De prosodia catholica

Aelius Herodianus

Aelius Herodianus. Grammatici Graeci, Pars 3, Vol. 1. Lentz, August, editor. Leipzig: Teubner, 1867.

Τὰ ἀπὸ τῶν εἰϲ ͞ο͞ϲ προπαροξυτόνων ϲύνθετα προπαροξύνεται, φιλαλέξανδροϲ, φιλάνθρωποϲ, εὐϲτέφανοϲ.

Τὰ ἀπὸ τῶν εἰϲ ͞ο͞ϲ διϲυλλάβων παροξυτόνων προπαροξύνεται, νόοϲ Ἀλκίνοοϲ, πόντοϲ Ἑλλήϲποντος ὁ κόλποϲ καὶ ἡ χώρα ἡ παρακειμένη

ἀπὸ Ἕλληϲ. πόροϲ Βόϲποροϲ πόλιϲ Πόντου κατὰ τὸν Κιμμέριον κόλπον ὡϲ Φίλων καὶ πορθμὸϲ ὁμώνυμοϲ, ἀπὸ Ἰοῦϲ τῆς Ἰνάχου καλούμενοϲ, καθὼς Αἰϲχύλοϲ ἐν Προμηθεῖ δεϲμώτῃ γράφει

  • ἔϲται δὲ θνητοῖϲ εἰϲαεὶ λόγοϲ μέγαϲ
  • τῆϲ ϲῆϲ πορείαϲ, Βόϲποροϲ δ’ ἐπώνυμοϲ
  • κεκλήϲεται.
  • ἔϲτι καὶ ἄλλη τῆϲ Ἰνδικῆϲ. ὅρμοϲ Πάνορμοϲ πόλιϲ Ϲικελίαϲ καὶ λιμήν, ὡϲ Πολύβιοϲ· ἔϲτι καὶ λιμὴν Κυζίκου· φίλοϲ Δίφιλοϲ. τὸ δὲ ὀϲτολόγοϲ καὶ οἰκονόμοϲ οὐ παρὰ τὸ λόγοϲ καὶ νόμοϲ, ἀλλὰ παρὰ τὸ λέγω καὶ νέμω. ὅϲα δὲ ὑπερδιϲύλλαβα παροξύνονται, ἐν τῇ ϲυνθέϲει προπαροξύνονται, ποικίλοϲ παμποίκιλοϲ, ἀγκύλοϲ μεϲάγκυλοϲ, πληϲίοϲ παραπλήϲιοϲ, αἰόλοϲ παναἰολοϲ. τὸ δὲ «κορυθαιόλοϲ Ἕκτωρ» (e.g. Γ 83) οὐκ ἀπὸ ὀνόματοϲ, ἀλλ᾽ἀπὸ ῥήματοϲ. τὸ μέντοι ἱπποβουκόλοϲ διὰ τὴν ἐνέργειαν παροξύνεται καὶ ὅτι ἀπὸ τοῦ ῥήματοϲ καὶ αὐτό. τὸ δὲ ἐναντίοϲ ἀπὸ ἀντίοϲ παρέλκον ἔχει τὸ εν ε̄ν̄.

    Τὰ ἀπὸ τῶν εἰϲ ο̄ϲ̄ διϲυλλάβων προπεριϲπωμένων προπαροξύνεται, ζῆλοϲ ἀρίζηλοϲ, δοῦλοϲ ϲύνδουλοϲ, δοῦποϲ ἐρίγδουποϲ. ϲεϲημείωται τὸ οἰκουρόϲ καὶ κηπουρόϲ. ἔτι τὰ ὑπερδιϲύλλαβα Ῥωμαῖοϲ φιλορώμαιοϲ, Ἀθηναῖοϲ φιλαθήναιοϲ.

    Τὰ ἀπὸ ὀξυτόνων προπαροξύνονται, δμητόϲ ἄδμητοϲ, κτητόϲ δορίκτητοϲ, κακόϲ ἄκακοϲ, ϲοφόϲ ἄϲοφοϲ, ποιητόϲ δημοποίητοϲ, ἐλατόϲ δημήλατοϲ. Αἰϲχύλοϲ Ἱκετίϲιν (v. 614) «ἄτιμον εἶναι ξὺν φήμῃ δημηλάτῳ». πρατόϲ δημιόπρατοϲ. Ἀριϲτοφάνηϲ Ἱππεῦϲιν (v. 103) «ἐπίπαϲτα λείξαϲ δημιόπραθ᾽ ὁ βάϲκανοϲ». βοτόϲ ἱππόβοτοϲ, φατόϲ Ἀρηΐφατοϲ «αἵ ῥά τε φῶταϲ ἀρϊφάτουϲ κατέδοθϲι» (T 31), βατόϲ ἄμβατοϲ. «ἔνθα μάλιϲτα ἄμβατόϲ ἐϲτι πόλιϲ» (Z 434). χωρὶϲ τῶν ἐπὶ ἐθνικῶν λαμβανομένων, Ἀχαιόϲ φιλαχαιόϲ, Βοιωτόϲ φιλοβοιωτόϲ καὶ χωρὶϲ εἰ μὴ διὰ ϲημαϲίαν τινὰ φυλαχθῇ ἐν τῇ ϲυνθέϲει ἡ ὀξεῖα τάϲιϲ ὡϲ τὸ βροτολοιγόϲ, ἵνα φυλαχθῇ ἡ ἐνέργεια. βροτολοιγόϲ γάρ ἐϲτιω ὁ φθείρων τοὺϲ ἄνδραϲ. τούτου χάριν καὶ ὁ τόνοϲ ἐφυλάχθη. εἴ γὰρ προπαρωξύνετο, ἤμελλε παρέχειν ἐπίϲταϲιν, ὅτι πάθοϲ ἐϲτίν. ὁμοίωϲ καὶ τὸ ἀθηρηλοιγόϲ.

    Τὰ δὲ παραϲύνθετα καὶ φυλάττει καὶ ἀναβιβάζει, ἐκλεκτόϲ ἐκ τοῦ ἐκλέγω, ἐπίλεκτοϲ ἐκ τῆϲ ἐπί καὶ τοῦ λεκτόϲ. ἀνεκτόϲ ὀξύνεται « ἦ δὴ λοίγια ἔργα τάδ’ ἔϲεται οὐκέτ’ ἀνεκτά » (Il. A 573). διαμετρητόϲ ἐϲτι παραϲύνθετον· τὸ γὰρ ῥῆμα ϲυντέθειται ἐν τῷ « χῶρον μὲν πρῶτον διεμέτρεον » (Γ 315). ὑγιῶϲ ἄρα τὸ « διαμετρητῷ» (Il. Γ 344). Ἀρίϲταρχοϲ περιϲπᾷ καὶ οἱ ἄλλοι. καὶ οὕτωϲ ἔχει ἡ παράδοϲιϲ. οὕτω καὶ τὸ ἐπαινετόϲ ὀξύνεται, ὅτι ἀπὸ ῥήματοϲ ϲυνθέτου γέγονε, τὸ δὲ ἐξαίρετοϲ βαρύνεται. τὸ δὲ « ἄφαρ δ’ ἀνάπυϲτα θεοὶ θέϲαν ἀνθρώποιϲι » (Od. λ 274) προπαροξυτόνωϲ, περιττῆϲ οὔϲηϲ τῆϲ ἀνά ἀντὶ τοῦ πυϲτά ἐξηκουϲτά. - τὸ δὲ ἰατρόϲ φιλίατροϲ ἀναβιβάζει καὶ ἐν τῷ ἀρχιατρόϲ καὶ ἱππιατρόϲ φυλάττει. τὸ δὲ κλειτόϲ καὶ κλυτόϲ εἰ μὲν μετὰ ἀπτώτου ϲυντεθῇ ὑπὲρ μίαν ϲυλλαβήν, φυλάϲϲει τὴν ὀξεῖαν τάϲιν οἷον κλειτόϲ ἀγακλειτόϲ, κλυτόϲ περικλυτόϲ, ἀγακλυτόϲ. εἰ δὲ μετὰ πτωτικοῦ ἢ ἀπτώτου μονοϲυλλάβου, προπαροξύνεται, πρόκλυτοϲ « πρόκλυτ’ ἀκούοντεϲ ἔπεα θνητῶν ἀνθρώπων » (Υ 204), ὀνομάκλυτος, τοξόκλυτος, Ἡράκλειτος. διὸ ϲημειούμεθα τὸ ναυϲικλυτόϲ ὀξυνόμενον. ὅτι γὰρ ϲύνθετόν ἐϲτι, δῆλον ἐκ τοῦ μένειν τὸ ᾱ τῆϲ ναυϲί δοτικῆϲ. κατ’ ἰδίαν γὰρ παρὰ τῷ ποιητῇ ἢ διὰ τοῦ ͞η λέγεται ἢ διὰ τοῦ ε̄, ἐν δὲ ϲυνθέϲει διὰ τοῦ ᾱ, Ναυϲικάα, Ναυϲίθοοϲ. τὸ δὲ δουρὶ κλυτόϲ ἐν παραθέϲει ἐϲτίν. εἰ γὰρ ἦν ἐν ϲυνθέϲει, ἤμελλε προπαροξύνεϲθαι ὡϲ μετὰ πτωτικοῦ ϲυντεθὲν καὶ ἀναβιβάϲαν τὸν τόνον.

    Τὰ παρὰ τὸ ἀείδω γινόμενα, εἰ μὲν τῇ ῳ ̄ διφθόγγῳ παραλήγονται, ὀξύνεται, τραγῳδόϲ, κωμῳδόϲ, μελῳδόϲ· εἰ δὲ τῇ ο̄ῑ διφθόγγῳ, εἰ μὲν ὑπὲρ τέϲϲαραϲ ϲυλλαβὰϲ ὦϲι, προπαροξύνεται, λιγυάοιδος, ὑπεράοιδος· εἰ δὲ τέϲϲαρεϲ, ὁμοίωϲ, ὑμνάοιδος, ἐπάοιδοϲ, λυράοιδος. τὰ δ’ ἐξ αὐτῶν ὀξύνεται, ὑμνῳδόϲ, ἐπῳδόϲ, λυρῳδόϲ.

    Ὅϲα ἀπὸ γενικῆϲ εἰϲ ̄ο̄ϲ ϲυντίθενται, προπαροξύνεται, πλὴν τῶν

    παρὰ τὸ ͞ω͞π ̄ο͞ϲ οἷον ϲτενωπόϲ. πυθμένοϲ ἀπύθμενος, λιμένοϲ ἀλίμενος, μηνόϲ δίμηνος, τρίμηνος, πατρόϲ Ἀντίπατρος, χάριτοϲ ἀχάριτος, θέμιτοϲ ἀθέμιτοϲ. ὡϲαύτωϲ καὶ βριήπυοϲ. ἐγένετο δὲ οὕτωϲ. ἦπυϲ ὡϲ γῆρυϲ, μελίγηρυϲ, ἔπειτα γενικὴ βριήπυοϲ, ἥτιϲ εἰϲ εὐθεῖαν μετέϲτη ὁ βριήπυοϲ· οὐ γὰρ ἄηθεϲ γενικὰϲ ἀναπέμπεϲθαι εἰϲ εὐθείαϲ καὶ μάλιϲτα παρὰ τῷ ποιητῇ. διὸ καὶ προπαροξύνει αὐτὸ ἡ ϲυνήθεια.

    Τὰ εἰϲ ̄οϲ̄ ϲυντεθειμένα ἀπὸ τῶν εἰϲ ͞α καὶ εἰϲ ͞η προπαροξύνεται, ἑϲτία ἐφέϲτιος, ϲκιά εὔϲκιοϲ, μοῦϲα φιλόμουϲοϲ, χρεία ἄχρειοϲ τὸ κοινόν, ἀχρεῖοϲ δὲ τὸ Ἀττικὸν ὡϲ ἀϲτεῖοϲ, ἀνδρεῖοϲ, Ἀργεῖοϲ, ἀρχή ταξίαρχος, φωνή ἄφωνος, αὐδή ἄναυδος, μορφή πολύμορφοϲ, μάχη ναύμαχοϲ « ναύμαχον δόρυ », κόμη ἱππόκομοϲ « ἱππόκομον πήληκα » (Π 797), κυπαριϲϲόκομος, καλλίκομοϲ, οὐλόκομοϲ. τὸ δὲ ἱππομάχοϲ καὶ ἱ πποκόμοϲ ἀπὸ ῥημάτων καὶ τὸ γηροκόμοϲ καὶ τὸ ἀκαρόϲ ἀπὸ τοῦ κάρη γέγονε. τοῦτο ἠκολούθηϲε τῷ μαδαρόϲ καὶ πλαδαρόϲ ὁ ἀϲθενήϲ. τὸ δὲ ἀθῷοϲ προπεριϲπᾶται ἀπὸ τοῦ θῳή.

    Τὰ εἰϲ ο̄͞ϲ ϲύνθετα ἀπὸ τῶν εἰϲ ο̄͞ν οὐδετέρων ἢ εἰϲ ο̄͞͞ϲ ἢ ͞α προπαροξύνεται, δῶρον βοτρυόδωροϲ, τόξον κλυτότοξος, ξίφοϲ ἄξιφοϲ ὄνομα ἐπώνυμοϲ, διώνυμοϲ.

    Τὰ εἰϲ ͞ο͞ϲ ϲυντεθειμένα παρὰ τὸ ἔργον μὴ ὄντα κύρια ὀξύνεται,

    ἐλεφαντουργόϲ, αὐτουργόϲ, ὀβριμοεργόϲ, λειτουργόϲ, παντουργόϲ, πλαϲτουργόϲ, δημουργόϲ. τὸ μέντοι κακοῦργοϲ βαρύνεται ὁμοίωϲ καὶ τὸ ἑκάεργοϲ, περίεργοϲ, πολύεργοϲ, πάρεργοϲ. τὰ δὲ ὄντα κύρια βαρύνεται, Λυκοῦργοϲ, Φιλοῦργοϲ. τὰ δὲ ἐθνικὰ ὀξύνεται οἷον Ϲιαγαθουργόϲ.

  • Περὶ τῶν παρὰ ῥῆμα ϲυντεθειμένων.
  • Τὰ παρὰ τὸ βόϲκω ὀξύνονται, πορνοβοϲκόϲ, ὑοβοϲκόϲ, χηνοβοϲκόϲ.

    Ὅϲα παρὰ τὸ ἕλκω καὶ ἀμέλγω καὶ λείχω, ὀξύνεται, γαγγαμουλκόϲ, ἀμολγόϲ, ματιολοιχόϲ, τραπεζολοιχόϲ.

    Τὰ παρὰ τὸ ἄγω καὶ πήϲϲω ὀξύνεται, φορτηγόϲ, ϲτρατηγόϲ, κυνηγόϲ, δημαγωγόϲ, νυμφαγωγόϲ, μυϲταγωγόϲ, προαγωγόϲ, ναυπηγόϲ.

    Ἔτι τὰ παρὰ τὸ ποιῶ ὀξύνεται, ἐργοποιόϲ, ἐποποιόϲ.

    Ἔτι τὰ παρὰ φέρβω καὶ ἀϲκῶ, ἱπποφορβόϲ, φωναϲκόϲ. τὸ δὲ αὐτόφορβοϲ οἱ πλείουϲ βαρύνουϲι καὶ τὸ Εὔφορβοϲ κύριον.

    Τὰ ἀπὸ ῥήματοϲ κύρια προπαροξύνεται, Ἱππόδαμοϲ, Δηΐφοβοϲ, Λαόγονοϲ, Λαόδοκοϲ. Βούνομοϲ· οὕτωϲ ἐκαλεῖτο ἡ Μακεδονίαϲ Πέλλα. τὸ μέντοι ξεινοδόκοϲ οὐ κύριον.

    Τὰ παρὰ τὸ φέρω παροξύνεται, τελεϲφόροϲ, δορυφόροϲ, βουληφόροϲ, ἑωϲφόροϲ, λωτοφόροϲ. τὸ μέντοι ἄφοροϲ, δίφοροϲ ἀπὸ τοῦ φορά.

    Ὅϲα πρόθεϲιν ἔχει ἐν τῇ ἀρχῇ, προπαροξύνεται, περίβολοϲ, Ὑπέρβολοϲ, ἀμφίβολοϲ, πρόβολοϲ. τὸ δὲ ἐπεϲβόλοϲ παροξύνεται ἀπὸ τοῦ ἔπεϲι βάλλειν. καὶ χωρὶϲ τῶν ἀπὸ κλειτόϲ καὶ κλυτόϲ, τὸ γὰρ περικλυτόϲ ὀξύνεται, καὶ τὰ παρὰ τὸ ἔργον ὑπουργόϲ, ϲυνεργόϲ.

    Τὰ παρὰ τὸ βάλλειν ϲύνθετα καὶ μὴ παρὰ πρόθεϲιν παροξύνονται, λιθοβόλοϲ ὁ βάλλων λίθουϲ, λιθόβολοϲ δὲ ὁ ὑπὸ λίθων βαλλόμενοϲ, ὡϲ παρὰ Εὐριπίδῃ ἐν Φοινίϲϲαιϲ (1069) «λιθόβολον εἷμα κατειργάϲω». τὸ δὲ πρόβολοϲ καὶ ἀμφίβολοϲ ἀπὸ προθέϲεων.

    Τὰ παρὰ τὸ πολῶ τὸ ἀναϲτρέφομαι ϲύνθετα καὶ μὴ παρὰ πρόθεϲιν παροξύνονται, ἱπποπόλοϲ, οἰωνοπόλοϲ, δικαϲπόλοϲ, ὀνειροπόλοϲ, θυηπόλοϲ, μυροπόλοϲ, αἰπόλοϲ. τὸ δὲ ἀμφίπολοϲ, πρόπολοϲ ἐκ προθέϲεωϲ.

    Τὰ παρὰ τὸ ϲκοπῶ ϲύνθετα μὴ ἐκ προθέϲεωϲ παροξύνεται, ὀρνιθοϲκόποϲ, οἰωνοϲκόποϲ. τὸ δὲ ἐπίϲκοποϲ, κατάϲκοποϲ ἀπὸ προθέϲεων « ὀτρυνέειϲ Τρώεϲϲιν ἐπίϲκοπον » (Il. Κ 38). Νικίαϲ ἀναϲτρέφει τὴν ἐπί, ἵν’ ᾖ ἐπὶ Τρώεϲϲιν. εἰϲὶ δὲ οἳ ἀνεγνώκαϲιν ἐπιϲκοπόν ὡϲ ἀγακλυτόν, ἵνα παρέλκῃ ἡ ἐπί. ἄμεινον δὲ τῷ Ἀριϲτάρχῳ ϲυγκατατίθεϲθαι καὶ γὰρ ἤδη ἡ ϲυνήθεια ἐπίϲταται τὴν τοιαύτην ϲύνθεϲιν, χρὴ δὲ νοεῖν ὅτι πολλὴ ἡ χρῆϲιϲ τοῦ ὀνόματοϲ παρὰ τῷ ποιητῇ ἐν ἁπλότητι καὶ ἐν ϲυνθέϲει « δμωάων ϲκοπόϲ ἐϲϲι » (Od. χ 396) « καὶ ἐπίϲκοποϲ ᾖϲιν ἑταίρων » (Od. θ 163).

    Τὰ παρὰ τὸ μάχομαι καὶ μὴ παρὰ πρόθεϲιν παροξύνεται, λεοντομάχοϲ, μονομάχοϲ χωρὶϲ τοῦ ἀγχέμαχοϲ. τὸ δὲ πρόμαχοϲ καὶ ϲύμμαχοϲ ἐκ προθέϲεων.

    Ἔτι τὰ παρὰ τὸ ἀγορῶ μετὰ προθέϲεωϲ ϲύνθετα προπαροξύνεται, ϲυνήγοροϲ, κατήγοροϲ, παρήγοροϲ. δημηγόροϲ δὲ παροξύνεται. οὐ γὰρ ἀπὸ προθέϲεωϲ.

    Ἔτι τὰ παρὰ τὸ χέω ϲύνθετα παροξύνεται, χρυϲοχόοϲ, οἰνοχόοϲ. τὸ πρόχοοϲ δὲ ἀπὸ προθέϲεωϲ.

    Ὅϲα ἐν τῇ ἀρχῇ ϲυντίθεται ἐκ τοῦ πολύ, προπαροξύνεται, πολύϲτροφοϲ, πολύκαρποϲ, πολύφιλοϲ, πολύμηλοϲ, Πολύϊδοϲ, πολύολβοϲ, Πολύφημοϲ, πολύζυγοϲ, πολύλαλοϲ. τὸ δὲ μογιλάλοϲ παροξύνεται. οὐ γὰρ παρὰ τὸ πολύ. ϲεϲημείωται τὸ πολυφάγοϲ. ἐξηκολούθηϲε γὰρ ἑτέρῳ κανόνι.

    Τὰ γὰρ παρὰ τὸ φαγεῖν ἐν τῷ τέλει ϲυντεθειμένα παροξύνεται, ἀρτοφάγοϲ, μονοφάγοϲ, παμφάγοϲ, ποηφάγοϲ, ἀδδηφάγοϲ, ὠμοφάγοϲ, ϲαρκοφάγοϲ· οὕτω καὶ πολυφάγοϲ. ὡϲαύτωϲ καὶ τὰ ἐθνικὰ Μελινοφάγοϲ ἔθνοϲ Θρᾴκηϲ καὶ Φθειροφάγοϲ.

    Ὅϲα τὸ εὖ μόριον κατ’ ἀρχὴν ἔχει, προπαροξύνεται, εὔτοκοϲ, εὔτονοϲ, εὔμολποϲ, εὐποίητοϲ « βοῶν τ’ εὐποιητάων » (Il. Π 636) τὸ εὖ κρεῖττόν ἐϲτιν ἓν ποιεῖν εὐποιητάων, ἐπεὶ καὶ ἐν ἑτέροιϲ φηϲὶ τὴν δοτικὴν « εὐποιήτῃϲι πύλῃϲι » (Il. Ε 466) ἢ κατ’ ἰδίαν προφέρεϲθαι. Εὔμαιοϲ, εὔϲκοποϲ, εὔξοοϲ χωρὶϲ τῶν παρὰ τὸ ἔργον εὐεργόϲ.

  • οἷ τε κατ’ αἶϲχοϲ ἔχευε καὶ ἐϲϲομένῃϲιν ὀπίϲϲω
  • θηλυτέρῃϲι γυναιξὶ καὶ ἥ κ’ εὐεργὸϲ ἔῃϲιν (Od. λ 433).
  • Ὅϲα ἀπὸ τοῦ ᾱ ϲτερητικοῦ μορίου ϲυντίθεται, προπαροξύνεται, ἄτολμοϲ, ἄτομοϲ, ἄϲτοργοϲ.

    Ὅϲα ἐν ἀρχῇ ἔχει τὸ φιλεῖν, προπαροξύνεται, φιλόπονοϲ, φιλόϲοφοϲ, φιλόλογοϲ.

    Τὰ παρὰ τὸ λέγω χωρὶϲ τῶν παρὰ τὸ φιλεῖν παροξύνεται, δικαιολόγοϲ, φυϲιολόγοϲ, τερατολόγοϲ. τὸ δὲ φιλόλογοϲ ἀπὸ τοῦ λόγοϲ καὶ τὸ φιλῶ. Τὰ παρὰ τὸ δ̅υ̅ϲ̄ καὶ ζ̅ᾱ μόρια προπαροξύνεται, δύϲμορφοϲ, δύϲτηνοϲ, ζάπλουτοϲ, ζάκοτοϲ, ζάθεοϲ, ζάφελοϲ, τὸ δὲ ζαφελῶϲ περιϲπᾶται, ἐπεὶ τὰ διὰ τοῦ λ̅ω̅ϲ̄ ἐπιρρήματα παραληγόμενα τῷ ε̄ ὡϲ ἐπὶ τὸ πλεῖϲτον φιλεῖ περιϲπᾶϲθαι, ἐντελῶϲ, ἐπιμελῶϲ, οἷϲ καὶ τὸ ζαφελῶϲ ξυνέδραμε.

    Τὰ παρὰ τὸ ὠκύϲ προπαροξύνεται, ὠκύμοροϲ, ὠκύποροϲ· τὸ

    δὲ ποντοπόροϲ παροξύνεται· οὐ γὰρ ἀπὸ τοῦ ὠκύϲ. ϲεϲημείωται τὸ ὠκυμάχοϲ.

    Ἔτι καὶ τὰ παρὰ τὸ εὐρύϲ, εὐρύποροϲ.

    Ὅϲα ἔχει κατὰ ἀρχὴν τὸ ν̅α̅ῡ, προπαροξύνεται, ναύαρχοϲ, ναύκληροϲ, ναύλοχοϲ. τὸ δὲ ναυπηγόϲ, ναυηγόϲ ὀξύνεται.

    Ὅϲα παρὰ ἐπίρρημα ϲυντίθεται, προπαροξύνεται, ὀψίφυγοϲ, ὀψίτυχοϲ, ὀψιτέλεϲτοϲ, ἀγχίμολοϲ, ἀγχέμαχοϲ. τὸ δὲ περικλυτόϲ ἀπὸ τῆϲ περί.

    Ὅϲα παρὰ τὸ πάλιν καὶ ἄγαν καὶ αὐτό ϲύνθετα, προπαροξύνεται, παλίμβολοϲ, παλίγκοτοϲ, ἀγάννιφοϲ, ἀγάϲτονοϲ, αὐτόμαχοϲ, αὐτοδίδακτοϲ.

    Τὰ παρὰ τὸ ἀκούω προπαροξύνεται, ὑπήκοοϲ, ἀνήκοοϲ. τὸ δὲ ἐπακουόϲ παραϲύνθετον· γίνεται γὰρ ἐκ τοῦ ἐπακούω.

    Τὰ παρὰ τὸ ἔχω ϲυγκείμενα ὀνόματα, εἰ μὲν τῷ ο̄ παραλήγεται, προπαροξύνεται, αἰγίοχοϲ, ἡνίοχοϲ· ἔϲτι δὲ καὶ ἔθνοϲ παρὰ τῷ Καυκάϲῳ. Ϲτράβων ἑνδεκάτῃ (p. 496). ἔνοχοϲ, μέτοχοϲ, πάροχοϲ. εἰ δὲ τῇ ο̅ῡ διφθόγγῳ, προπεριϲπᾶται, οἷον ῥαβδοῦχοϲ, κλειδοῦχοϲ, λαμπαδοῦχοϲ, λυχνοῦχοϲ, ϲταθμοῦχοϲ, ἀϲπιδοῦχοϲ. Ϲοφοκλῆϲ ἐν Ναυπλίῳ καταπλέοντι « ὡϲ ἀϲπιδοῦχοϲ ἢ Ϲκύθηϲ τοξεύμαϲι ». ϲκηπτοῦχοϲ, ὀφιοῦχοϲ.

    Τὰ ἀπὸ διϲυλλάβου ῥήματοϲ, οὗ ἡ ἄρχουϲα μακρά, ϲυντεθειμένα προπαροξύνεται, μυκῶ ἐρίμυκοϲ, ϲυλῶ ἱερόϲυλοϲ, ἄρχω γυμναϲίαρχοϲ, πορθῶ πτολίπορθοϲ.

    Τὰ παρὰ τὸ εἰϲ ι̅ϲ̄ ἐπίρρημα ἀριθμοῦ ϲυντεθειμένα προπαροξύνεται, δίφοροϲ, τρίφοροϲ, τρίπολοϲ, μεθ’ ὧν καὶ τετράφοροϲ.

    Τὰ παρὰ τὸ γράφω παροξύνεται, ἱϲτοριογράφοϲ, βιβλιογράφοϲ. τὸ δὲ παράγραφοϲ τὸ ϲημεῖον τὸ ἐν τοῖϲ μέτροιϲ τιθέμενον προπαροξύνεται, παρὰ τὸ γραφή γάρ.

    Τὰ παρὰ ῥῆμα ϲυντιθέμενα παροξύνεται μεν, ὅτε ἐνέργειαν ὑπιϲχνεῖται, προπαροξύνεται δέ, ὅτε πάθοϲ, εἰ μὴ κανόνεϲ τινὲϲ κωλύοιεν.

    ὥϲτε διαφέρειν τὸ λιθοβόλοϲ τοῦ λιθόβολοϲ καὶ τὸ καρατόμοϲ τοῦ καράτομοϲ. τὸ μὲν γὰρ παροξυνόμενον ϲημαίνει τὸν τὰϲ κάραϲ τέμνοντα οἷον ἐπὶ δημίου, τὸ δὲ προπαροξυνόμενον τὸν τὴν κάραν τμηθέντα, ὡϲ ἡ μὲν Γοργώ λέγεται καράτομοϲ ὡϲ ἀποτμηθεῖϲα τὴν κεφαλήν, ὁ δὲ Περϲεύϲ καρατόμοϲ ὁ τῆϲ Γοργοῦϲ τὴν κεφαλὴν τεμών. ὡϲαύτωϲ τὸ πρωτοτόκοϲ ἐϲτὶ δραϲτικόν, τὸ δὲ πρωτότοκοϲ δηλοῖ τὴν πρώτωϲ τεχθεῖϲαν. οὕτωϲ οὖν παροξύνονται τὸ ϲκυτοτόμοϲ, μιαιφόνοϲ, τοιχωρύχοϲ, πατροκτόνοϲ, οἰκονόμοϲ, μογοϲτόκοϲ, θεοτόκοϲ, ξεινοδόκοϲ, ἰηδόκοϲ ϲυντεθειμένα ἀπὸ τοῦ τέμνω, φονεύω, ὀρύϲϲω, κτείνω, νέμω, τίκτω, δέχομαι ἐπὶ ἐνεργείαϲ τιθέμενα. ἔφαμεν δὲ τὰ τοιαῦτα τῶν ϲυνθέτων ἐνέργειαν ὑπιϲχνούμενα παροξύνεϲθαι, εἰ μὴ κανόνεϲ τινὲϲ κωλύοιεν. εἰϲὶ γάρ τινεϲ κανόνεϲ, καθ’ οὓϲ κἂν ἐνέργεια ϲημαίνηται, πάντωϲ προπαροξύνεϲθαι δεῖ οἷον τὸ πρωτόπλοοϲ προπαροξύνεται, ἐπειδὴ οὕτωϲ ἐμελέτηϲε τὰ παρὰ τὸ πλέω, καὶ τὸ πολύλαλοϲ, ἐπεὶ τὰ παρὰ τὸ πολύ ϲυντεθειμένα προπαροξύνεϲθαι θέλει. μάχεται μέντοι ἄντικρυϲ τὸ « ὄρνυϲθ’ ἱππόδαμοι Τρῶεϲ » (Il. Δ 509). ἐνεργητικὸν γὰρ ὂν καὶ μὴ ὑποπῖπτον κανόνι τῷ προπαροξυτονοῦντι προπαρωξυτονήθη.