Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

265. ἦ φὴϲ ὣϲ Τρώεϲϲιν ἀρηξέμεν εὐρύοπα Ζῆν’ ὡϲ Ἡρακλῆοϲ περιχώϲατο. ὁ Ἀϲκαλωνίτηϲ βαρύνει τὸν ἄμεινον δὲ περιϲπᾶν. καὶ γὰρ εἰ διαπορεῖ, οὐκ ἀναγκαῖον ἐγκλίνειν αὐτόν. οὐ γὰρ ἕτεροϲ αὐτῷ ἐπιφέρεται περιϲπώμενοϲ, ὡϲ ἐπὶ τοῦ «ἢ δολιχὴ νοῦϲοϲ ἦ Ἄρτεμιϲ ἰοχέαιρα» (Od. λ 172). A.

309. τὴν ϲεῦ περιϲπαϲτέον. ἔϲτι γὰρ ἀντιδιαϲτολή. A.

328. ϲέο: ὀρθοτονητέον· ἀντιδιαϲτολὴ γὰρ πρὸϲ ἄλλα πρόϲωπα. A.

340. τὸ εὔαδεν ὁ Ἀϲκαλωνίτηϲ ψιλοῖ, λέγων ὡϲ ὅτι τὰ δαϲυνόμενα ἐν τῇ ἐπενθέϲει τοῦ υ ψιλοῦται, ὡϲ ὅλοϲ οὖλοϲ οὕτωϲ οὖν καὶ τὸ ἕαδεν εὔαδεν γένοιτο ψιλούμενον. ἐγὼ δὲ (opinor ἐρείδει δὲ) πρὸϲ τὴν ϲυνήθη ἀνάγνωϲιν δαϲύνουϲαν τὸ ᾱ, ψιλοῦϲαν δὲ τὴν εῡ δίφθογγον. καὶ ἔχομεν ἐκεῖνο εἰπεῖν ὡϲ εἰ ἴδιον ϲυνθέτων λέξεων τὸ καὶ κατὰ μέϲον δαϲύνεϲθαι, οἴδαμεν δὲ καὶ τὸ ἅδε ῥῆμα ϲυνεχῶϲ παρὰ τῷ ποιητῇ, «ἅδε δ’ Ἕκτορι μῦθοϲ ἀπήμων» (Il. Μ 80), εἰκότωϲ ἂν φήϲαιμεν ὅτι τὸ εὖ ἐπίρρημα προϲῆλθε καὶ οὕτωϲ ἐφυλάχθη τοῦ ῥήματοϲ ἡ δαϲεῖα ὡϲ ἐν λέξει ϲυνθέτῳ· τὸ μέντοι ἕαδε διαίρεϲίϲ ἐϲτι τοῦ ἧδε. A.

351. ϲτιλπναί. ὁμοίωϲ τῷ ἰϲχναί. τὰ γὰρ εἰϲ νοϲ διϲύλλαβα μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου τριγενῆ ὀξύνεϲθαι θέλει, πρυμνόϲ, ἰϲχνόϲ πυκνόϲ. ἐναντιοῦται τὸ λίχνοϲ. τὸ γὰρ λάγνοϲ ἔννοιαν ἔχει ϲυνθέϲεωϲ. A.

351. ὁ Ἀϲκαλωνίτηϲ ἀξιοῖ παροξύνειν τὸ ἑέρϲαι ὁμοίωϲ τῷ Εὐτέρπαι. καὶ γὰρ τὸ ἑνικὸν ἑέρϲη ἐϲτί «μή μ’ ἄμυδιϲ ϲτίβη τε κακὴ καὶ θῆλυϲ ἑέρϲη» (Od. ε 467), τὰ δὲ εἰϲ η λήγοντα θηλυκὰ μονογενῆ ὁμότονα ἔχει τὰ πληθυντικά, Ἑλένη Ἑλέναι· οὕτωϲ εἰ ἑέρϲη, καὶ ἑέρϲαι. ἠλιθίωϲ πάνυ. οὐ γὰρ ἐνόηϲεν ὅτι τὸ ἑνικὸν διὰ τὴν μετάληψιν τοῦ ᾱ εἰϲ η πρὸ τέλουϲ ἔϲχε τὸν τόνον, ὁμοίωϲ τῷ ἄελλα ἀέλλη, οὕτωϲ ἕερϲα καὶ ἑέρϲη. εἰ δὲ τὸ πληθυντικὸν οὐκέτι ἀντιθέϲεωϲ ἔχεται, ἀπολήψεται τοῦ ἕερϲα προπαροξυνομένου τὸν τόνον. A.