Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

372. τὸ παναίθῃϲιν οἱ πλείουϲ προπεριϲπῶϲιν, Εὐφράνωρ δὲ βαρύνει. φιλεῖ δὲ τὰ εἰϲ η λήγοντα θηλυκὰ διϲύλλαβα ὀξυνόμενα ϲυντιθέμενα καὶ μὴ γινόμενα κύρια τότε μὲν φυλάϲϲειν τὸν τόνον ὅτε μετὰ προθέϲεωϲ ϲυντίθεται, τότε δὲ ἀναβιβάζειν ὅτε οὐ μετὰ προθέϲεωϲ. ἐπιτομή, ἀνοχή, ἱϲτοδόκη δὲ καὶ καπνοδόκη, λατύπη, οἰνοχόη. εἴπερ [*](340 Lehrsius verissime adnotat aut in medio Scholio lacunam esse aut sequentem ἀναϲκεύαϲιν, qua εὔαδε verum esse demonstratum fuit, intercidisse. 351 spiritum lenem, qui in Codice vocabulo ἕερϲα quotiescunque hic occurrit, appictus est, in asperum mutavit L., contra pro ἅμυδιϲ scripsit ἄμυδιϲ.)

91
οὖν καὶ τὸ παναίθη οὐ μετὰ προθέϲεώϲ ἐϲτι βαρυτονηθήϲεται. τάχα δὲ καὶ παρώνυμόν ἐϲτι, καὶ πάλιν ὀφείλει βαρύνεϲθαι. ὡϲ γὰρ παρὰ τὸ καλόϲ ἐγένετο πάγκαλοϲ καὶ παγκάλη, οὕτωϲ καὶ παρὰ τὸ αἰθόϲ πάναιθοϲ, ᾧ ἀκόλουθον τὸ παναίθη. A.

387. δαϊ: ὁ Ἀϲκαλωνίτηϲ βαρύνει ὡϲ Θέτι, οἱ δὲ πλείουϲ ὡϲ φλεβί ὀξύνουϲιν, οἷϲ ϲυγκατατίθεμαι. εἰ μὲν γὰρ ἦν ἡ εὐθεῖα, ὡϲ οἴεται ὁ Ἀϲκαλωνίτηϲ, δάϊϲ ὡϲ Θέτιϲ βαρυνομένη καὶ ὡϲ «πάντα Θέτι καλλιπλοκάμῳ» (Il. Ϲ 407) οὕτωϲ δάϊ, πρῶτον ἐκτείνεϲθαι δεήϲει τὸ ι. δεύτερον ἐκεῖνο ὁρῶμεν ἐναντιούμενον. τὰ γὰρ εἰϲ ιϲ λήγοντα καθαρὸν θηλυκά, εἴτ’ ἄλλῳ εἶτε καὶ τῷ ᾱ παραληγόμενα, οὐ φιλεῖ βαρύνεϲθαι, τοὐναντίον δὲ ὀξύνεϲθαι ὁ δὲ λόγοϲ ἐπὶ τῶν Ἑλληνικῶν, ἵνα μή τιϲ τὸ Ξόϊϲ ἢ Ϲάϊϲ ἀντιθῇ κείμενα παῤ Ἡροδότῳ — οἷον Θηβαΐϲ, Δαναΐϲ, Λαΐϲ, Θαΐϲ. οὕτωϲ ἄρα δαῖϲ· χωρὶϲ εἰ μὴ λέγοι τιϲ τοῦτο βεβαρυτονῆϲθαι πρὸϲ ἀντιδιαϲτολὴν τοῦ ὀξυνομένου. ὥϲπερ καὶ. τὸ ἀκρίϲ. ἄμεινόν ἐϲτιν ἐκεῖνο λέγειν ὡϲ ὅτι εἴτε ἀπὸ τῆϲ δάιϲ βαρυνομένηϲ εἴτε ὀξυνομένηϲ ἡ προκειμένη ἐϲτὶ δοτική, ὀφείλει ὀξύνεϲθαι τῷ τὰϲ εἰϲ ι ϲυνεϲταλμένον ληγούϲαϲ δοτικὰϲ καὶ μὴ ϲυναλειφθείϲαϲ ἐπ’ ὀνομάτων ἀρϲενικάϲ τε καὶ θηλυκὰϲ ὀξύνεϲθαι, μηνί, χηνί· ταύτῃ καὶ λιτί. οὕτωϲ καὶ ἡ δαΐ, εἴτε ἀποκέκοπται εἴτε ϲυγκέκοπται, ὀξυτονηθήϲεται. A.

396. τόϲϲοϲ γε: Ἀρίϲταρχοϲ φυλάϲϲει τὴν ὀξεῖαν ἐπὶ τῆϲ τοϲ ϲυλλαβῆϲ, ὁ δὲ Τυραννίων τοϲϲόϲγε ἀνέγνω τὴν ϲοϲ ϲυλλαβὴν ὀξύνων. οὐκ εὖ. ὁ γὰρ γέ οὐκ ἀλλάϲϲει τὸν τόνον τῶν πρὸ ἑαυτοῦ λέξεων. εἰ δέ τιϲ λέγοι ἐπέκταϲιν εἶναι, μὴ ϲύνδεϲμον, ἴϲτω ὅτι τὸ ἐναντίον χωρήϲει. ἡ γὰρ διὰ τοῦ γέ ἐπέκταϲιϲ τρίτην ἀπὸ τέλουϲ ἐποίει τὴν ὀξεῖαν, ἔγωγε, ἔμοιγε.  A.

463. λικριφίϲ: Ἀρίϲταρχοϲ ὀξύνει ὁμοίωϲ τῷ ἀλλήλοιϲιν ἔφυν ἐπαμοιβαδίϲ» (Od. ε 481). (Cf. ad Ϲ 506). καὶ οὕτωϲ ἐπεκράτηϲεν ἡ ἀνάγνωϲιϲ. A.

509. ἀνδράγρια: ὡϲ ἀντάξια. καὶ γὰρ ϲύνηθεϲ αὐτῷ τὸ τοιοῦτον εἶδοϲ· καὶ γὰρ ζωάγρια εἶπε καὶ βοάγρια καὶ μοιχάγρια. A.

521. τὸ μὲν ὁμοῖοϲ ὡϲ ἀλλοῖοϲ ἀναγνωϲτέον· τὸ γὰρ προπαροξύνειν μεταγενεϲτέρων ἐϲτὶν Ἀττικῶν. Τὸ δὲ ἐπιϲπέϲθαι παραξυτονητέον ὁμοίωϲ τῷ ἀποθέϲθαι ἔϲτι γὰρ τὸ ἁπλοῦν ϲπέϲθαι. προείρηται δὲ ἐπὶ τῶν τοιούτων ἀπαρεμφάτων. A.