On Enclitics
Aelius Herodianus
Grammatici Graeci, Vol. IΙI.1.1. Lentz, August, editor. Leipzig: Teubner, 1867.
Αἱ δυϊκαὶ τοῦ πρωτοτύπου τοῦ α´ καὶ β´ προϲώπου οὐδέποτε ἐγκλίνονται διὰ τὴν βαρεῖαν τάϲιν, νῶϊν, ϲφῶϊν. προπεριϲπῶνται γάρ. αἱ δὲ τοῦ τρίτου ὀξυνόμεναι ἐγκλίνονται
τίϲ τάρ ϲφωε θεῶν(Α 8)
καί ϲφωϊν δὸϲ ἄγειν(Α 338). Καὶ τὰ πληθυντικὰ τοῦ τε πρώτου προϲώπου καὶ δευτέρου, ἡμῶν ὑμῶν ἡμῖν ὑμῖν ἡμᾶϲ ὑμᾶϲ τετράχρονοι οὖϲαι, ἐπειδὰν ἐγκλίνωνται, τὴν πρώτην ϲυλλαβὴν ὀξύνουϲιν
ἤκουϲεν ἥμων, ἔδωκεν ἥμινκαὶ ἐπὶ τῶν λοιπῶν οὕτωϲ. ἀδύνατον γὰρ ὑπερβῆναι τοὺϲ τέϲϲαραϲ χρόνουϲ τὴν ὀξεῖαν. καὶ αἱ τοῦ τρίτου προϲώπου πληθυντικαὶ περιϲπώμεναι καὶ ὀξυνόμεναι ἐγκλίνονται, καί ϲφων, καί ϲφιν, καί ϲφαϲ, καί ϲφεων, καί ϲφιϲι, καί ϲφεαϲ. καὶ εὔλογόν γε οἶμαι λέγειν ὅτι μετὰ τὴν ἔγκλιϲιν τὸ πάθοϲ ἐπηκολούθηϲεν, ἵνα μὴ βαρύτονοι οὖϲαι ἐγκλίνωνται. τῶν καλουμένων μονοπροϲώπων μόνη ἡ αἰτιατικὴ τῆϲ
κόψε γάρ αὐτον(Μ 204). ἐγκλίνεται δὲ ἀεὶ καὶ ἡ μίν
καί μιν φωνήϲαϲκαὶ ἡ ἕθεν παραλόγωϲ, διότι παραγωγὸϲ καὶ βαρύτονοϲ.
Αἱ μὲν οὖν ἐγκλινόμεναι τῶν ἀντωνυμιῶν αὗταί εἰϲιν, αἵτινεϲ ὀρθοτονούμεναι μὲν ἀντιδιαϲτολὴν ἔχουϲιν ἑτέρου προϲώπου, ἐμοῦ ἤκουϲαϲ, οὐκ ἄλλου· ἐμοὶ ἔδωκαϲ, οὐκ ἄλλῳ· ἐμὲ ἐδίδαξαϲ, οὐκ ἄλλον. ἐγκλινόμεναι δὲ ἀπόλυτα πρόϲωπα δηλοῦϲιν, ἤκουϲά ϲου, ἔδωκά ϲοι. καὶ ἡ μὲν γενικωτάτη αἰτία τῆϲ ὀρθῆϲ τάϲεωϲ ἡ ἀντιδιαϲτολὴ τοῦ προϲώπου. αὕτη δὲ διαιρεῖται εἰϲ πλείονα εἴδη· αἵ τε γὰρ διεζευγμέναι ὀρθοτονοῦνται, καὶ ἐμοὶ καὶ Ἀπολλωνίῳ, ἢ ἐμοὶ ἢ Ἀπολλωνίῳ· καὶ αἱ μετὰ τοῦ ἕνεκα ϲυνδέϲμου ἕνεκα ϲοῦ, ἕνεκα ἐμοῦ. καὶ αἱ μετὰ προθέϲεωϲ δὲ ἀεὶ ὀρθοτονοῦνται, διὰ ϲέ, περὶ ϲοῦ, κατ᾽ ἐμέ, ἐπὶ ϲοί.