On Enclitics
Aelius Herodianus
Grammatici Graeci, Vol. IΙI.1.1. Lentz, August, editor. Leipzig: Teubner, 1867.
Ἰϲτέον ὅτι ἡ ϲοί καὶ ὀρθοτονουμένη ἐϲτὶ καὶ ἐγκλιτική. ἐὰν δὲ φθάϲῃ γενέϲθαι διὰ τοῦ τ̅, μόνωϲ ἐγκλιτική, ὥϲτε ἡ φωνὴ ποιεῖ τὸ ἐγκλιτικὸν. καὶ τοῦτο ἐπὶ δευτέρου προϲώπου ἐξαίρετον. ἐπὶ γὰρ πρώτων ἐγένετο διὰ τῆϲ γραφῆϲ τὸ ὀρθοτονούμενον καὶ ἐγκλιτικὸν διαϲτέλλεϲθαι οἷον ἐμέ τὸ ὀρθοτονούμενον, τὸ ἐγκλιτικὸν μέ, ἐμοί καὶ μοί. ἀξιοῖ οὖν ἀναγινώϲκειν Ζηνόδοτοϲ
οὐ τοί, τέκνον ἐμὸν, δέδοται πολεμήϊα ἔργα(Ε 428), ἔϲτι γάρ, φηϲί, διαϲτολή. εἰ δὲ διαϲτολή, ὀρθοτονητέον. ὅτι δὲ διαϲτολή, δῆλον ἐκ τοῦ ἐπιφερομένου· ἀλλὰ πρῶτον μὲν οὐ δίδωϲιν ἐγκλιτικὸν μόριον ἐνθάδε ἡ γραφή. ἡ οὖν γραφή, εἰ καὶ διαϲτολή ἐϲτι, κωλύει ὀρθοτονεῖν τὴν ἀντωνυμίαν. εἰ δὲ ϲοί ἦν, ὀρθοτονεῖϲθαι ἠδύνατο δευτέρου οὖϲα προϲώπου. ἡ δὲ τοί μόνωϲ ἐγκλιτική. δεύτερον δὲ οὐδὲ ἔϲτιν ἐκ τῆϲ ἀντωνυμίαϲ ταύτηϲ διαϲτολή. τὸ γὰρ
ταῦτα δ’ Ἄρηϊ θοῷ(Ε 430) πρὸϲ τὸ
ἀλλὰ ϲύγ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο(Ε 429). ἀλλὰ καὶ ἀλλαχοῦ δὲ ἐμφάϲεωϲ οὔϲηϲ καὶ διαϲτολῆϲ ἄντικρυϲ ἐγκλιτικῶϲ ἀνέγνωμεν
νῦν δέ τοι οἴῳ πάμπαν ἀπώλετο νόϲτιμον ἦμαρ(ρ 253). ἀντιδιαϲτέλλει γὰρ πρὸϲ τοὺϲ ἄλλουϲ· καὶ ἔϲτιν ἐπίταϲιϲ ἐκ τοῦ λέγειν
τοι οἴῳ. ἀλλὰ πάλιν διὰ τὴν γραφὴν τῆϲ ἀντωνυμίαϲ τὸ ἐγκλιτικὸν ἐπεκράτηϲεν.
557
Ἡ ϲφώ ὅτε μὲν ἐπὶ τοῦ τρίτου προϲώπου λέγεται, ἐγείρει τὴν πρὸ αὑτῆϲ ὀξεῖαν. αἱ δὲ τοῦ τρίτου προϲώπου ἑνικαί τε καὶ πληθυντικαί, ὅτε μὲν τὸ ἐξ αὐτῶν μεταφραζόμενόν ἐϲτιν αὐτόϲ, ὃ καὶ ἐπίταγμα λέγεται, ἐγείρει τὴν πρὸ αὑτῶν ὀξεῖαν. ἡ μὲν ἕο
ἐπεί ἑο κήδετο λίην(ξ 461). ἔϲτι γὰρ ἐπεὶ αὐτοῦ (τοῦ Ὀδυϲϲέωϲ) ἐκήδετο λίαν ὁ Εὔμαιοϲ. ὅτε δὲ μεταφραζομένη μετὰ τοῦ ε̅ λέγεται ἡ ἀντωνυμία τοῦ ε̅ ἐκφερομένου δαϲυνομένου, οὐκ ἐγείρουϲιν οἷον
Δηΐφοβοϲ δὲ — ἀϲπίδα ταυρείην ϲχέθ’ ἀπὸ ἕο(Ν 162 et 163). ἔϲτι γὰρ ἀφ’ ἑαυτοῦ. εἰϲὶ δὲ ἕο εὗ ἕθεν οἷ ἕ ϲφέων ϲφίϲι ϲφέαϲ. αὗται δὲ καὶ ϲὺν τοῖϲ ἐπιτάγμαϲι λέγονται, ὅτε δὴ καὶ ὀρθοτονοῦνται πάντωϲ οἷον
παρ’ δὲ οἷ αὐτῷ(Od. ο 285). ἐὰν δὲ ἐκ περιϲϲοῦ τὸ ἐπίταγμα λαμβάνηται, ἐγκλίνονται
ἀλλά οἱ αὐτῷ ὀλέϲειε Ζεὺϲ βίην(δ 667). ἔϲτι γὰρ ἀλλ’ αὐτῷ ψιλῶϲ. ὑποδείγματα τῶν ἐγκλινομένων, ἕο
ἐπεί ἑο κήδετο λίην, εὗ
ἐπεί εὕ φημι βίῃ πολὺ φέρτεροϲ(Ο 165), ἕθεν
ἐπεὶ οὔ ἑθέν ἐϲτι χερείων(Α 114), οἷ
καί(Π 6), ἕ558οἱ ἐπευχόμενοϲ
καί ἑ κακὴ βούβρωϲτιϲ(Ω 532), ϲφέων
τῷ ϲφεων πολέεϲ κακὸν οἶτον ἐπέϲπον(γ 134), ϲφίϲιν
ἀπό τέ ϲφιϲιν ὕπνοϲ ὄλωλεν(Κ 186), ϲφέαϲ
καί ϲφεαϲ φωνήϲαϲ(Δ 284). τῶν δὲ ὀρθοτονουμένων, ἕο
Δηΐφοβοϲ δὲ — ἀϲπίδα ταυρείην ϲχέθ’ ἀπὸ ἕο, εὗ
φρίξαϲ δ’ εὗ λοφιήν(Od. τ 446), ἕθεν
Αἰνείαϲ δ’ ἐάλη καὶ ἀπὸ ἕθεν ἀϲπίδ’ ἀνέϲχεν(Ε 278), οἷ
ἐπεὶ οὔ τινά φηϲιν ὁμοῖον — οἷ ἔμμεναι Δαναῶν(Ι 305), ἕ
κάλεόν τέ μιν εἰϲ ἓ ἕκαϲτοϲ(Ψ 203), ϲφῶν
ϲφῶν τ’ αὐτῶν καὶ κλιϲιάων(Μ 155), ϲφίϲι
καὶ τὰ μὲν εὖ δάϲαντο μετὰ ϲφίϲι(Α 368), ϲφέαϲ
ἐρχόμενον κατὰ ἄϲτυ διὰ ϲφέαϲ(η 40).