On Enclitics
Aelius Herodianus
Grammatici Graeci, Vol. IΙI.1.1. Lentz, August, editor. Leipzig: Teubner, 1867.
Ὁμοίωϲ εἰ προπεριϲπῷτο ἡ προκειμένη λέξιϲ ἐγκλιτικοῦ ἐπιφερομένου, ἐγείρει τὴν μετὰ τὴν περιϲπωμένην βαρεῖαν οἷον
οἶκόϲ τιϲ
Ϲχοῖνόν τε Ϲκῶλόν τε(Β 497),
γυναῖκέϲ εἰϲιν— χωρὶϲ εἰ μὴ
563
προκέηται τροχαῖοϲ προπεριϲπώμενοϲ μέν, ἔχων δὲ τὴν τελευταίαν θέϲει μακρὰν οἷον φοῖνιξ ἐϲτί, κῆρυξ ἐϲτίν — κἂν παροξύνοιτο τροχαϊκὴ οὖϲα ἄλλόϲ τιϲ,
ἔϲτί τιϲ,
ἔνθά ποτε
Λάμπέ τε(Θ 185),
φύλλά τε καὶ φλοιόν(Α 237),
τυφθέντά τε.
Ἔτι καὶ αἱ ὀξυνόμεναι λέξειϲ, βαρυνόμεναι δὲ διὰ τὴν ϲυνέπειαν οἷον Ζεύϲ Ζεὺϲ δέ, καλόϲ καλὸϲ ἄνθρωποϲ, ϲοφόϲ ϲοφὸϲ ἀνήρ, ἐγκλιτικο͂ ἐπιφερομένου τὴν βαρεῖαν ἐγείρουϲιν
αὐτόϲ αὐτόϲ μοι,
Ζεύϲ Ζεύϲ τε. τὸ δὲ τίϲ φυλάττει τὴν ὀξεῖαν
τίϲ πόθεν εἰϲ ἀνδρῶν(Φ 150). ἔτι καὶ ἐπιφερομένη ϲτιγμὴ οὐ κοιμίζει τὴν ὀξεῖαν εἰϲ βαρεῖαν
ὠκὺϲ Ἀχιλλεύϲ·(Α 84). εἰ δὲ περιϲπῷτο ἡ λέξιϲ, φυλάττεται ἡ περιϲπωμένη
καλῶϲ μοι, ϲαφῶϲ γε,
ποῖ ποτε,
πῶϲ ποτε,
πῇ με φέρειϲ;Ἐὰν οὖν ϲυμβῇ πλείονα ἐφεξῆϲ ἐγκλιτικὰ εἶναι, πολλαὶ ἔϲονται αἱ παράλληλοι ὀξεῖαι, ὡϲ παρ’ Ὁμήρῳ
ἤ νύ ϲέ που δέοϲ ἴϲχει ἀκήριον(Ε 812). τρεῖϲ γάρ εἰϲιν ἐφεξῆϲ αἱ ὀξεῖαι. δυνατὸν δὲ καὶ πλείουϲ ἐπινοῆϲαι οἷον
εἴ πέρ τίϲ ϲέ μοί φηϲί ποτε. τὸ γὰρ
εἰὀξύνεται διὰ τὴν ἐπιφορὰν τοῦ
πέρἐγκλιτικοῦ. τὸ δὲ
πέρδιὰ τὸ
τίϲ, τὸ δὲ
τίϲδιὰ τὸ
ϲέ, τὸ δὲ
ϲέδιὰ τὸ
μοί, τὸ δὲ
μοίδιὰ τὸ
φηϲί, τὸ δὲ
φηϲίδιὰ τὸ
ποτέ. ὥϲτε ἐφεξῆϲ εἶναι ἓξ ὀξείαϲ, εἰ καὶ ϲπάνιον τὸ τοιοῦτον διὰ τὴν τοῦ πνεύματοϲ ϲυνέχειαν δεομένην ἀναπαύϲεωϲ.