Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

171. κάθηρε: τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, ἀπὸ θέματοϲ τοῦ καθαίρω. ὡϲ οὖν ἀπὸ τοῦ μεγαίρω ἐμέγηρε καὶ ποιητικῶϲ «μέγηρε γάρ οἱ τότ᾿ Ἀπόλλων (Il. Ψ 865), οὕτωϲ ἐκάθηρε κάθηρε. A.

172. δαϲυντέον τὸ ἑδανῷ· τὸ γὰρ ἡδύ βούλεται ϲημᾶναι. γίνεται δέ τινα ἀπὸ ῥημάτων διὰ τοῦ ᾱνοϲ παραγόμενα ὀξύτονα, ἅπερ τὴν τρίτην ἀπὸ τέλουϲ ἔχει βραχεῖαν, ἢ αὐτόθεν ἀπὸ τῶν ῥημάτων μετειληφότα, ὡϲ ἀπὸ τοῦ ἄγω ἀγανόϲ, ϲτέγω ϲτεγανόϲ, ἢ ἐκ τῆϲ μακρᾶϲ τῆϲ κατὰ τὰ ῥήματα εἰϲ βραχεῖαν μεθιϲτάμενα, ὡϲ παρὰ τὸ ἵκω ἱκανόϲ καὶ παρὰ τὸ πείθω πιθανόϲ, τρώγω τραγανόϲ, εἴδω ἰδανόϲ». «τὰϲ (vel potius ϲὰϲ v. μον. λ. 7) ἰδανὰϲ χάριταϲ» ὁ Καλλίμαχοϲ. οὕτωϲ οὖν καὶ παρὰ τὸ ἥδω τὸ ἑδανόϲ γένοιτ’ ἄν, τοῦ η εἰϲ τὸ ε τραπέντοϲ· διὸ δαϲυντέον τὴν λέξιν. μὴ ἄρα ἐπιζητείτωϲαν πόθεν τὸ ε ἐγένετο. ὁ γὰρ χαρακτήρ, ὡϲ ἔφαμεν, τὴν βραχεῖαν ἀϲπάζεται. A.

183. μορόεντα. οὕτωϲ Ἀρίϲταρχοϲ ἀπὸ τοῦ μ ποιεῖται τὴν διαϲτολὴν καὶ ὁ Ἀϲκαλωνίτηϲ. καὶ οὕτωϲ ὁ λόγοϲ ἔχει. τὰ γὰρ μετὰ πολλοῦ μόρου καὶ κακοπαθείαϲ γινόμενα δηλοῖ. παραιτητέον δὲ τοὺϲ ἀπὸ τοῦ ᾱ τὴν διαϲτολὴν ποιουμένουϲ, ἵνα τὸ ᾱ ἐπιτατικὸν ὑπάρχῃ μηδενὸϲ κατεπείγοντοϲ. A.

209. ὁμωθῆναι: δαϲυντέον τὸ ο. ὡϲ χρυϲωθῆναι δὲ ἀναγνωϲτέον. A.

221. ἄπρηκτόν γε νέεϲθαι: τουτέϲτι πορεύεϲθαι. οὕτωϲ Ἀρίϲταρχοϲ. Δημήτριοϲ δὲ γενέεϲθαι ἀντὶ τοῦ γενήϲεϲθαι, βιαίωϲ πάνυ· οὐδὲ γὰρ τὸ πυθέϲθαι πυθέεϲθαι γίνεται οὐδὲ τὸ λαβέϲθαι λαβέεϲθαι, ἵνα καὶ τὸ γενέϲθαι γενέεϲθαι γένηται. A.

249. ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυϲϲεν ἐφετμή: Ἀρίϲταρχοϲ ἐλλείπειν φηϲὶ τὴν κατά, καὶ ἐκδέχεται τὴν ἀντωνυμίαν εὐθείαϲ πτώϲεωϲ, καὶ κατ’ ἄλλο ἡ ϲὴ ἐϲωφρόνιϲεν ἐντολή, ὥϲτε εἶναι ἡ τεή. Παρμενίϲκοϲ δὲ ἐκδέχεται ἐπίρρημα τὸ ἄλλοτε καὶ δαϲύνει τὸ η, καὶ [*](48 L. confert B 330.)

90
περιϲπᾷ ἐπὶ δοτικῆϲ πτώϲεωϲ, ἵνα ὑπάρχῃ ὁ Ζεὺϲ τῇ ᾗ με ἐϲωφρόνιϲεν ἐντολῇ. Ἀλεξίων δὲ προκρίνει τὴν Ἀριϲτάρχου· φηϲὶ γὰρ ἀπὸ τοῦ τ ἀρκτέον· καὶ ἡμῖν δὲ δοκεῖ· πρὸϲ γὰρ τὴν Ἥραν ἡ ἀπόταϲίϲ ἐϲτιν. αὐτὸϲ γοῦν ἐπεξηγεῖται αὐτό «νῦν αὖ τοῦτό μ’ ἄνωγαϲ ἀμήχανον ἄλλο τελέϲϲαι» (262). A.