On Enclitics
Aelius Herodianus
Grammatici Graeci, Vol. IΙI.1.1. Lentz, August, editor. Leipzig: Teubner, 1867.
Αἱ μὲν οὖν ἀεὶ ἐγείρουϲαι τὴν πρὸ αὑτῶν ὀξεῖάν εἰϲιν αἵδε, μεῦ μοῦ, μοί τοί, μέ μίν, ϲφίν ϲφέ ϲφωέ. τούτων παραδείγματα τῆϲ μὲν μεῦ
κλῦθί μευ ἀργυροτόξε(Α 37), μοί
οὐ γάρ μοί ποτε βωμόϲ(Δ 4, Ω 69), τοί
καί τοι ἐγὼ ϲυνέριθοϲ(ζ 32), με
καί με φίληϲεν ὡϲ εἴτε πατήρ(ρ 111), μίν
καί μιν φωνήϲαϲ ἔπεα πτερόεντα προϲηύδα(Π 6), ϲφίν
καί ϲφιν ἅμ’ ἐϲτὶ Μέδων(Π 252), ϲφε
γιγνώϲκων· καὶ γάρ ϲφε πάροϲ(Λ 111).
Αἱ δὲ ποτὲ μὲν ἐγείρουϲαι τὴν πρὸ αὑτῶν ποτὲ δὲ μή, ϲεῦ ϲέο ϲοῦ ϲοί ϲέ, εὗ οἷ ἕθεν, ϲφί ϲφώ, ϲφίϲι ϲφέαϲ. ὅτε μὲν οὖν ἀπολελυμενωϲ λέγονται καὶ οὐχὶ πρὸϲ ἕτερον πρόϲωπον ἀντιδιαϲτέλλονται, ἐγείρουϲι τὴν πρὸ αὑτῶν ὀξεῖαν· ὅτε δὲ κατὰ τὴν πρόϲ τι ἕτερον διαϲτοληὴν ἐκφέρονται, ὀρθοτονοῦνται· οἷον ἀπολελυμένωϲ, ϲεῦ
ἀλλά ϲευ ἀκάματοϲ, ὀρθοτονουμένωϲ
ϲεῦ δ’ ἐπεὶ ἐξέλετο ψυχήν(Ω 754), ϲέο, ἀπολελυμένωϲ
ὥϲ ϲεο νῦν ἔραμαι(Γ 446), ὀρθοτονουμένωϲ δὲ
ὡϲ ϲέο νῦν ἔραμαι(Ξ 328), ϲέ ἀπολελυμένωϲ
ἐπεί ϲε πρῶτον ἔθηκα(Ζ 355), ὀρθοτονουμένωϲ δὲ
μὴ ϲέγ᾽ ἐν ἀμφιάλῳ Ἰθάκῃ(α 386).
556