Περὶ διχρόνων
Aelius Herodianus
Aelius Herodianus, Περὶ διχρόνων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Πᾶν οὐδέτερον εἰϲ οϲ λῆγον διϲύλλαβον, ἔχον πρὸ τέλουϲ τὸ α, ϲυνεϲταλμένον αὐτὸ ἔχει, ὁπότε μὴ κατὰ διάλεκτον εἴη, ἄχοϲ, δάοϲ,
Τὰ εἰϲ λοϲ λήγοντα διϲύλλαβα ὀξύτονα, ὁπότε ἔχει πρὸ τέλουϲ δίχρονον, τοῦτο ἔχει ἢ ἐκτεινόμενον δι᾿ ἑαυτοῦ ἢ διὰ ϲυμφώνου μεγεθυνόμενον. καὶ τὰ μὲν διὰ ϲυμφώνων μεγεθυνόμενα τὰ τοιαῦτά ἐϲτι, κυλλόϲ, μαλλόϲ, θαλλόϲ, τὰ δὲ δι᾿ ἑαυτῶν τὰ τοιαῦτα, ψιλόϲ, χυλόϲ, δαλόϲ, βαλόϲ, οὕτωϲ ὁ βαθμόϲ καὶ ἐν τῇ τραγῳδίᾳ καὶ ἐν τῇ κωμῳδίᾳ. | ἐχρῆν οὖν καὶ τὸ καλόϲ βοηθεῖϲθαι ϲνμφώνῳ ἢ αὐτόθεν ἐκτείνεϲθαι· ὑγιὴϲ οὖν ἡ ἔκταϲιϲ παρὰ τῷ ποιητῇ.
Τὰ εἰϲ ϲι λήγοντα ῥήματα τὴν πρὸ τέλουϲ ἔχει φύϲει μακράν, ἑϲτήκαϲι, βεβαϲιλεύκαϲι, τετύφαϲι, γεγράφαϲι, νενοήκαϲιν. οἱ μέντοι ποιηταὶ πολλάκιϲ ἐπὶ τούτοιϲ ϲυϲτολὰϲ ποιοῦνται, ὡϲ παρὰ Ξενοφάνει
Τὸ ἐκτεινόμενον α ἐπὶ πληθυντικῶν αἰτιατικῶν οἱ Δωριεῖϲ ϲυϲτέλλουϲι, ναῦταϲ, Ϲκύθαϲ.
Τὰ διὰ τοῦ αροϲ ὀξύτονα ϲυϲτέλλει τὸ α, μαδαρόϲ, χαλαρόϲ, ῥυπαρόϲ, καὶ ὅϲα ἄλλα ἐϲτὶ τοιαῦτα. χρὴ οὖν καὶ τὸ ἀνιαρόϲ ϲυϲτέλλειν τὸ α. δηλονότι τὸ νομιζόμενον Ἴωϲιν ἀνιηρόϲ πρότερόν ἐϲτι, καὶ λοιπὸν τὸ ἀνιαρόϲ ὡϲ ἐδέξατο τροπὴν Ἰωνικὴν ἔμεινεν ἐκτεινόμενον.
Τὸ α πρὸ τοῦ β ἀεὶ θέλει ϲυϲτέλλεϲθαι, εἰ μὴ κατὰ διάλεκτον εἴη γενομένη τροπὴ ἐκ τοῦ η εἰϲ α, ὡϲ ἔχει τὸ ἡβήϲομεν ἁβάϲομεν, ἄνηβοϲ ἄναβοϲ. ἔϲτω οὖν μαρτυρία τοῦ | ϲυνεϲταλμένου α βλάβοϲ, βλάβη, [*](l. 28 nunc in Od. η 114 legitur: ἔνθα δὲ δένδρεα μακρὰ πεφύκαϲι τηλεθόωντα.) [*](l. 31 pro ναύταϲ cum Lehrsio scripsi ναῦταϲ, quamquam de accentu dubitari potest propter Schol. ad Θ 378 — l, 35 Ἰωνικὴν ex τὴν ἐκ τοῦ η ortum. esse suspicatur Lehrsius. l, 38 in B μαρτυρία καὶ ὑποδείγματα, ap. Drae. ἔϲτιν οὖν παραδείγματα.)
Τὸ α ἐπιφερομένου τοῦ μ ϲυϲτέλλεϲθαι θέλει κατ᾿ ἀρχήν, εἰ μὴ διαλέκτῳ εἴη κατὰ τροπὴν γενόμενον, ὡϲ ἐπὶ τοῦ ἡμέρα ἁμέρα. ἔϲτωϲαν δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· ἀμύϲϲω, ἅμαξα, ἀμνόϲ, ἅμιλλα, ἀμάρα, ἀμύμων. ϲημειούμεθα τὸ ἀμῶ ῥῆμα ἐκτεινόμενον καὶ τὸ
Τὸ α ἐπιφερομένου τοῦ ϲ, ᾧ ὑποτέτακται ἄφωνον, ϲυϲτέλλεϲθαι θέλει, ἄϲθμα, ἀϲπίϲ, ἄϲτυ, Ἀϲκληπιόϲ, ἀϲχάλλω, ἄϲβολοϲ, ἀϲκόϲ. οὕτωϲ ἄρα ὀφείλει καὶ τὸ ἀϲκήϲαϲ καὶ ἀϲκηθείϲ.
Ἡ αρ ϲυλλαβὴ ἄρχουϲα, ἀϲυνάλειπτοϲ οὖϲα, ἐπιφερομένου ϲυμφώνου μὴ τοῦ δ, ϲυϲτέλλεϲθαι θέλει, ἄρβηλοϲ, ἄρκευθοϲ, ἀρκῶ, ἄρκιον, ἄρτοϲ, ἄρχων, ἀργήϲ, Ἄργυννοϲ. τὸ ἀργόϲ ἐκτεινόμενον ἐκ τοῦ ἀεργόϲ ἐϲτι ϲυναληλιμμένον· τὸ δὲ δ ἐφυλαξάμην, ἐπεὶ τὸ μὲν ἄρδιϲ ϲυϲτέλλεται, τὸ δὲ ἄρδω ἐκτείνεται,
Τὸ ι πρὸ τοῦ τ κατ᾿ ἀρχὴν ϲυϲτέλλεϲθαι θέλει, ἴτυϲ, ἰταμόϲ, Ἰταλόϲ, Ἰταμών (?), ἴτριον, ἰτέα· τὸ γὰρ ἰτέαι ἐκτέταται ποιητικῶϲ, ὥϲπερ καὶ τὸ
Τὸ κατ᾿ ἀρχὴν ἐπιφερομένων δύο ϲυμφώνων μὴ κατὰ κλίϲιν ϲυϲτέλλεϲθαι θέλει, ἴϲχω, ἱϲτόϲ ἴκριον, ἴκτινοϲ, Ἴϲμαροϲ, ἴφθιμοϲ. ἐφυλαξάμην δὲ κατὰ κλίϲιν διὰ τὸ ἵϲτανον καὶ ἵϲτην.