On Enclitics
Aelius Herodianus
Grammatici Graeci, Vol. IΙI.1.1. Lentz, August, editor. Leipzig: Teubner, 1867.
Καὶ τὸ δυϊκὸν δέ ἐϲτόν ἐγκλίνεται
οἵ μοι ϲκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐϲτον. (Ι 198) καὶ τὰ πληθυντικά
ἄνθρωποί ἐϲμεν, ἄνθρωποί ἐϲτε, οὗτοί εἰϲι.
Ἐκ δὲ μετοχῶν οὐχ οἷόν τέ ἐϲτιν ἐγκλιτικὸν μόριον. ἀεὶ γὰρ ταῦτα ἐκ θέματοϲ ἀνάγεται, εἴγε μεταλήψειϲ ῥημάτων εἰϲίν. ἀλλ’ οὐδὲ ἐξ ἄρθρου. τῇ γὰρ ϲυντάξει ἡ παράθεϲιϲ τῶν ἄρθρων μάχεται· ἅπαντα γὰρ ταῦτα προτακτικά ἐϲτιν, ἀρκτικώτερα ὄντα τῶν καλουμένων προτακτικῶν, ᾗ κατάρχει ὅλου λόγου
ἣ μυρί’ Ἀχαιοῖϲ ἄλγε’ ἔθηκενκαὶ
ὃϲ μάλα πολλὰ πλάγχθη. διὰ τοῦτο καὶ ἰδίῳ ῥήματι κατακλείεται, πρὸ αὐτοῦ τε πίπτουϲιν αἱ ϲτιγμαί. καὶ ἐξ ἁπάντων τῶν ὄντων οὐ πολλά ἐϲτι μόρια εὑρεῖν, ἃ εἰϲ τὴν προκειμένην ϲύνταξιν ὑπάγεται.