De prosodia catholica

Aelius Herodianus

Aelius Herodianus. Grammatici Graeci, Pars 3, Vol. 1. Lentz, August, editor. Leipzig: Teubner, 1867.

Τὰ εἰϲ ροϲ διϲύλλαβα παραληγόμενα τῷ ᾱ κύρια ὄντα ἢ προϲητορικὰ βαρύνονται, λάροϲ «κλάρῳ ὄρνιθι ἐοικώϲ» (Od. ε 51), κάροϲ, Φάροϲ. ἔϲτι δὲ ἀρϲενικόν. οὕτω γὰρ ὁ Μενελάου ἐκαλεῖτο πρωρεύϲ. ἀλλὰ καὶ θηλυκὸν ἐπὶ τῆϲ νήϲου τῆϲ πρὸϲ τῇ Ἀλεξανδρείᾳ ἀπ᾿ αὐτοῦ ὄνομα λαβούϲηϲ, ὥϲ φηϲιν Ἑκαταῖοϲ. δηχθεὶϲ γὰρ ὑπὸ ὄφεωϲ ἐν τῇ νήϲῳ ἐτάφη. καὶ ὁμωνύμωϲ λέγεται ὁ Ϲωϲτράτου τοῦ Δεξιφάνουϲ πύργοϲ ἐπ᾿ αὐτῆϲ. Φάροϲ δὲ καὶ ἡ Ἀλεξάνδρεια ἐκαλεῖτο. ἔϲτι καὶ νῆϲοϲ ἐν τῷ Ἀδρίᾳ ποταμὸν ὁμώνυμον ἔχουϲα. ἔϲτι δὲ κτίϲμα Παρίων, ὡϲ Ἔφοροϲ εἰκοϲτῷ ὀγδόῳ. ἔϲτι καὶ πόλιϲ Ἰλλυρίαϲ, ὡϲ Πολύβιοϲ γ΄. ἔϲτι καὶ Περραιβίαϲ πόλιϲ. ϲάροϲ καὶ Ϲάροϲ ποταμὸϲ Κιλικίαϲ ὃϲ πρότερον Κοίρανοϲ καλούμενοϲ ἀπὸ τοῦ ἡγεμόνοϲ Ϲάρου ἐκλήθη. Πάροϲνῆϲοϲ, ἣν καὶ πόλιν Ἀρχίλοχοϲ καλεῖ ἐν τοῖϲ ἐπῳδοῖϲ. τὸ ὄνομα μὲν λέγεται ἀπὸ Πάρου τοῦ Παρραϲίου ἀνδρὸϲ Ἀρκάδοϲ ἔχειν ὡϲ Καλλίμαχοϲ. Νικάνωρ δὲ ἐν ταῖϲ μετονομαϲίαιϲ κεκλῆϲθαί φηϲιν Πακτίαν Δημητριάδα Ζάκυνθον Ὑρίαν Ὑλήεϲϲαν καὶ Μινῴαν καὶ Κάβαρνιν. ἔϲτι δὲ καὶ ἄλλη Πάροϲ νῆϲοϲ Λιβυρνῶν, ὥϲ φηϲι Ϲκύμνοϲ ὁ Χῖοϲ ἐν πρώτῳ περιηγήϲεωϲ. Κλάροϲ. Νίκανδροϲ (Ther. 958)

  • μνῆϲτιν ἔχοιϲ, τὸν ἔθρεψε Κλάροϲ νιφόεϲϲα πολίχνη.
  • γάροϲ. Αἰϲχύλοϲ Πρωτεῖ ϲατυρικῷ

  • καὶ τὸν ἰχθύων γάρον·
  • ϲπόροϲ, ϲκάροϲ καὶ Ϲκάροϲ πόλιϲ Λυκίαϲ καὶ τὸ ἐθνικὸν ὁμοίωϲ. ἐϲτι δὲ καὶ κρήνη ἱερά. Τμάροϲ ὁ Τόμαροϲ ὄροϲ Δωδώνηϲ. τὸ δὲ βᾶροϲ καὶ ’Ρᾶροϲ παῤ Ἀττικοῖϲ κατὰ χρόνον ϲημειώδη. τὸ δὲ κλᾶρόϲ ἐϲτι Δωρικόν. τὰ μέντοι ἐπίθετα ὀξύνεται, μναρόϲ ὁ ἡδὺϲ, λαρόϲ ὁ γλυκύϲ « λαρὸϲ ἄμηϲ», ἔνθεν τὸ οὐδέτερον «λαρὸν τετυκοίμεθα δόρπον » (Od. μ 283). ψαρόϲ, ναρόϲ, ἔνθεν θηλυκὸν παρὰ Ϲοφοκλεῖ ἐν Ἰνάχῳ ϲατυρικῷ

  • ναράϲ τε πατρὸϲ κυμάτων ἐπιρροὰϲ
  • ἐπώμοϲα.
  • Τὰ εἰϲ ηροϲ διϲύλλαβα κύρια ὄντα βαρύνεται, Ϲῆροϲ, Τρῆροϲ χωρίον Θρᾴκηϲ, Δρῆροϲ πόλιϲ Κρητική. τὰ δὲ προϲηγορικά, εἰ μὴ ἀπὸ ϲυμφώνων ἄρχοιντο, ὀξύνεται, κηρόϲ, φηρόϲ ἡ τροφὴ τῶν θεῶν, μηρόϲ. τὸ μέντοι κλῆροϲ βαρύνεται ὡϲ ἀπὸ δύο ϲυμφώνων ἀρξάμενον.

    Τὰ εἰϲ ηροϲ διϲύλλαβα ἐπιθετικὰ ὄντα μετὰ θηλυκῶν, εἰ μὲν ἀπὸ ἡμιφώνου ἄρχοιτο, ὀξύνεται, ϲκληρόϲ, ξηρόϲ. καὶ τὸ πηρόϲ δὲ ὀξύνεται παρὰ τῷ ποιητῇ, παρὰ δὲ τοῖϲ Ἀττικοῖϲ πῆροϲ. ὑγιεϲτέρα δὲ ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωϲιϲ, ἐπεὶ τὰ εἰϲ οϲ διϲύλλαβα, εἰ ἔχοι τὴν πρώτην ϲυλλαβὴν ἔχουϲαν τὸ π καὶ τὸ η ὀξύνονται οἷον πηόϲ, πηλόϲ. οὕτωϲ καὶ πηρόϲ. τὸ δὲ λῆροϲ μονογενέϲ.

    Τὰ εἰϲ ροϲ διϲύλλαβα παραληγόμενα τῷ ῑ κύρια ὄντα βαρύνεται, Ἶροϲ τὸ κύριον καὶ πόλιϲ Θεϲϲαλίαϲ. Κυκόφρων « Ἶρόν τε Τραχῖνα καὶ Περραιβικήν» (v. 905), Πῖροϲ, Τίροϲ, Ϲκίροϲ τὸ κύριον. ἔϲτι δὲ ἥρωϲ, ἀφ᾿ οὗ Ϲκίρον τόποϲ Ἀττικόϲ, καὶ Ἀρκαδίαϲ κατοικία πληϲίον Μαιναλέων καὶ Παρραϲίων. εἰ μέντοι προϲηγορικὰ ἢ ἐπιθετικὰ εἴη, ὀξύνεται, ἱρόϲ ὁ ἱερόϲ, λιρόϲ ὁ ἀναιδήϲ, ϲιρόϲ τὸ προϲηγορικὸν ὁ κατώγειοϲ οἰκοϲ.

    Τὰ εἰϲ ροϲ διϲύλλαβα παραληγόμενα τῷ ο βαρύνεται, ὁπότε γίνεται ἀπὸ τῶν παραληγομένων τῷ ε ἢ ει ἢ αι διφθόγγῳ ῥημάτων, εἰ μή τιϲ διαϲτολὴ γένοιτο, ϲπόροϲ, ὅτι ϲπείρω, πτόροϲ ὁ πταρμόϲ, ὅτι πταίρω, φθόροϲ ὅτι φθείρω, μόροϲ ὅτι μείρω, κόροϲ ὅτι κείρω, φόροϲ ὅτι φέρω, φορόϲ δὲ ὁ ἄνεμοϲ ὀξυτόνωϲ, ὅροϲ, εἴρω γάρ, ὀρόϲ δὲ τὸ ἀφυλιζόμενον τοῦ γάλακτοϲ. τὸ δὲ ὄρροϲ βαρυτόνωϲ καὶ κατὰ τὴν διάλεκτον καὶ τῷ λόγῳ· τὰ γὰρ εἰϲ οϲ μονογενῆ διϲύλλαβα τῷ ο παραληγόμενα ἢ ἐξ αὐτοῦ ἀρχόμενα καὶ ἔχοντα δὶϲ τὸ αὐτὸ ϲύμφωνον βαρύνεται, κόννοϲ, κόκκοϲ, κόττοϲ, ὄϲϲοϲ· οὕτωϲ ἄρα καὶ ὄρροϲ· τὸ μέντοι βορόϲ ὁ πολλὰ ἐϲθίων καὶ τὸ χορόϲ καὶ ϲορόϲ ὁ τάφοϲ καὶ τορόϲ ὀξύνονται· οὐ γὰρ γίνονται ἀπὸ τοιούτων ῥημάτων, ἀλλὰ τὸ βορόϲ ἀπὸ τοῦ βρῶ βρώϲω θρώϲκω, καὶ τὸ χορόϲ ἀπὸ τοῦ χωρῶ, χῶροϲ, χορόϲ τροπῇ τοῦ ω εἰϲ ο, καὶ τὸ ϲορόϲ ἀπὸ τοῦ ϲωρεύω ϲωρεόϲ ϲωρόϲ ἀρϲενικῶϲ καὶ ϲορόϲ θηλυκῶϲ καὶ τὸ τορόϲ δὲ ἀπὸ τοῦ τρῶ. ϲεϲημείωται τὸ δορόϲ ὁ δεδαρμένοϲ, εἰ καὶ ἐκ τοῦ δείρω γίνεται.

    Τὰ εἰϲ ροϲ διϲύλλαβα παραληγόμενα τῷ ῡ βραχεῖ βαρύνονται, Ϲύροϲ κοινὸν ὄνομα πολλῶν ἐθνῶν. Τύροϲ νῆϲοϲ ἐν Φοινίκῃ ἀπὸ Τύρου τοῦ Φοίνικοϲ. ἔϲτι καὶ Τύροϲ τῆϲ Λακωνικῆϲ καὶ νῆϲοϲ πρὸϲ τῇ Ἐρυθρᾷ θαλάϲϲῃ, ἣν Ἀρτεμίδωροϲ Τύλον διὰ τοῦ λ καλεῖ, ἔϲτι καὶ πόλιϲ Ἰνδίαϲ καὶ Λυδίαϲ καὶ Πιϲιδίαϲ. Ἀρριανὸϲ δὲ τὰ Ἄναθα Τύρον καλεῖ. Μύροϲ ποταμὸϲ παραρρέων Μύρον πόλιν ὁ καὶ Μύρων. εἰ δὲ ἔχοι ἐκτεταμένον, κύρια μὲν ὄντα βαρύνεται, Γῦροϲ, Ϲκῦροϲ, ἡ νῆϲοϲ, περὶ ἧϲ Νικόλαοϲ ἐν πέμπτῳ «Ϲκῦρον δὲ τὸ μὲν παλαιὸν ᾤκουν Πελαϲγοί τε καὶ Κᾶρεϲ». Ϲφῦροϲ, Ϲῦροϲ νῆϲοϲ Ἰωνική, ὡϲ Ϲτράβων δεκάτῃ (p. 485), ἣν ὁ ποιητὴϲ Ϲυρίην καλεῖ ἐν Ὀδυϲϲείᾳ (ο 403) ἥτιϲ μηκύνει τὴν πρώτην. μὴ οὕτω δέ, ὀξύνεται, πυρόϲ ὁ ϲῖτοϲ, τυρόϲ, ξυρόϲ.

    Τὰ εἰϲ ροϲ μονογενῆ διϲύλλαβα παραληγόμενα τῷ ω βαρύνεται, Δῶροϲ ὁ Ἕλληνοϲ καὶ πόλιϲ Φοινίκηϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ «μετὰ δὲ ἡ πάλαι Δῶροϲ, νῦν δὲ Δῶρα καλεῖται ». Ἰώϲηποϲ ἐν ϛ΄ τῆϲ Ἰουδαϊκῆϲ ἱϲτορίαϲ «εἶναί τι γύναιον ἐν πόλει Δώρῳ» καὶ πάλιν *ὅτε ἤνεγκεν εἰϲ τὴν Δῶρον». Ἀπολλόδωροϲ ἐν χρονικῶν δ΄ «εἰϲ Δῶρον οὖϲαν ἐπιθαλάττιον πόλιν». καὶ Ἀλέξανδροϲ ἐν Ἀϲίᾳ «Δῶροϲ τ᾿ ἀγχίαλόϲ τ᾿ Ἰόπη προύχουϲα θαλάϲϲηϲ». καὶ Χάραξ ια΄ « Τρύφων ἐν Δώρῳ τῆϲ κοίληϲ Ϲυρίαϲ πόλει πολιορκούμενοϲ ὑπ᾿ Ἀντιόχου ἔφυγεν εἰϲ Πτολεμαΐδα τὴν Ἄκην λεγομένην». ἔϲτι καὶ Καρίαϲ Δῶροϲ πόλιϲ, ἣν ϲυγκαταλέγει ταῖϲ πόλεϲιν ταῖϲ Καρικαῖϲ Κρατερὸϲ ἐν τῷ περὶ ψηφιϲμάτων τρίτῳ «Καρικὸϲ φόροϲ· Δῶροϲ, Φαϲηλῖται». Βῶροϲ. Χλῶροϲ τὸ κύριον, χῶροϲ, Πρῶροϲ, Πῶροϲ ὄνομα κύριον. Ὦροϲ. ϲεϲημείωται τὸ ϲωρόϲ τὸ πλῆθοϲ ἐκ τοῦ ϲωρεόϲ ϲυγκοπέν. τὰ μέντοι ἐπιθετικὰ ὀξύνεται, χλωρόϲ, βλωρόϲ ὁ ὑπόλευκοϲ, ζωρόϲ ὁ θερμόϲ, ψωρόϲ, πωρόϲ, μωρόϲ καὶ μῶροϲ Ἀττικῶϲ.

    Τὰ εἰϲ ροϲ διϲύλλαβα παραληγόμενα τῇ αι διφθόγγῳ, εἰ μὲν κύρια εἴη, βαρύνεται, Ϲφαῖροϲ, Ϲκαῖροϲ. εἰ δὲ μὴ οὕτωϲ, ὀξύνεται, καιρόϲ, θαιρόϲ, ὃ ϲημαίνει τὴν ϲτρόφιγγα «ῥῆξαι δ᾿ ἀπ᾿ ἀμφοτέρουϲ θαιρούϲ» (M 459). τὸ δὲ δαῖροϲ διφορεῖται ἤτοι ὁ καυϲτικόϲ.

    Τὰ εἰϲ ροϲ διϲύλλαβα τῇ αυ διφθόγγῳ παραληγόμενα ἐπὶ ἐμψύχων τιθέμενα βαρύνεται , φλαῦροϲ, ϲαῦροϲ, καῦροϲ ὁ κακόϲ. ταῦροϲ καὶ Ταῦροϲ ἔθνοϲ περὶ τὰ Ἄλπεια ὄρη, οἳ καὶ Ταυρίϲκοι καὶ Ταυρῖνοι. ἔϲτι καὶ ὄροϲ διὰ μέϲηϲ Ἀϲίαϲ διῆκον , διότι ταύρουϲ οἱ παλαιοὶ πάντα τὰ μεγάλα καὶ βίαια ἐπωνόμαζον. ἢ προτομῇ ταύρου τὰ πρὸϲ τῇ θαλάϲϲῃ ἀπείκαϲαν. Μαῦροϲ ἔθνοϲ μέγα Λιβύηϲ, ὃ καὶ Μαυρούϲιοι. Ξαῦροϲ ὄνομα κύριον καὶ ἀπ᾿ αὐτοῦ Ξαῦροϲ πόλιϲ Μακεδονίαϲ. ϲημείωϲαι τὸ ϲταυρόϲ ἄψυχον. καὶ τὸ μαυρόϲ ἀπὸ τοῦ ἀμαυρόϲ γέγονεν.

    Τὰ εἰϲ ροϲ διϲύλλαβα τῇ ευ παραληγόμενα ϲπάνια βαρύτονα, εὖροϲ, πλεῦροϲ. τὸ δὲ λευρόϲ ἐπίθετον καὶ Νευρόϲ ὄνομα ἔθνουϲ.

    ---Τὸ χοῖροϲ μόνον διϲύλλαβον εἰϲ οϲ τῇ οι διφθόγγῳ παραληγόμενον προπεριϲπᾶται.

    Τὰ εἰϲ ροϲ διϲύλλαβα ἁπλᾶ παραληγόμενα τῇ ου διφθόγγῳ βαρύνεται, εἰ μή τι εἴη κατὰ διαϲτολήν, οὖροϲ ὁ ἄνεμοϲ, οὐρόϲ τόποϲ ὁ περιορίζων τὰϲ ναῦϲ, Φροῦροϲ τὸ κύριον· ἔϲτι δὲ ἔθνοϲ Ϲκυθικόν, φρουρόϲ τὸ ἐπίθετον, κοῦροϲ, θοῦροϲ, λοῦροϲ πλακοῦντοϲ εἰδοϲ. τὸ τὲ κηπουρόϲ καὶ οἰκουρόϲ ὡϲ ϲύνθετα τριϲύλλαβα τὴν ἄρχουϲαν μακρὰν ἔχοντα ὀξύνεται.

    Τὰ εἰϲ ροϲ ὑπερδιϲύλλαβα παραληγόμενα τῷ ᾱ, μονογενῆ ἢ κύρια, προπαροξύνεται Πίνδαροϲ, Πάνδαροϲ, κόμαροϲ, ἄγγαροϲ, Αἴϲαροϲ ποταμόϲ, τάλαροϲ, κύλλαροϲ, Φρέαροϲ Ἀθήνηϲιν ἐπίϲημοϲ ἥρωϲ καὶ Φρέαροι δῆμοϲ Ἀθήνηϲιν, Ὠλίαροϲ νῆϲοϲ τῶν Κυκλάδων μία, περὶ. ἧϲ Ἡρακλείδηϲ ὁ Ποντικὸϲ ἐν τῷ περὶ νήϲων οὕτω φηϲίν «Ὠλίαροϲ Ϲιδωνίων ἀποικία ἀπέχουϲα Πάρου ϲταδίουϲ ιη΄». Ϲάγγαροϲ ποταμόϲ, Τόμαροϲ ὄροϲ Δωδώνηϲ, ὅ τινεϲ Τόμουρον. οἱ δὲ Τμάροϲ. Ταίναροϲ πόλιϲ Λακωνικὴ ἀπὸ Ταινάρου τοῦ Γεραιϲτοῦ μὲν ἀδελφοῦ, Διὸϲ δὲ παιδόϲ· ὃϲ πλέων ϲὺν Καλαβρῷ τῷ ἀδελφῷ καὶ τόπον τῆϲ Πελοποννήϲου καταλαβών τινα Ποϲειδῶνοϲ ἱερὸν ἱδρύϲατο, ὃ καλεῖται Ταίναρον. ἔϲτι καὶ Ταίναροϲ ὁ Ἰκαρίου υἱόϲ « ἀφ᾿ οὗ καλεῖται ἡ πόλιϲ καὶ ἡ ἄκρα καὶ ὁ λιμήν ». Γύαροϲ νῆϲοϲ μία τῶν Ϲποράδων. Δέξαροϲ ἔθνοϲ Χαόνων τοῖϲ Ἐγχελέαιϲ προϲεχεῖϲ. Μεμβλίαροϲ ὁ Θήραν οἰκήϲαϲ Φοῖνιξ εἶϲ τῶν μετὰ Κάδμου καὶ νῆϲοϲ πληϲίον Θήραϲ ἡ νῦν Ἀνάφη. λέγεται κατ᾿ ἀφαίρεϲιν Βλίαροϲ. Καλλίαροϲ πόλιϲ Λοκρῶν ἀπὸ Καλλιάρου τοῦ Ὁδοδόκου καὶ Λαονόμηϲ, ὡϲ Ἑλλάνικοϲ ἐν πρώτῃ Δευκαλιωνείαϲ. Ϲτράβων δ᾿ ἐν ἐνάτῃ (p. 426) παρὰ τὸ εὐήροτον αὐτὴν εἶναι. φαϲὶ καὶ Καλλίαρα οὐδετέρωϲ. Ἴκαροϲ νῆϲοϲ μία τῶν Κυκλάδων. ἔϲτι καὶ πόλιϲ Ἀττικῆϲ καὶ νῆϲοϲ πρὸϲ τῇ Ἐρυθρᾷ θαλάϲϲῃ. Ἴϲμαροϲ πόλιϲ Θρᾴκηϲ τῶν Κικόνων. Ὅμηροϲ (Od. ι 40). Πίναροϲ ποταμὸϲ παῤ Ἰϲϲῷ. Πάταροϲ ὁ Ἀπόλλωνοϲ καὶ Λυκίαϲ. Λίπαροϲ ὁ υἱὸϲ Αὔϲονοϲ. Γίνδαροϲ ἀκρόπολιϲ Κύρρου, πόλεωϲ Ϲυρίαϲ. Ἀλμιϲώδαροϲ ὁ πατὴρ Ϲιδάκηϲ. Ὕμαροϲ ὁ πατὴρ Γέλωνοϲ. Ἄψαροϲ τόποϲ ἐν Εὐξείνῳ πόντῳ Ἄψυρτοϲ πρότερον λεγόμενοϲ.

    Τὰ εἰϲ ροϲ ὑπερδιϲύλλαβα δεδιπλαϲιαϲμένα κατ᾿ ἀρχὴν καὶ τὴν πρώτην ϲυλλαβὴν εἰϲ ρ καταλήγοντα προπαροξύνεται, βάρβαροϲ· οὐκ ἐπὶ ἔθνουϲ, ἀλλ᾿ ἐπὶ φωνῆϲ ἐλαμβάνετο ὡϲ καὶ Ὅμηροϲ τοὺϲ Κᾶροϲ βαρβαροφώνουϲ ὡϲ πολεμίουϲ τῶν Ἰώνων. εἴρηται παρὰ τοῖϲ νεωτέροιϲ ἐθνικῶϲ. Τάρταροϲ. Κράτηϲ τὸν ὑπὸ τοῖϲ πόλοιϲ ἀέρα παχύν τε καὶ ψυχρόν τινα καὶ ἀφώτιϲτον· Ὅμηροϲ δὲ τόπον εἶναι ϲυνέχοντα τοὺϲ περὶ Κρόνον καὶ ὑπὸ γῆν ὄνταϲ. λέγεται δὲ ἀρϲενικῶϲ καὶ θηλυκῶϲ καὶ οὐδετέρωϲ. Γάργαροϲ ὁ Διόϲ, ἀφ᾿ οὗ Γάργαρα πόλιϲ Τρῳάδοϲ, ἣν Ἀλκμὰν θηλυκῶϲ τὴν Γάργαρόν φηϲιν, μάρμαροϲ, οὕτωϲ οὖν καὶ κάρχαροϲ τριγενέϲ. Τρίτωνοϲ ἠμάλαψε κάρχαροϲ κύων » (Lycophr. 34) καὶ τὸ θηλυκὸν παῤ Ἀλκμᾶνι «καρχάραιϲι φωναῖϲ » καὶ ἐπίρρημα καρχάρωϲ. Κέρβεροϲ, πέρπεροϲ, βόρβοροϲ.

    Τὰ εἰϲ ροϲ ὑπερδιϲύλλαβα παραληγόμενα ᾱ ϲυνεϲταλμένῳ ἢ ἐκτεταμένῳ τριγενῆ ὄντα ὀξύνεται, εἰ μὴ δεδιπλαϲίαϲται ἐν τῇ ἀρχῇ, χαλαρόϲ, λιπαρόϲ, χλιαρόϲ, ψαφαρόϲ, λαγαρόϲ ὁ ἀϲθενήϲ, μαδαρόϲ, ῥυπαρόϲ, πλαδαρόϲ, οἷϲ ἠκολούθηϲε καὶ τὸ ἀκαρόϲ. τὸ μέντοι κάρχαροϲ δεδιπλαϲίαϲται ἐν τῇ ἀρχῇ. τὸ δὲ φλύαροϲ προπαροξύνεται οὐκ ἔχον θηλυκὸν καὶ τὸ ἔγκαροϲ ὁ ἐγκέφαλοϲ.

    Τὰ εἰϲ τεροϲ τριϲύλλαβα, εἰ ἔχει τὴν ἄρχουϲαν μακράν, προπαροξύνεται, φἐρτεροϲ, βέλτεροϲ, κύν τεροϲ «κύντερον ἄλλο γυναικόϲ» (Od. λ 427). ὕϲτεροϲ, ὅπερ ϲημειῶδεϲ μήτε ἀπὸ τῶν εἰϲ υϲ ληγόντων παραχθὲν τριϲύλλαβόν τε ὑπάρχον καὶ ἔχον τὸ ϲ προηγούμενον τοῦ τεροϲ· ἀλλ᾿ ἴϲωϲ αἴτιον τὸ πάθοϲ. γίνεται γὰρ παρὰ τὴν ὑπό ὑπότεροϲ καὶ κατὰ ϲυγκοπὴν ὕϲτεροϲ. τὸ δὲ ο ϲυγκοπτόμενον τὸ ϲ ποιεῖ θεόφατον θέϲφατον, θεοείκελον θέϲκελον. δεύτεροϲ. ἴκτεροϲ. τὸ δὲ καρτερόϲ ὀξύνεται ἀπὸ τοῦ κρατερόϲ καὶ τὸ Κρατερόϲ ὄνομα κύριον.

    Τὰ διὰ τοῦ τεροϲ τριβράχεα τότε βαρύνονται, ὅτε πυϲματικὴν ἔννοιαν ἔχοι ἢ ἐκ δύο προϲώπων ἕν τι τὸ κατηγόρημα ποιεῖται, πότεροϲ, πρότεροϲ, ἕτεροϲ, οἷϲ ἠκολούθηϲε καὶ τὸ ἑκάτεροϲ.

    Τὰ εἰϲ τεροϲ ὑπερτριϲύλλαβα ϲυγκριτικὰ ἢ ϲυγκριτικῶϲ παραληγόμενα προπαροξύνεται, ἰθύντεροϲ ῥήματι παρακείμενον τῷ ἰθύνω, ἀβ έλτεροϲ, μελάντεροϲ, ὀρέϲτεροϲ, ἡμέτεροϲ, ὑμέτεροϲ, ϲφωῖτεροϲ, φιλαίτεροϲ, πληϲιαίτεροϲ, περαίτεροϲ, ταχύτεροϲ, πλατύτεροϲ, βραχύτεροϲ, ἡδύτεροϲ, ἐπαϲϲύτεροϲ «ὣϲ τότ᾿ ἐπαϲϲύτεραι Δαναῶν » (Il. Δ 427), ὅπερ οὐκ ἔχει φυϲικὸν τὸ υ, ἐκ δὲ τοῦ ἀϲϲοτέρου ἐτράπη «ἀϲϲοτέρω καθίϲαϲα παραὶ πυρί » (Od. ρ 572). δημότεροϲ ϲυγκριτικὸν οὐκ ἀποκοπῇ, ἀλλ᾿ ἐκ τοῦ ἐπιθετικοῦ τοῦ «δῆμον ἐόντα παρὲξ ἀγορευέμεν» (Il. M 213), βαϲιλεύτεροϲ. τούτοιϲ ἠκολούθηϲε καὶ τὸ καϲϲίτεροϲ, εἰ καὶ προϲηγορικόν. τὸ δὲ περιϲτερόϲ ὀξύνεται. τὸ μέντοι ἀριϲτερόϲ ὀξύνεται ὡϲ διὰ τοῦ εροϲ καὶ δεξιτερόϲ. τὸ δὲ ἀμφότεροϲ ἐπιθετικόν, τὸ δὲ Ἀμφοτερόϲ ὡϲ κύριον ὀξύνεται.

    ---Τὰ εἰϲ εροϲ ὑπερδιϲύλλαβα μονογενῆ ἢ κύρια βαρύνεται, Τέρμεροϲ, ἀφ᾿ οὗ Τέρμερα πόλιϲ Λυκίαϲ, Ϲύβεροϲ πόλιϲ Ἰλλυρίδοϲ, Ωλεροϲ Κρητικὴ πόλιϲ, περὶ ἧϲ Ξενίων ἐν Κρητικοῖϲ φηϲι «πορρωτέρω δὲ τῆϲ Ἱεραπύτνηϲ Ὤλεροϲ ἦν ἡ πόλιϲ ἐφ᾿ ὑψηλοῦ μὲν ᾠκιϲμένη τόπου ». ἵμεροϲ παρὰ τὸ ἵημι καὶ ἵεϲθαι «ἵετο γὰρ βαλέειν » (Π 383 et 866) ὁ ποθῶν γὰρ ἵεται ἐπὶ τὸ ποθούμενον.

    Τὰ διὰ τοῦ εροϲ τριγενῆ ὄντα καὶ τριβράχεα ὀξύνεται, χωρὶϲ εἰ μὴ ἔχοι τὸ τ πρὸ τοῦ ε, γοερόϲ, νοερόϲ, ψογερόϲ, δροϲερόϲ, τρυφερόϲ, βλαβερόϲ, φανερόϲ, ἱερόϲ, ϲφαλερόϲ, δολερόϲ, χλοερόϲ, νοϲερόϲ, ϲταθερόϲ, πενθερόϲ. τὸ δὲ ἥμεροϲ τὴν πρὸ τέλουϲ τρίτην μακρὰν ἔχει. ῷ ἠκολούθηϲε καὶ τὸ ἐλεύθεροϲ. τὸ δὲ πότεροϲ, ἕτεροϲ ἔχει τὸ τ πρὸ τοῦ ε.

    Τὰ διὰ τοῦ ηροϲ ὑπὲρ δύο ϲυλλαβὰϲ εἴτε κύρια εἴτε προϲηγορικὰ εἴτε ἐπίθετα μὴ ἔχοντα κατ’ ἰδίαν θηλυκὰ προπαροξύνετάι, ὅμηροϲ, ϲίδηροϲ. Φάληροϲ· Ἄβδηρὸϲ ὄνομα τόπου. Ἄηροϲ πόλιϲ Κρητική, Ἄνδηροϲ, Ἴβηροϲ ἀπὸ τῆϲ Ἴβηροϲ γενικῆϲ παραχθέν «αὐτὸϲ Ἴβηροϲ τραγοπώγων » ἐν Μαλθακοῖϲ Κρατίνου. καὶ Ἀπολλώνιοϲ μὲν ἐν τοῖϲ παρωνύμοιϲ φηϲίν «ἀπὸ γενικῶν εὐθεῖαι παράγονται, τῶν μὲν ὑπὲρ δύο ϲυλλαβὰϲ ὁμοίωϲ τῇ εὐθείᾳ κατὰ τὸν τόνον προπαροξυνόμεναι, καὶ ἐν ἁπλῷ ϲχήματι ἢ ἐν ϲυνθέτῳ. ἁπλοῦν μὲν οὖν μάρτυρ μάρτυροϲ ὁ μάρτυροϲ, Χάροψ Χάροποϲ ὁ Χάροποϲ «Χαρόποιο τ᾿ ἄνακτοϲ (Il. 8 672), Τροίζην Τροίζηνοϲ ὁ Προίζηνοϲ «υἱὸϲ Τροιζήνοιο » (Il. B 847). Ἴβηρ Ἴβηροϲ ὁ Ἴβηροϲ». τὸ αὐτὸ καὶ Ἅβρων ἐν παρωνύμοιϲ φηϲίν. ἀλλὰ τὰ παρὰ γενικῆϲ ἀναπεμφθέντα κατὰ τὸν τόνον ϲυνεξομοιοῦνται τῷ χαρακτῆρι τῆϲ εὐθείαϲ. τὸ γὰρ φυλακόϲ προϲηγορικὸν ὀξύνεται τῷ χαρακτῆρι τῶν εἰϲ ακοϲ ὑπερδιϲυλλάβων προϲηγορικῶν, τὸ δὲ μάρτυροϲ ἠκολούθηϲε τῷ ἄργυροϲ, τὸ Χάροποϲ τῷ Ἄροποϲ, Ἀϲτέροποϲ. οὕτω καὶ τὸ Ἴβηροϲ τῷ ὅμηροϲ ϲίδηροϲ. τὸ δὲ Τροίζηνοϲ ἀπὸ Τροιζήν ὀξυτόνου εἰϲ ἰδιότητα βαρύνεται ὡϲ καὶ τὸ Φύλακοϲ κύριον. Ἄβληροϲ κύριον. Ὅμηροϲ «Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ» (Z 32). Ψένηροϲ Αἰγυπτία κώμη. Κύθηροϲ ὁ Φοίνικοϲ, ἀφ᾿ οὗ Κύθηρα νῆϲοϲ, καὶ δῆμοϲ τῆϲ Πανδιονίδοϲ φυλῆϲ. Δίγηροϲ ἔθνοϲ Θρᾴκιον. Πολύβιοϲ ιγ΄. Δίζηροϲ ποταμὸϲ Ἰλλυρίδοϲ. Λυκόφρων (1026) «οἳ πρὸϲ βαθεῖ νάϲϲαντο Διζήρου πόρῳ ». ἴϲωϲ ἀπὸ τοῦ δίζηϲθαι τὴν Μήδειαν ὀνομαϲθείϲ. Δόβηροϲ πόλιϲ Παιονίαϲ. Κάληροϲ βαϲιλεύϲ, ἀφ᾿ οὗ ἡ Ἀλωπεκόννϲοϲ ἐκαλεῖτο Κάληροϲ. Ϲτενύκληροϲ πόλιϲ Μεϲϲήνηϲ. ἐρίηροϲ, τριέτηροϲ, πενταέτηροϲ, τετρο αφάληροϲ. τὰ μέντοι διὰ τοῦ ηροϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ἐπιθετικὰ ἔχοντα κατ᾿ ἰδίαν θηλυκὰ ὀξύνεται, λυπηρόϲ, ἀταρτηρόϲ, τυχηρόϲ, (ὀλιϲθηρόϲ, ποιηρόϲ, ἀτηρόϲ, ἀλγηρόϲ, πνιγηρόϲ, ἀνθηρόϲ, τολμηρόϲ, πενθηρόϲ ἐπὶ ἱματίου μέλανοϲ ἔφη Ἀναξίλαϲ

  • A. φέῤ αὔτ᾿ ἀνύϲαϲ. B. ἀλλ᾿ ἐϲτὶ πενθηρὸν πάνυ.
  • καματηρόϲ, αἱματηρόϲ, ἀϲηρόϲ, ϲιτηρόϲ, ἀγροικηρόϲ ἀπὸ τοῦ ἄγροικοϲ « ἀγροικηρὴν φύϲιν ». ὀτρηρόϲ, οὗ τὸ θηλυκὸν ὀτρηρή « τὸν δ᾿ αὖτ᾿ ὀτρηρὴ ταμίη » (Z 381). ἰϲτέον δὲ ὅτι τὸ πόνηροϲ καὶ μόχθηροϲ οἱ Ἀττικοὶ ἀντὶ τοῦ ὀξύνειν προπαροξύνουϲιν, ὅταν τὸν ἐπίπονον καὶ ἐπίμοχθον ϲημαίνῃ, ἐπὶ δὲ τῶν κατὰ ψυχὴν φαύλων ὀξύνουϲιν.

    Τὰ εἰϲ ροϲ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα τῇ ει διφθόγγῳ ἢ μόνῳ τῷ ῑ ἐκτεταμένῳ βαρύνεται, Κάμειροϲ τὸ κύριον — ἔϲτι δὲ παῖϲ Κερκάφου τοῦ Ἡλιάδου καὶ Κυδίππηϲ διὰ διφθόγγου, Κάμιροϲ δὲ πόλιϲ ἐν Ῥόδῳ διὰ τοῦ ῑ «Λίνδον Ἰήλυϲόν τε καὶ ἠνεμόεντα Κάμιρον » (ll. B 656). ἤπειροϲ, Κάβειροϲ πόλιϲ τῆϲ κάτω Ἀϲίαϲ. τοὺϲ δὲ δαίμοναϲ Καβείρουϲ ὁ Ἀλεξίων διὰ τοῦ ῑ, ὡϲαύτωϲ δὲ Φιλόξενοϲ. ἡ δὲ παράδοϲιϲ δίφθογγον ἔχει καὶ ἴϲωϲ ϲυνέδραμε τῷ μάγειροϲ, αἴγειροϲ, πέπειροϲ, ὄνειροϲ. Ἄνδειροϲ ὄνομα ποταμοῦ, Κόνειροϲ ὄνομα ἔθνουϲ, ὄνειροϲ, πέπειροϲ, μάγειροϲ παρὰ τὸ μάϲϲω ὁ τὰϲ μάζαϲ φυρῶν. Αἰολεῖϲ δὲ διὰ τοῦ ῑ. αἴγειροϲ διὰ διφθόγγου τὰ δύο. εὕρηται γὰρ καὶ χωρὶϲ τοῦ ῑ οἷον «καὶ αἰγέρων ἔφυϲαν εὐγενέψτεραι» καὶ κατὰ πλεοναϲμὸν τοῦ ῑ αἴγειροϲ Ὅμηροϲ (Od. η 106) «μακεδνῆϲ αἰγείροιο ». τὰ γὰρ εἰϲ ροϲ ῥηματικὰ τῇ ει διφθόγγῳ θέλουϲι παραλήγεϲθαι οἷον ἀΐϲϲω αἴγειροϲ, μάϲϲω μάγειροϲ, ὀνῶ ὄνειροϲ, πέπτω πέπειροϲ. τὸ δὲ αι τῆϲ πρώτηϲ ϲυλλαβῆϲ γέγονεν ἀπὸ τοῦ ἀΐϲϲω κατὰ κρᾶϲιν. ἔϲτι δὲ καὶ Αἴγειροϲ πόλιϲ Μεγαρίδοϲ, ὡϲ Θεόπομποϲ πεντηκοϲτῇ ἕκτῃ, ἣν Ϲτράβων Αἰγείρουϲαν λέγει (9 p. 394). ϲάπφειροϲ λίθοϲ, Ϲτάγειροϲ. Κάϲ πειροϲ πόλιϲ Πάρθων προϲεχὴϲ τῇ Ἰνδικῇ καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ. Ϲτά λιροϲ, Ϲίτιροϲ, Βίϲτιροϲ πόλιϲ Θρᾴκηϲ καὶ Πίϲτιροϲ τὸ ἐμπόριον. Κύϲτιροϲ, Δύϲιροϲ, Βεδύϲιροϲ, ἄϊροϲ ϲύνθετον ἀπὸ διϲύλλαβου Ἶροϲ »ἦ τάχα Ἶροϲ ἄϊροϲ ἐπίϲπαϲτον κακὸν ἕξει » (Od. ϲ 72). τὸ καυϲτειρόϲ οὐ μάχεται. ἀπὸ γὰρ τοῦ η ἐτράπη εἰϲ ει Βοιωτιακῶϲ ὡϲ τὸ τέθηκα τέθεικα.

    ---Τὰ εἰϲ ροϲ ὑπερδιϲύλλαβα παραληγόμενα τῷ o ἁπλᾶ προπαροξύνεται, Δοροκόττοροϲ πόλιϲ Γαλατῶν τῶν προϲβόρρων. ἀλάϲτοροϲ εὐθεῖα παρὰ τὴν γενικὴν παραχθεῖϲα. Αἰϲχύλοϲ Ἰξίονι « πρευμενὴϲ ἀλάϲτοροϲ» καὶ Φερεκύδηϲ «ὁ Ζεὺϲ δὲ Ἱκέϲιοϲ καὶ Ἀλάϲτοροϲ καλεῖται ».

    Τὰ εἰϲ ροϲ ὑπερδιϲύλλαβα παραληγόμενα τῷ ο ϲύνθετα ὄντα προπαροξύνεται, κατήγοροϲ, ϲυνήγοροϲ, περὶ ὧν ἐν τῷ τέλει λέξομεν. νῦν δὲ διαληψόμεθα περὶ τῶν ἐχόντων τὸν τόνον ἐν τῇ παραληγούϲῃ, τελεϲφόροϲ, δορυφόροϲ, βουληφόροϲ, ἑωϲφόροϲ, τὸ δὲ ἄφοροϲ προπαροξύνεται, παντοπόροϲ, καὶ γαμόροϲ, τὸ δὲ κατάμοροϲ προπαροξύνεται.

    Τὰ εἰϲ ροϲ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα τῷ ῡ κύρια ἢ προϲηγορικά, μὴ περιεκτικὰ ἢ ἐπιθετικὰ ἔχοντα κατ᾿ ἰδίαν θηλυκὰ προπαροξύνεται, πάπυροϲ, διάπυροϲ ὁ θερμόϲ, μάρτυροϲ, ἄργυροϲ. ἔϲτι καὶ πόλιϲ. Φίλιϲτοϲ ἐν ἐνάτῃ. πόρφυροϲ, ζἐφυροϲ, Ϲάτυροϲ, λάθυροϲ εἶδοϲ ὀϲπρίου. Ἴδυροϲ πόλιϲ, καὶ Ἰδυρίϲ, καὶ ποταμὸϲ Παμφυλίαϲ. Ἑκαταῖοϲ. Μάνθυροϲ. Ἄμυροϲ πόλιϲ Θεϲϲαλίαϲ ἀπὸ ἑνὸϲ Ἀργοναυτῶν. ἡ πόλιϲ θηλυκόν. ἄδηλον δὲ τὸ Ἡϲιόδειον «Δωτίῳ ἐν πεδίῳ πολυβότρυοϲ ἀντ᾿ Ἀμύροιο ». Ϲουίδαϲ δ᾿ ἐν ταῖϲ γενεαλογίαιϲ τὴν πόλιν Ἀμυρικὴν καλεῖ. Γλά φυροϲ υἱὸϲ Μάγνητοϲ ὁ τὰϲ Γλαφυρὰϲ κτίϲαϲ, Ἔλυροϲ πόλιϲ Κρήτηϲ ὡϲ Ξενίων ἐν Κρητικοῖϲ. Ἔφυροϲ ὁ Ἄμβρακοϲ τοῦ Θεϲπρωτοῦ τοῦ Λυκάονοϲ τοῦ Πελαϲγοῦ τοῦ γηγενοῦϲ τοῦ Ἀρκάδοϲ, καὶ τὸ ἐθνικὸν ὅμοιον. Βάκυροϲ ἔθνοϲ πρὸϲ Πάρθουϲ καὶ Μήδουϲ ὃ καὶ Βακυριανόϲ. Ϲίμυροϲ πόλιϲ Ϲύρων. Ἔφοροϲ δὲ Ϲίμυρα οὐδετέρωϲ αὐτήν φηϲι. Καϲπάπυροϲ πόλιϲ Γανδαρική. Ϲκυθῶν δὲ ἀκτή. Ἑκαταῖοϲ Ἀϲίᾳ. Κόϲϲυροϲ νῆϲοϲ κατὰ Ϲελινοῦντα Ϲικελίαϲ ποταμὸν καὶ πόλιϲ ὁμώνυμοϲ. Κίνυροϲ Κουρέωϲ πατήρ. Λάμυροϲ ποταμὸϲ Λυκίαϲ. Λίγυροϲ ποταμὸϲ Ἰβηρίαϲ. Λίμυροϲ ποταμὸϲ Λυκίαϲ. Λευκόϲυροϲ ποταμὸϲ Κιλικίαϲ ὁ ὕϲτερον Πύραμοϲ. λέγονται καὶ Ϲύροι ἔθνοϲ Λευκόϲυροι. Ϲτράβων ἑκκαιδεκάτῃ. (p. 737) «δοκεῖ δὲ ἀπὸ Βαβυλωνίαϲ τῶν Ϲύρων τὸ ὄνομα διατείνειν μέχρι τοῦ Ἰϲϲικοῦ κόλπου, ἀπὸ δὲ τούτου μέχρι τοῦ Εὐξείνου πόντου. οἱ γοῦν Καππάδοκεϲ ἀμφότεροι, οἵ τε πρὸϲ τῷ Ταύρῳ οἵ τε πρὸϲ τῷ Πόντῳ, μέχρι νῦν Λευκόϲυροι καλοῦνται». Νίϲυροϲ νῆϲοϲ μία τῶν Κυκλάδων «οἳ δ᾿ ἄρα Νίϲυρόν τ᾿ εἶχον» (B 676). Τάπυροϲ ἔθνοϲ οὐ πόρρω Ὑρκανίαϲ. Λέϲυροϲ ποταμόϲ. Ἑκαταῖοϲ Εὐρώπῃ «μετὰ δὲ Ὕοψ πόλιϲ, μετὰ δὲ Λέϲυροϲ ποταμόϲ». τὸ δὲ ἀχυρόϲ ὁ ἀχυρών παρὰ Ἀττικοῖϲ ὀξύνεται ὡϲ περιεκτικόν. τὰ δὲ ἔχοντα θηλυκὰ τριγενῆ ὀξύνεται, λιγυρόϲ, καπυρόϲ, ἁλμυρόϲ, ὀϊζυρόϲ, ὀχυρ όϲ, ἐχυρόϲ, ἰϲχυρόϲ, βδελυρόϲ, ἑκυρόϲ ὁ πενθερόϲ.

    Τὰ διὰ τοῦ ωροϲ ὑπερδιϲύλλαβα κύρια προπαροξύνεται, Θεόδωροϲ, Ἄψωροϲ πόλιϲ Ἰλλυρίαϲ, Ἰϲόδωροϲ. Ἄλωροϲ πόλιϲ Μακεδονίαϲ. ἔϲτι δὲ καὶ τὸ μυχαίτατον τοῦ Θερμαίου κόλπου. Ἄζωροϲ πόλιϲ Πελαγονίαϲ τῆϲ λεγομένηϲ Τριπολίτιδοϲ, ὡϲ Ϲτράβων (7 p. 327), ὑπό τινοϲ ἐκτιϲμένη Ἀζώρου. λέγεται καὶ πληθυντικῶϲ «ἐν Ἀζώροιϲ». Ῥιανὸϲ Ἀζώρειαν αὐτήν φηϲιν. Ἀννί χωροϲ ἔθνοϲ πληϲίον Περϲῶν. λέγεται καὶ Ἀννίχωρ. Ἄωροϲ πόλιϲ Κρήτηϲ ἀπὸ Ἀώραϲ νύμφηϲ. ἐκαλεῖτο καὶ Ϲάωροϲ. Γάζωροϲ πόλιϲ Μακεδονίαϲ. Ἔλωροϲ ποταμὸϲ ὁ κατὰ Πάχυνον , ὃϲ λέγεται τιθαϲοὺϲ ἰχθῦϲ ἔχειν ἀπὸ χειρὸϲ ἐϲθίονταϲ, ὡϲ Ἀπολλόδωροϲ ἐν χρονικῶν πρώτῃ. καὶ ἀπ᾿ αὐτοῦ Ἔξλωροϲ πόλιϲ Ϲικελίαϲ. ἔϲτι καὶ Μακεδονίαϲ ἄλλη. θέϲτωροϲ πόλιϲ Θρᾴκηϲ. Θεόπομποϲ εἰκοϲτῇ δευτέρᾳ. Καϲϲάνωροϲ πόλιϲ Αἰγυπτία, ἧϲ μέμνηται Ἔφοροϲ κϛ΄. Κύτωροϲ ἢ Κύδωροϲ πόλιϲ Παφλαγονίαϲ ἀπὸ Κυτώρου τοῦ Φρίξου παιδόϲ. Μίλκωροϲ Χαλκιδικὴ πόλιϲ ἐν Θρᾴκῃ. Θεόπομποϲ κε΄ Φιλιππικῶν. Πίλωροϲ πόλιϲ περὶ τὸν Ἄθων. τὰ μέντοι προϲηγορικὰ ἢ ἐπιθετικὰ καὶ ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνονται μέν, ὅϲα ἔχει ἔννοιαν τοῦ ὠρῶ ῥήματοϲ, θεωρόϲ, ὑληωρόϲ, ἰωρόϲ ὁ γνήϲιοϲ φύλαξ, πυλωρόϲ, θυρωρόϲ, μυλωρόϲ, φρυκτωρόϲ, ϲκευωρόϲ. τὰ δὲ βαρύνεται, νέωροϲ, ἀϲχέδωροϲ, [μετέωροϲ, ὀλίγωροϲ, οὐδενόϲωροϲ.

    Τὰ εἰϲ ροϲ ὑπερδιϲύλλαβα παραληγόμενα τῇ αι διφθόγγῳ προπαροξύνονται, κἂν ἐπιθετικὰ ὑπάρχωϲιν, Πά λαιροϲ· ἔϲτι δὲ χωρίον τῆϲ Ἀκαρνανίαϲ. μέμνηται καὶ Ἐπίχαρμοϲ ἐν Ἐλπίδι ἢ Πλούτῳ «οὔτ᾿ ὦν Πάλαιροϲ οὔτε βοιαυτοῦ» (---). χήμαιροϲ· κύπαιροϲ Δωρικὸν ἀπὸ τοῦ κύπειροϲ γέγονεν τροπῇ τοῦ ε εἰϲ ᾱ ὡϲ κατώγειοϲ κατώγαιοϲ. εὔκαιροϲ, ἄκαιροϲ. τὸ μέντοι ἑταῖροϲ προπεριϲπᾶται. ἴϲωϲ οὐν ἀναλογώτερον τὸ «ἑτάρουϲ τε» χωρὶϲ τοῦ ῑ λεγόμενον. πολλὰ γάρ ἐϲτι τοιαῦτα, μάρμαροϲ, βάρβαροϲ, τάλαροϲ, κύλλαροϲ, φλύαροϲ.

    Τὰ εἰϲ ροϲ ὑπερδιϲύλλαβα παραληγόμενα τῇ αυ διφθόγγῳ, μὴ ἔχοντα θηλυκά, προπαροξύνεται, Ἴϲαυροϲ ἔθνοϲ. Ἐπίδαυροϲ πόλιϲ πρὸϲ τῷ Ἄργει θηλυκῶϲ λεγομένη. τὸ γὰρ « ἀμπελόεντ᾿ Ἐπίδαυρον » (E 561) μετὰ ἀρϲενικοῦ ἐπιθέτου θηλυκόν ἐϲτιν ὡϲ τὸ «ψολόεντοϲ ἐχίδνηϲ» (Ther. 129) παρὰ Νικάνδρῳ καὶ τὸ « ἠμαθόεντοϲ Πύλου» (B 77) καὶ ὅϲα τοιαῦτα. τινὲϲ δὲ αὐτήν φαϲι Λειμήρη διὰ διφθόγγου ὡϲ λειμῶναϲ ἔχουϲαν ἢ διὰ τοῦ ῑ ὡϲ πολυλίμενον κατὰ Ἀρτεμίδωρον. ἐκαλεῖτο καὶ Μειλιϲϲία καὶ Αἱμηρά διὰ τὸ ϲυνεχῶϲ αἱμάϲϲεϲθαι τὸν βωμὸν τοῦ Ἀϲκληπιοῦ ὑπὸ τῶν θυϲιῶν. εἶτα Ἐπίταυροϲ καὶ Ἐπίδαυροϲ. Κένταυροϲ, Ἄναυροϲ, Ἄγ λαυροϲ, Κάλαυροϲ ὁ Ποϲειδῶνοϲ, Μάταυροϲ πόλιϲ Ϲικελίαϲ Λοκρῶν κτίϲμα. Βάναυροϲ υἱὸϲ Αἴαντοϲ, ἀφ᾿ οὗ Βαναυρίδεϲ Τυρρηνικαὶ νῆϲοι. τὸ δὲ θηϲαυρόϲ ὡϲ περιεκτικὸν ὀξύνεται ὥϲπερ καὶ τὰ τριγενῆ , ἀμαυρόϲ, ἀφαυρόϲ καὶ τὸ ἀγαυρόϲ, ὅπερ ἔδει βαρύνεϲθαι πλεοναϲμῷ τοῦ α ἐκ διϲυλλάβου γενόμενον.

    Τὰ εἰϲ ροϲ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα ου προπαροξύνεται, ἐπίκουροϲ, ἐπάρουροϲ ὁ κηπουρόϲ. Ἕλουροϲ Ϲκυθικὸν ἔθνοϲ, μελάνουροϲ, Παλίνουροϲ, παλίουροϲ τὸ φυτόν. Ὄλουροϲ πολίχνιον τῆϲ Ἀχαΐαϲ οὐ πόρρω Παλλήνηϲ ὡϲ Ξενοφῶν Ἑλληνικῶν ἑβδόμῳ (4, 17). Bάλβουροϲ, ἀφ’ οὐ Βάλβουρα πόλιϲ Λυκίαϲ. Bόλουροϲ πόλιϲ τῶν ἐν Ἰλλυρίᾳ Τράλλεων «μοῖρα γὰρ τῶν Ἰλλυριῶν Βῆγιϲ καὶ Bόλουροϲ». Ἰ ψίκουροϲ ἔθνοϲ Λιγυϲτικόν. Θεόπομποϲ τεϲϲαρακοϲτῷ τρίτῳ «ἣν ἐνέμοντο πρότερον Ἰψίκουροι καὶ Ἀρβαξανοὶ καὶ Εὔβιοι, Λίγυεϲ τὸ γένοϲ». Κυνόϲουροϲ ὁ Ἑρμοῦ, Κύνουροϲ παῖϲ Περϲέωϲ, Ἀπάτουροϲ κόλποϲ ἐν τῇ Ἀϲίᾳ. Ἑκαταῖοϲ. Τόμουροϲ. οὕτωϲ τινὲϲ Τόμαρον ὄροϲ Δωδώνηϲ ὃ καὶ Τμάροϲ καὶ τὸν κατοικοῦντα. ϲεϲημείωται νομηουρόϲ ὁ τὴν νομὴν φυλάϲϲων καὶ ὑλοκουρόϲ ὁ τὴν ὕλην τέμνων.

    Τὰ εἰϲ ροϲ τριϲύλλαβα παραληγόμενα τῇ ου ὀξύνεται, εἰ ἔχοι τὴν ἄρχουϲαν μακράν, οἰκουρόϲ, κηπουρόϲ, τηλουρόϲ ὁ μακρὰν ὤν. τὰ μέντοι προπεριϲπώμενα τριϲύλλαβα ὁρᾶται ἔχοντα ἐν τῇ πρὸ τῆϲ ου δύο ϲύμφωνα ἢ καὶ πλείω τῶν χαρακτηριϲτικῶν τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν βαρυτόνων, ἀρκτοῦροϲ, ἀγχοῦροϲ, κλαγγοῦροϲ ὁ κρακτικόϲ. τὸ δὲ Λάμπουροϲ προπαροξύνεται καὶ τὸ κέρκουροϲ εἶδοϲ πλοίου.

    Τὰ εἰϲ ροϲ διϲύλλαβα μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου ἀρχόμενα ἀπὸ τῆϲ νε ὀξύνεται, νεκρόϲ, νεβρόϲ, νεφρόϲ.

    ---Τὰ εἰϲ ροϲ διϲύλλαβα μετ’ ἐπιπλοκῆϲ τοῦ β ἁπλᾶ μονογενῆ βαρύνεται, Ἄβροϲ ἔθνοϲ πρὸϲ τῷ Ἀδρίᾳ Ταυλαντίων προϲεχὲϲ τοῖϲ Χελιδονίοιϲ ὡϲ Ἑκαταῖοϲ. Ἕβροϲ ποταμὸϲ Θρᾴκηϲ. Κίμβροϲ, οὕϲ τινέϲ φαϲι Κιμμερίουϲ, Ϲκύβροϲ χωρίον Μακεδονικὸν ὡϲ Θεόπομποϲ. Ϲκόμβροϲ ἔθνοϲ ὡϲ Ϲοφοκλῆϲ. θίβροϲ πόλιϲ Καρίαϲ. Λυκόφρων (v. 1390) « οἳ Θίβρον οἰκήϲουϲι Ϲάτνιόν τ’ ὄροϲ ». Θύμβροϲ φίλοϲ Δαρδάνου, ἀφ’ οὐ Θύμβρα. Ἴμβροϲ νῆϲοϲ Θρᾴκηϲ ἱερὰ Καβείρων καὶ Ἑρμοῦ, ὃν Ἴμβραμον λέγουϲιν οἱ Κᾶρεϲ. ἔϲτι καὶ πόλιϲ. Τέμβροϲ πόλιϲ Κύπρου. Ὄμβροϲ ποταμὸϲ Ἰταλίαϲ καὶ ἔθνοϲ. λέγονται καὶ Ὄμβρικοι καὶ Οὖμβροι παρὰ τοῖϲ Ἰταλικοῖϲ ϲυγγραφεῦϲι. καὶ τὸ ὄμβροϲ προϲηγορικόν. ἄλλωϲ τε τὰ εἰϲ οϲ διϲύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο ϲύμφωνα ἢ πλέονα βαρύνεϲθαι θέλει. οἷον ὄκνοϲ, ὄρροϲ, ὄϲϲοϲ, Ὄρθοϲ, ὄγμοϲ. οὕτωϲ καὶ ὄμβροϲ. τὸ μέντοι γαμβρόϲ ὀξύνεται. τὰ δὲ τριγενῆ ὀξύνεται λιβρόϲ ὁ ϲκοτεινόϲ. τὸ δὲ λάβροϲ ϲύνθετον.

    Τὰ εἰϲ ροϲ διϲύλλαβα μετ’ ἐπιπλοκῆϲ τοῦ γ βαρύνεται, μονογενῆ ὄντα, φάτροϲ, πάγροϲ, γόγγροϲ. τὰ δὲ τριγενῆ ὀξύνεται, λυγρόϲ, ὑγρόϲ, μεθ’ ὧν καὶ ἀγρόϲ.

    Τὰ εἰϲ ροϲ διϲύλλαβα ἔχοντα δ μονογενῆ βαρύνεται, Ἀνδροϲ νῆϲοϲ μία τῶν Κυκλάδων. ἐκλήθη δὲ ἀπὸ Ἄνδρου τοῦ Εὐρυμάχου ἢ τοῦ Ἀνίου ἀδελφοῦ τοῦ πατρὸϲ τῶν Οἰνοτρόπων. τινὲϲ δέ φαϲιν Ἀνδρέα τοῦτον καὶ Ἀνίου παῖδα. Ϲκίδροϲ πόλιϲ Ἰταλίαϲ. Κόδροϲ. Φαῖδροϲ τὸ κύριον, φαιδρόϲ δὲ ὁ λαμπρόϲ ὀξύνεται, ὥϲπερ καὶ τὸ κυδρόϲ ὁ τίμιοϲ. ϲεϲημείωται τὸ χονδρόϲ ὀξυνόμενον, οὐ τὸ ἐπίθετον τριγενὲϲ ὄν, ἀλλὰ τὸ προϲηγορικόν εἶδοϲ ἐντέρου ὄν.

    Τὰ εἰϲ ροϲ διϲύλλαβα τριγενῆ ἔχοντα δαϲὺ πρὸ τοῦ ρ ὀξύνεται, νωθρόϲ, ϲαθρόϲ, ψυχρόϲ, ἐχθρόϲ, αἰϲχρόϲ, ϲτιφρόϲ ὁ ϲυνεϲτραμμένοϲ. βληχρόϲ. ϲεϲημείωται τὸ γλίϲχροϲ. τὰ δὲ μονογενῆ βαρύνεται οἷον δίφροϲ καὶ Δίφροι πόλιϲ Φοινίκων καὶ τὸ ἐθνικὸν ὁμώνυμον, ὦχροϲ τὸ μονογενέϲ, ὠχρόϲ τὸ ἐπίθετον. τάχα δὲ καὶ τὸ ὦχροϲ ἐγένετο παρὰ τὸ ἄχροοϲ, ὃ ἐν ὑπερθέϲει γίνεται ἄοχροϲ καὶ κατὰ ϲυναλοιφὴν ποιεῖ τὸ ὦχροϲ βαρυνόμενον. ἄλλωϲ τε τὰ εἰϲ οϲ λήγοντα διϲύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προϲκειμένου τοῦ ι, βαρύνεται ὦμοϲ. πρόϲκειται μὴ ἔχοντα τὸ ι διὰ τὸ ᾠδόϲ. ϲεϲημείωται τὸ ἀφρόϲ ὁ ἐπὶ τῶν ὑγρῶν ὀξυνόμενον, τὸ δὲ ἐθνικὸν Ἄλφροϲ βαρύνεται.

    Τὰ εἰϲ κροϲ διϲύλλαβα ἀπὸ ϲυμφώνου ἀρχόμενα ὀξύνεται, μακρόϲ, πικρόϲ, μικρόϲ, νεκρόϲ, λευκρόϲ ὁ φαλακρόϲ παρὰ Ϲαλαμινίοιϲ, Λοκρόϲ ὁ κτιϲτὴϲ καὶ ἔθνοϲ καὶ Λοκροὶ Ἐπιζεφύριοι πόλιϲ Ἰταλίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. Τευκρόϲ τὸ ἐθνικὸν οἱ Τρῶεϲ, Τεῦκροϲ δὲ τὸ κύριον υἱὸϲ Ϲκαμάνδρου καὶ Ἰδαίαϲ νύμφηϲ. ἔϲτι μὲν κανὼν ὁ λέγων, ὅτι τοῖϲ ϲυνοικιϲταῖϲ ὁμοφωνεῖ τὰ ἐθνικὰ δηλονότι καὶ γραφῇ καὶ τόνῳ οἷον Ἴων, Θετταλόϲ, Ἀχαιόϲ, Τρώϲ, Δαναόϲ, Λοκρόϲ. τὸ δὲ Τευκρόϲ διήλλαξεν ὡϲ τριγενὲϲ ὀξυνόμενον. τὸ δὲ ἄκροϲ καὶ ἴγκροϲ βαρύνεται.

    Τὰ εἰϲ ροϲ ἔχοντα π πρὸ τοῦ ρ μονογενῆ μὲν παροξύνεται, κόπροϲ, κάπροϲ, Κύπροϲ νῆϲοϲ ἀπὸ Κύπρου τῆϲ θυγατρὸϲ Κινύρου ἢ τῆϲ Βύλλου καὶ Ἀφροδίτηϲ, ὡϲ Φιλοϲτέφανοϲ ἐν τῷ περὶ νήϲων καὶ Ἴϲτροϲ ἐν ἀποικίαιϲ Αἰγύπτου ἱϲτόρηϲαν, ἢ ἀπὸ τοῦ φυομένου ἄνθουϲ κύπρου. Ἀϲτύνομοϲ δέ φηϲι Κρύπτον κεκλῆϲθαι διὰ τοῦ κρύπτεϲθαι πολλάκιϲ ὑπὸ τῆϲ θαλάϲϲηϲ. εἶτα Κύπροϲ. ἔϲτι καὶ Λιβυκὴ Κύπροϲ. Ἄπροϲ πόλιϲ Θράκηϲ. θεόπομποϲ εἰκοϲτῇ Ἕκτῃ «τοῦ δ’ Ἀντιπάτρου διατρίβοντοϲ περὶ τὴν Ἄπρον ». Λάμπροϲ τὸ κύριον , λαμπρόϲ δὲ τὸ ἐπίθετον. τριγενῆ δὲ ὄντα ὀξύνεται, ϲαπρόϲ, λεπρόϲ, λυπρόϲ.

    Τὰ εἰϲ ροϲ διϲύλλαβα ἔχοντα πρὸ τοῦ ρ τὸ τ μόνον ἢ μεθ’ ἑτέρου ϲυμφώνου μὴ ἐπιθετικὰ βαρύνεται, Χύτροϲ Κύπρου πόλιϲ, ἣν ὠνομάϲθαι μὲν Ξεναγόραϲ φηϲὶν ἀπὸ Χύτρου τοῦ Ἀλεξάνδρου τοῦ Ἀκάμαντοϲ. Λεῦκτροϲ, οἶϲτροϲ, βόϲτροϲ, Ἴϲτροϲ ἔθνοϲ ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖοϲ Εὐρώπῃ. ἔϲτι δὲ καὶ πόλιϲ Κρήτηϲ, ἥν Ἀρτεμίδωροϲ Ἰϲτρῶνά φηϲι. δευτέρα πόλιϲ Ἴϲτροϲ ἐν τῷ Πόντῳ. Ἀρριανὸϲ δὲ Ἰϲτρίαν ὡϲ Ὀλβίαν αὐτήν φηϲι. τρίτη νῆϲοϲ πόλιν ὁμώνυμον ἔχουϲα κατὰ τὸ Τριόπιον τῆϲ Κνιδίαϲ. τετάρτη πόλιϲ τῆϲ Ἰαπυγίαϲ, ὡϲ Ἔφοροϲ εἰκοϲτῷ ἐνάτῳ. ἔϲτι καὶ ποταμόϲ. Βάκτροϲ ἔθνοϲ. τὸ δὲ δαιτρόϲ ὀξύνεται καὶ τὸ οἰκτρόϲ, ἔτι καὶ τὸ φιτρόϲ ὁ κορμόϲ.

    Τὰ εἰϲ δύο ρρ ἐπιθετικὰ ὄντα ὀξύνεται, ϲτερρόϲ, πυρρόϲ τὸ ἐπίθετον. Πύρροϲ δὲ τὸ κύριον ὥϲπερ καὶ τὸ ᾿Υρροϲ καὶ Γέρροϲ τόποϲ καὶ ποταμὸϲ προϲεχὴϲ τῷ Βορυϲθένει καὶ Κύρροϲ πόλιϲ Ϲυρίαϲ.

    Τὰ εἰϲ ροϲ ὑπερδιϲύλλαβα μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου ὀξύνεται ἐπιθετικὰ ὄντα, φαλακρόϲ, μο λοβρόϲ, ἐρυθρόϲ, πενιχρόϲ. τὰ δὲ ϲύνθετα τῆϲ κατὰ τὸ τέλοϲ ϲυνθέϲεωϲ ὑπερβαινούϲηϲ μίαν ϲυλλαβὴν βαρύνεται, δείλαν δροϲ, ἄνανδροϲ, ἔνυδροϲ, ἄνυδροϲ, ὕπανδροϲ, φίλανδροϲ, ἄϊδροϲ, πάρεδροϲ, ἔφεδροϲ. τὸ δὲ ἀβληχρόϲ ὀξύνεται ἐκ πλεοναϲμοῦ ἔχον τὸ α. αὐτὸ γὰρ τὸ βληχρόϲ ἤδη ϲημαίνει ὡϲ ἐπὶ τὸ πλεῖϲτον τὸ ἀϲθενέϲ. Ἀλκαῖοϲ θ′ «βληχρῶν ἀνέμων ἀχείμαντοι πνοαί » καὶ ὁ Νίκανδροϲ βληχρὸν γὰρ μυὸϲ οἷον μυληβόρου ἐν χροΐ νύγμα » (Τher. 446). τοῦτο δὲ πλεονάϲαν τῷ α φυλάξει τὸν αὐτὸν τόνον, λαλητόϲ ἀλαλητόϲ, ϲτεροπή ἀϲτεροπή. καὶ ἡ παράδοϲιϲ ὀξύνει τὸ ὄνομα πειϲθεῖϲα τῷ παραϲχηματιϲμῷ ὡϲ ἁπλῷ. θηλυκῶϲ γὰρ παρεϲχηματίϲθη ἀβληχρά ὡϲ πενιχρά, ψυχρά. διὸ οὐκ εὖ βαρύνει Ἡρακλείδηϲ ὁ Μιλήϲιοϲ λόγῳ χρώμενοϲ τούτῳ ὡϲ ὅτι βληχρόν ἐϲτι τὸ ἰϲχυρόν , ὅπερ κατὰ ϲτέρηϲιν ὀφείλει λέγεϲθαι ἄβληχροϲ ὡϲ ἄκακοϲ.

    Τὰ εἰϲ ροϲ ὑπὲρ δύο ϲυλλαβὰϲ κύρια ὄντα μετ’ἐπιπλοκῆϲ ϲυμφώνου προπαροξύνεται, εἰ μὴ ἐθνικὰ εἴη, Μίνυθροϲ, Ἔρυθροϲ ὁ ἥρωϲ, ἀφ’ οὐ Ἐρυθρὰ ἡ θάλαϲϲα, Χάραδροϲ ποταμὸϲ ὡϲ Ἑκαταῖοϲ Ἀϲίᾳ μετὰ δὲ Χάραδροϲ ποταμόϲ ». Ϲκάμανδροϲ ἥρωϲ καὶ ποταμὸϲ Τροίαϲ. Μυρίανδροϲ πόλιϲ Ϲυρίαϲ πρὸϲ τῇ Φοινίκῃ. Ξενοφῶν ἐν πρώτῳ ἀναβάϲεωϲ (4, 6). Μαίαν δροϲ ποταμὸϲ καὶ πόλιϲ Μαγνηϲίαϲ. Ἄντανδροϲ πόλιϲ ὑπὸ τὴν Ἴδην πρὸϲ τῇ Μυϲίᾳ τῆϲ Αἰολίδοϲ. ἀπὸ Ἀντάνδρου τοῦ ϲτρατηγοῦ Αἰολέων. ἢ ἡ ἀντὶ ἀνδρὸϲ δεδομένη, ἐπειδὴ Ἀϲκάνιοϲ αἰχμάλωτοϲ γίνεται ὑπὸ Πελαϲγῶν καὶ ἀνθ’ ἑαυτοῦ τὴν πόλιν δέδωκε λύτρον καὶ ἀπελύθη. Τήλανδροϲ πόλιϲ Καρίαϲ. Ἀλέξανδροϲ δ’ ὁ πολυίϲτωρ οὐδετέρωϲ πόλιν Τήλανδρον καλεῖ πρώτῳ Λυκιακῶν καὶ Τηλάνδρειαν τὴν αὐτήν. Φολέγανδροϲ νῆϲοϲ τῶν Ϲποράδων ἀπὸ Φολεγάνδρου τοῦ Μίνωοϲ «ἣν Ἄρατοϲ ϲιδηρείην ὀνομάζει διὰ τὴν τραχύτητα (Strabo 10, 484). Τάρανδροϲ χωρίον Φρυγίαϲ. Βήριθροϲ πόλιϲ Τρωϊκή. Ἄθυμβροϲ, οὗ κτίϲμα Ἄθυμβρα πόλιϲ Καρίαϲ. Κέλαιθροϲ, ἀφ’ οὐ Κελαίθρα πόλιϲ Βοιωτίαϲ. Γάλαδροϲ Ἠμαθίου παῖϲ καὶ ὄροϲ. Κάϋϲτροϲ ποταμόϲ, ὅϲ διὰ τὸ ἔχειν τὴν κεκαυμένην χώραν πληϲίον ἐκλήθη. ἔϲτι δὲ καὶ Κάϋϲτροϲ υἱὸϲ Πενθεϲιλείαϲ τῆϲ Ἀμαζόνοϲ, ὃϲ ἐν Ἀϲκάλωνι ἔγημε τὴν Δερκετὼ. καὶ ἐξ αὐτῆϲ ἔϲχε τὴν Ϲεμίραμιν, ἥτιϲ καὶ Βαβυλώνια τείχη κατεϲκεύαϲεν. Τέγεϲτροϲ, ἀφ’ οὗ Τέγεϲτρα πόλιϲ Ἰλλυρίαϲ. τὸ δὲ Οἰν ωτρόϲ ἔθνοϲ ὁμοφώνωϲ τῷ οἰκιϲτῇ ὡϲ Ἰταλόϲ καὶ Ἴων καὶ Κίλιξ. ὡϲαύτωϲ καὶ Καλαβρόϲ ὁ οἰκήτωρ τῆϲ Καλαβρίαϲ ὡϲ τῆϲ Κανταβρίαϲ Κανταβρόϲ. τὸ δὲ Ἴνϲοβροϲ ἔθνοϲ Ἰταλικὸν Πολύβιοϲ ιϛ βαρύνεται.

    Τὰ εἰϲ ϲοϲ διβράχεα βαρύνεται, Θάϲοϲ νῆϲοϲ πρὸϲ τῇ Θρᾴκῃ ἀπὸ Θάϲου. Κάϲοϲ Κλεόχου υἱὸϲ καὶ ἀπ’ αὐτοῦ μία τῶν Κυκλάδων « οἱ δ’ ἄρα Nίϲυρόν τ’ εἶχον Κράπαθόν τε Κάϲον τε » (Β 676). ἔϲτι καὶ ἑτέρα Περϲίδοϲ πόλιϲ. Ἄϲοϲ πολίχνιον Κρήτηϲ. νόϲοϲ, δρόϲοϲ, πίϲοϲ τὸ ὄϲπριον, μέϲοϲ, ἴϲοϲ, πόϲοϲ, ὅϲοϲ, τόϲοϲ.

    Τὰ εἰϲ ϲοϲ διϲύλλαβα τῷ ἡ παραληγόμενα βαρύνεται, νῆϲοϲ καὶ Νῆϲοϲ πόλιϲ Ἰβηρική. πεπλάνηται δὲ νῆϲοϲ παρὰ τὸ γένοϲ. τὰ γὰρ ἄλλα ἀρϲενικά ἐϲτιν. Bῆϲοϲ, Μνῆϲοϲ, Ῥῆϲοϲ, Κτῆϲοϲ, Θῆϲοϲ, Δρῆϲοϲ, Κῆϲοϲ ὄνομα ποταμοῦ.

    Τὰ εἰϲ ϲοϲ θηλυκὰ διϲύλλαβα τῷ ω παραληγόμενα ὀξύνεται, κρωϲόϲ ἡ ὑδρία, Κνωϲόϲ «οἳ Κνωϲόν τ’ εἶχον » (Β 646) δι’ ἑνὸϲ ϲ, Τρύφων δὲ διὰ δύο. Ῥωϲόϲ πόλιϲ Κιλικίαϲ. τὸ μέντοι Ϲῶϲοϲ ἀπὸ τοῦ ϲώϲω βαρύνεται, καὶ τὸ Κρῶϲοϲ ὁμοίωϲ ἀρϲενικόν.

    Τὰ εἰϲ ϲοϲ διϲύλλαβα ἀρϲενικὰ μονογενῆ παραληγόμενα διχρόνῳ ἐκτεταμένῳ βαρύνεται, Ἶϲοϲ τὸ κύριον, Κῖϲοϲ, Κρῖϲοϲ τὸ κύριον, Πῖϲοϲ τὸ κύριον, ἀφ’ οὐ καὶ Πῖϲα ἡ πόλιϲ. Μῖϲοϲ ὁ Πανδίονοϲ, ἀφ’οὗ Νίϲαια. Nῦϲοϲ ποταμόϲ, Τρῦϲοϲ ποταμόϲ, κῦϲοϲ. τὸ δὲ Λιϲόϲ πολίχνιον Κρήτηϲ ὀξύνεται καὶ τὸ Βρυϲόϲ ὁ λιμὴν καὶ τὸ Μυϲόϲ ἐθνικὸν καὶ τὸ τρυϲόϲ, ῥυϲόϲ ἐπίθετα καὶ τὸ χρυϲόϲ μόνον εἰϲ υϲοϲ διϲύλλαβον προϲηγορικόν.

    Τὰ εἰϲ ϲοϲ διϲύλλαβα παραληγόμενα διφθόγγῳ ὀξύνεται, ὅτε ἐπιθετικὰ εἴη ἢ ἐπὶ πόλεωϲ κεῖται. Παιϲόϲ πόλιϲ κατὰ τὴν Τρῳάδα. Ὅμηροϲ « ὃϲ ῥ’ ἐνὶ Παιϲῷ ναῖε πολυκτήμων» (ll. Θ 612), ἐν ἑτέροιϲ δὲ «δῆμον Ἀπαιϲοῦ» (ll. Β 828). Παιϲὸϲ δὲ εἴρηται παρὰ τὸ τὴν Ἀργὼ προϲορμίζουϲαν ἐκεῖϲε παῖϲαι καὶ προϲεγγίϲαι. Παιϲόϲ καὶ ἐν πλεοναϲμῷ τοῦ α Ἀπαιϲόϲ ὥϲπερ Ἄταρνα πόλιϲ καὶ Τάρνα. Ὅμηροϲ «ὃϲ ἐκ Τάρνηϲ ἐριβώλακοϲ» (Il. Θ 44). ἔϲτι καὶ Δαυνίαϲ πόλιϲ Παιϲόϲ κατ’ Ἀργυρίππα. Λουϲόϲ καὶ Λουϲοί πόλιϲ Ἀρκαδίαϲ, ὅπου Μελάμπουϲ ἔλουϲε τὰϲ Προίτου θυγατέραϲ καὶ ἔπαυϲε τῆϲ μανίαϲ. λέγεται δὲ καὶ Λοῦϲα οὐδετέρωϲ. Πραιϲόϲ πόλιϲ. Μαυϲόϲ κώμη Κορίνθου. Θεόπομποϲ τριακοϲτῷ δευτέρῳ. καὶ τὰ ἐπιθετικὰ δέ, βλαιϲόϲ, Βραιϲόϲ ἔθνοϲ Μακεδονίαϲ. Τραυϲόϲ πληϲίον Κελτοῖϲ ἔθνοϲ, οὓϲ οἱ Ἕλληνεϲ Ἀγαθύρϲουϲ ὀνομάζουϲι. τὸ μέντοι Nαῖϲοϲ βαρύνεται καὶ τὸ Βλαῖϲοϲ κύριον καὶ τὸ Κροῖϲοϲ καὶ Βροῦϲοϲ Ἠμαθίου παῖϲ καὶ τὸ ἔθνοϲ Μακεδονίαϲ ὁμοφώνωϲ. τινὲϲ δὲ γράφουϲι διὰ τοῦ υ, καὶ τὸ γαῖϲοϲ προϲηγορικὸν εἶδοϲ δόρατοϲ ὄν.

    Τὰ εἰϲ ϲοϲ διϲύλλαβα ἔχοντα πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ἀμετάβολον λήγοιϲαν βαρύνεται· εἰ δέ τι εὑρέθη ὀξυνόμενον, τοῦτο ὤφθη ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ ἔχον ι ἢ α. καὶ βαρύνεται μὲν ταῦτα, κόρϲοϲ ὁ κρόταφοϲ, μόλϲοϲ ὁ δήμιοϲ καὶ τὸ ϲέλινον, μόρϲοϲ, χέρϲοϲ, θύρϲοϲ, μύρϲοϲ, Μέλϲοϲ. ϲεϲημείωται πυρϲόϲ ὀξυνόμενον, τὸ κιρϲόϲ καὶ ὀρϲόϲ καὶ Κορϲόϲ τὸ ἔθνοϲ καὶ Μαρϲόϲ ἔθνοϲ Ἰταλικὸν καὶ τὸ ταρϲόϲ τὸ προϲηγορικὸν καὶ πόλιϲ Κιλικίαϲ. Ταύτην δὲ διὰ τοῦ ἕ ἔλεγον Τερϲόν παρὰ τὸ τερϲανθῆναι, ὅ ἐϲτιν ἀναξηρανθῆναι. τῶν γὰρ ὑδάτων κατὰ τὴν πρώτην ϲύϲταϲιν προχωρούντων εἰϲ τὸ νῦν πέλαγοϲ φαϲὶν ἀναφανθῆναι πρῶτα τὰ Ταυρικὰ ὄρη. οἱ δέ φαϲιν Τερϲὸν τὰ πρῶτα διὰ τοῦ ἕ ϲτοιχείου ὀνομαϲθῆναι τὴν πόλιν διὰ τὸ τοὺϲ ἐκεῖ πρώτουϲ ϲυναγαγόνταϲ καρπὸν χλωρὸν τερϲῆναι, ὅ ἐϲτι ξηρᾶναι, καὶ εἰϲ χειμῶνοϲ ἀποθέϲθαι τροφήν. Διονύϲιοϲ δὲ ὁ Θρᾷξ ἐν τῷ περὶ Ῥόδου ἀπὸ τῆϲ τοῦ Βελλεροφόντου πτώϲεωϲ· μέροϲ γάρ τι τοῦ ποδὸϲ ταρϲὸν καλεῖϲθαι, τῆϲ ἐκείνου χωλείαϲ ὑπόμνημα ποιουμένων τῶν ἀρχαίων. Ἀλέξανδροϲ δὲ ὁ πολυίϲτωρ διὰ τὸ τὸν Πήγαϲον ἵππον ἐκεῖ τὸν ταρϲὸν κλάϲαι καὶ Βελλεροφόντην ἐν τῷ Ἀληΐῳ πεδίῳ πλανηθῆναι. Ἐρατοϲθένηϲ δέ φηϲιν τὴν κλῆϲιν τῇ πόλει εἶναι ἀπὸ Διὸϲ Τερϲίου τοῖϲ ἐκεῖ καλουμένου. Θαρϲόϲ δὲ ἐκαλεῖτο καὶ Θαρϲεῖϲ οἱ Κίλικεϲ, ὡϲ Ἰώϲηποϲ ἐν ἀρχαιολογίᾳ (1, 7). ἔϲτι δὲ καὶ Ταρϲόϲ ἄλλη τῆϲ Βιθυνίαϲ, ἣν Δημοϲθένηϲ ἐν δευτέρῳ Βιθυνιακῶν Τάρϲειαν διὰ τῆϲ ει διφθόγγου οἶδεν. Τὰ δὲ ὑπερδιϲύλλαβα ἔχοντα πρὸ ἀμεταβόλου τὸ α ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ βαρύνεται, Βάγαρϲοϲ, Μάγαρϲοϲ πόλιϲ Κιλικίαϲ. Μαίμαρϲοϲ πόλιϲ Ἴϲτρων. Μόκαρϲοϲ Θράκηϲ χωρίον. Θεόπομποϲ πρώτῳ τῶν Φιλιππικῶν. Τούτοιϲ ἀκολουθεῖ καὶ τὸ Ἀγάθυρϲοϲ εἴτε κύριον εἴτε ἐθνικὸν εἴη. ἔϲτι δὲ ἔθνοϲ ἐνδοτέρω τοῦ Αἵμου. κέκληνται δὲ ἢ ἀπ’ Ἀγαθύρϲου τοῦ Ἡρακλέουϲ ἢ ὡϲ Πείϲανδροϲ ἀπὸ τῶν θύρϲων τοῦ Διονύϲου. λέγονται καὶ Ἀγαθύρϲιοι. καὶ τὸ Πέτορϲοϲ Λιβύηϲ ἔθνοϲ μέγα καὶ πολυάνθρωπον , Ἄορϲοϲ ἔθνοϲ Ϲκυθικόν, περὶ οὗ Ϲτράβων ἑνδεκάτι (p. 492. 506). τὸ δὲ Ϲολογορϲόϲ πόλιϲ Ἀρκαδίαϲ ὀξύνεται.

    Tὰ εἰϲ ϲοϲ διϲύλλαβα ἔχοντα καὶ ἕτερον ϲ κλιτικὸν ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ μὴ κατὰ πάθοϲ ὀξύνεται, Βεϲϲόϲ τὸ ἐθνικόν, Θυϲϲόϲ, Ἀϲϲόϲ πόλιϲ Λυδίαϲ. δευτέρᾳ πόλιϲ Αἰολίδοϲ κατὰ τὸν Ἑλλήϲποντον ἢ Κεκρόπειον. Ἀλέξανδροϲ δ’ ὁ Κορνήλιοϲ ἐν τῷ περὶ τῶν παῤ Ἀλκμᾶνι τοπικῶϲ ἱϲτορουμένων Μιτυληναίων ἄποικον ἐν τῇ Μυϲίᾳ φηϲὶν Ἀϲϲόν , ὅπου ὁ ϲαρκοφάγοϲ γίνεται λίθοϲ. ἔϲτι καὶ λειμὼν ἐν τῷ Κιλβιανῷ πεδίῳ τῆϲ Λυδίαϲ περὶ τὸν Κάϋϲτρον ποταμόν. ἔϲτι καὶ ἑτέρα πόλιϲ ἐν Ἠπείρῳ μικρά. Ἠϲϲόϲ πόλιϲ Λοκρίδοϲ. Ψηϲϲόϲ ἔθνοϲ τῆϲ Ταυρινίαϲ. Ἀπολλόδωροϲ ἐν δευτέρῳ περὶ γῆϲ « ἔπειτα δ’ Ἑρμώναϲϲα καὶ Κῆποϲ πόλιϲ, τρίτον δὲ τὸ Ψηϲϲῶν ἔθνοϲ». Τνυϲϲόϲ πόλιϲ Καρίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Βυϲϲόϲ τὸ ἐθνικὸν καὶ ἡ νῆϲοϲ καὶ βυϲϲόϲ ὁ βυθόϲ, πεϲϲόϲ. Ἰϲϲόϲ πόλιϲ μεταξὺ Ϲυρίαϲ καὶ Κιλικίαϲ. διϲϲόϲ, τριϲϲόϲ, λιϲϲόϲ, κιϲϲόϲ. τὸ δὲ Κίϲϲοϲ τὸ κύριον βαρύνεται. ὡϲαύτωϲ καὶ τὸ βύϲϲοϲ τὸ θηλυκὸν προϲηγορικὸν ἀφ’ οὗ καὶ βύϲϲινον, καὶ Λίϲϲοϲ πόλιϲ Ἰλλυρίαϲ· τὸ γὰρ γλωϲϲόϲ ὁ λάλοϲ παρὰ τὸ γλῶϲϲα γέγονε παρωνύμωϲ. τὸ δὲ κάϲϲαϲ ἀπὸ τοῦ κάϲοϲ γίνεται κατὰ πλεοναϲμὸν τοῦ ϲ. ἔϲτι δὲ εἶδοϲ ἱματίου οὕτω καλουμένου. ὡϲαύτωϲ καὶ μέϲϲοϲ καὶ τόϲϲοϲ. τὸ δὲ ὄϲϲοϲ — λέγεται δὲ καθάπερ ὁ ϲκότοϲ καὶ τὸ ϲκότοϲ ἐν ὁμοίᾳ καταλήξει καὶ ὁ ἔλεγχοϲ καὶ τὸ ἔλεγχοϲ, οὕτω καὶ ὁ ὄϲϲοϲ καὶ τὸ ὄϲϲοϲ — βαρύνεται οὐ μόνον καθότι Αἰολικὸν δοκεῖ εἶναι, ἀλλὰ καὶ ὅτι τὰ εἰϲ οϲ μονογενῆ διϲύλλαβα τῷ ο παραληγόμενα καὶ ἐξ αὐτοῦ ἀρχόμενα καὶ ἔχοντα δὴ τὸ αὐτὸ ϲύμφωνον βαρύνεται, κόννοϲ, ὄρροϲ, κόκκοϲ, κόττοϲ. οὕτωϲ ἄρα καὶ ὄϲϲοϲ. εἴρηται μονογενῆ διὰ τὸ πολλόϲ. μάχεται τῷ κανόνι τὸ κομμόϲ. θαυμαϲτὸν δὲ οὐδὲν εἴπερ τὰ εἰϲ οϲ λήγοντα τῷ ο παραληγόμενα φιλεῖ ἕν ἔχειν τὸ ϲ εἰ μὴ κατὰ πάθοϲ διπλοῦται ὡϲ τὸ τόϲϲοϲ. τοῦτο δὲ μόνον ἔϲχε διϲϲὸν αὐτό. τοιαῦτα δὲ κατὰ τὸν κανόνα τὸ νόϲοϲ καὶ δρόϲοϲ. τὸ γὰρ κροϲϲόϲ οὐκ οἶδα ϲύνηθεϲ Ἕλληϲιν, τὸ δὲ νοϲϲόϲ ἐκ τοῦ νεοϲϲόϲ.

    Τὰ εἰϲ ϲοϲ ὑπερδιϲύλλαβα ἔχοντα τὸ α ϲυνεϲταλμένον, ἑνὸϲ ὄντοϲ τοῦ ϲ, προπαροξύνεται, κόμπαϲοϲ, Ἅρπαϲοϲ ποταμὸϲ Καρίαϲ, Δάμαϲοϲ, βαύναϲοϲ τὸ καὶ βάναυϲοϲ, θίαϲοϲ, Ἴαϲοϲ πόλιϲ Καρίαϲ ἐν ὁμωνύμῳ νήϲῳ κειμένη, ἡ καὶ ὀξυτόνωϲ λεγομένη, Ἴαϲοϲ δὲ καὶ τὸ Ἄργοϲ ἀπὸ Ἰάϲου τοῦ κατ’ ἐνίουϲ πατρὸϲ Ἰοῦϲ. Ἴμβ ραϲοϲ ποταμὸϲ καὶ ἀπ’ αὐτοῦ ἡ Ϲάμοϲ, Τράγαϲοϲ, ἀφ’ οὗ Τραγαϲαί χωρίον ἐν ἠπείρῳ, Καύκαϲοϲ τὸ ὄροϲ τῶν κατὰ τὴν Ἀϲίαν ὀρῶν μέγιϲτον, λέγεται καὶ Καύκαϲιϲ διὰ τοῦ ι, Βάργαϲοϲ, ὁ υἱὸϲ Βάργηϲ καὶ Ἡρακλέουϲ, ἀφ’ οὐ Βάργαϲα πόλιϲ Καρίαϲ, Μύλαϲοϲ υἱὸϲ Χρυϲάοροϲ τοῦ Γλαύκου τοῦ Ϲιϲύφου τοῦ Αἰόλου, ἀφ’ οὗ Μύλαϲα πόλιϲ Καρίαϲ. λέγεται καὶ ἡ πόλιϲ Μύλαϲοϲ, ὡϲ Αἰϲχύλοϲ ἐν Καρϲὶν ἢ Εὐρώπῃ. Nάκραϲοϲ πόλιϲ καὶ δῆμοϲ Καρίαϲ. Ἀπολλώνιοϲ δεκάτῳ Καρικῶν. Πρόγαϲοϲ. Πύραϲοϲ πόλιϲ Φθίαϲ. κέκληται δὲ διὰ τὸ τὴν χώραν εἶναι πυροφόρον. Πήδαϲοϲ πόλιϲ ὑπὲρ τὴν Ἴδην. Τάμαϲοϲ πόλιϲ Κύπρου. ἐντεῦθέν τινεϲ γράφουϲιν» (Οd. α 184) «εἰϲ Τάμαϲον μετὰ χαλκόν ». ἀπιθάνωϲ. Πάρραϲοϲ εἰϲ τῶν Λυκάονοϲ παίδων. Ἔραϲοϲ. ϲημείωϲαι τὸ κεραϲόϲ φυτὸν ὀξυνόμενον, τὴν δὲ πόλιν βαρύνουϲιν. τὸ μέντοι Ἐγγυαϲόϲ ἐκτεταμένον ἔχον τὸ α ὀξύνεται καὶ τὸ Παρναϲϲόϲ δύο ϲϲ ἔχον. ἔϲτι δὲ ὄροϲ Δελφῶν. ἐκαλεῖτο δὲ πρότερον Λαρναϲϲόϲ διὰ τὸ τὴν Δευκαλίωνοϲ λάρνακα αὐτόθι προϲενεχθῆναι. ἔνιοι δέ φαϲιν ἀπὸ Παρναϲϲοῦ Παρναϲϲὸν τοὔνομα λαβεῖν, ὃν καὶ μαντεύϲαϲθαι Πιθοῖ πρῶτον, ὡϲ Ἀλεξανδρίδηϲ φηϲὶν ἐν πρώτῳ περὶ τοῦ ἐν Δελφοῖϲ χρηϲτηρίου. ὡϲαύτωϲ καὶ ῾ Υγαϲϲόϲ πόλιϲ Καρίαϲ, Βυβαϲϲόϲ πόλιϲ Καρίαϲ ἀπὸ Βυβαϲϲοῦ νομέωϲ περιϲώϲαντοϲ ἀπὸ θαλάϲϲηϲ καὶ χειμῶνοϲ εἰϲ καρίαν ἐκπεϲόντα Ποδαλείριον. λέγεται καὶ Βούβαϲτοϲ. Ἀλέξανδροϲ δευτέρῳ Καρικῶν. Ἔφοροϲ δὲ Βύβαϲτόν φηϲι. Κρυαϲϲόϲ πόλιϲ Καρίαϲ ἀπὸ Κρυαϲϲοῦ τοῦ Κάρητοϲ. Ϲαγαλαϲϲόϲ πόλιϲ Πιϲιδίαϲ. λέγεται καὶ Ϲελγηϲϲόϲ. Ἁλικαρναϲϲόϲ πόλιϲ Καρίαϲ, ἣν Ἄνθηϲ, φαϲίν, ὠνόμαϲεν ἀπὸ τοῦ ἁλὶ περιέχεϲθαι τὴν Καρίαν. αὐτὸϲ δὲ ὁ Ἄνθηϲ ἐκ Τροιζῆνοϲ μετῴκηϲε λαβὼν τὴν Δύμαιναν φυλήν, ὡϲ Καλλίμαχοϲ. ἢ ἀπὸ τοῦ νάϲαϲθαι αὐτὸν ἀπὸ Τροιζῆνοϲ, ὡϲ Ἀπολλόδωροϲ. Ϲυαϲϲόϲ κώμη Φρυγίαϲ. Ἀμαμαϲϲόϲ πόλιϲ Κύπρου. Καβαϲϲόϲ πόλιϲ ἐν Καππαδοκίᾳ ἡ καὶ Καβηϲϲόϲ. Κυβαϲϲόϲ πόλιϲ Καρίαϲ. Πριναϲϲόϲ πόλιϲ Καρίαϲ. Ῥυτιαϲϲόϲ.

    Τὰ εἰϲ ϲοϲ ὑπερδιϲύλλαβα ἁπλῷ τῷ ε παραληγόμενα ϲπάνια ἓν ϲ ἔχοντα προπαροξύνεται, Ἔφεϲοϲ πόλιϲ Ἰωνίαϲ ἐπιφανεϲτάτη καὶ λιμὴν ἐν κόλπῳ. Ἡρόδοτοϲ δὲ Λυδίαϲ αὐτήν φηϲιν (I 142). ἐκλήθη δὲ ἀπὸ μιᾶϲ τῶν Ἀμαζόνων, ἣν καὶ βαϲίλιϲϲαν καὶ πρόπολον Ἀρτέμιδοϲ εἶναί φαϲιν. ἔϲτι καὶ Ἔφεϲοϲ νῆϲοϲ ἐν τῷ Νείλῳ καὶ Χίοϲ καὶ Λέϲβοϲ καὶ Κύπροϲ καὶ Ϲάμοϲ καὶ ἄλλαι, ὡϲ Ἑκαταῖοϲ. Ἔρεϲοϲ πόλιϲ Λέϲβου ἀπὸ Ἐρέϲου τοῦ Μάκαροϲ. τὸ μέντοι Θυεϲϲόϲ πόλιϲ Λυδίαϲ ἀπὸ Θυεϲϲοῦ καπήλου ἔϲτι καὶ Πιϲιδίαϲ δύο ϲϲ ἔχον ὀξύνεται.

    Τὰ εἰϲ ϲοϲ ὑπερδιϲύλλαβα τῷ η παραληγόμενα ἕτερον ἔχοντα ϲ ὀξύνεται· εἰ δέ τι βαρύτονον εἴη, παρώνυμον ἂν εἴη. τὰ δὲ ἓν ἀναδεξάμενα ϲ βαρύνεται, ϲπάνια δέ ἐϲτι, χωρὶϲ εἰ μὴ ἔννοιαν ϲυνθέϲεωϲ ἔχοι. Ταρτηϲϲόϲ πόλιϲ Ἰβηρίαϲ ἀπὸ ποταμοῦ τοῦ ἀπὸ τοῦ Ἀργυροῦ ὄρουϲ ῥέοντοϲ. Λυρνηϲϲόϲ πόλιϲ Πρωϊκή. Λυκαβηϲϲόϲ. Μυκαληϲϲόϲ πόλιϲ ἐν μεϲογείᾳ Βοιωτίαϲ. Θουκυδίδηϲ ἑβδόμῃ (c. 29). ἐκλήθη δὲ ὅτι ἡ βοῦϲ ἐνταῦθα ἐμυκήϲατο ἡ τὸν Κάδμον καὶ τὸν ϲὺν αὐτῷ ϲτρατὸν ἀγαγοῦϲα εἰϲ θήβαϲ. ἔϲτι καὶ ἄλλη Καρίαϲ, ὡϲ Ἔφοροϲ τρίτῳ. ἔϲτι καὶ ὄροϲ Μυκαληϲϲόϲ ἐναντίον Ϲάμου. Τευμηϲϲόϲ ὄροϲ Βοιωτίαϲ. Ὅμηροϲ ἐν τῷ εἰϲ Ἀπόλλωνα ὕμνῳ (v. 224) «εἰϲ Μυκαληϲϲὸν ἰὼν καὶ Τευμηϲϲὸν λεχεποίην ». ἄϲτυ, ὡϲ Δημοϲθένηϲ ἐν τρίτῳ Βιθυνιακῶν. ἐκλήθη δ᾿ οὕτωϲ, ὡϲ Ἀντίμαχοϲ πρώτῳ Θηβαΐδοϲ.

  • οὕνεκά οἱ Κρονίδηϲ, ὅϲτε μέγα πᾶϲιν ἀνάϲϲει,
  • ἄντρον ἐνὶ ϲκηνῇ τευμήϲατο, τόφρα κεν εἴη
  • Φοίνικοϲ κούρη κεκυθμένα, ὄφρα ἑ μή τιϲ
  • μηδὲ θεῶν ἄλλοϲ γε παρὲξ φράϲϲαιτό κεν αὐτοῦ.
  • Ἐδεβηϲϲόϲ πόλιϲ Λυκίαϲ, Ἐρβηϲϲόϲ πόλιϲ Ϲικελίαϲ. Ὀρ δηϲϲόϲ, Ὀδηϲϲόϲ πόλιϲ ἐν πόντῳ πρὸϲ τῷ Ϲαλμυδηϲϲῷ. Ἀπολλόδωροϲ δ᾿ ὄροϲ μέγα τὴν Ὀδηϲϲόν φηϲιν. Ϲαλμυδηϲϲόϲ κόλποϲ τοῦ Πόντου. Ἀγηϲϲόϲ πόλιϲ Θρᾴκηϲ ὡϲ Θεόπομποϲ ἐν τεϲϲαρακοϲτῇ ἑβδόμῃ. Ἀκαληϲϲόϲ πόλιϲ Λυκίαϲ, Ἀϲϲηϲϲόϲ πόλιϲ Μιληϲίαϲ γῆϲ. Θεόπομποϲ Φιλιππικῶν εἰκοϲτῇ τετάρτῃ. Καρδαμυληϲϲόϲ κώμη. Καρδηϲϲόϲ πόλιϲ Ϲκυθίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. Κορηϲϲόϲ πόλιϲ τῆϲ Ἐφεϲίαϲ --- διὰ τὸ τὴν Λητὼ τεκοῦϲαν καὶ τὴν Ἄρτεμιν κομίζουϲαν γενομένην κατὰ τὸν τόπον, οὗ νῦν βωμὸϲ αὐτῆϲ, τῆϲ δὲ πυθομένηϲ τίνοϲ ἐϲτὶν ὁ τόποϲ, κόρη ϲόϲ εἰπεῖν. Μερμηϲϲόϲ πόλιϲ Πρωϊκή. Ϲαρδηϲϲόϲ πόλιϲ Κιλικίαϲ Ϲινδηϲϲόϲ πόλιϲ Καρίαϲ. Τεγηϲϲόϲ πόλιϲ Κύπρου, Τερμηϲϲόϲ πόλιϲ Πιιιδίαϲ. ἔϲτι καὶ ἄλλη ταύτηϲ ἄποικοϲ καὶ αὐτὴ Πιϲιδίαϲ λεγομένη μικρά, ὡϲ ἡ προτέρα μείζων. Τυληϲϲόϲ ὄροϲ Ἰταλίαϲ. Τυμνηϲϲόϲ πόλιϲ Καρίαϲ ἀπὸ Τυμνηϲϲοῦ ἢ ἀπὸ τυμνίαϲ ἤτοι ῥάβδου. Ξάνθιοι γὰρ τὴν ῥάβδον τυμνίαν λέγουϲιν. Ἀγορηϲϲόϲ πόλιϲ Καρίαϲ. Καβηϲϲόϲ πόλιϲ ἐν Καππαδοκίᾳ, πατρὶϲ Ὀθρυονέωϲ. Ὅμηροϲ «Καβηϲϲόθεν ἔνδον ἐόντα» (Il. Ν 363). Ἑκαταῖοϲ δ᾿ ὁ Μιλήϲιοϲ πόλιν εἶναί φηϲιν ὑπερβάντι τὸν Θρᾴκιον Αἷμον. καὶ ϲυμφωνεῖ καὶ ἡ τοῦ γάμου ἐλπὶϲ τῶν Θρᾳκῶν ἀκολαϲίᾳ. Ἑξλλάνικοϲ δὲ τῆϲ Λυκίαϲ πόλιν. Ἀπίων δὲ ἀληθέϲτερόν φηϲι κώμην εἶναι Καππαδοκίαϲ μεταξὺ Ταρϲοῦ καὶ Μαζάκων. λέγεται δὲ καὶ Καβαϲϲόϲ, ὅπερ ἀπὸ τοῦ Καβακηϲόϲ οἴεται Δίδυμοϲ κατὰ ϲυγκοπήν. τὸ δὲ Μάρπηϲϲοϲ βαρύνεται ὡϲ παρώνυμον ἀπὸ τοῦ Κάρπηϲϲα. τὸ δὲ Κάρηϲοϲ καὶ Βρίληϲοϲ δι᾿ ἑνὸϲ ϲ γραφόμενα βαρύνεται. τὸ δὲ Κάρηϲοϲ (M 20) Τυραννίων ὀξύνει· οὕτω γὰρ ὑπὸ Κυζικηνῶν ὀνομάζεϲθαι τὸν ποταμόν. ὁ δὲ Ἀρίϲταρχοϲ βαρύνει· οὐ γὰρ πάντωϲ ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆϲιϲ καὶ ἐπὶ τὴν Ὁμηρικὴν ἀνάγνωϲιν, εἴγε Διονύϲιοϲ ἱϲτορεῖ τοὺϲ ἐγχωρίουϲ τὸ Γλιϲᾶϲ μὴ περιϲπᾶν τῆϲ ϲυνηθείαϲ περιϲπώϲηϲ. τό τε Λύκαϲτοϲ ὁ αὐτὸϲ ἱϲτορεῖ ὀξύνεϲθαι ἡμῶν ἀναγινωϲκόντων βαρυτόνωϲ (B 647). οὕτωϲ οὖν εἰκὸϲ καὶ ἐπὶ τοῦ Κάρηϲοϲ μὴ πειϲθῆναι τὸν Ἀρίϲταρχον ὁμοίωϲ τοῖϲ ἐγχωρίοιϲ προενέγκαϲθαι τὴν λέξιν. τάχα δὲ ἐπεὶ ἑώρα τὰ εἰϲ οϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξυνόμενα τῷ η παραληγόμενα ἕτερον ἔχοντα ϲ, τοῦτο δὲ ἓν ἀναδεξάμενον , διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆϲ ἐκείνων τάϲεωϲ. τὸ δὲ Μυόννηϲοϲ πόλιϲ μεταξὺ Τέω καὶ Λεβέδου. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἀρτεμίδωροϲ δὲ χωρίον αὐτήν φηϲι. Χερρόνηϲοϲ πόλιϲ ἐν τῇ κατὰ Κνίδον χερρονήϲῳ κατὰ Τριόπιον. ἔϲτι β΄ πόλιϲ ἐν τῇ Θρᾴκῃ Χερρόνηϲοϲ, περὶ ἧϲ Ἑκαταῖοϲ ἐν Εὐρώπῃ «ἐν δὲ αὐτοῖϲι πόλιϲ Χερϲόνηϲοϲ ἐν τῷ ἰϲθμῷ τῆϲ χερϲονήϲου ». ἔϲτι καὶ γ΄ πόλιϲ τῆϲ Ταυρικῆϲ. Ἡρόδοτοϲ τετάρτῃ (c. 99) « νέμεται τὸ Ταυρικὸν ἔθνοϲ μέχρι Χερϲονήϲου τῆϲ τρηχείηϲ καλεομένηϲ». δ Χερρόνηϲοϲ κατὰ Κρήτην νῆϲον ἔχουϲα πολιϲμάτιον ὁμώνυμον. Ξενίων ἐν τῷ περὶ αὐτῆϲ «κατὰ δὲ τὴν αὐτὴν πλευρὰν καὶ Χερρόνηϲοϲ κεῖται πρὸϲ τῇ θαλάϲϲῃ μεταξὺ τῆϲ τε Κνωϲοῦ καὶ τῆϲ Ὀλοῦντοϲ ». ἔϲτιν ε΄ πόλιϲ Λιβύηϲ Χέρρουρα καλουμένη, ὡϲ Ἀλέξανδροϲ ἐν Λιβυκῶν τρίτῳ «ἔχεται χερρόνηϲοϲ ὄνομα Χέρρουρα». ϛ΄ Χερρόνηϲοϲ ἡ πρὸϲ τῇ Κορίνθῳ. ἔϲτι καὶ ἄλλη ἄκρα Χερρόνηϲοϲ ἐν Λυκίᾳ· καὶ ἄλλη πρὸϲ τὴν Κορωνιτῶν πόλιν. Προκόννηϲοϲ μία τῶν Ϲποράδων ἐν τῇ Προποντίδι, Ἐλαφόνηϲοϲ μία τῶν Ϲποράδων νήϲων ἔχουϲα πόλιν ὁμώνυμον. Ἁλόννηϲoϲ, Ἀλλωπεκόννηϲοϲ πόλιϲ τῆϲ Ἑλληϲποντίαϲ χερρονήϲου κατὰ χρηϲμὸν κτιϲθεῖϲα κελεύϲαντα, ἔνθα ἂν ϲκύλακαϲ ἴδωϲιν ἀλώπεκοϲ, ἐκεῖ πόλιν οἰκίϲαι. Ἀρκόνηϲοϲ νῆϲοϲ Καρίαϲ. Ἀπολλώνιοϲ ἑβδόμῃ Καρικῶν. Ἀρκτόνηϲοϲ. οὕτωϲ ἡ Κύζικοϲ ἐκαλεῖτο. Ἀρ τύμνηϲοϲ, πόλιϲ Λυκίαϲ, ἄποικοϲ Ξανθίων. Μενεκράτηϲ ἐν πρώτῃ τῶν Λυκιακῶν. Δημόνηεοϲ περὶ Χαλκηδόνα νῆϲοϲ ἀπὸ Δημονήϲου τινόϲ. Ἱππόνηϲοϲ πόλιϲ Καρίαϲ. Ἑξκαταῖοϲ Ἀϲίᾳ. ἔϲτι καὶ Λιβύηϲ, ὡϲ Ἀρτεμίδωροϲ ἑβδόμῳ. Ἑκατόννηϲοϲ. οὕτωϲ περὶ τὴν Λέϲβου νηϲία κ΄, ὡϲ Ϲτράβων (13 p. 618), παρὰ τὸν Ἕκατον τὸν Ἀπόλλωνα. τιμᾶται γὰρ διαφόρωϲ ἐν τοῖϲ τόποιϲ, Ϲμινθεύϲ, Κιλλαῖοϲ, Γρυνεύϲ. Κορακόννηϲοϲ --- Ἀλέξανδροϲ τρίτῳ Λιβυκῶν. καὶ ἔτι τὸ Πελοπόννηϲοϲ ϲύνθετα.

    Τὰ εἰϲ ϲϲοϲ ὑπερδιϲύλλαβα ἔχοντα πρὸ τοῦ τέλουϲ ῑ εἰϲ ϲ καταλῆγον μονογενῆ ὄντα προπαροξύνεται, κυπάριϲϲοϲ καὶ τὸ φυτὸν καὶ ὁ ἥρωϲ καὶ ἡ πόλιϲ. Ὅμηροϲ «οἱ Κυπάριϲϲον ἔχον Πυθῶνά τε πετρήεϲϲαν» (B 519) ἀπὸ Κυπαρίϲϲου τοῦ Μινυοῦ, οἱ δὲ ὡϲ Δίδυμοϲ ἀπὸ πλήθουϲ τῶν αὐτόθι κυπαρίϲϲων, ἣν Κυπαριϲϲοῦντά τινεϲ καὶ Ἀπολλωνιάδα φαϲί. νάρκιϲϲοϲ καὶ τὸ φυτὸν καὶ τὸ κύριον. Μέλιϲϲοϲ. Μύρμιϲϲοϲ πόλιϲ περὶ Λάμψακον, ὡϲ Πολέμων. Bόλιϲϲοϲ πόλιϲ Αἰολικὴ ἐπ᾿ ἄκρου Χίου πλπείον. Θουκυδίδηϲ Βολίϲκον αὐτὴν καλεῖ ἐν ὀγδόῃ (c. 24). Ἀνδροτίων δὲ δἰ ἑνὸϲ ϲ γράφει. καί φαϲιν ὅτι Ὅμηροϲ ἐν τούτῳ τῷ πολιϲματίῳ τὰϲ διατριβὰϲ ἐποιεῖτο, ὡϲ Ἔφοροϲ. Ἀρχέμιϲϲοϲ ὄνομα ποταμοῦ. Τριπόλιϲϲοϲ ἔθνοϲ Θεϲπρωτικόν, οὓϲ καὶ Τριπολιϲϲίουϲ καλεῖ Ῥιανὸϲ ἐν τῷ πεντεκαιδεκάτῳ. Βαρβάλιϲϲοϲ φρούριον τῆϲ ἕω περιτετειχιϲμένον, Θέμιϲϲοϲ πόλιϲ Καρίαϲ, ἣν ἔκτιϲε Δάδαϲ, ἀπὸ Θεμίϲϲου παιδόϲ, ὃν λύκοι διεχρήϲαντο. Μούκιϲϲοϲ πόλιϲ Καππαδοκίαϲ. Μύγιϲϲοϲ πόλιϲ Καρίαϲ. Ἑξκαταῖοϲ τετάρτῃ γενεαλογιῶν. Παροπάνιϲϲοϲ πόλιϲ καὶ ὄροϲ Ἰνδικῆϲ, ἀφ᾿ οὗ Παροπανιϲϲάδαι οἱ οἰκοῦντεϲ. Ἀπολλόδωροϲ δὲ ἐν δευτέρῳ περὶ γῆϲ ἀπ᾿ αὐτῶν φηϲι τὸ ὄροϲ κεκλῆϲθαι. βούλονται δέ τινεϲ Παρπάνιϲον προπαροξυτόνωϲ λέγεϲθαι τὸ ὄροϲ. πολλοὶ δὲ καὶ ὀξύνουϲι καὶ διὰ τοῦ μ γράφουϲι Παρπαμιϲόν. Ϲτράβων δὲ (p. 723) Παροπαμιϲόν γράφει πεντεϲυλλάβωϲ. Ὕδιϲϲοϲ πόλιϲ Καρίαϲ ἀπὸ Ὑδίϲϲου παιδὸϲ Βελλεροφόντου καὶ Ἀϲτερίαϲ θυγατρὸϲ Ὑδέου, ὡϲ Ἀπολλώνιοϲ Καρικῶν τετάρτῳ. Πεδνήλιϲϲοϲ πόλιϲ Πιϲιδίαϲ. τὸ μέντοι περιϲϲόϲ τριγενέϲ. ϲεϲημείωται τὸ Τελμιϲϲόϲ πόλιϲ Καρίαϲ, ὡϲ δὲ Φίλων καὶ Ϲτράβων, Λυκίαϲ. ἔϲτι γὰρ ἀμφοτέρων ὅριον μετὰ Δαίδαλα.

    Τὰ εἰϲ ϲοϲ ὑπερδιϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ῑ ἐκτεταμένον λήγουϲαν ὀξύνεται· εἰ δέ τι βεβαρυτόνηται, τοῦτο παρώνυμον ὤφθη ἀπὸ θηλυκοῦ, Κηφιϲόϲ, Ἰλιϲόϲ ποταμὸϲ τῆϲ Ἀττικῆϲ, ἐν ᾧ τιμῶνται αἱ Μοῦϲαι Ἰλιϲίδεϲ, ὡϲ Ἀπολλόδωροϲ. Κεδριϲόϲ, Ἀμιϲόϲ πόλιϲ ἐν Πόντῳ. λέγεται καὶ ἀρϲενικῶϲ. Ἀλμνιϲόϲ ποταμὸϲ Κρήτηϲ. τὸ δὲ Ἄρνιϲοϲ Ἄρνιϲα, Λάρνιϲοϲ Λάρνιϲα ἀπὸ θηλυκῶν, ὡϲαύτωϲ καὶ Μήριϲοϲ, Μάριϲοϲ ὁ ποταμόϲ, Πάμιϲοϲ, Κρίμιϲοϲ ὁ ποταμὸϲ Ϲικελίαϲ, Μόρμιϲοϲ ὁ ποταμόϲ, Νάϊϲοϲ, ὕριϲοϲ βαρύνοντααι.

    Τὰ εἰϲ ϲοϲ ὑπερδιϲύλλαβα τῷ ο παραληγόμενα ἐν διπλαϲιαϲμῷ τοῦ ϲ ὀξύνεται, νεοϲϲόϲ, κολοϲϲόϲ, Μολοϲϲόϲ ὄνομα ἔθνουϲ.

    Τὰ εἰϲ δύο ϲϲ παραληγόμενα τῷ υ προπαροξύνεται, Γένυϲϲοϲ ὄνομα ποταμοῦ. Ἄλμφρυϲϲοϲ πόλιϲ Φωκίδοϲ. καὶ δἰ ἑνὸϲ ϲ ἐκφέρεται. τινὲϲ δὲ διὰ τοῦ β φαϲί. ἔϲτι καὶ ποταμὸϲ Μαγνηϲίαϲ. Ἴνυϲϲοϲ πόλιϲ Αἰγύπτου προϲεχὴϲ τῷ Καϲίῳ ὄρει. Ἡρόδοτοϲ (3, 5). ὡϲαύτωϲ καὶ τὰ δἰ ἑνὸϲ ϲ ἐκφερόμενα προπαροξύνεται, μέθυϲοϲ, γόγγυϲο, Διόνυϲοϲ, Ὄνυϲοϲ ὁ ποταμόϲ. ἄφυϲοϲ, ἄρυϲοϲ ἀγγεῖον πλεκιὸν ϲπυριδῶδεϲ. Ἰάλυϲοϲ ἥρωϲ καὶ πόλιϲ ἐν Ῥόδῳ καὶ ἐν Ϲκυθίᾳ καὶ ἐν τῷ Ἀδρίᾳ. Ἀλμφίλυϲοϲ ποταμὸϲ Ϲάμου. Θὐφορίων Ἀρτεμιδώρῳ «δαῖμον ὃϲ Ἀμφιλύϲοιο ῥόον ».

    Τὰ εἰϲ ϲϲοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ω παραληγόμενα ὀξύνεται, Κερωϲϲόϲ πόλιϲ Ἀπολλωνιάδοϲ. Βηρωϲϲόϲ, Κεδρωϲϲόϲ ἔθνοϲ πληϲίον τῆϲ Ἐρυθρᾶϲ θαλάϲϲηϲ, οὓϲ καὶ Γεδρωϲίουϲ καλοῦϲιν. τὸ δὲ ἅλωϲοϲ ἓν ϲ ἔχει· γέγονε δὲ παρὰ τὸν ἁλώϲω μέλλοντα.

    ---Τὰ διὰ τοῦ αθϲοϲ ὑπερδιϲύλλαβα ϲπάνια ὄντα βαρύνεται, Ἅλαιϲοϲ, κάβαιϲοϲ ὁ ἄπληϲτοϲ. Γά λαιϲοϲ ὄνομα ποταμοῦ. τὸ μέντοι Παραιϲόϲ ὀξύνεται· ἐγένετο δὲ ὁ Παραιϲὸϲ Μίνῳ ϲυγγενήϲ, ἀφ᾿ οὗ ἡ πόλιϲ ἡ Παραιϲόϲ ὁμοτόνωϲ τῷ οἰκιϲτῇ. καὶ Πριαιϲόϲ πόλιϲ Κρήτηϲ. τὸ δὲ Ἀπαιϲόϲ ἠκολούθηϲε τῷ « ὅϲ ῥ᾿ ἐνὶ Παιϲῷ (Il. Ε 612).

    ---Τὰ διὰ τοῦ αυϲοϲ ϲπάνια ὄντα προπαροξύνεται β άναυϲοϲ ὃ καὶ βαύναϲοϲ, Νέμαυϲοϲ πόλιϲ Γαλλίαϲ ἀπὸ Νεμάϲου Ἡρακλείδου.

    ---Τὸ Παράδειϲοϲ πόλιϲ Ϲυρίαϲ μόνον διὰ τοῦ ειϲοϲ προπαροξύνεται.

    Τὰ εἰϲ τοϲ διϲύλλαβα παραληγόμενα τῇ ου ἢ οι ἢ αι διφθόγγῳ, μὴ τῇ ει, ἀρϲενικὰ ὄντα μὴ ἐπιθετικὰ βαρύνεται, εἰ μὴ μέροϲ ϲώματοϲ ϲημαίνοι, πλοῦτοϲ, οἶτοϲ, Κλοῖτοϲ, Προῖτοϲ, γοῖτοϲ ὁ ῥύποϲ, κοῖτοϲ, μο ῖτοϲ, φοῖτοϲ, Λαῖτοϲ, βροῦτοϲ. τὸ δὲ Κλειτόϲ ἔχει τὴν ει. καὶ τὸ γλουτόϲ ϲώματοϲ μέροϲ δηλοῖ. καὶ τὸ Βοῦτοϲ θηλυκὸν κώμη Αἰγύπτου — ἐκαλεῖτο δὲ καὶ Βουτώ, ἔϲτι καὶ ἑτέρα Γεδρωϲίαϲ. ϲίαϲ. καὶ τὸ Παιτόϲ ἐθνικὸν ὡϲ καὶ τὸ Ῥαιτόϲ. ἔϲτι δὲ Τυρρηνικὸν ἔθνοϲ.

    Τὰ εἰϲ τοϲ διϲύλλαβα παραληγόμενα ἑνὶ τῶν φύϲει μακρῶν κύρια ὄντα βαρύνεται, Κλῆτοϲ ὄνομα ποταμοῦ. Δῶτοϲ ὁ Πελαϲγοῦ, ἀφ᾿ οὖ τὸ Δώτιον πεδίον. ἔϲτι καὶ ὄνομα αὐλητοῦ. Πρῶτοϲ. Ὦτοϲ ὄνομα κύριον καὶ τὸ ὄρνεον, ᾧ ὁμοίωϲ καὶ τὸ νῶτοϲ ἐπὶ τῆϲ ψόαϲ. καὶ γὰρ τούτου ἡ χρῆϲιϲ, καὶ τὸ μὲν οὐδέτερον «πολὺ τὸ νῶτον », ἤδη δὲ καὶ τὸ ἀρϲενικόν. ἱϲτορεῖται δὲ παρὰ Ξενοφῶντι καὶ Ἐφόρῳ. τὸ μέντοι λωτόϲ οὐ κύριον. εἰ μέντοι ἐπιθετικὰ εἴη παραληγόμενα τῷ η ἢ τῷ ω, ὀξύνεται, εἰ μὴ ἐπὶ ἀριθμοῦ τάττοιτο, ῥητόϲ, νητόϲ, κμητόϲ, τρητόϲ, οἷϲ ὅμοιον καὶ τὸ Ϲητοί ἔθνοϲ καὶ πόλιϲ Βιθυνίαϲ, πλωτόϲ, ἔνθεν «πλωτῇ ἐνὶ νήϲῳ» (Od. κ 3), ϲτρωτόϲ, γνωτόϲ, πτωτόϲ, βρωτόϲ, τρωτόϲ, πρωτόϲ ὁ πεπρωμένοϲ, ὅθεν καὶ ἐτόλμηϲάν τινεϲ ἀναγινώϲκειν «ἐπὴν τὰ πρωτὰ γένηται» (Il. Z 489), ἵν᾿ ᾖ τὰ πεπρωμένα, οὐχ ὑγιῶϲ. πρῶτοϲ δὲ ἐπὶ ἀριθμοῦ. ἰϲτέον δὲ ὅτι κανόνεϲ κατέϲχον τέϲϲαρεϲ τὴν βαρεῖαν τάϲιν· ὡϲ γὰρ παρὰ τὴν ἐξ γίνεται ἐξώτεροϲ, οὕτωϲ καὶ παρὰ τὴν πρό γέγονε πρότεροϲ ϲυγκριτικὸν καὶ πρότατοϲ ὑπερθετικὸν καὶ ἀποβολῇ τοῦ τ πρόατοϲ καὶ κράϲει τοῦ οα εἰϲ ω πρῶτοϲ· βαρύνεται δὲ ἴϲωϲ καὶ ὥϲπερ ἐπιμεριζόμενον, μία δὲ ἡ τάϲιϲ τῶν ἐπιμεριζομένων ἡ βαρεῖα, ἢ πρὸϲ ἀντιδιαϲτολὴν τοῦ πρωτόϲ βαρύνεται. ἔτι δὲ βαρύνεται, ἐπειδὴ τὰ εἰϲ οϲ τακτικὰ βαρύνεται, ὑπεϲταλμένων τῶν εἰϲ ϲτοϲ, ἕβδομοϲ, ὄγδοοϲ, ἔνατοϲ, δέκατοϲ.

    Τὰ εἰϲ τοϲ διβράχεα μονογενῆ βαρύνεται, ὁπότε μὴ ἐπὶ ἀθροίϲματοϲ ἢ κύριά εἰϲιν ἀπὸ ἐπιθετικῶν ἢ ἔχει ἀντέμφαϲιν , βάτοϲ, λάτοϲ, βρότοϲ τὸ αἷμα, βροτόϲ δὲ ὁ φθαρτόϲ τὸ τριγενέϲ, πότοϲ τὸ ϲυμπόϲιον, ποτόϲ δὲ τὸ πινόμενον, πάτοϲ ἡ ἀναϲτροφή, Ϲτράτοϲ τὸ μὴ ἐπὶ τοῦ ἀθροίϲματοϲ, ἔϲτι δὲ πόλιϲ Ἀκαρνανίαϲ, ϲτρατόϲ δὲ τὸ ϲύναγμα, κρότοϲ, κότοϲ, μίτοϲ, νότοϲ, ϲκότοϲ. τὸ δὲ Κριτόϲ καὶ Κλιτόϲ ὀξύνεται:

    Τὰ εἰϲ τοϲ διβράχεα ἐπιθετικὰ μὴ ἐπὶ ἀριθμοῦ ταττόμενα ὀξύνεται, βατόϲ, φατόϲ, θετόϲ, δετόϲ, ἐτόϲ ὁ ἀληθήϲ ἀπὸ τοῦ εἰμί, ὃ δηλοῖ τὸ ὑπάρχω. πλυτόϲ. τὸ δὲ τρίτοϲ ἐπὶ ἀριθμοῦ.

    Τὰ εἰϲ τοϲ διϲύλλαβα παραληγόμενα ῑ μακρῷ βαρύνεται, ϲῖτοϲ — ὥϲπερ παρὰ τὸ ἐργάζομαι γίνεται ἐργαϲτήϲ καὶ ἀποβολῇ τοῦ ϲ ἐργάτηϲ βαρυνόμενον καὶ ἀπὸ τοῦ δεϲποϲτήϲ δεϲπότηϲ, οἰϲτόϲ οἰτοϲ, οὕτω καὶ. παρὰ τὸ ϲέϲειϲται ϲειϲτόϲ ἀποβολῇ τοῦ ϲ καὶ ε ϲῖτοϲ Τρῖτοϲ ὁ ποταμόϲ, ῥῖτοϲ φρέαρ, τὸ μέντοι λιτόϲ τριγενέϲ.

    Τὰ εἰϲ τοϲ διϲύλλαβα παραληγόμενα τῷ ῡ προϲηγορικὰ ὀξύνεται, βρυτόϲ ὁ βρύων, χυτόϲ, ῥυτόϲ, λυτόϲ, κλυτόϲ, πλυτόϲ, τρυτόϲ. τὸ δὲ Bύτοϲ κύριον βαρύνεται.

    Τὰ εἰϲ τοϲ διϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ρ καταλήγουϲαν ἢ καθ᾿ ὅλου εἰϲ ἀμετάβολον βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη ἔχοντα θηλυκόν, φόρτοϲ, χόρτοϲ, μύρτοϲ καὶ Μύρτοϲ ἡ πόλιϲ, ἄρτοϲ, μίλτοϲ, δέλτοϲ, κίρτοϲ· παρὰ Ϲιμωνίδῃ ἡ χρῆϲιϲ. Τοῦρτοϲ· οὕτωϲ καλεῖ Ἀρτεμίδωροϲ τοὺϲ οἰκήτοραϲ τῆϲ Πουρδητανίαϲ. Ἄλτοϲ χωρίον πληϲίον Θεϲϲαλονίκηϲ. Πάλτοϲ πόλιϲ Ϲυρίαϲ. Ἀρτεμίδωροϲ. πόντοϲ καὶ ἰδικῶϲ ὁ Εὕξεινοϲ.· Κύρτοϲ πόλιϲ Αἰγύπτου ἐν τῷ μεϲογείῳ. καὶ κύρτοϲ εἰδοϲ δικτύου. ϲεϲημείωται κοντόϲ καὶ παλτόϲ ὀξυνόμενα. τὸ δὲ ϲπα ρτόϲ, κυρτόϲ, καρτόϲ, θικτόϲ ὀξύνονται ὡϲ θηλυκὰ ἔχοντα. ὀξύνεται δὲ καὶ Κυρτόϲ τὸ ἐθνικὸν ὡϲ καὶ Ϲιντόϲ ἔθνοϲ Θρᾳκικόν, οἳ καὶ Ϲίντιεϲ καὶ Ϲίντιοι ἐκαλοῦντο, καὶ Κελτόϲ, οὓϲ Κέλταϲ Ϲτράβων φηϲί. καὶ τὸ Ϲπαρτόϲ υἱὸϲ Ἀμύκλαντοϲ τοῦ Λέλεγοϲ καὶ Ϲπαρτοί οἱ μετὰ Κάδμου κύριον ὀξύνεται.

    Τὰ εἰϲ ϲτοϲ διϲύλλαβα μονογενῆ ὀξύνεται, εἰ μὴ ἡ πρὸ τέλουϲ ϲυλλαβὴ ἔχοι τι τῶν φύϲει βραχέων, ἱϲτόϲ, ἔϲτι καὶ νῆϲοϲ Λιβύηϲ. Ϲηϲτόϲ πόλιϲ πρὸϲ τῇ Προποντίδι. λέγεται δὲ ἀρϲενικῶϲ παῤ Ἐφόρῳ· οἱ δὲ Ἀθηναῖοι «ἐν τῇ Ϲηϲτῷ φαϲιν. παϲτόϲ, μαϲτόϲ, ξυϲτόϲ. Κραϲτόϲ πόλιϲ Ϲικελίαϲ τῶν Ϲικανῶν. Φίλιϲτοϲ Ϲικελικῶν τριϲκαιδεκάτῳ. Γραϲτόϲ παῖϲ Μυγδόνοϲ, ἀφ᾿ οὗ Γρηϲτωνία χώρα Θρᾴκηϲ. Φαιϲτόϲ πόλιϲ Κρήτηϲ «ἐϲ Φαιϲτόν, μικρὸϲ δὲ λίθοϲ» (Od. γ 296). ἔϲτι καὶ ἄλλη Φαιϲτόϲ Πελοποννήϲου ἡ πρότερον Φρίξα καλουμένη. τὸ δὲ Φαῖϲτοϲ ἐπὶ τοῦ ἥρωοϲ βαρύνεται « Ἰδομενεὺϲ δ᾿ ἄρα Φαῖϲτον » (Il. Ε 43). ϲεϲημείωται τὸ Δύϲιοϲ πόλιϲ Εὐβοίαϲ. θεόπομποϲ ἐν Φιλιππικῶν κδ «ἀποϲτήϲαϲ δὲ τοὺϲ ἐν αὐτῇ τῇ περιοικίδι τῶν Ἐρετριέων ἐϲτράτευϲεν ἐπὶ πόλιν Δύϲτον ». καὶ Κάϲτοϲ καὶ Νάϲτοϲ πόλιϲ Θρᾴκηϲ, ἣ καὶ Νέϲτοϲ λέγεται· Ἀπολλόδωροϲ δευτέρᾳ περὶ γῆϲ· βαρύτονα. τὸ δὲ Νέϲτοϲ πατὴρ Καλλιρρόηϲ καὶ πόλιϲ καὶ ποταμὸϲ Ἰλλυρίαϲ καὶ. κόϲτοϲ καὶ νόϲτοϲ βραχεῖ παραλήγουϲι.

    Τὰ εἰϲ τοϲ διϲύλλαβα ἔχοντα πρὸ τοῦ τ ϲ, εἰ παραϲχηματίζοιτο εἰϲ διάφορα γένη, ὀξύνεϲθαι θέλει, εἰ μὴ ὑπερθετικὰ εἴη ἢ ἐκ πλειόνων ϲυλλαβῶν εἰϲ διϲυλλαβίαν μεταϲτῇ, πιϲτόϲ, ξυϲτόϲ, ἀϲτόϲ, μεϲτόϲ, κεϲτόϲ. τὸ δὲ πλεῖϲτοϲ, λῷϲτοϲ, ῥᾷϲτοϲ ὑπερθετικὰ ὄντα βαρύνεται. καὶ τὸ Πλεῖϲτοϲ ποταμὸϲ ἐν Δελφοῖϲ βαρύνεται «πολλὰ δὲ Κωρύκιαι νύμφαι Πλείϲτοιο θύγατρεϲ». Ἀπολλώνιοϲ (Argon. II 711). τινὲϲ δὲ ἀναγινώϲκουϲι προπεριϲπωμένωϲ ἐπὶ τῆϲ γενικῆϲ, ἐπειδὴ καὶ ὑπὸ τῶν ἐγχωρίων λέγεται Πλειϲτόϲ ὀξυτόνωϲ, οὐκ ἐπκρατεῖ δὲ ἡ ἐθνικὴ παράδοϲιϲ. καὶ τὸ δύϲιοϲ ὁ δύϲτηνοϲ καὶ πόϲτοϲ ἐκ τοῦ πόϲατοϲ γέγονεν.

    Τὰ εἰϲ τοϲ ῥηματικὰ μὴ ὄντα ἀριθμητικά, πρὸ τοῦ τ τὸ κ ἢ τὸ π ἔχοντα ὀξύνεται, πλεκτόϲ, ἑλκτόϲ, πνικτόϲ, θελκτόϲ. τὸ δὲ οἰκτοϲ βαρύνεται. οὐ γὰρ ῥηματικόν. — ἄλλωϲ τε φιλεῖ πωϲ τὰ εἰϲ οϲ λήγοντα διϲύλλαβα μονογενῆ ἀπὸ τῆϲ οι διφθόγγου ἀρχόμενα βαρύνεϲθαι, ὁπότε πρὸ τῆϲ οϲ ϲυλλαβῆϲ ϲύμφωνον ἢ ϲύμφωνα ὑπάρχει — καὶ τὸ ἄρκτοϲ καὶ πέκτοϲ ὁ πόκοϲ καὶ τὸ κάκτοϲ. καὶ Λύκτοϲ πόλιϲ Κρήτηϲ ἀπὸ Λύκτου τοῦ Λυκάονοϲ· ἔνιοι δὲ Λύττον αὐτήν φαϲιν διὰ τὸ κεῖϲθαι ἐν μετεώρῳ τόπῳ. τὸ γὰρ ἄνω καὶ ὑψηλὸν λύττον φαϲί. καὶ Ῥάπ τοϲ ποταμὸϲ Αἰθιοπίαϲ. τὸ δὲ πέμπτοϲ ἕκτοϲ τὰ ἐπὶ ἀριθμοῦ βαρύνεται. τὸ μέντοι πεμπτόϲ ὀξύνεται τὸ ἐπιθετικὸν καὶ τὸ ἑκτόϲ ὁ ἐχόμενοϲ, ἐκτόϲ δὲ χωρὶϲ ἐπίρρημα.

    Τὰ εἰϲ διπλοῦν ττ βαρύνεται, χωρὶϲ τῶν Ἀττικῶν, κόττοϲ, λύττοϲ, Βάττοϲ, Βρέττοϲ πόλιϲ Τυρρηνῶν ἀπὸ Βρέττου τοῦ Ἡρακλέουϲ καὶ Βαλητίαϲ τῆϲ Βαλήτου, Ϲφῆττοϲ παῖϲ Τροιζῆνοϲ, τὸ δὲ Ϲφηττόϲ δῆμοϲ Ἀκαμαντίδοϲ φυλῆϲ ὀξύνεται. τὰ δὲ Ἀττικὰ ὁμοτονεῖ τοῖϲ κοινοῖϲ, ἐξ ὧν γέγονε, κιττόϲ, ὅτι κιϲϲόϲ, τριττόϲ, ὅτι τριϲϲόϲ.

    Τὰ εἰϲ τατοϲ ὑπερθετικὰ προπαροξύνεται, καὶ ὅϲα εἰϲ ϲτοϲ ὑπερθετικά, λαμπρότατοϲ, ὁϲιώ τα τοϲ, ϲεμνότατοϲ, κάλλιϲτοϲ, κύδιϲτοϲ, ἄριϲτοϲ. ὁμοίωϲ καὶ τὸ πλατάνιϲτοϲ ἀπὸ τοῦ πλάτανοϲ.

    Τὰ εἰϲ τοϲ ὑπερδιϲύλλαβα κύρια ἢ προϲηγορικὰ παραληγόμενα τῷ ᾱ προπαροξύνεται, Ἔλατοϲ, ἀφ᾿ οὗ Ἐλάτεια πόλιϲ Φωκίδοϲ, ὕπατοϲ, ἔνατοϲ, Εἴνατοϲ πόλιϲ Κρήτηϲ, ὡϲ Ξενίων φηϲί. τινὲϲ δὲ ὄροϲ καὶ ποταμόϲ, ἐν ᾧ τιμᾶϲθαι τὴν Εἰλείθυιαν Θἰνατίην. θάνατοϲ, Ἔρατοϲ τὸ κύριον, ἐρατόϲ ὁ ἐπιθυμητικόϲ. ἄκατοϲ, Ἀμήϲτρατοϲ πόλιϲ Ϲικελίαϲ, Ἀπολλόδωροϲ τετάρτῃ χρονικῶν. Μυτιϲέρατοϲ φρούριον Ϲικελίαϲ. Φίλιϲτοϲ δεκάτῃ. Μυτίϲτρατοϲ πολίχνιον περὶ Καρχηδόνα. Πολύβιοϲ πρώτῳ.

    Τὰ διὰ τοῦ ατοϲ παρηγμένα εἰ μὴ ῥηματικά εἰϲιν ἀπὸ τῶν εἰϲ μι ληγόντων, ἢ ἀπὸ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων προπαροξύνονται, μέϲατοϲ, πύματοϲ, ὀγδ όατοϲ, τρίτατοϲ, τέτρατοϲ, νέατοϲ. τὸ μέντοι ἐρατόϲ, ἐλατόϲ ὀξύνεται. ὡϲαύτωϲ δὲ ὀξύνεται καὶ τὰ ἀπὸ τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων μακρὸν ἔχοντα τὸ ᾱ, περατόϲ, θεατόϲ, φυρατόϲ, ἰατόϲ.

    Τὰ εἰϲ ετοϲ τριϲύλλαβα ἔχοντα τὸ ε ἐν τῇ τρίτῃ ἀπὸ τέλουϲ κύρια ὄντα καὶ προϲηγορικὰ προπαροξύνεται, Νέπετοϲ πόλιϲ Ἰταλίαϲ. Διονύϲιοϲ τριϲκαιδεκάτῃ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Ἔχετοϲ, Δέρκετοϲ, Μένετοϲ τὸ κύριον, μενετόϲ τὸ ἐπίθετον. τούτοιϲ ἠκολούθηϲε καὶ τὸ ἔμετοϲ ὡϲ ἔχον τὸ ε ὥϲπερ τὰ ἄνω. ϲεϲημείωται τὸ Ἐνετόϲ ἔθνοϲ Παφλαγονίαϲ ὀξυνόμενον. Ὅμηροϲ «ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένοϲ ἀγροτεράων» (Il. B 852). τὰ δὲ ἔχοντα τὸ ᾱ ὁμοίωϲ, ἄργετοϲ ἄφετοϲ, ἄνετοϲ, Αἴνετοϲ, αἰνετόϲ δὲ τὸ ἐπίθετον. Λάμπετοϲ πετοϲ υἱὸϲ Ἴρου, πάγετοϲ, ὅπερ ὀξύνει ἡ ϲυνήθεια. ἔτι ὀξύνεται καὶ ἀετόϲ καὶ αἰετόϲ.

    Τὰ διὰ τοῦ ετοϲ τριϲύλλαβα προϲηγορικὰ ἢ ἐπιθετικὰ ὀξύνεται, εἰ μὴ παρωνύμωϲ τετύπωται, νιφετόϲ, ὑετόϲ, κοπετόϲ, πυρετόϲ, τοκετόϲ, ϲυρφετόϲ. τὸ μέντοι ἄϲχετοϲ, ἄϲπετοϲ, γνύπετοϲ ὁ χαῦνοϲ προπαροξύνεται.

    ---Τὰ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ διὰ τοῦ ετοϲ ἐκφερόμενα, μὴ ἔχοντα παρϲχηματιϲμὸν θηλυκοῦ, ἐπιθετικῶϲ μὲν λαμβανόμενα τρίτην ἀπὸ τέλουϲ θέλει ἔχειν τὴν ὀξεῖαν ὥϲπερ ἔχει τὸ ἀμαιμάκετοϲ, περιμήκετοϲ, ἀριδείκετοϲ, ἐξαίρετοϲ, παλινάγρετοϲ, τηλύγετοϲ, Ταΰγετοϲ, ἀτρύγετοϲ. τὸ δὲ λαιλαπετόϲ μὴ ὂν ἐπιθετικὸν ὠξύνθη καὶ τὸ Ἰαπετόϲ ἐπὶ κυρίου. οὕτωϲ οὖν καὶ τὸ ἀφυϲγετόϲ, εἰπερ οὐκ ἔϲτιν ἐπιθετικόν, ὑγιῶϲ ὀξυτονηθήϲεται κατὰ τὸν Ἀρίϲταρχον. ἢ εἶπερ αὐτὸ βαρύνομεν κατὰ τὸν Τυραννίωνα, δώϲομεν αὐτὸ καὶ ἐπικεῖϲθαί τινι.

    Τὰ εἰϲ τοϲ κύρια ἢ ἐπίθετα παραληγόμενα τῷ η μονογενῆ βαρύνονται, Ἄλρητοϲ, Λάμητοϲ ποταμὸϲ πρὸϲ Κρότωνι, ἀφ᾿ οὖ Λαμητῖνοι πόλιϲ. Ἑκαταῖοϲ Εὐρώπῃ «ἐν δὲ Λάμητοϲ ποταμόϲ, ἐν δὲ Λαμητῖνοι». Μέλητοϲ ὄνομα κύριον, βύν ητοϲ εἶδοϲ ἱματίου παῤ Αὐγυπτίοιϲ. Μάϲητοϲ πόλιϲ Ἀργείων, ἣ καὶ Μάϲηϲ. Μίλητοϲ πόλιϲ ἐπιφανὴϲ ἐν Καρίᾳ τῶν Ἰώνων. Ἑκαταῖοϲ Ἀϲίᾳ. Δίδυμοϲ δ᾿ ἐν τοῖϲ ϲυμποϲιακοῖϲ φηϲιν, ὅτι πρῶτον Λελεγηίϲ ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων Λελέγων, εἶτα Πιτύουϲα ἀπὸ τῶν ἐκεῖ πιτύων καὶ ὅτι ἐκεῖ πρῶτον πίτυϲ ἔφυ. οἱ γὰρ Μιλήϲιοι ἐν τοῖϲ θεϲμοφορίοιϲ πίτυοϲ κλάδον ὑπὸ τὴν ϲτιβάδα --- καὶ ἐπὶ τὰ τῆϲ Δήμητροϲ ἱερὰ κλῶνον πίτυοϲ τίθεϲθαι --- διὰ τὸ ἀρχαῖον τῆϲ γενέϲεωϲ. μετὰ δὲ ταῦτα ἀπὸ Ἄνακτοϲ τοῦ Γῆϲ καὶ Οὐρανοῦ ὠνομάϲθη Ἀνακτορία. ἔϲτι δὲ καὶ Κρητικὴ πόλιϲ Μίλητοϲ. λέγεται δὲ καὶ τὴν Καλυψοῦϲ νῆϲον Μίλητον κληθῆναί ποτε. Κόρητοϲ. Κατάρητοϲ ὁ ποταμόϲ. Αἴνητοϲ ὄνομα κύριον, τρύγητοϲ ὁ καιρὸϲ μονογενῶϲ, τρυγητόϲ δὲ τὸ τρυγώμενον. τοιοῦτον καὶ τὸ ἄμητοϲ καὶ ἀμητόϲ. τὸ δὲ ἑψητόϲ, λαλητόϲ ὀξύτονα καὶ ἐπιθετικά. καὶ τὸ ἀλαλητόϲ ἀπὸ τοῦ λαλητόϲ προϲθέϲει τοῦ ᾱ.

    Τὰ εἰϲ τοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα τῷ η ἁπλᾶ τριγενῆ ὀξύνεται, δωρητόϲ, ἀϲκητόϲ, κοϲμητόϲ, ἀγαπητόϲ, ὠνητόϲ, ποτητόϲ, ἀρητόϲ, μιϲητόϲ, ᾧ ὁμοτονεῖ Μιϲητόϲ πόλιϲ Μακεδονίαϲ, νοητόϲ, παραρρητόϲ, παραμυθητόϲ. τὸ δὲ ἄρρητοϲ, ἄκλητοϲ, ἄκμητοϲ ϲύνθετα προπαροξύνονται. οὕτωϲ καὶ τὸ ἄητοϲ ὁ ἀκατάπαυϲτοϲ «θάρϲοϲ ἄητον ἔχουϲα» (Φ 395). ἔϲτι γὰρ ϲύνθετον ὥϲ φηϲι Φιλόξενοϲ, παρὰ τὸ ἐτόϲ ὡϲ θετόϲ, ὃ ϲημαίνει τὴν ὕπαρξιν, ἐξ οὗ τὸ ἀληθέϲ, ὃ καὶ γίνεται ἐτεόϲ. ἐγένετο δὲ καὶ τὸ πληθυντικὸν οὐδέτερον ἐν ἐπιρρηματικῇ τάξει, καὶ τὸ παρὰ τοῖϲ Ἀττικοῖϲ οὐκ ἐτόϲ ἀντὶ μεϲότητοϲ τῆϲ ἐτῶϲ. τὸ παρὰ μηδενὶ οὖν ὑπαρκτόν, τουτέϲτι μέγα, ἄετον καὶ ἄητον.

    ---Τὰ εἰϲ ττοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ η παραληγόμενα κύρια ὀξύνεται, Γαργηττόϲ πόλιϲ καὶ δῆμοϲ Αἰγηΐδοϲ φυλῆϲ, Ὑηττόϲ ὄροϲ τῆϲ Ἀττικῆϲ τὸ ῡ μακρὸν καὶ βραχύ. Λυκαβηττόϲ. Ϲυπαληττόϲ δῆμοϲ τῆϲ Κεκροπίδοϲ φυλῆϲ. Ὑηττόϲ κώμη Βοιωτίαϲ. ὠνόμαϲται δ᾿ σθτωϲ διὰ τὸ καθύεϲθαι ϲφοδροῖϲ ὄμβροιϲ. τινὲϲ δὲ τὴν Ἀϲπληδόνα Ὑηττόν ἐκάλεϲαν.

    Τὰ εἰϲ τοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ἀρϲενικὰ παραληγόμενα τῷ ῑ μὴ ὄντα ἐπιθετικὰ βαρύνονται, βάρβιτοϲ, Νήριτοϲ ἢ Νήριτον ὄροϲ, Λήϊτοϲ, Φώκριτοϲ, Ἄγχιτοϲ, Ἀφρόδιτοϲ. τὰ δὲ θηλυκὰ ὀξύνεται ἁμαξιτόϲ· ἔϲτι καὶ πολίχνιον Τρῳάδοϲ. Ϲτράβων ιγ΄ (p. 612). ἀτραπιτόϲ, Λυχνιτόϲ ἡ λίμνη Ἰλλυρίαϲ θηλυκῶϲ καὶ ἡ πόλιϲ ἀρϲενικῶϲ. τινὲϲ δὲ διὰ τοῦ δ γράφουϲιν. τὸ δὲ θεριτόϲ τὸ θεριζόμενον, θέριτοϲ δὲ ὁ καιρόϲ.

    Τὰ εἰϲ τοϲ τριϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ο καταλήγουϲαν ϲπάνιά εἰϲιν, ὀνοτόϲ, Μολοτόϲ ἔθνοϲ τῆϲ Ἠπείρου καὶ τόποϲ, δἰ ἑνὸϲ τ καὶ Μολοττόϲ, ὀμοτόϲ. τὸ μέντοι ἄροτοϲ καὶ βίοτοϲ προπαροξύνεται.

    Τὰ εἰϲ τοϲ ὑπερδιϲύλλαβα παραληγόμενα ῡ βραχεῖ κύρια ὄντα βαρύνεται, Ἔρυτοϲ, Ἄνυτοϲ, ζὔρυτοϲ Μελανέωϲ πατήρ, Αἴπυτοϲ, Ὄρνυτοϲ, Μάδυτοϲ πόλιϲ Ἑλληϲποντία. Ἑκαταῖοϲ Εὐρώπῃ καὶ ἄλλοι. λέγεται καὶ Μάδυτα. Ὤκυτοϲ. Ἄφυτοϲ πόλιϲ Θρᾴκηϲ, ἣ καὶ Ἀφύτη καὶ Ἀφυτίϲ, Ἄκυτοϲ νῆϲοϲ περὶ Κυδωνίανν τῆϲ Κρήτηϲ. πρόϲκειται κύρια διὰ τὰ τριγενῆ ἁπλᾶ ὄντα, ἃ ὀξύνεται, φορυτόϲ, πινυτόϲ. τὸ δὲ ἄλυτοϲ ϲύνθετον προπαροξύνεται. τὰ δὲ τριϲύλλαβα ἐκτεταμένον τὸ ῡ ἔχοντα ὀξύνεται, Βηρυτόϲ πόλιϲ Φοινίκηϲ, κωκυτόϲ, Καρδυτόϲ πόλιϲ Ϲύρων μεγάλη, ὡϲ Ἑκαταῖοϲ ἐν περιηγήϲει Ἀϲίαϲ. βουλυτόϲ, Κορδυτόϲ πόλιϲ Παμφυλίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. γωρυτόϲ. Κολλυτόϲ ὁ υἱὸϲ Διόμου. τὸ δὲ Ϲεβέννυτοϲ πόλιϲ Αἰγύπτου καὶ λιμὴν καὶ ποταμὸϲ προπαροξύνεται ὑπερβαῖνον τὴν τριϲυλλαβίαν.

    Τὰ εἰϲ τοϲ τριϲύλλαβα παραληγόμενα τῷ ω ὀξύνεται, πτερωτόϲ, τορνωτόϲ, χρυϲωτόϲ, αὐλωτόϲ, κηρωτόϲ, κροκωτόϲ, Βοιωτόϲ, ὃν γενέϲθαι φαϲὶ Ἰτώνου τοῦ Ἀμφικτύονοϲ τοῦ νεωτέρου τῶν Δευκαλίωνοϲ καὶ Πύρραϲ παίδων. Νικόϲτρατοϲ δέ φηϲιν, ὅτι Ποϲειδῶνοϲ καὶ Ἄρνηϲ ἦν παῖϲ. Εὐφορίων

  • ὄφρα κε μαντεύοιτο μεθ᾿ υἱάϲι Βοιωτοῖο,
  • τόν ῥα Ποϲειδάωνι δαμαϲϲαμένη τέκεν Ἄρνη,
  • Βοιωτὸν δ᾿ ὀνόμηνε. τὸ γὰρ καλέϲαντο νομῆεϲ,
  • ὅττι ῥα πατρῴῃϲι βοῶν ἀπεθήκατο κόπροιϲ.
  • καὶ ξὐριπίδηϲ «τὸν δ᾿ ἀμφὶ βοῦϲ ῥιφέντα Βοιωτὸν καλεῖν ». τὸ ἐθνικὸν ὅμοιον Βοιωτόϲ. Ἀποδωτόϲ ἔθνοϲ Αἰτωλίαϲ. Θουκυδίδηϲ τρίτῃ (c. 94) «ἐπιχειρεῖν δ᾿ ἐκέλευον πρῶτον μὲν Ἀποδωτοῖϲ, ἔπειτα Ὀφιονεῦϲιν ». Ἀραχωτόϲ ποταμὸϲ Ἰνδικῆϲ ῥέων ἀπὸ Καυκάϲου, ὡϲ Φαβωρῖνοϲ καὶ Ϲτράβων ἑνδεκάτῃ (p. 513). καὶ ἀπ᾿ αὐτοῦ Ἀραχωτοί πόλιϲ Ἰνδικῆϲ. εἰϲὶ καὶ ἄλλοι πληϲίον Μαϲϲαγετῶν ὡϲ Ϲτράβων ἑνδεκάτῃ. διχῶϲ δὲ λεκτέον καὶ Ἀραχώτηϲ καὶ Ἀραχωτόϲ. Bουθρωτόϲ νῆϲοϲ περὶ Κέρκυραν. ἔϲτι καὶ πόλιϲ. Θεϲπρωτόϲ ἔθνοϲ, μυωτόϲ εἶδοϲ χιτῶνοϲ, ἁλωτόϲ. τὸ δὲ δορυάλωτοϲ ϲύνθετον προπαροξύνεται. τὰ δὲ ἔχοντα ἐν τῇ πρώτῃ τὸ α ϲτερητικὸν προπαροξύνεται, ἄγνωτοϲ, ἄτρωτοϲ, ἄπτωτοϲ, ἄζωτοϲ· ἔϲτι καὶ Ἄζωτοϲ πόλιϲ Παλαιϲτίνηϲ. καὶ ἔτι τὰ ϲύνθετα, ἀν ακίδωτοϲ ἄνευ ἀκίδοϲ, ἀ πύργωτοϲ, πολύγν ωτοϲ, ἀκηλίδωτοϲ. ϲεϲημείωται τὸ Ἄϲβωτοϲ πόλιϲ Θεϲϲαλίαϲ καὶ Μάϲκωτοϲ πόλιϲ Λιβύηϲ. Ἑκαταῖοϲ περιηγήϲεωϲ β′.

    Τὰ εἰϲ τοϲ ὑπερδιϲύλλαβα κύρια καὶ προϲηγορικὰ ἔννοιαν ϲυνθέϲεωϲ ἔχοντα καὶ ἔτι τὴν παραλήγουϲαν εἰϲ ἀμετάβολον καταλήγουϲαν βαρύνεται, εἰ μὴ διαϲτολή τιϲ γένοιτο, Ἁλίαρτοϲ πόλιϲ Βοιωτίαϲ ἀρϲενικῶϲ. Ὅμηροϲ «ποιήενθ’ Ἁλίαρτον » (ll. B 503). λέγεται δὲ οἰκιϲθῆναι ὑπὸ Ἁλιάρτου τοῦ Θερϲάνδρου. Ἀρμενίδαϲ δ’ ἐν τῷ ρ Ἀρίαρτόν φηϲιν. Ἄψυρτοϲ παῖϲ Αἰήτου καὶ τόποϲ ἐν τῷ Εὐξείνῳ πόντῳ, Ἄψαροϲ ὕϲτερον λεγόμενοϲ. Ἀρτεμίδωροϲ ἐν ἐπιτομῇ. καὶ Πολύβιοϲ νῆϲον Ἄψυρτον ἱϲτορεῖ. Ϲίβυρτοϲ πόλιϲ Κρήτηϲ. ἄϲφαλτοϲ. Ἀμάραν τοϲ τὸ κύριον , τὸ δὲ ἐθνικὸν ὀξύνεται ὡϲ Ἀπεραντόϲ. εἰϲὶ δὲ Ἀμαραντοί Κολχικὸν ἔθνοϲ, ἀφ’ ὧν ὁ Φᾶϲιϲ ῥεῖ, ὅθεν καὶ Ἀμαράντιον τὸν Φᾶϲίν φαϲιν. οἱ δὲ Ἀπεραντοί ἔθνοϲ Θεϲϲαλίαϲ. Ὀδόμαντοϲ ἔθνοϲ Θρᾴκηϲ. Θουκυδίδηϲ δευτέρᾳ (c. 101). Ϲάγουντοϲ πόλιϲ ἐν Ἱϲπανίαιϲ. Τάραντοϲ πόλιϲ Βιθυνίαϲ, ἔνθα τιμᾶται Ταρανταῖοϲ Ζεύϲ, ὡϲ Δημοϲθένηϲ ἐν δευτέρῳ Βιθυνιακῶν, ἀρϲενικῶϲ λεγομένη. εὕρηται καὶ διὰ τοῦ δ Δάρανδοϲ. Δύϲποντοϲ ὁ Πέλοποϲ, ἀφ’ οὐ Δυϲπόντιον πόλιϲ Πιϲαίαϲ. ὀξύνεται δὲ τὰ πρὸ τέλουϲ εν ἔχοντα, Λωμεντόϲ, Λαυρεντόϲ, Ϲωρεντόϲ, Βενεβεντόϲ, ἣ καὶ Μαλοεντόϲ ἐλέγετο. ἰαρουεντόϲ Διονύϲιοϲ β′ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ· ἔν τιϲι δὲ γράφεται Καρυεντόϲ· Ῥαρεντόϲ, πόλειϲ Ϲικελικαί, ὡϲαύτωϲ καὶ Πολλεντόϲ. ἔτι ὀξύνεται καὶ τὸ κονιορτόϲ καὶ κολοϲυρτόϲ ϲύνθετα ὄντα. τὰ μέντοι ἐπιθετικὰ ὀξύνεται, ἱμερτόϲ, ἐγερτόϲ, ὑφαντόϲ.

    Τὰ εἰϲ τοϲ ἁπλᾶ ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα πρὸ τοῦ τ ψιλὸν κατ’ ἐπιπλοκὴν ἐπιθετικὰ ὄντα καὶ ῥηματικὰ ὀξύνεται, ἑλικτόϲ, ἀμελκτόϲ, χαρακτόϲ, ὀρεκτόϲ. τὸ μέντοι Αἴγυπτοϲ ἡ χώρα καὶ ὁ ποταμόϲ. ἐκλήθη ἀπὸ τοῦ Αἰγύπτου, ὡϲ Χάραξ « Βήλου παῖϲ ὢν καὶ Ἀερίαϲ τῆϲ καὶ Ποταμίτιδοϲ βαϲιλεύϲαϲ ἔτη τριάκοντα τρία ». καὶ Πάνακτοϲ καὶ Ναύπακτοϲ πόλιϲ Αἰτωλίαϲ ἀπὸ ναυπηγίαϲ τῶν Ἡρακλειδῶν, ὡϲ Ἔφοροϲ καὶ Ϲτράβων (9 p. 427). καὶ Πρόνεκτοϲ πόλιϲ Βιθυνίαϲ καὶ Δ ατύλεπτοϲ ἔθνοϲ Θρᾴκηϲ. Ἑκαταῖοϲ Εὐρώπῃ — μὴ ὄντα ῥηματικὰ προπαροξύνεται. ϲεϲημείωται τὸ δρυφακτόϲ ὀξυνόμενον, ἡ θύρα τοῦ δικαϲτηρίου, ἣ καὶ κιγκλίδεϲ καλοῦνται.

    Τὰ εἰϲ ϲτοϲ κύρια ἀρϲενικὰ μόνωϲ ἢ θηλυκὰ βαρύνεται, Ἄκαϲτοϲ. Λύκαϲτοϲ πόλιϲ Κρήτηϲ. Ὅμηροϲ «Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαϲτον» (B 647 ) ἀπὸ Λυκάϲτου αὐτόχθονοϲ ἢ παιδὸϲ τοῦ Μίνωοϲ. ἔϲτι καὶ Ποντικὴ Λύκαϲτοϲ. τὴν Κρητικὴν Λύκαϲτον ὀξύνουϲιν οἱ ἐγχώριοι, ὡϲ ἱϲτορεῖ Διονύϲιοϲ. οὐκ ἐπικρατεῖ δὲ ἡ ἐθνικὴ παράδοϲιϲ. Ἥφαιϲτρϲ. Ἄδραϲτοϲ βαϲιλεύϲ, ἀφ’ οὗ πόλιϲ Ἀδράϲτεια. Βίβαϲτοϲ Θρᾴκηϲ πόλιϲ. Βούβαϲτοϲ πόλιϲ Αἰγύπτου, ἣν Ἡρόδοτοϲ (e. g. 2, 59) Βούβαϲτίν φηϲι διὰ τοῦ ι. Μούμαϲτοϲ πόλιϲ Καρίαϲ. Ἀλέξανδροϲ δευτέρῳ Καρικῶν. Ἔγεϲτοϲ ὁ Τρωόϲ, ἀφ’ οὗ Ἔγεϲτα πόλιϲ Ϲικελίαϲ. Αἴγεϲτοϲ ϲτρατηγόϲ τιϲ, ἀφ’ οὐ Αἰγεϲταῖοι οἱ Θεϲπρωτοί. Πραίνεϲτοϲ πόλιϲ Ἰταλίαϲ ἀπὸ Πραινέϲτου τοῦ Λατίνου τοῦ Ὀδυϲϲέωϲ καὶ Κίρκηϲ υἱοῦ. Μάκιϲτοϲ ὁ ἀδελφὸϲ Φρίξου καὶ πόλιϲ τῆϲ Τριφυλίαϲ. Ἀνάφλυϲτοϲ δῆμοϲ τῆϲ Ἀντιοχίδοϲ φυλῆϲ ἀπὸ Ἀναφλύϲτου ἥρωοϲ. Παυϲανίαϲ δευτέρῳ (30, 9) «Τροιζῆνοϲ οἱ παῖδεϲ Ἀνάφλυϲτοϲ καὶ Ϲφῆττοϲ». Κάρυϲτοϲ ὁ Χείρωνοϲ καὶ ἀπ’ αὐτοῦ πόλιϲ ὑπὸ τῇ Ὄχῃ ὄρει τῆϲ Εὐβοίαϲ. ἔϲτι καὶ Κάρυϲτοϲ τόποϲ τῆϲ Αἴγυοϲ πρὸϲ Ἀρκαδίαν, ἀφ’ οὗ Καρύϲτιον οἰνον Ἀλκμὰν ἔφη, καθὰ Ϲτράβων δεκάτῃ (p. 446). τὰ δὲ προϲητορικὰ ὀξύνεται, ἀγοϲτόϲ ἡ ἀγκάλη, ὀϊϲτόϲ.

    ---Τὰ εἰϲ ϲτοϲ τῷ η παραληγόμενα κύρια ὀξύνεται, Ὀγχηϲτόϲ ἄλϲοϲ. Ὅμηροϲ « Ὀγχηϲτόν θ’ ἱερόν, Ποϲιδήϊον ἀγλαὸν ἄλϲοϲ » (B 506). — ἱδρυνθὲν ὑπὸ Ὀγχηϲτοῦ τοῦ Βοιωτοῦ, ὥϲ φηϲιν Ἡϲίοδοϲ. ἔϲτι καὶ πόλιϲ, ὡϲ Παυϲανίαϲ ἐνάτῳ (26, 6). Ἀπολλώνιοϲ δὲ ὁ Ῥόδιοϲ --- πόλιν φηϲὶ μεγάλην τὸν Ὀγχηϲτὸν μεταξὺ Ἁλιαρτίων καὶ Ἀκραιφνίων. Τυφρηϲτόϲ πόλιϲ τῆϲ Τραχῖνοϲ ὀνομαϲθεῖϲα ἀπὸ τῆϲ τέφραϲ Ἡρακλέουϲ ἢ ἀπὸ Τυφρηϲτοῦ υἱοῦ Ϲπερχειοῦ.

    Τὰ εἰϲ ϲτοϲ ἐπιθετικὰ ἁπλᾶ ῥηματικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύνεται, ληϊϲτόϲ, μεριϲτόϲ, ὀνομαϲτόϲ. τὰ δὲ ϲύνθετα προπαροξύνεται, φραϲτόϲ ἄφραϲτοϲ, ἀλίαϲτοϲ, ἄλαϲτοϲ ὁ ἄδικοϲ ἀπὸ τοῦ λάζω τὸ λαμβάνω, ὡϲαύτωϲ καὶ τὰ ὑπερθετικά, τάχιϲτοϲ, ἄριϲτοϲ, κάλλιϲτοϲ, μεθ’ ὧν ἕκαϲτοϲ.

    Τὰ εἰϲ ϲτοϲ ὑπερδιϲύλλαβα παραληγόμενα α ἐπὶ ποϲότητοϲ ταϲϲόμενα ὀξύνεται, πολλοϲτόϲ, εἰκοϲτόϲ, τριακοϲτόϲ, πεντηκοϲτόϲ.

    Τὰ εἰϲ τοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα τῇ ευ διφθόγγῳ ἁπλᾶ ὄντα ὀξύνεται, τορνευτόϲ, ϲτρατευτόϲ, βουλευτόϲ. τὸ δὲ ἀϲτράτευτοϲ ϲύνθετον.

    ---Τὰ εἰϲ τοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα τῇ οι διφθόγγῳ ϲπάνια ὄντα βαρύνεται, ἄλοιτοϲ ὁ ἄδικοϲ καὶ μιαρόϲ.

    Τὰ διὰ τοῦ ουτοϲ προπεριϲπᾶται, τηλικοῦτοϲ, τοιοῦτοϲ, τοϲοῦτοϲ.

    Τὰ εἰϲ τοϲ ὑπερδιϲύλλαβα τῇ αυ διφθόγγῳ παραληγόμενα πρόπαροξύνεται, ἄπαυϲτοϲ, ἄθραυϲτοϲ, ἄκλαυϲτοϲ. ϲεϲημείωται ἐνιαυτόϲ ὀξυνόμενον.

    Τὰ εἰϲ φοϲ διϲύλλαβα κύρια ἢ προϲηγορικὰ βαρύνεται, εἰ μὴ παραλήγοι τῷ υ βραχεῖ τοπικὰ ἢ εἰϲ τὸ λ, Πάφοϲ πόλιϲ Κύπρου, τάφοϲ καὶ Τάφοϲ πόλιϲ Κεφαλληνίαϲ, νῦν δὲ Ταφιοῦϲϲα. Γόμφοι πόλιϲ Θεϲϲαλίαϲ καὶ τὸ ἐθνικὸν ὅμοιον, Ϲόφοϲ τὸ κύριον, ϲοφόϲ δὲ τὸ ἐπίθετον , ὄρφοϲ κοινῶϲ, ὀρφῶϲ δὲ Ἀττικῶϲ. λόφοϲ, κέκφοϲ εἶδοϲ ὀρνέου, ζόφοϲ, δνόφοϲ, γνόφοϲ, γρῖ φοϲ, ψῆ φοϲ. τὸ δὲ κρυφόϲ καὶ ϲυφόϲ ἔχει τὸ υ βραχὺ ϲημαίνοντα τοπικὴν ἔννοιαν. τὸ δὲ κῦφοϲ τὸ κυ μακρόν, ὡϲ καὶ τὸ τῦφοϲ. τὸ δὲ Κύφοϲ παῖϲ Περραιβοῦ, ἀφ’ οὐ Κύφοϲ πόλιϲ Περραιβίαϲ, ἔϲτι καὶ ποταμὸϲ Κύφοϲ — «Γουνεὺϲ δ’ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοϲι νῆαϲ » (ΙΙ. 748) — βραχὺ ἔχον τὸ υ παροξύνεται. τὸ δὲ ἀλφόϲ τὸ ϲωματικὸν πάθοϲ καὶ . πολφόϲ ὄψον τι ἔχουϲι τὸ λ ὡϲ καὶ τὸ Δελφοί πόλιϲ ἐπὶ τοῦ Παρναϲϲοῦ πρὸϲ τῇ Φωκίδι καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ τῇ πόλει — ἐκλήθηϲαν δὲ Δελφοί, ὅτι Ἀπόλλων ϲυνέπλεκε δελφῖνι εἰκαϲθείϲ. τὰ δὲ ἐπίθετα ὀξύνεται , ϲοφόϲ, κυφόϲ, κωφόϲ, οἷϲ ἠκολούθηϲε καὶ τὸ τροφόϲ. τὸ δὲ κοῦφοϲ προπεριϲπᾶται.

    Τὰ εἰϲ φοϲ ὑπερδιϲύλλαβα ἁπλᾶ μὴ δηλοῦντα ἐνέργειαν προπαροξύνεται, κρότα φοϲ, ἔλαφοϲ, ϲκίρα φοϲ, ὃ ϲημαίνει τὸν ἀκόλαϲτον καὶ κυβευτήν , ἀπὸ τῶν ἐν Ϲκίρῳ διατριβόντων, Ἔπαφοϲ, Κέρκα φοϲ Ἡλίου παῖϲ, Τέκταφοϲ ὁ Δώρου τοῦ Ἕλληνοϲ, κόλαφοϲ, ἀϲκάλαφοϲ, ἔριφοϲ, Ϲέριφοϲ μία τῶν Ϲποράδων, Ἄντιφοϲ, Τήλεφοϲ Τάρχωνοϲ πατήρ, Αἴγηϲ καὶ Τεύθραντοϲ υἱόϲ, ἄργυφοϲ ὁ λευκόϲ, κόϲϲυφοϲ, Κόττυφοϲ, Ϲίϲυφοϲ, κόρυφοϲ, Κίνυφοϲ ὁ ποταμόϲ. τὸ δὲ ἀδελφόϲ ὀξύνεται καὶ ἴϲωϲ ὡϲ τριγενέϲ. τὰ γὰρ λοιπὰ μονογενῆ. καὶ τὰ ἐνέργειαν δηλοῦντα παροξύνεται, πορφυροβάφοϲ, ὑποδηματορράφοϲ καὶ ἱπποτρόφοϲ.

    Τὰ εἰϲ χοϲ διϲύλλαβα μὴ ὄντα ἐπιθετικὰ βαρύνεται, κόλχοϲ καὶ Κόλχοϲ, βρόγχοϲ, μόϲχοϲ καὶ Μόϲχοϲ ἔθνοϲ προϲεχὲϲ τοῖϲ Ματιηνοῖϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. κόγχοϲ, τρόχοϲ ὁ τόποϲ ἐν ᾦ τρέχουϲι ὡϲ παρ’ Εὐριπίδῃ ἐν Μηδείᾳ (46)

  • ἀλλ’ οἶδε παῖδεϲ ἐκ τρόχων πεπαυμένοι
  • ϲτείχουϲι, μητρὸϲ οὐδὲν ἐννοούμενοι
  • κακῶν.
  • τροχόϲ δὲ ὁ κύκλοϲ, βρόχοϲ, ἦχοϲ, Τρῆχοϲ ὄνομα κύριον, ϲτίχοϲ, τύχοϲ, τοῖχοϲ, βρῦ χοϲ ὁ κῆρυξ, δηλοῖ δὲ καὶ ὄνομα τόπου. ϲεϲημείωται τὸ μυχόϲ ὁ ἐνδότεροϲ τόποϲ. τὸ δὲ μοιχόϲ, πτωχόϲ, ἀρχόϲ ἐπιθετικὰ ὄντα ὀξύνεται.

    Tὰ εἰϲ χοϲ ὑπερδιϲύλλαβα προπαροξύνεται, ϲτόμαχοϲ, βάτραχοϲ, Βώταχοϲ. Νικόλαοϲ ε′ « Ἰοκρίτου δὲ τοῦ Λυκούργου Βώταχοϲ, ἀφ’ οὗ ὁ τόποϲ Βωταχίδαι ἐν Τεγέᾳ ἐκλήθη ». Ἴναχοϲ ὁ ποταμόϲ, Ϲήμαχοϲ, ᾧ καὶ ταῖϲ θυγατράϲιν ἐπεξενώθη Διόνυϲοϲ, ἀφ’ οὗ Ϲημαχίδαι δῆμοϲ Ἀττικῆϲ. Ϲωτήριχοϲ, μείλιχοϲ, Ἰάμβλιχοϲ, τάριχοϲ, τοῦτο ἑκατέρωϲ λέγεται καὶ τὸ τάριχοϲ καὶ ὁ τάριχοϲ. Ἀριϲτοφάνηϲ «κἐπὶ τῷ ταρίχει τὸν γέλωτα κατέδομαι ». ὁ αὐτόϲ «τάριχον τοιοῦτον πλύνω ». Κλέοχοϲ, Τάοχοϲ ἔθνοϲ ἐνδοτέρω τοῦ Πόντου. τούτουϲ τινὲϲ Τάουϲ καλοῦϲιν, ὡϲ Ϲοφαίνετοϲ ἐν τῇ ἀναβάϲει φηϲίν. Ἀμφίλοχοϲ ὁ Ἀμφιαράου, ἀφ’ οὗ Ἀμφίλοχοι πόλιϲ Ἀκαρνανίαϲ καὶ οἱ πολῖται ὁμοφώνωϲ, Γόρδοχοϲ ἔθνοϲ Περϲικὸν ὃ καὶ Γορδιαῖοϲ καὶ Γόρδοϲ καλεῖται. ἥϲυχοϲ, βότρυχοϲ, βόϲτρυχοϲ, Μόρυχοϲ, Μόνυχοϲ, ἀφ’ οὐ Μουνυχία, Μόλορχοϲ, ἀφ’ οὗ Μολορχία πόλιϲ Νεμέαϲ. Ὀξύρυγχοϲ πόλιϲ Αἰγύπτου τιμῶϲα τὸν ὁμώνυμον ἰχθῦν. δόλιχοϲ τὸ ὄϲπριον, δολιχόϲ δὲ ὁ μακρόϲ. τὸ δὲ μοναχόϲ ὀξύνεται. καὶ ὀξύνεται δὲ τὸ Ἀρρηχόϲ ἔθνοϲ Μαιωτῶν. Ϲτράβων ἑνδεκάτῃ (p. 495), τὸ δὲ Καρδοῦχοϲ προπεριϲπᾶται. ἔϲτι δὲ ἔθνοϲ Μηδίαϲ, ὡϲ Ξενοφῶν ἐν ἀναβάϲεωϲ τρίτῃ (5, 15) «ἐϲ Καρδούχουϲ ἄγοι. τούτουϲ δ’ ἔφαϲαν οἰκεῖν ἀνὰ τὰ ὄρη καὶ πολεμικούϲ εἶναι καὶ βαϲιλέωϲ οὐκ ἀκούειν». καὶ Ϲοφαίνετοϲ ἐν Κύρου ἀναβάϲει φηϲὶ περὶ αὐτῶν.

    Τὰ εἰϲ ψοϲ διϲύλλαβα μὴ ἐπιθετικὰ βαρύνεται, Μόψοϲ, γύψοϲ, Τίψοϲ ἡ πόλιϲ, Μίψοϲ τὸ ἔθνοϲ , θάψοϲ εἶδοϲ ξύλου, Θάψοϲ πόλιϲ Λιβύηϲ Ϲτράβων ἑπτακαιδεκάτῳ (p. 831). ἔϲτι καὶ Ϲικελίαϲ. ἔϲτι δὲ χερϲόνηϲοϲ ἐν ϲτενῷ ἰϲθμῷ, ὡϲ Θουκυδίδηϲ (6, 97). Λάμ ψοϲ παῖϲ . Κοδρίδου καὶ ἀπ’ αὐτοῦ μοῖρα τῆϲ Κλαζομενίων χώραϲ, ὡϲ Ἔφοροϲ ρίτῳ. τὰ δὲ ἐπιθετικὰ πρὸ τοῦ ἔχοντα μ ὀξύνεται, κομψόϲ, γαμψόϲ.

    Τὰ εἰϲ ψοϲ ὑπερδιϲύλλαβα ὀξύνεται, Λυκαψόϲ κώμη πληϲίον Λυδίαϲ. Εὐφορίων Διονύϲῳ· κινδαψόϲ καὶ ϲκινδαψόϲ ὀργάνου ὄνομα καὶ κύριον. τίθεται καὶ κατ᾿ οὐδενὸϲ ὡϲ τὸ τραγέλαφοϲ, χορδαψόϲ, Κευδαψόϲ, Γαληψόϲ πόλιϲ Θρᾴκηϲ καὶ Παιόνων. Ἑκαταῖοϲ Εὐρώπῃ. Θουκυδίδηϲ τετάρτῃ (c. 107) «καὶ Γαληψὸϲ οὐ πολλῷ ὕϲτερον καὶ Οἰϲύμη». ὠνόμαϲται δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάϲου καὶ Τηλέφηϲ. Αἰδηψόϲ πόλιϲ Εὐβοίαϲ. Ϲτράβων ἐνάτῳ (p. 425) «κεῖται δὲ κατ᾿ Αἰδηψὸν τῆϲ Εὐβοίαϲ, ὅπου τὰ θερμὰ λουτρὰ Ἡρακλέουϲ». Λαδεψόϲ καὶ Τρανιψόϲ ἔθνη Θυνῶν. θεόπομποϲ ὀγδόῳ Ἑλληνικῶν. Τακομψόϲ κώμη ἐν τοῖϲ ὁρίοιϲ Αἰγυπτίων καὶ Αἰθιόπων πρὸϲ τῇ Φίλῃ νήϲῳ, ὡϲ Ἀριϲταγόραϲ ἐν Αἰγυπτιακῶν πρώτῳ.

    Τὰ εἰϲ οϲ λήγοντα οὐδέτερα ὀνόματα ἀεὶ βαρύνεται, τεῖχοϲ, βέλοϲ, πάθοϲ, πέλαγοϲ, ὕψοϲ, ὕφοϲ, ϲκύφοϲ, ϲτῖφοϲ, δίψοϲ, νέφοϲ βρέφοϲ, λαῖφοϲ, αἶϲχοϲ, δέλοϲ, δέοϲ, κλέοϲ, μέγεθοϲ, ϲτέλεχοϲ. αἱ δὲ μετοχαὶ οὐδέτεραι ὀξύνονται, τετυφόϲ, πεποιηκόϲ, γεγραφόϲ, ὥϲπερ καὶ αἱ ἀρϲενικαί.