Περὶ διχρόνων

Aelius Herodianus

Aelius Herodianus, Περὶ διχρόνων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὰ διὰ δύο ϲϲ παραγωγὰ ῥήματα ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα [*](l. 7 pro αἰ εἰϲ οϲ scr. αἱ εἰϲ ϲ. — l. 8 in A ὡϲ αἱ μὴ οὕτωϲ ἔχουϲαι δίχρονον, in regg. Herm. desunt αἱ μὴ οὕτωϲ ἔχουϲαι, sed exstant πεποιθώϲ — λήγουϲιν. — l. 12 codd. et Draco κράϲϲων, regg. Herm. βράϲϲων. — l 16 λέξεϲιν pro διαλέξεϲιν emend. L. — l. 31 sie A; BD, Drac., reg. Herm. τὰ τριϲύλλαβα.)

14
ὅτε ἔχει δίχρονον πρὸ τέλουϲ ϲυϲτελλόμενον αὐτὸ ἔχει, ἀράϲϲω, πατάϲϲω, χαράϲϲω, ἀλλάϲϲω, ἀφύϲϲω. δῆλον οὖν ὅτι καὶ τὸ θαάϲϲω ὀφείλει τὸ α ϲυϲτελλόμενον ἔχειν. τὸ δὲ ἐλαϲϲῶ περιϲπᾶται παρὰ τὸ ἔλαϲϲον γενόμενον. διὸ βαρύτονα πρόϲκειται.

Τὰ διὰ τοῦ αζω διϲύλλαβα ϲυϲτέλλει τὸ α, ὑπεϲταλμένων τῶν Αἰολικῶν, διὰ τὸ πτάζω καὶ πλάζω, ὅθεν ἐπιπλάζω ἀντὶ τοῦ ἐπιπλήϲϲω. ἔϲτωϲαν δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· ϲτάζω, φράζω, βάζω, ϲφάζω. παρὰ λόγον ἄρα τὸ κράζω ἐκτέταται. καὶ τὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχει ϲυνεϲταλμένον τὸ α, χωρὶϲ εἰ μὴ ἔχοι πρὸϲ τῷ α τὸ ι, διὰ τὸ ματᾴζω, ϲφαδάζω. ἔϲτωϲαν δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· ϲκιάζω, ἐνθουϲιάζω, ἀγοράζω. τινὲϲ δὲ ἐκτείνουϲι τὸ

  • ὅδ᾿  ἀγοράζει κλεῖδ᾿  ἔχων
  • τουτέϲτιν ἐν ἀγορᾶ διατρίβει, πρὸϲ ἀντιδιαϲτολὴν τοῦ ἑτέρου, λέγω δὲ τοῦ ὠνεῖϲθαι.

    Τὰ εἰϲ ζε λήγοντα ἐπιρρήματα, ὁπότε ἔχει πρὸ τέλουϲ τὸ | α, ϲυνεϲταλμένον αὐτὸ ἔχει, Ἀθήναζε, θύραζε, Θήβαζε, ἔραζε. τὸ μέντοι χαμᾶζε ἐκτείνει τὸ α καὶ προπεριϲπᾶται.

    Τὸ α ἔχον ἐν τῇ δευτέρᾳ ϲυλλαβῇ τὸ ξ ἢ τὸ ψ μὴ ἐν ῥηματικῇ κλίϲει φιλεῖ ϲυϲτέλλεϲθαι, ἄξων, ἄξιοϲ, ἀξίνη, ἁψίϲ, ἅψεα, Ἄψυρτοϲ, ἀψευδήϲ· τὸ δὲ

  • ἆξον δὴ ἔγχοϲ Διομήδεοϲ (Ζ 306),
  • καὶ τὸ κρᾶξον ἐκτεταμένον ἔχουϲι τὸ α. διὸ ἔφην μὴ ἐν ῥηματικῇ κλίϲει.

    Τὸ α πρὸ τοῦ ζ ἐν ὀνόμαϲι ϲυϲτέλλεται, γάζα, χάλαζα, ἀζηχέϲ, μαζόϲ· ϲεϲημειωμένου τοῦ μᾶζα καὶ Ἀμαζών καὶ ἀλαζών.

    Τὰ εἰϲ νοϲ λήγοντα διϲύλλαβα μετ᾿  ἐπιπλοκῆϲ ϲυμφώνου εἰ ἔχοι πρὸ τέλουϲ ἕν τι τῶν διχρόνων ϲυνεϲταλμένον αὐτὸ ἔχει, καπνόϲ, θαλπνόϲ, ἁγνόϲ, ἀμνόϲ. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὑπὲρ δύο ϲυλλαβάϲ, ἀλαπαδνόϲ, ἀκιδνόϲ, ὀλοφυδνόϲ· τὸ μέντοι ϲτρυφνόϲ οἱ Ἀττικοὶ ἐκτείνουϲι τὸ υ.

    Τὰ διὰ τοῦ ιμοϲ παραγωγὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ϲυνεϲταλμένον ἔχει τὸ ι, κύδιμοϲ, ὠφέλιμοϲ, ὤκιμοϲ· τὸ μέντοι ἄτιμοϲ ἐκτεῖνον τὸ ι ϲυνθετόν ἐϲτιν. οὕτωϲ δὲ ἀξιοῦται καὶ τὸ βούλιμοϲ ἐκτείνεϲθαι κατὰ τὴν δευτέραν ϲυλλαβὴν ϲυνθέτου ὑπάρχοντοϲ τοῦ ὀνόματοϲ· ἀντὶ γὰρ τοῦ ὁ μέγαϲ λιμόϲ. καὶ τὸ ἴφθιμοϲ δὲ ἐκτείνει τὸ πρὸ τέλουϲ ι.

    Τὰ δὲ διὰ τοῦ ινοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξυνόμενα, κατὰ καιροῦ ἢ χρόνου παραλαμβανόμενα, ϲυνεϲταλμένον ἔχει τὸ ι, ἐαρινόϲ, χειμρινόϲ, [*](l. 6 ὅθεν ἐπιπλάζω inseruit Lehrsius, ἀντὶ τοῦ recepit ex Drac., D et reg. Herm. l. codd. ἀψίϲ, reg. Herm. ἁψίϲ, codd. ἄψεα, reg. Herm. ἄψυια, Lehrs ἅψεα. l. 24 ἀζηγέϲ AB et Par., D ἀζηχέϲ, Draco ἀζηγέϲ et ἀζηχέϲ, l. 32 Draco p. 104 habet ὤκιμοϲ καὶ ὤκιμον, quod Lehrsio signifcare videtur ὤκιμοϲ esse alteram formam pro ὤκιμον. l. 33 ἐκτείνεϲθαι pro ἐκτείνειν ex B recepit Lehrsius, Draco et AD habent ἀξιοῦται ἐκτείνειν, reg. pros. ἀξιοῦϲι ἐκτείνειν. l. 37 ϲυνεϲταλμένον excidit ap. Lehrsium et paullo post ἡμερινόϲ ὀπωρινόϲ.)

    15
    νυκτερινόϲ, ἑωθινόϲ, πρωϊνόϲ, ἡμερινόϲ, ὀπωρινόϲ. παρὰ μέντοι τῷ ποιητῇ κατ᾿  ἔκταϲιν ἀναγινώϲκομεν τοῦτο ἐπιζητοῦντοϲ τοῦ μέτρου·
  • ὡϲ δ᾿  ὅτ᾿  ὀπωρινὸϲ βορέηϲ (Φ 346), |
  • καὶ πάλιν
  • ἀϲτέῤ ὀπωρινῷ ἐναλίγκιον (Ε 5).
  • Τὰ εἰϲ μα διϲύλλαβα τῷ υ παραληγόμενα ϲυϲτέλλειν αὐτὸ θέλει, πλύμα, χύμα, ῥύμα, φύμα, θύμα, λύμα, διὸ ϲημειούμεθα τὸ κῦμα μόνωϲ ἐκτεινόμενον. ἱϲτοροῦϲι μέντοι Ἀττικοὺϲ τὸ λῦμα ἐκτείνειν καὶ τὸ φῦμα.

    Τὰ εἰϲ ροϲ λήγοντα ὀξύτονα, ὅτε ἔχει τὴν τρίτην ἀπὸ τέλουϲ ἤτοι θέϲει μακρὰν ἢ φύϲει, πάντωϲ ἔχει τὴν πρὸ τέλουϲ μηκυνομένην. εἰ δὲ ἡ πρὸ τέλουϲ εἴη βραχεῖα, καὶ ἡ τρίτη ἀπὸ τέλουϲ. βλαβερόϲ, φανερόϲ, ῥυπαρόϲ, ὀχυρόϲ, καπυρόϲ, ἱερόϲ. τὸ γὰρ ἐκτεῖνον τὸ ι ποιητικόν ἐϲτι· κρατερόϲ, τὸ γὰρ καρτερόϲ ὑπέρθεϲιν ἔχει. τὰ μέντοι ἔχοντα τὴν πρὸ τέλουϲ τρίτην μακράν, ὡϲ ἔφην, ἔχει καὶ τὴν πρὸ τέλουϲ μακράν, ποιηρόϲ, ἀτηρόϲ, ἀλγηρόϲ, πνιγηρόϲ, ἀνθηρόϲ, τολμηρόϲ, ἰϲχυρόϲ. ὅθεν ἐπεὶ τὸ ἁλμυρόϲ ἔχει τὴν τρίτην ἀπὸ τέλουϲ μακρὰν ὑγιῶϲ ἕξει καὶ τὴν πρὸ τέλουϲ μακράν. ἀναλογώτεροι οὖν οἱ Ἀττικοὶ ἐκτείνοντεϲ αὐτό. παρὰ μέντοι τῷ ποιητῇ ἀνέγνωμεν «ἁλμυρὸν ὕδωρ» (δ 511). ἀντιπίπτει τὸ πενθερόϲ μακρὰν ἔχον τὴν τρίτην ἀπὸ τέλουϲ, βραχεῖαν τὴν πρὸ τέλουϲ. ἀλλ᾿  οὖν γε εἴρηται πενθηρόϲ τὸ ἐπίθετον διὰ τοῦ η, ὥϲπερ ἐπὶ ἱματίου μέλανοϲ,

  • Α. φέῤ αὔτ᾿  ἀνύϲαϲ. Β. ἀλλ᾿  ἐϲτι πενθηρὸν πάνυ·
  • οὕτωϲ γὰρ ἔφη Ἀναξίλαϲ. οὐκ ἀναϲτρέφει ὁ κανών. οὐ γὰρ πάντωϲ τὰ ἔχοντα πρὸ τέλουϲ μακρὰν ἔχουϲι καὶ τὴν τρίτην μακράν· ἰδοὺ γὰρ πονηρόϲ, τυχηρόϲ.

    Τὸ α ἡ ϲτέρηϲιϲ ϲυϲτέλλεϲθαι θέλει, ἄκακοϲ, ἄϲεμνοϲ, ἄφιλοϲ. τὸ γὰρ ἀθάνατοϲ καὶ ἀκάματοϲ ἐξέτειναν τὸ α διὰ | τὰϲ ἐπαλλήλουϲ τέϲϲαραϲ βραχείαϲ, αἵ τινεϲ ἄθετοί εἰϲιν εἰϲ ἡρωϊκὸν μέτρον.