Περὶ διχρόνων
Aelius Herodianus
Aelius Herodianus, Περὶ διχρόνων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Τὰ εἰϲ λοϲ λήγοντα διϲύλλαβα ὀξύτονα, ὁπότε ἔχει πρὸ τέλουϲ δίχρονον, τοῦτο ἔχει ἢ ἐκτεινόμενον δι᾿ ἑαυτοῦ ἢ διὰ ϲυμφώνου μεγεθυνόμενον. καὶ τὰ μὲν διὰ ϲυμφώνων μεγεθυνόμενα τὰ τοιαῦτά ἐϲτι, κυλλόϲ, μαλλόϲ, θαλλόϲ, τὰ δὲ δι᾿ ἑαυτῶν τὰ τοιαῦτα, ψιλόϲ, χυλόϲ, δαλόϲ, βαλόϲ, οὕτωϲ ὁ βαθμόϲ καὶ ἐν τῇ τραγῳδίᾳ καὶ ἐν τῇ κωμῳδίᾳ. | ἐχρῆν οὖν καὶ τὸ καλόϲ βοηθεῖϲθαι ϲνμφώνῳ ἢ αὐτόθεν ἐκτείνεϲθαι· ὑγιὴϲ οὖν ἡ ἔκταϲιϲ παρὰ τῷ ποιητῇ.
Τὰ εἰϲ ϲι λήγοντα ῥήματα τὴν πρὸ τέλουϲ ἔχει φύϲει μακράν, ἑϲτήκαϲι, βεβαϲιλεύκαϲι, τετύφαϲι, γεγράφαϲι, νενοήκαϲιν. οἱ μέντοι ποιηταὶ πολλάκιϲ ἐπὶ τούτοιϲ ϲυϲτολὰϲ ποιοῦνται, ὡϲ παρὰ Ξενοφάνει
Τὸ ἐκτεινόμενον α ἐπὶ πληθυντικῶν αἰτιατικῶν οἱ Δωριεῖϲ ϲυϲτέλλουϲι, ναῦταϲ, Ϲκύθαϲ.
Τὰ διὰ τοῦ αροϲ ὀξύτονα ϲυϲτέλλει τὸ α, μαδαρόϲ, χαλαρόϲ, ῥυπαρόϲ, καὶ ὅϲα ἄλλα ἐϲτὶ τοιαῦτα. χρὴ οὖν καὶ τὸ ἀνιαρόϲ ϲυϲτέλλειν τὸ α. δηλονότι τὸ νομιζόμενον Ἴωϲιν ἀνιηρόϲ πρότερόν ἐϲτι, καὶ λοιπὸν τὸ ἀνιαρόϲ ὡϲ ἐδέξατο τροπὴν Ἰωνικὴν ἔμεινεν ἐκτεινόμενον.
Τὸ α πρὸ τοῦ β ἀεὶ θέλει ϲυϲτέλλεϲθαι, εἰ μὴ κατὰ διάλεκτον εἴη γενομένη τροπὴ ἐκ τοῦ η εἰϲ α, ὡϲ ἔχει τὸ ἡβήϲομεν ἁβάϲομεν, ἄνηβοϲ ἄναβοϲ. ἔϲτω οὖν μαρτυρία τοῦ | ϲυνεϲταλμένου α βλάβοϲ, βλάβη, [*](l. 28 nunc in Od. η 114 legitur: ἔνθα δὲ δένδρεα μακρὰ πεφύκαϲι τηλεθόωντα.) [*](l. 31 pro ναύταϲ cum Lehrsio scripsi ναῦταϲ, quamquam de accentu dubitari potest propter Schol. ad Θ 378 — l, 35 Ἰωνικὴν ex τὴν ἐκ τοῦ η ortum. esse suspicatur Lehrsius. l, 38 in B μαρτυρία καὶ ὑποδείγματα, ap. Drae. ἔϲτιν οὖν παραδείγματα.)