On Enclitics
Aelius Herodianus
Grammatici Graeci, Vol. IΙI.1.1. Lentz, August, editor. Leipzig: Teubner, 1867.
Ἐκ δὲ ἀντωνυμιῶν αἱ μὲν ἐγείρουϲαι τὴν ὀξεῖαν τὴν πρὸ αὑτῶν ἐγκλιματικαὶ καλοῦνται, αἱ δὲ μὴ ἐγείρουϲαι ὀρθοτονούμεναι.
Τῶν ἀντωνυμιῶν αἱ μὲν κτητικαὶ οὐδέποτε ἐγκλίνονται, ἀλλ’ οὐδὲ αἱ εὐθεῖαι τῶν πρωτοτύπων. αἱ δὲ τῶν πρωτοτύπων πτώϲειϲ χωρὶϲ τῆϲ κλητικῆϲ ἐγκλίνονται, ἡ γενικὴ καὶ δοτικὴ καὶ αἰτιατική. ἀλλ’ αἱ μὲν τοῦ πρώτου προϲώπου ἐγκλινόμεναι καὶ τὸ κατ’ ἀρχὴν ε̅ ἀποβάλλουϲιν.
ἤκουϲάϲ μου, ἔδωκάϲ μοι, ἐδίδαξάϲ με. αἱ δὲ τοῦ δευτέρου
555
καὶ τρίτου προϲώπου μονοϲύλλαβοι οὖϲαι οὐδεμίαν ϲτοιχείου ἀποβολὴν ποιοῦϲιν· ἤκουϲά ϲου, ἔδωκά ϲοι, ἐδίδαξά ϲε
καί οἱ ἐπευχόμενοϲ(Π 829)
καί ἑ νέον πόλεϲιν
καί μιν φωνήϲαϲ(Π 6).