἀναγνωϲτέον τὸ τόνδε τῷ «τόνδε δ’ ἐγὼν ἐπιόντα (Ιl. Ε 238) καὶ «τόνδε δ’ ἐγὼ κομιῶ» (Od. o 546), λέγω δὲ ὀξύνοντα τὴν πρώτην, ἵν’ ᾖ ἐπέκταϲιϲ ἡ διὰ τοῦ δε. A.

33. ἐγκλιτικῶϲ τὴν ὕμιν ἀναγνωϲτέον· ἔϲτι γὰρ ἀπόλυτοϲ. A.

45. οὐδέ οἱ αἰδὼϲ γίγνεται, ἥτ’ ἄνδραϲ μέγα ϲίνεται ἠδ’ ὀδύνηϲεν: τινὲϲ ἐδάϲυναν τὸ ἡ δέ, ἵνα ἡ αἰδὼϲ διττὴ ὑπάρχῃ ἡ μὲν βλάπτουϲα ἡ δὲ ὠφελοῦϲα. οὕτωϲ δὲ καὶ Εὐριπίδηϲ (Hippol. 385) ἐξεδέξατο εἰπὼν διττὰϲ εἶναι αἰδούϲ δύναιτο δ’ ἂν ἡ αὐτὴ οὖϲα πῇ μὲν ὠφέλιμοϲ εἶναι πῇ δὲ βλαβερά. A.