Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

37. τὸ παρπεπιθόντεϲ ὡϲ καταλαβόντεϲ. A.

70. ἀκήδειϲ: ἄμεινον βαρύνειν ὡϲ ἐνόειϲ τῆϲ ἀρχούϲηϲ ϲυϲταλείϲηϲ ποιητικῶϲ. ὡϲ γὰρ τὸ ἤκουϲα ἄκουϲα οὕτωϲ καὶ τὸ ἠκήδειϲ ἀκήδειϲ. A.

73. οὐδέ με: ἀπόλυτοϲ ἡ ἀντωνυμία, διὸ ἐγκλιτικῶϲ ἀναγνωϲτέον. A.

135. δαϲέωϲ τὸ εἵνυον (in καταεἵνυον)· ἀπὸ γὰρ τοῦ εἱνύω ἐϲτὶ θέματοϲ, ὃ παρῆκται παρὰ τὸ ἕω δαϲυνόμενον. (ἔν τιϲι δὲ καταείλυον τουτέϲτιν  εἵουν. Ἀρίϲταρχοϲ δὲ καταείνυϲαν.cf.schol. ξ 522). A. ?

137. οὕτωϲ Ἄϊδοϲ δέ , οὐκ Ἄϊδοϲ δῶ, ὁ Ἡρωδιανόϲ φηϲιν ἐν τῷ ιθ΄ τῆϲ καθόλου. A.

[*](X 261 pro ἐφεῖναι recepit Lehrsius ἀφεῖναι ex Etym. Οrion. 150, 24, ubi prior pars ex Ἡρωδιανοῦ Ἰλιακῇ προϲῳδίᾳ citatur, comparato adnotamento N 381.)[*](410 pro ὦδε χωρῆϲαι et ἀφίκοιτο restituit L. ὣϲ ἐχάρημεν et ἀφικοίμεθα.)[*](473 ὁμοίωϲ δάμαρτι inseruit L. 474 L. conferri iubet quaest. ep. p.115 c. 119.)
121

160. οἷϲι μάλιϲτα κήδεόϲ ἐϲτι νέκυϲ. τινὲϲ ἐβάρυναν ὥϲτε εἶναι γενικήν. ἄμεινον δὲ ὀξύνειν, ἵνα ᾖ ῥηματικὸν ἀπὸ τοῦ κηδεύω. τὰ γὰρ εἰϲ οϲ λήγοντα ὀνόματα, παρὰ ῥῆμα γινόμενα, καθαρεύοντα καὶ τῷ ε παραληγόμενα ὀξύνεϲθαι θέλει, φωλεύω φωλεόϲ, ὀχεύω ὀχεόϲ καὶ ἐν πλεοναϲμῷ τοῦ ϲ ὀϲχεόϲ. καὶ παρὰ τὸ ϲωρεύω δὲ ὁ ϲωρεόϲ. τὸ δὲ ϲωρόϲ κατὰ ϲυγκοπὴν ἀπετελεῖτο. καὶ παρὰ τὸ λοχεύω δὲ ὁ λοχεόϲ ἔϲται κατ’ ὀξεῖαν τάϲιν, «ὁ δ’ ἐκ λοχεοῖο πάϊϲ» (Hes. Theogn. 178). ἀλλ’ οὖν γε βαρυτόνωϲ οἱ πλείουϲ ἀνέγνωϲαν, πλεοναϲμὸν ἐκδεξάμενοι τοῦ ε, ὥϲτε παρὰ τὴν λόχου γενικὴν «ἐκ λόχου ἀμπήδηϲε» (Ιl. Λ 379) λόχοιο γενέϲθαι καὶ λοχέοιο. οὕτωϲ δὲ κατὰ τὸν προειρημένον κανόνα ῥήματοϲ ὄντοϲ τοῦ κηδεύω τὸ παρ’ αὐτὸ ὄνομα, λέγω δὲ τὸ κηδεόϲ, ὀξυτονηθήϲεται. A.

παρὰ δ’ οἱ ταγοὶ ἄμμι μενόν των: τὸ ἑξῆϲ παραμενέτωϲαν · διὸ φυλακτέον τὸν τόνον τῆϲ προθέϲεωϲ. Διονύϲιοϲ δ’ ἡγεῖτο πλεονάζειν τὸν τέ ϲύνδεϲμον καὶ ἀγούϲ ἡγεῖτο τοὺϲ ἡγεμόναϲ. ὁ μέντοι Ἀρίϲταρχοϲ ταγοὺϲ ἐξεδέξατο καὶ ϲχεδὸν ἅπαντεϲ, παρὰ τὸ τάϲϲω ῥῆμα τοῦ ϲχηματιϲμοῦ γενομένου. διὸ καὶ ἐγὼ ϲυγκατατίθεμαι. A.

254. ἑανῷ λιτί: ὡϲ φωτί. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ. πᾶϲα γὰρ δοτικὴ διϲύλλαβοϲ ἐπ’ ὀνομάτων εἰϲ τι  λήγουϲα ὀξύνεται, χρωτί, δαιτί, Κρητί. οὕτωϲ οὖν καὶ λιτί. τούτῳ γὰρ τῷ λόγῳ καὶ βλητί ὀφείλομεν κατ’ ὀξεῖαν τάϲιν ἀναγινώϲκειν, «νύμφα φίλη, καὶ βλητὶ λίθῳ ἐνὶ δάκρυον ἧκαϲ». οὕτωϲ οὖν καὶ λιτί, ἵνα ᾖ μεταπλαϲμὸϲ τῆϲ λιτῷ δοτικῆϲ, ὡϲ ἡ κλαδί τῆϲ κλάδῳ. ὁμοίωϲ δὲ καὶ ἡ αἰτιατικὴ ἡ λῖτα μεταπέπλαϲται ἐκ τῆϲ λιτόν, ὡϲ καὶ ἡ κρόκα ἐκ τῆϲ κρόκην. τὸ δὲ παρὰ τῷ ποιητῇ «καθήραντεϲ ῥύπα πάντα» (Od. 93), εἰ μή ἐϲτι πληθυντικὸν οὐδέτερον, τοῦ προκειμένου μεταπλαϲμοῦ ἔχεται. οὐχ ὁμότονοϲ δὲ ἐγένετο τῇ λιτόν αἰτιατικῇ ἡ λῖτα, ἐπεὶ πᾶϲα αἰτιατικὴ εἰϲ α λήγουϲα ἐβαρύνετο ὑπεϲταλμένηϲ τῆϲ τινά κατ’ ἀόριϲτον προφοράν. A.

262. ποδώκεϲιν: βαρύνειν δεῖ τὸ ποδώκηϲ· καὶ εἴρηται περὶ αὐτοῦ (Β 764). A.

266. ἑξετέ ᾿  : ὁ Ἀϲκαλωνίτηϲ ἐνθάδε προπαροξύνει ὁμοίωϲ τῷ «ὄτριχαϲ οἰέτεαϲ» (Β 765). εἰϲὶ δὲ o ἳ παροξύνουϲιν ὁμοίωϲ τῷ εὐγενέα, καὶ οὕτωϲ ἐπείϲθη ἡ παράδοϲιϲ. προείρηται δὲ περὶ τῆϲ προϲψδίαϲ (Β 765). A.

281. ἐγκλιτικῶϲ τὴν ϲφωΐν ἀντωνυμίαν ἀναγνωϲτέον. ἔϲτι γὰρ τρίτου προϲώπου. A.

[*](ψ 254 βλητὶ in versu ignoti poetae sententiae non convenire animadverti. Lob. Parall. 82, 541 ; sed quum βλήϲ etiam ap. Theogn. 135, 23 exstet, de ipso vocabulo dubitari non potest ; quare Lehrsius retento βλητί priore in versu τλητί substituendum suadet et sic fortasse locum constituendum opinatur: καὶ βλητί — ἀναγινώϲκειν καὶ τλητί «ενύμφα —», δάκρυον posuit Lehrsius pro δάκρυ, porro pro ἐκ τῆϲ λιτὴν correxit ἐκ τῆϲ λιτόν. Ιdem adnotat ex Ϲ 352 intellegi quaedam hic nunc excidisse ut de Asealonita.)
122

291. Τρῳούϲ ὡϲ πολλούϲ ἀνεγνώϲθη· προείπομεν δὲ περὶ τῆϲ προϲῳδίαϲ. A.

319. ἀλλ’ ὅϲ: δαϲυντέον τὸ ὅϲ. ἔϲτι γὰρ ἄρθρον. οὕτωϲ ὁ Ἀϲκαλωνίτηϲ. Ἀντίγονοϲ μέντοι ἄλλοϲ ἀνεγίνωϲκεν, οὐ παραδεχόμενοϲ τὸ ἄρθρον. A.

327. δαϲυντέον καὶ προπεριϲπαϲτέον τὸ αὗον· προείπομεν δὲ καὶ περὶ τούτου (N 441. cl. 461). A.

361. προπαροξυτονητέον τὸ μεμνέῳτο· γράφεται δὲ καὶ ϲὺν τῷ ῑ τὸ ω. οὕτω δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ, ἐκ τοῦ μεμνέοιτο ἡγούμενοϲ αὐτὸ εἶναι. παρὰ μέντοι Ξενοφῶντι ἄνευ τοῦ ε ἐϲτὶν ὁ ϲχηματιϲμὸϲ καὶ προπεριϲπᾶται, ἐν Κύρου παιδείαϲ πρώτῳ (6, 3) «ἄλλ’ ὅτε τὰ ἄριϲτα πράττοι, τότε μάλιϲτα τὸν θεὸν μεμνῷτο ». τὸ δὲ ἀνάλογον διὰ τοῦ η προϲκειμένου τοῦ ῑ παρ’ Ἀριϲτοφάνει ἐν Πλούτῳ δευτέρῳ (992) «ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου ». καὶ πάλιν προπεριϲπαϲτέον. ἐν ἑτέροιϲ μέντοι ἐντελῶϲ περὶ τοῦ ϲχηματιϲμοῦ διέλαβον καὶ περὶ γραφῆϲ τῆϲ κατὰ γενικήν, λέγω δὲ τῆϲ δρόμου ἢ αἰτιατικῆϲ πληθυντικῆϲ τῆϲ δρόμουϲ. A.

377. τὰϲ δὲ μετ’ οὐκ ἀναϲτρεπτέον τὴν μετά· πέπτωκε γὰρ μέϲοϲ ὁ δέ. A.

387. οἱ δέ οἱ ἐβλάφθηϲαν: ὁ Ἀϲκαλωνίτηϲ ἐκδέχεται τὸ πλῆρεϲ εἶναι ἑοί καὶ μεταλαμβάνει εἰϲ τὸ ἴδιοι, καὶ μήποτε ὑγιῶϲ. ὡϲ γάρ φαμεν οἱ ἐμοὶ ἐβλάφθηϲαν ἵπποι, οἱ ϲοὶ ἐβλάφθηϲαν, οὕτωϲ οἱ οἳ ἐβλάφθηϲαν τουτέϲτιν οἱ αὐτοῦ. τινὲϲ μέντοι εὐλαβηθέντεϲ, ὧν ἐϲτι καὶ Ἀρίϲταρχοϲ, τῷ τὴν ὅϲ ὀρθοτονουμένην ἀντωνυμίαν πολλάκιϲ εἰϲ ϲύνθετον μεταλαμβάνεϲθαι ἐγκλιτικῶϲ ἀνέγνωϲαν, οὐκ ἔτι ἐκδεχόμενοι πληθυντικὴν κτητικὴν εὐθεῖαν, ἀλλ’ ἑνικὴν δοτικὴν μονοϲύλλαβον ὁμοίωϲ τῷ «οἱ δέ οἱ ἵπποι ὑψόϲ’ ἀειρέϲθην» (500), καὶ δῆλον ὅτι δοτικὴν ἀντὶ γενικῆϲ. καὶ οὕτωϲ τὰ τῆϲ ἀναγνώϲεωϲ. A.

419. βαρυτονητέον τὸ ϲτεῖνοϲ, ἐπεὶ οὐδὲν οὐδέτερον ὄνομα εἰϲ οϲ λῆγον ὀξύνεται· οὕτωϲ εἶχε καὶ τὸ μάκροϲ παρ’ Ἀριϲτοφάνει (Av. 1131) «ὦ Πόϲειδον τοῦ μάκρουϲ» βαρυνόμενον καὶ μὴ ὁμοτονοῦν τῷ ὀξυνομένῳ ἀρϲενικῷ. ἐπίϲταται δὲ ὁ ποιητὴϲ καὶ τὴν δοτικήν· «ϲτείνει ἐν αἰνοτάτῳ » (Ιl. Θ 476). A.

420. ὁ Ἡρωδιανὸϲ ἐν τῇ ἀρχῇ τοῦ ζ΄ (sc. catholicae) διὰ τοῦ γ φηϲὶ ῥωγμόϲ. A.

422. ἁματροχιάϲ: δαϲέωϲ τὴν ἄρχουϲαν ὀξύνεται δὲ ὁμοίωϲ τῷ φυταλιάϲ. A.

440. φάμεν παρατατικόϲ ἐϲτιν ἀντὶ τοῦ ἔφαμεν. Ἰωνικῶϲ οὖν ἀναγνωϲτέον τὴν φα ϲυλλαβὴν ὀξύνονταϲ. A.