On Enclitics

Aelius Herodianus

Grammatici Graeci, Vol. IΙI.1.1. Lentz, August, editor. Leipzig: Teubner, 1867.

Ἐκ δὲ ϲνδέϲμων ἐγείρουϲι τὴν πρὸ αὑτῶν οἷδε, ἐκ μὲν ϲυμπλεκτικωῶν, τέ

καί τε θεοὶ ξείνοιϲι
(ρ 485), κέν
καί κεν ἐλαφρότεροϲ
(Χ 287), κέ
καί κε τὸ βουλοίμην
(Γ 41), ἐκ δὲ παραπληρωματικῶν, τοί
τοίγαρ ἐγώ τοι
(α 214), γέ
εἴ γε μὲν ᾔδειϲ
, τάρ
εἴ ταρ ὅγ’ εὐχωλῆϲ
(Α 65), νύ
μή νύ τοι οὐ χραίϲμῃ ϲκῆπτρον καὶ ϲτέμμα θεοῖο
(Α 28), νύν
δεῦρό νυν ἢ τρίποδοϲ
(Ψ 485), περ
μηδ’ οὕτωϲ ἀγαθόϲ περ ἐών
(Α 131), θήν
οὔ θην Ἕκτορι πάντα
(Κ 104), ῥά
ἄλλοι μέν ῥα θεοί τε
(Β 1). ὁ δὲ ἄρα οὐ παραλαμβάνεται, ἐπεὶ ἀπὸ φωνήεντοϲ ἄρχεται. ὥϲπερ γὰρ αἱ ἀντωνυμίαι τὸ κατ’ ἀρχὰϲ ε̅ ἀποβάλλουϲαι ἐγκλιτικαὶ ἐγίνοντο, ἐμοῦ — μοῦ, ἐμοί — μοί, ἐμέ με, οὕτω τὸ ἄρα ἀπέβαλε τὸ α̅ καὶ ἐγένετο ῥά καὶ ἐνεκλίθη.

Τὰ μὲν οὖν ἐγκλινόμενα μόρια ταῦτά ἐϲτιν· οὐχ ὡϲ ἔτυχε δὲ ἐγκλίνονται, ἀλλὰ κατά τινα παρατήρηϲιν τῆϲ πρὸ αὐτῶν λέξεωϲ. αἱ μὲν οὖν τετράχρονοι τῶν ἐγκλιτικῶν ἐπὶ τὴν πρώτην ϲυλλαβὴν ἑαυτῶν τὴν ἔγκλιϲιν ἀναπέμπουϲιν, ὡϲ μηδεμιᾶϲ δεόμενα παρατηρήϲεωϲ τῆϲ πρὸ αὐτῶν λέξεωϲ

ἤκουϲαν ἥμων, ἔδωκαν ἥμιν
, ἐπειδὴ οὐδέποτε πρὸ
562
τεϲϲάρων χρόνων τόνοϲ πίπτει. αἱ δὲ λοιπαὶ τὴν πρὸ αὐτῶν ἐγείρουϲι βαρεῖαν. οὐκ ἐπὶ πάϲηϲ ϲυλλαβῆϲ ταύτην ἐγείρειν δύνανται· οὐ γάρ, εἰ ϲπουδειακὴ τυγχάνοι ἡ προκειμένη λέξιϲ καὶ βαρύνοιτο, ἡ βαρεῖα ταύτηϲ ἡ ἐπὶ τέλει ἐγείρεται
οὕτω που Διῒ μέλλει ὑπερμενέϊ φίλον εἶναι
(Β 116),
ἤδη τιϲ εἶπεν
καὶ οὔτε τὴν τ͞ω ϲυλλαβὴν τοῦ
οὕτω
ὀξύνομεν οὔτε τὴν δ͞η τοῦ
ἤδη
. ἀλλ’ οὔτε, εἰ ἰαμβικὴ τύχοι καὶ βαρύνοιτο οἷον
λέβηϲ τιϲ
,
ὅπωϲ γε
. οὔτε, εἰ πυρριχιακὴ τύχοι καὶ βαρύνοιτο οἷον
φίλοϲ τιϲ
,
ξένοϲ τιϲ
. ἐπὶ γὰρ τούτων τῷ νῷ μόνῳ καταλαμβάνεται ἡ ἔγκλιϲιϲ. διὸ ϲημειοῦνται τὸ
ἔνθ’ ἔϲάν οἱ πέπλοι παμποίκιλοι ἔργα γυναικῶν
(Ζ 289). παραλόγωϲ γὰρ ἐνεκλίθη ἡ οἱ ἀντωνυμία πυρριχίου προκειμένου. ϲημειοῦνται καὶ τὰϲ διὰ τοῦ ϲ͞φ ἀντωνυμίαϲ· αὗται γὰρ ἀναπέμπουϲι τὸν τόνον τῇ προηγουμένῃ λέξει οἷον
Ἀτρείδήϲ ϲφιϲι
ἔνθά ϲφεαϲ ἐκίχαν’ υἱὸϲ Δολίοιο Μελανθεύϲ
(ρ 212)
ἵνά ϲφ’ ἀγορή τε θέμιϲ τε
(Λ 807),
ἵνά ϲφιϲι δῶκ’ Ἐνοϲίχθων
(η 35),
ὅτέ ϲφεαϲ εἰϲαφίκηται
(μ 40),
τόξά ϲφεών τιϲ ἄριϲτα Κυδώνια
(Callim. fr. 284),
πολλάκίϲ ϲφεαϲ
. εἰ μέντοι προπαροξύνοιτο ἡ προκειμένη λέξιϲ τῶν ἐγκλιτικῶν μορίων, ἐγείρει τὴν ἐν τῷ τέλει αὐτῆϲ βαρεῖαν ὡϲ
ἄνθρωπόϲ τιϲ
, ἐν γὰρ τῇ α͞ν ϲυλλαβῇ καὶ τῇ ποϲ ὀξεῖα τίθεται,
Ἀρκεϲίλαόϲ τε
,
ἤκουϲέ μου
,
Ὅμηρόϲ ἐϲτι
,
ἄνθρωποί εἰϲι
,
κάκιϲτοί εἰϲιν
. εἴπομεν γάρ, ὡϲ ἐν ἐπιρρήμαϲι μόνοιϲ καὶ ἐν εὐκτικοῖϲ ἡ α͞ι καὶ ἡ ο͞ι μακροί εἰϲιν· ἐν δὲ τοῖϲ λοιποῖϲ οὐκ ἔτι μακραί εἰϲιν.