Περὶ διχρόνων

Aelius Herodianus

Aelius Herodianus, Περὶ διχρόνων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὸ α ἐπιφερομένου τοῦ μ ϲυϲτέλλεϲθαι θέλει κατ᾿  ἀρχήν, εἰ μὴ διαλέκτῳ εἴη κατὰ τροπὴν γενόμενον, ὡϲ ἐπὶ τοῦ ἡμέρα ἁμέρα. ἔϲτωϲαν δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· ἀμύϲϲω, ἅμαξα, ἀμνόϲ, ἅμιλλα, ἀμάρα, ἀμύμων. ϲημειούμεθα τὸ ἀμῶ ῥῆμα ἐκτεινόμενον καὶ τὸ

  • ἀμητὸϲ δ᾿ ὀλίγιϲτοϲ (Τ 223)
  • παῤ αὐτὸ γενόμενον.

    Τὸ α ἐπιφερομένου τοῦ ϲ, ᾧ ὑποτέτακται ἄφωνον, ϲυϲτέλλεϲθαι θέλει, ἄϲθμα, ἀϲπίϲ, ἄϲτυ, Ἀϲκληπιόϲ, ἀϲχάλλω, ἄϲβολοϲ, ἀϲκόϲ. οὕτωϲ ἄρα ὀφείλει καὶ τὸ ἀϲκήϲαϲ καὶ ἀϲκηθείϲ.

    Ἡ αρ ϲυλλαβὴ ἄρχουϲα, ἀϲυνάλειπτοϲ οὖϲα, ἐπιφερομένου ϲυμφώνου μὴ τοῦ δ, ϲυϲτέλλεϲθαι θέλει, ἄρβηλοϲ, ἄρκευθοϲ, ἀρκῶ, ἄρκιον, ἄρτοϲ, ἄρχων, ἀργήϲ, Ἄργυννοϲ. τὸ ἀργόϲ ἐκτεινόμενον ἐκ τοῦ ἀεργόϲ ἐϲτι ϲυναληλιμμένον· τὸ δὲ δ ἐφυλαξάμην, ἐπεὶ τὸ μὲν ἄρδιϲ ϲυϲτέλλεται, τὸ δὲ ἄρδω ἐκτείνεται,

  • τὸν νοῦν ἵν᾿  ἄρδω καὶ λέγω τι δεξιόν (Aristoph. Eq. 96, 114).
  • καὶ τὸ ἄρδην δὲ ἐκτείνουϲιν.

    Τὸ ι πρὸ τοῦ τ κατ᾿  ἀρχὴν ϲυϲτέλλεϲθαι θέλει, ἴτυϲ, ἰταμόϲ, Ἰταλόϲ, Ἰταμών (?), ἴτριον, ἰτέα· τὸ γὰρ ἰτέαι ἐκτέταται ποιητικῶϲ, ὥϲπερ καὶ τὸ

  • Ἴτωνά τε μητέρα μήλων (Β 696)
  • Ἰτωνία γοῦν λέγεται. τὸ δὲ Ἰτυμονεύϲ (Il. Λ 671) ἐκτέταται, ὀφείλει δὲ ϲυϲτέλλεϲθαι διὰ τὸ υ. |

    Τὸ κατ᾿  ἀρχὴν ἐπιφερομένων δύο ϲυμφώνων μὴ κατὰ κλίϲιν ϲυϲτέλλεϲθαι θέλει, ἴϲχω, ἱϲτόϲ ἴκριον, ἴκτινοϲ, Ἴϲμαροϲ, ἴφθιμοϲ. ἐφυλαξάμην δὲ κατὰ κλίϲιν διὰ τὸ ἵϲτανον καὶ ἵϲτην.