On Enclitics
Aelius Herodianus
Grammatici Graeci, Vol. IΙI.1.1. Lentz, August, editor. Leipzig: Teubner, 1867.
Εἰ δὲ παραλλήλων ὄντων ἐγκλιτικῶν ἐν τῷ μεταξὺ περιϲπώμενον εἴη ὡϲ ἐπὶ τοῦ ποῦ, πῇ, πῶϲ, καὶ μετὰ τοῦτο ἐπιφέροιτο ἕτερονἐγκλιτικόν, τοῦτο τὸ περιϲπώμενον οὔτε ὀξύνεται οὔτε περιϲπᾶται διὰ τὸ ἐγκλῖναι τὸν ἴδιον τόνον· ἐπεὶ μὴ πέφυκεν ἡ περιϲπωμένη κατὰ τὸ κοινὸν ἔθοϲ ϲυϲτολῆϲ μὴ παρακολουθηϲάϲηϲ εἰϲ ὀξεῖαν μετατίθεϲθαι οἷον
οὔ πωϲ ἐϲτ’ Ἀγέλαε(Od. χ 136) (ἐν γὰρ τῇ ο͞υ διφθόγγῳ μόνῃ ἡ ὀξεία)
ἤ που τίϲ ϲφιν εἶπεν(ἐν τῷ η̅ καὶ ἐν τῷ τίϲ ἡ ὀξεῖα)
ἄνθρωπον τινά που φηϲι μελῳδεῖν(πάλιν ἐν τῇ πον ϲυλλαβῇ καὶ τῇ ν͞α ἡ ὀξεῖα τίθεται).
564
Κἀκεῖνο παραφυλακτέον, ὅτι τῶν ἐγκλινομένων εἰ ϲπονδειακὴ προηγεῖται λέξιϲ ἢ πυρριχιακὴ ἢ ἰαμβική, εἰ μὲν μονοϲύλλαβον εἴη τὸ ἐπιφερόμενον ἐγκλιτικόν, ὥϲπερ ἐθέμην, ἐγκλίνεται
οὕτω που, ἤδη τιϲ,
Ἀτρείδηϲ τε(Α 7), πολλάκιϲ τιϲ,
μεταμέλει μοιοὔτε τὸ ἐγκλιτικὸν δέχεται τὸν ἴδιον τόνον οὐδὲ ἡ βαρεῖα τῆϲ δευτέραϲ ϲυλλαβῆϲ προηγουμένηϲ ἐγείρεται λέξεωϲ, ἀλλὰ νῷ μόνῳ νοεῖται τὰ τῆϲ ἐγκλίϲεωϲ, ὡϲ ἔφθημεν εἰπόντεϲ. εἰ μέντοι διϲύλλαβον εἴη τὸ ἐγκλιτικὸν μόριον, τότε τὸν ἴδιον δέχεται τόνον οὔτε δυνάμει οὔτε ἐνεργείᾳ ἐγκλινόμενον οἷον
ἤδη φαμέν, ὀξύνομεν γὰρ τὸ φαμέν,
οὕτω ποτέκαὶ τὸ ποτέ ὀξύνομεν,
φίλοι εἰϲίν, πολλάκιϲ εἰϲίνὁμοίωϲ καὶ τὸ εἰϲίν ὀξύνομεν,
μεταμέλει ἡμῖν. καὶ τοῦτο εἰκότωϲ· οὔτε γὰρ τῆϲ προηγουμενηϲ λέξεωϲ τὴν ἐπὶ τέλει βαρεῖαν ἐγεῖραι δυνατὸν οὔτε τὴν ἔγκλιϲιν νοεῖϲθαι κατὰ τὴν πρώτην ϲυλλαβὴν τῶν ϲπονδείων ἢ τῶν πυρριχίων ἢ τῶν ἰάμβων· οὐδὲ γάρ ποτε τετάρτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα πίπτει. Τὰ ἄλλα ἐκλέλοιπεν.