De prosodia catholica
Aelius Herodianus
Aelius Herodianus. Grammatici Graeci, Pars 3, Vol. 1. Lentz, August, editor. Leipzig: Teubner, 1867.
Τὰ εἰϲ υ̅ϲ διϲύλλαβα κύρια ἢ προϲηγορικὰ ἢ ἐθνικὰ βαρύνεται, Λίβυϲ κύριον, τὸ δὲ ἐθνικὸν ὁμοφωνεῖ, ἔϲτι δὲ τριγενὲϲ Λίβυϲ Λίβυϲϲα
Λίβυ, Πόλτυϲ, ἀφ’ οὗ Πολτυμβρία ἡ Πόλτυοϲ πόλιϲ, Ϲῆλυϲ, ἀφ’ οὐ Ϲηλυμβρία, Ζῆλυϲ ὁ ποταμόϲ. Βίθυϲ ὁ Ἄρεοϲ καὶ Ϲίντηϲ, ἀφ’ οὗ Βιθύαι ἔθνοϲ Θρᾴκηϲ, Βλέμυϲ ἔθνοϲ βαρβαρικὸν Λιβύηϲ ἀπὸ Βλέμυοϲ. Φλέγυϲ ἔθνοϲ, ὃ καὶ ὀλεγύαϲ ἢ Φλεγύηϲ, Γόρδυϲ Τριπτολέμου παῖϲ, ἀφ’ οὗ Γορδυαῖα χώρα Περϲική, Γόρτυϲ ἥρωϲ, ἀφ’ οὗ Γόρτυν πόλιϲ Κρήτηϲ, Δίρφυϲ ὄροϲ Εὐβοίαϲ, ὡϲ Εὐφορίων, Κάπυϲ ὁ πατὴρ Ἀγχίϲου. Λίγυϲ ἔθνοϲ Ἰβηρικόν, Μάζυϲ ἔθνοϲ Λιβύηϲ νομαδικόν. Ἑκαταῖοϲ περιηγήϲει. εἰϲὶ δὲ καὶ ἕτεροι Μάξυεϲ καὶ ἕτεροι Μάχλυεϲ. Μάκρυϲ ἔθνοϲ Λιβύηϲ. Ῥιανὸϲ δὲ Μάκριοϲ διὰ τοῦ ῑ τούτουϲ φηϲί. Μίλυϲ ἔθνοϲ Μίλυεϲ γὰρ καὶ Μιλύαι καλοῦνται οἱ πρότερον Ϲόλυμοι, ὡϲ Τιμαγένηϲ ἐν πρώτῳ βαϲιλέων. Ϲάλλυϲ ἔθνοϲ Λιγυϲτικὸν πολεμῆϲαν Ῥωμαίοιϲ, ὡϲ Χάραξ ἐν δεκάτῳ χρονικῶν. βότρυϲ· ἔϲτι δὲ καὶ πόλιϲ Φοινίκηϲ. Ἕρπυϲ, Ἄλυϲ, Φόρκυϲ, μάρτυϲ, ὃ ἡ τῶν Αἰολέων διάλεκτοϲ διὰ τοῦ ρ̄ προφέρει. τὸ ἰχθῦϲ προϲηγορικὸν περιεϲπάϲθη ἀλόγωϲ. οὐδὲν γὰρ εἰϲ υ͞ϲ λῆγον ἀρϲενικὸν ὑπὲρ μίαν ϲυλλαβήν, μὴ ἔχον ὑποκοριϲτικὴν ἔννοιαν, περιϲπᾶϲθαι θέλει. προϲέθηκα δὲ μὴ ὑποκοριϲτικὴν ἔννοιαν διὰ τὸ ἀπφῦϲ. δοκεῖ γὰρ παρὰ τὸ ἀπφάϲ παρωνομάϲθαι. ἔϲτι δὲ καὶ Διονῦϲ παρὰ τοῖϲ κωμικοῖϲ ἐπὶ τοῦ ἐκλύτου ταϲϲόμενον, παρηγμένον ἀπὸ τοῦ Διονύϲου· ὧν οὐδὲ αἱ γενικαὶ παρόμοιοι τῷ προκειμένῳ· ἰχθύοϲ γὰρ λέγεται· οὐ μεμελέτηκε δὲ ἀπφύοϲ λέγεϲθαι. μόνον δὲ διὰ δύο δαϲέων ἐκφέρεται ὁ ἰχθῦϲ, τῶν ἄλλων εἰϲ υ͞ϲ ληγόντων οὐχ οὕτωϲ ἐχόντων, πρόϲκειται τῷ κανόνι ἀρϲενικὸν διὰ τὸ ὀφρῦϲ περιϲπώμενον θηλυκόν, ἔτι δὲ καὶ τὸ ὀϲφῦϲ. ὥϲτε εἰ περιϲπᾶται τὸ ἰχθῦϲ, ἔϲτω θηλυκόν· εἰ δὲ ἀρϲενικόν ἐϲτιν, ὀφείλει ὅμοιον εἶναι τῷ ϲτάχυϲ, βότρυϲ. ἀλλ’ ἐξωμοιώθη τοῖϲ μονοϲυλλάβοιϲ εἰϲ υ͞ϲ τῷ μῦϲ καὶ ϲῦϲ. τὸ δὲ Γηλύϲ ἔθνοϲ Παρθίαϲ ὀξυνόμενον ϲημειῶδεϲ. τὰ γὰρ εἰϲ λ̄ῡϲ̄ λήγοντα καθαρὸν ἔχοντα τὸ ῡ ϲυνεϲταλμένον βαρύνεϲθαι θέλει, θῆλυϲ, φόλυϲ «φόλυεϲ κύνεϲ » παρὰ τῷ Ἀντιμάχῳ, ἔπηλυϲ, νέηλυϲ, ὄλολυϲ τὸ προϲηγορικὸν εἴτε τὸ κύριον, Ζῆλυϲ ὁ ποταμόϲ, ἔγχελυϲ, μόλυϲ. ϲημειώδη ἄρα τὸ πολύϲ κοινὸν καὶ τὸ Γηλύϲ ἀπεξενωμένον. πρόϲκειται δὲ καθαρὸν διὰ τὸ ἀμβλύϲ, ϲυνεϲταλμένον δὲ τὸ ῡ διὰ τὸ ἰλύϲ.Τὰ εἰϲ υ͞ϲ ἁπλᾶ ἐπιθετικὰ διὰ τοῦ ε̄ κλινόμενα τριγενῆ διϲύλλαβα ὄντα ὀξύνεται, ἠΰϲ, ἡδύϲ, ταχύϲ, βραδύϲ, ὠκύϲ, πολύϲ « πολέων κεκορήμεθ’ ἀέθλων » (ψ 350). τὸ δὲ ἥμιϲυϲ προπαροξύνεται. οὐ γὰρ διϲύλλαβον. καὶ τὸ θῆλυϲ προπεριϲπᾶται « θῆλυϲ ἐέρϲη » (Od. ε 467). «Ἥρη θῆλυϲ ἐοῦϲα» (II. Τ 97)· οὐ γὰρ τριγενέϲ· οὐ δύναται γὰρ εἶναι ἀρϲενικὸν τὸ τῆϲ τῶν γυναικῶν φύϲεωϲ κατηγοροῦν. καὶ τὸ πρέϲβυϲ βαρύτονον. μονογενὲϲ ὄν. καὶ τὸ Λίβυϲ. διὰ γὰρ τοῦ ῡ κλίνεται.
Πᾶν εἰϲ υ͞ϲ λῆγον ϲύνθετον ἐπιθετικὸν βαρύνεται, ἔπηλυϲ, νέηλυς, πολύδακρυϲ, μελάνοφρυϲ.
Τὰ εἰϲ υ͞ϲ ἀρϲενικὰ ὑπερδιϲύλλαβα βαρύνεται, ἥμιϲυϲ, πέλεκυϲ, Ῥαδάμανθυϲ, Πάλαμυϲ. ἔϲτι δὲ ὄνομα βαϲιλέωϲ, ὄλολυϲ, ἄϲταχυϲ. ϲεϲημείωται τὸ ἐλαχύϲ ὁ ἐλάχιϲτοϲ ὀξυνόμενον. ὀξύνεται δέ, ἐπεὶ τὰ εἰϲ υ͞ϲ ἔχοντα οὐδετέρου παραϲχηματιϲμὸν παραληγόμενα τῷ ᾱ ὀξύνονται οἷον βραδύϲ, ταχύϲ, πραΰϲ. τὴν οὖν ὀφειλομένην προπαροξύτονον τάϲιν ἐν τῷ θηλυκῷ ἀνεδέξατο « νῆϲοϲ ἔπειτ’ ἐλάχεια» (0d. ι 116).
Τὰ εἰϲ υ͞ϲ θηλυκὰ ϲυνεϲταλμένον ἔχοντα τὸ ῡ καὶ διὰ τοῦ δ̄ο̄ϲ̄ κλινόμενα ὀξύνεται, χλαμύϲ, πηλαμύϲ, κροκύϲ, Καινύϲ νῆϲοϲ πληϲίον Πελωριάδοϲ τῆϲ κατὰ Ϲικελίαν ἄκραϲ, πρὸϲ δύϲιν νεύουϲα. τὰ μέντοι μὴ διὰ τοῦ δ̄ο̄ϲ̄ κλινόμενα βαρύνεται, γένυϲ, πίτυϲ, χέλυϲ, γῆρυϲ, ἀτράφαξυϲ εἶδοϲ λαχάνου, ἄμαξυϲ, κόρυϲ, κώμυϲ, ἔγχελυϲ· οἱ δὲ Ἐγχελεῖϲ ἔθνοϲ Ἰλλυρικὸν ἢ ἀπὸ τοῦ Ἐγχελήϲ ἢ ἀπὸ τοῦ Ἐγχελεύϲ. λέγεται καὶ Ἐγχελέαι ἀπὸ τοῦ Ἐγχελέηϲ ἢ Ἐγχελέαϲ. Μῶλυϲ Λίβυϲϲα πόλιϲ. Ἑκαταῖοϲ περιηγήϲει Λιβύηϲ. Κῶβρυϲ πόλιϲ Θράκηϲ. Θεόπομποϲ Φιλιππικῶν ἐνάτῳ. Αἶγυϲ πόλιϲ Λιγυϲτική, ὡϲ Εὐφορίων.
Πάτραϲυϲ πόλιϲ Ποντικὴ ὡϲ Ἑκαταῖοϲ Ἀϲίᾳ. Πίναμυϲ πόλιϲ Αἰγύπτου.Τὰ εἰϲ υ͞ϲ πάντα ϲύνθετα ϲυνεϲταλμένον ἔχοντα τὸ ῡ προπαροξύνεται, ϲύνοφρυϲ, λεύκοφρυϲ καὶ Λεύκοφρυϲ· οὕτω γὰρ ἐκαλεῖτο ἡ Τένεδοϲ, κάλλιχθυϲ, δίβραχυϲ, ἀρϲενόθηλυϲ, δίπηχυϲ, ἔπηλυϲ, νέηλυϲ.
Τὰ εἰϲ υ͞ϲ θηλυκὰ ἐκτείνοντα τὸ ῡ ὀξύνεται, πληθύϲ, ἐδητύϲ, ὀϊζύϲ, ἐρινύϲ, ἰξύϲ ἡ ῥάχιϲ, ἰϲχύϲ, ἰλύϲ, κλιτύϲ, ἀλητύϲ, ῥυϲτακύϲ, ἀγλύϲ ϲημειῶδεϲ κατὰ κλίϲιν· διὰ γὰρ τοῦ θοϲ ἐκλίθη, οὐ διὰ καθαροῦ τοῦ ο͞ϲ. τὸ δὲ νηδύϲ ποιητικῇ ἀδείᾳ ϲυϲτέλλεται ὡϲ παρὰ Καλλιμάχῳ (h. Dian. 160) « ἔτι οἱ πάρα νηδὺϲ ἐκείνη» καὶ παρ’ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ (356) « καὶ νηδὺν ἐξαμβλοῦμεν ὡϲ αὐτὸϲ λέγει ». ϲεϲημείωται ἐν τοῖϲ θηλυκοῖϲ τὸ ὀφρῦϲ καὶ ὀϲφῦϲ ἡ ῥάχιϲ περιϲπώμενα.
Τὰ εἰϲ υ͞ϲ ὑποκοριϲτικὰ περιϲπῶνται, καμμῦϲ, κλαυϲῦϲ, λαρδῦϲ, Διονῦϲ, ἀπφῦϲ.
Εὑρίϲκεται οὖν τὰ εἰϲ υ͞ϲ ὑπὲρ μίαν ϲυλλαβὴν περιϲπώμενα ὑποκοριϲτικὰ πάντα πλὴν τοῦ ὀϲφῦϲ καὶ ὀφρῦϲ καὶ ἰχθῦϲ. τὸ δὲ ἰξύϲ, εἰ καὶ ἐν τῷ ὀνοματικῷ παρεθέμεθα ὡϲ περιϲπώμενον ἀλόγωϲ ὥϲπερ τὸ δρῦϲ καὶ μῦϲ καὶ ϲῦϲ, ἀλλ’ οὖν ὀξύνεται.
Τὰ εἰϲ α͞ι͞ϲ πολυϲύλλαβα Αἰολικῶϲ λεγόμενα βαρύνεται, Ἀτρείδαιϲ ἀντὶ τοῦ Ἀτρείδηϲ, Ὀρέϲταιϲ, μέλαιϲ ἀντὶ τοῦ μέλαϲ, Θόαιϲ, τάλαιϲ καὶ τὰ ϲύνθετα ἄπαιϲ, εὔπαιϲ, ἀνδρόπαιϲ, ὁμόδαιϲ. καθόλου γὰρ ἡ ͞α͞ι͞ϲ κατάληξιϲ ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν, παῖϲ, ϲταῖϲ, καλαῖϲ ϲοφαῖϲ, μεγάλαιϲ ἀρίϲταιϲ χωρὶϲ τοῦ δαίϲ. τοῦτο γὰρ ὀξύνεται.
Τὰ εἰϲ ε͞ι͞ϲ πολυϲύλλαβα ὀνόματα κοινολεκτούμενα παροξύνεται. ταῦτα δὲ παραλήγεται ἢ τῷ ᾱ, ὡϲ ἔχει τὸ ἀντάειϲ, αὐλάειϲ, ϲκιάειϲ ἢ τῷ ἢ ὡϲ φωνήειϲ, αὐδήειϲ, παχνήειϲ, τιμήειϲ, δαφνήειϲ, Κυπαριϲϲήειϲ πόλιϲ Μαγνηϲίαϲ. Ὅμηροϲ « Κυπαριϲϲήεντα καὶ Ἀμφιγένειαν ἔναιον » (B 593), φθογγήειϲ, τελήειϲ, ἀμφιγυήειϲ, θυήειϲ « βωμόϲ τε θυήειϲ (Θ 48) ἢ κατὰ ϲυϲτολὴν ποιητικὴν τὸ ε̄ ἠχέειϲ, βρωμέειϲ, ἢ τὸ ο̄, ὥϲπερ ἀϲτερόειϲ, ἁρματόειϲ, ἀνεμόειϲ, αἱματόειϲ, δροϲόειϲ, ὑδατόειϲ, πυρόειϲ, Ϲιμόειϲ, ἐρόειϲ, κερόειϲ, τειχιόειϲ· ἔϲτι δὲ καὶ ἐθνικὸν τῆϲ Τειχιοέϲϲηϲ καὶ φρούριον πληϲίον τῆϲ Τραχῖνοϲ. Ταυρόειϲ πόλιϲ Κελτική, Μαϲϲαλιητῶν ἄποικοϲ. Ἀρτεμίδωροϲ ἐν πρώτῳ γεωγραφουμένων φηϲὶν ὅτι ταυροφόροϲ ἦν ἡ ναῦϲ ἡ διακομίϲαϲα τοὺϲ τὴν πόλιν κτίϲανταϲ, οἱ ἀπορριφέντεϲ ἀπὸ τοῦ ϲτόλου τῶν Φωκαέων καὶ προϲενεχθέντεϲ αὐτόθι ἀπὸ τοῦ ἐπιϲήμου τῆϲ νεὼϲ τὴν πόλιν ὠνόμαϲαν. Οπόειϲ πόλιϲ Λοκρῶν τῶν Ἐπικνημιδίων. Μαλόειϲ Ἀπόλλων ἐν Λέϲβῳ καὶ ὁ τόποϲ τοῦ ἱεροῦ Μαλόειϲ ἀπὸ Μήλου τῆϲ Μαντοῦϲ, ὡϲ Ἑλλάνικοϲ ἐν Λιβυκῶν πρώτῳ. ϲκιόειϲ, τερμιόειϲ. ἢ τὸ ω̄ ὡϲ εὐρώειϲ, κητώειϲ, ὠτώειϲ, κηώειϲ. ὅθεν τὸ χαριτόειϲ παρὰ Ἀνακρέοντι ἀναλογώτερόν ἐϲτι τοῦ χαρίειϲ παραληγομένου τῷ ῑ. τὸ δὲ « ὑγίεντα δ’ εἴ τιϲ ὄλβον » (Pind. Ol. V 54) ὁ μὲν Ἀρίϲταρχοϲ ἀναγινώϲκει ὀξύτονον τὴν παραλήγουϲαν ἀντὶ τοῦ ὑγιαίνοντα, τινὲϲ δὲ ὡϲ χαρίεντα. τὸ δὲ ἀντήρειϲ, ὃ λέγεται πᾶν, εἰϲ ὃ ἐρείδεταί τιϲ, ἐϲτὶ θηλυκόν. γράφεται
δὲ κατὰ τὴν παράδοϲιν διὰ τῆϲ ε̄ῑ διφθόγγου καὶ βαρύνεται, τῶν ἄλλων θηλυκῶν ὑπὲρ μίαν ϲυλλαβὴν κοινῶν τὴν ε̄ῑ δίφθογγον ἀποϲτρεφομένων καὶ ὀξυνομένων ὡϲ ῥανίϲ βολίϲ θυρίϲ. αἱ δὲ μετοχαὶ ὀξύνονται τυφθείϲ, τυπείϲ, δαρείϲ. τὸ δὲ κτείϲ ὀξύτονον ὡϲ μονοϲύλλαβον καὶ τὸ κλείϲ. τοῦτο δὲ ἐν τῇ ϲυνθέϲει βαρύνεται οἷον κατάκλειϲ. καὶ οἱ Βοιωτοὶ τὸ η̄ τῶν εἰϲ η͞ϲ εἰϲ ε̄ῑ τρέποντεϲ· ὀξύνουϲι τὰ ὀξύτονα, εὐγενείϲ ἀντὶ εὐγενήϲ, ἀγενείϲ ἀντὶ ἀγενήϲ. τὸ δὲ οὐδείϲ δύο μέρη λόγου εἰϲὶ τό τε οὐ καὶ τὸ δείϲ. οὐδὲ γὰρ ἔϲτι ϲύνθετον. εἰ γὰρ ἦν ϲύνθετον, ἤμελλε πρὸ μιᾶϲ ἔχειν τὸν τόνον. πᾶν γὰρ ὄνομα μονοϲύλλαβον ϲυντιθέμενον ἀναβιβάζει τὸν τόνον παῖϲ εὔπαιϲ, χθών αὐτόχθων, Θρᾷξ Ϲαμόθρᾳξ χωρὶϲ τοῦ πτώξ πολυπτώξ. δηλοῖ δὲ καὶ ἡ γενικὴ ὀξυνομένη. εἰ γὰρ ἦν ἐν ϲυνθέϲει, ἤμελλεν ἡ γενικὴ βαρύνεϲθαι. πᾶϲα γὰρ γενικὴ ὑπὲρ δύο ϲυλλαβὰϲ εἰϲ ο͞ϲ λήγουϲα ἀπέϲτραπται τὴν ὀξεῖαν τάϲιν χωρὶϲ τοῦ γυναικόϲ καὶ θυγατρόϲ.Τὰ εἰϲ α͞υ͞ϲ πολυϲύλλαβα βαρύνονται, χιλιόναυϲ, ὠμόγραυϲ. τὰ δὲ ἁπλᾶ περιϲπῶνται γραῦϲ, ναῦϲ.
Τὰ εἰϲ ε͞υ͞ϲ κοινῶϲ μὲν ὀξύνεται, βαϲιλεύϲ, Πηλεύϲ, Τυδεύϲ, ἀριϲτεύϲ, Περϲεύϲ, Πορθεύϲ, Πρωτεύϲ, ἁλιεύϲ, οἰνεύϲ, Λυγκεύϲ, Ἀχιλλεύϲ, Τηρεύϲ, Θηϲεύϲ, Ὁδυϲϲεύϲ. ἔϲτι καὶ πόλιϲ Ἰβηρίαϲ Ὀδυϲϲεῖϲ ἀρϲενικῶϲ. Βριϲεύϲ, Ἀτρεύϲ. Λεοντεύϲ, Αἰθιοπεύϲ, ἐξ οὗ τὸ Αἰθιοπῆαϲ παρ’ Ὁμήρῳ (Il. Α 423), ἀγυιεύϲ ὁ τοπίτηϲ. λέγονται καὶ ὀβελίϲκοι θεοῖϲ ἀνειμένοι, ὡϲ Εὔπολιϲ. λέγεται καὶ κίων ἀγυιεύϲ εἰϲ ὀξὺ ἀπολήγων, ὁ πρὸ τῶν θυρῶν ἱϲτάμενοϲ. Ἀριϲτοφάνηϲ Θεϲμοφοριαζούϲαιϲ (v. 489) καὶ ὁ Ἀπόλλων ἀγυιεύϲ τουτέϲτιν ὁ ἐφόδιοϲ. Μοψοπιεύϲ, Ἐρετριεύϲ, Φωκαιεύϲ, Θεϲπιεύϲ, Ἀλεξανδρεύϲ, Ἀντιοχεύϲ, Ϲελευκεύϲ, Αἰγιαλεύϲ. εὑρίϲκεται δὲ καὶ αἰγιαλεύϲ ἐπὶ ἰχθύοϲ. Αἰγικορεῖϲ, Ἀργαδεῖϲ φυλαὶ παλαιαί. Αἰθυϲϲεῖϲ ἔθνοϲ Λιβυκὸν Μαρμαρίδαιϲ πάροικον, ὡϲ Ῥιανόϲ. Αἰολεύϲ. οὕτωϲ λέγονται οἱ τὴν Λέϲβον οἰκοῦντεϲ ἀπὸ τῶν Αἰόλου παίδων ὡϲ Δωριεῖϲ ἀπὸ τῶν Δώρου. Ἁλιεῖϲ πόλιϲ Ἀργολικῆϲ παραθαλαϲϲία καὶ τὸ ἐθνικὸν ὁμοίωϲ. Ἔφοροϲ ἐν τῷ ἕκτῳ « Τιρύνθιοί εἰϲιν οὗτοι καὶ ἐξαναϲτάντεϲ ἐβουλεύοντο οἰκεῖν τινα τόπον καὶ ἠρώτων τὸν θεόν. ἔχρηϲε δ’ οὕτωϲ « ποῖ τυ λαβῶν καὶ ποῖ τυ καθίξω καὶ οἴκηϲιν ἔχων ἁλιέα τε κεκλῆϲθαι ». ἐλέγοντο δ’ οὕτωϲ διὰ τὸ πολλοὺϲ τῶν Ἑρμιονέων ἁλιευομένουϲ κατὰ τοῦτο τὸ μέροϲ οἰκεῖν τῆϲ χώραϲ. Ἀντικονδυλεῖϲ οἱ ἐν Βοιωτίᾳ Κολοίφρυγεϲ, ὡϲ Ἀριϲτοφάνηϲ ὁ τοὺϲ Θηβαίων ὥρουϲ γεγραφώϲ. Αὺϲεῖϲ ἔθνοϲ Λιβύηϲ. Ἀπολλόδωροϲ δευτέρᾳ περὶ γῆϲ καὶ Ἡρόδοτοϲ ἐν τετάρτῃ (c. 180). Γαργαρεῖϲ ἔθνοϲ, ὃ μίγνυται ταῖϲ Ἀμαζόϲιν, ὡϲ Ϲτράβων
ια′ (p. 504). Γονεῖϲ πόλιϲ Θρᾴκηϲ καὶ οἱ κατοικοῦντεϲ ὁμοίωϲ. Γουνεύϲ ὁ ἀπόγονοϲ Κύφου, ἀφ’ οὗ Γόννοι πόλιϲ Περραιβίαϲ. Διανεῖϲ ἔθνοϲ Γαλατικόν, Ἐρατοϲθένηϲ ἐν δ’ Γαλατικῶν. Δωριεῖϲ — καὶ οἱ Κρῆτεϲ Δωριεῖϲ ἐκαλοῦντο « Δωριέεϲ τε τριχάϊκεϲ δῖοί τε Πελαϲγοί (Οd. τ 177), περὶ ὧν ἱϲτορεῖ Ἄνδρων, Κρητὸϲ ἐν τῇ νήϲῳ βαϲιλεύοντοϲ Τέ-κταφον τὸν Δώρου τοῦ Ἐλληνοϲ, ὁρμήϲαντα ἐκ τῆϲ ἐν Θετταλίᾳ τότε μὲν Δωρίδοϲ νῦν δὲ Ἱϲτιαιώτιδοϲ καλουμένηϲ, ἀφικέϲθαι εἰϲ Κρήτην μετὰ Δωριέων τε καὶ Ἀχαιῶν καὶ Πελαϲγῶν τῶν οὐκ ἀπαράντων εἰϲ Τυρρηνίαν. Ἐλαιεύϲ δῆμοϲ τῆϲ Ἱπποθοωντίδοϲ φυλῆϲ, ὡϲ Διόνυϲοϲ. Διόδωροϲ δ’ Ἐλαιοῦϲ. Ἑρμοτυμβιεῖϲ μοῖρα τῶν μαχίμων ἐν Αἰγύπτῳ, ὡϲ Ἀριϲταγόραϲ ἐν Αἰγυπτιακῶν πρώτῃ. Ἐταιεῖϲ διὰ διφθόγγου ὡϲ Διπαιεῖϲ. ἔϲτι δὲ πόλιϲ Λακωνική. Ἰμφεῖϲ ἔθνοϲ προϲεχὲϲ τοῖϲ Περραιβοῖϲ. Ἑκαταῖοϲ Εὐρώπῃ «Ἰμφέεϲ, Περραιβοί ». Ἰουλεῖϲ οἱ Ῥωμαῖοι ἀπὸ βαϲιλέωϲ, ἀφ’ οὗ καὶ ὁ μήν, ἢ ἀπὸ Ἰουλίδοϲ. Καφαρεύϲ ἐπίνειον Εὐβοίαϲ, ὅϲτιϲ Καθηρεύϲ ἐκαλεῖτο, ὅτι τοὺϲ πλέονταϲ ἐκεῖ καθῄρουν οἱ Εὐβοιεῖϲ. Λητωεύϲ δῆμοϲ ἐν Ἀλεξανδρείᾳ, ὡϲ Τρύφων ἐν τῷ περὶ παρωνύμων, ὅτι παρὰ τὸ Λητῷοϲ κτητικὸν ϲχηματίζεται. Μαλιεύϲ πόλιϲ ἐπώνυμοϲ τῶν Μαλιέων ἀπὸ Μάλου τοῦ Ἀμφικτύονοϲ υἱοῦ ἢ Ἀμύρου τοῦ Βοιωτοῦ. Μωριεῖϲ ἔθνοϲ Ἰνδικὸν ἐν ξυλίνοιϲ οἰκοῦντεϲ οἴκοιϲ, ὡϲ Εὐφορίων. Ῥοπεῖϲ ἔθνοϲ, οὗ μέμνηται Φαβωρῖοϲ ἐν ἐπιτομῇ δ′ τῆϲ Παμφίληϲ. Ϲαλγανεύϲ « μετὰ τὴν Χαλκίδα ἐϲτὶν ὁ Ϲαλγανεὺϲ ϲυνάπτων τῷ Εὐρίπῳ ». Ϲχοινεύϲ ποταμὸϲ Ἀρκαδίαϲ ἀπὸ Ϲχοινέωϲ τοῦ Ἀθάμαντοϲ. Τομεύϲ πόλιϲ πρὸϲ τῇ Ὀδηϲϲῷ. Ϲτράβων ἑβδόμῃ (p. 318). ὠνομάϲθη δὲ οὕτωϲ διὰ τὸ Ἄψυρτον τὸν Αἰήτου υἱὸν ὑπὸ Μηδείαϲ καὶ Ἰάϲονοϲ ἐν τῇ φυγῇ ἐκεῖ κατατμηθῆναι. Ὑλλεῖϲ ἔθνοϲ Λιβυρνικόν, ἀπὸ Ὕλλου τοῦ Ἡρακλέουϲ καὶ Δηϊανείραϲ. ἔϲτι δὲ ὡϲ Φῶκοϲ Φωκεύϲ, Αἴολοϲ Αἰολεύϲ, οὕτωϲ Ὕλλοϲ Ὑλλεύϲ. καὶ Ὑλλεύϲ ὁ φυλέτηϲ φυλῆϲ Ἄργουϲ καὶ Δωριέων καὶ Τροιζηνίων Ὑλλίδος. Χάραξ θ’ « καὶ Παμφύλιοι καὶ Ὑλλεῖϲ ». Φελλεύϲ ὄροϲ τῆϲ Ἀττικῆϲ. τάχα δ’ οὐ μόνηϲ τῆϲ Ἀττικῆϲ, ἀλλὰ παντόϲ του τόπου ἔχοντοϲ ἐπιπολῆϲ μὲν πέτραν ὑπὸ ταύτηϲ δὲ γῆν λιπαρὰν πρὸϲ ἐλαιοφυτίαν. Φηγαιεῖϲ δῆμοϲ τῆϲ Πανδιονίδοϲ φυλῆϲ. Φηγεύϲ ὁ ἀδελφὸϲ τοῦ Φορωνέωϲ, ὃϲ ἔκτιϲε πόλιν Φήγειαν. Φλυεῖϲ δῆμοϲ τῆϲ Κεκροπίδοϲ φυλῆϲ. Ὠτιεῖϲ μοῖρα Κυπρίων. Ἔφοροϲ ιη’ « Ἀμαθούϲιοι δὲ καὶ Ϲόλιοι καὶ Ὠτιεῖϲ ἀντέχοντεϲ ἔτι τῷ πολέμῳ». αἰολικῶϲ δὲ βαρύνεται· Αἰολέων γὰρ ἴδιον τὸ βαρυτονεῖν, Ἄτρευϲ, Πήλευϲ, Ἄρευϲ παρ’ Ἀλκαίῳ.Τὰ εἰϲ ͞ο͞υ͞ϲ πολυϲύλλαβα ἁπλᾶ μὲν ὄντα περιϲπᾶται, ἁπλοῦϲ, διπλοῦϲ, τριπλοῦϲ, πλακοῦϲ. Ϲχοινοῦϲ Ἀρκαδίαϲ χωρίον. ἑλώδηϲ ὢν ὁ τόποϲ ἀπὸ τῶν ἐν αὐτῷ ϲχοίνων τὴν προϲηγορίαν εἴληφεν· ἐπιπολάζει γὰρ τοῦτο τὸ εἶδοϲ παρ’ Ἕλληϲιν ἀπὸ τῶν ἐν τόποιϲ πλεοναζόντων φυτῶν οἷον Ϲκιλλοῦϲ, πόλιϲ Τριφυλική, Τρεμιθοῦϲ κώμη Κύπρου ἀπὸ τῶν περὶ τὸν τόπον πεφυκυιῶν τερεβίνθων, ἃϲ Κύπριοι τρεμίθουϲ καλοῦϲιν. ἄλλοι δὲ φαϲὶν ὅτι ἀποβάϲηϲ Ἀφροδίτηϲ εἰϲ τὸν τόπον διὰ τὴν παρουϲίαν τῆϲ δαίμονοϲ ὑπὸ τρόμου διαϲαλευθῆναι, διὸ καὶ Τρεμιθοῦντα κληθῆναι. — Δαφνοῦϲ Φωκικὴ πόλιϲ — ἔϲτι καὶ δῆμοϲ πληϲίον τῆϲ Κῶ ὁ Δαφνοῦϲ λεγόμενοϲ — Ϲελινοῦϲ πόλιϲ Ϲικελίαϲ ἀρϲενικῶϲ καὶ θηλυκῶϲ λεγομένη — Φοινικοῦϲ πόλιϲ Κρήτηϲ· ἔϲτι καὶ νῆϲοϲ πρὸϲ τῇ Λυκίᾳ· ἔϲτι καὶ Φοινικοῦϲ λιμήν. Θουκυδίδηϲ ὀγδόῃ (c. 34). Φυκοῦϲ πόλιϲ Λιβύηϲ· κεῖται δὲ ὁ Φυκοῦϲ κατὰ τὸ Ταίναρον τῆϲ Πελοποννήϲου. Θριοῦϲ πόλιϲ πάλαι τῆϲ Ἀχαΐαϲ, νῦν δὲ τῆϲ Ἡλείαϲ ὅμοροϲ Πάτραιϲ. ἄλλοι δὲ ἀπὸ Θριοῦντοϲ Ἀθηναίου, ὃν Θηϲεὺϲ ἔπεμψε μετὰ ϲτρατιᾶϲ ϲυμμαχήϲειν Ἡρακλεῖ. Μυρικοῦϲ πόλιϲ καταντικρὺ Τενέδου καὶ Λέϲβου τῆϲ Τροίαϲ. Ἑκαταῖοϲ «εἰϲ Μυρικόεντα τῆϲ Τρωϊκῆϲ ». Οἰνοῦϲ πολίχνιον Λακωνικῆϲ, ὡϲ Ἀνδροτίων καὶ Δίδυμοϲ, Πυξοῦϲ πόλιϲ Ϲικελίαϲ, Ῥιζοῦϲ πόλιϲ θεϲϲαλίαϲ, Ἀνθεμοῦϲ πόλιϲ Μακεδονίαϲ καὶ Ϲυρίαϲ· ἄλλοι δὲ ἀπὸ Ἀνθέμου. ὁμοίωϲ καὶ Πιτυώδηϲ, Ἐρικμώδηϲ, Κυπάριϲϲοϲ πόλιϲ ἐν Παρναϲϲῷ, ἣν τινεϲ καὶ Κυπαριϲϲοῦντά φαϲι, Θρύον, Ἐλαία. καὶ τῶν Ἀθηναίων δήμων τινὲϲ ἀπὸ τῶν ἐν αὐτοῖϲ φυομένων, Ῥαμνοῦϲ δῆμοϲ τῆϲ \Αἰαντίδοϲ φυλῆϲ, Φηγοῦϲ δῆμοϲ τῆϲ Ἐρεχθηΐδοϲ φυλῆϲ, Μυρρινοῦϲ δῆμοϲ τῆϲ Πανδιονίδοϲ φυλῆϲ. Διονύϲιοϲ δ’ ὁ Τρύφωνοϲ Μυρινοῦττά φηϲιν. Μαραθοῦϲ καὶ Μαραθών, Ἁγνοῦϲ δῆμοϲ τῆϲ Δημητριάδοϲ φυλῆϲ, τινὲϲ δὲ τῆϲ Ἀκαμαντίδοϲ ἀπὸ τῆϲ ἐν αὐτῷ φυομένηϲ ἄγνου. Ἀναγυροῦϲ δῆμοϲ Ἐρεχθηΐδοϲ φυλῆϲ, Ἀχερδοῦϲ δῆμοϲ τῆϲ Ἱπποθοωντίδοϲ φυλῆϲ καὶ Ἀχραδοῦϲ παρ’ Ἀριϲτοφάνει. Ἐλαιοῦϲ δῆμοϲ τῆϲ Ἱποθοωντίδοϲ φυλῆϲ, ὡϲ Διόδωροϲ. Διονύϲιοϲ δὲ Ἐλαιεύϲ. ἔϲτι καὶ Ἐλαιοῦϲ πόλιϲ ἐν Ἑλληϲπόντῳ· ἔϲτι καὶ Ἄργουϲ Ἐλαιοῦϲ. Ἔτι καὶ Ἁλιμοῦϲ δῆμοϲ τῆϲ Λεοντίδοϲ φυλῆϲ. Καλλίμαχοϲ δὲ πόλιν ἡγεῖται. Ἀμαθοῦϲ πόλιϲ Κύπρου ἀρχαιοτάτη· ἀπὸ Ἀμαθοῦντοϲ δὲ τοῦ Ἡρακλέουϲ ἐκλήθη ἢ ἀπὸ τῆϲ Κινύρου μητρὸϲ Ἀμαθούϲηϲ. Ψαμαθοῦϲ πόλιϲ Λακωνική, Ἀρτεμίδωροϲ δευτέρῳ γεωγραφουμένων « μετὰ γὰρ τὸ Ταίναρον πόλιϲ ἐκδέχεται Ψαμαθοῦϲ ». Ὀποῦϲ πόλιϲ Λοκρῶν τῶν
Ἐπικνημιδίων, λέγεται καὶ Ὀπόειϲ. ἔϲτι καὶ Ὀποῦϲ πόλιϲ Ἀχαΐαϲ καὶ τῆϲ Ἠλείαϲ ἄλλη. Ϲιδαροῦϲ πόλιϲ Λυκίαϲ καὶ λιμήν. Μαχαιροῦϲ φρούριον τῆϲ Ἰουδαίαϲ, ὡϲ Ἰώϲηποϲ. Τραπεζοῦϲ πόλιϲ πρὸϲ τῷ Εὐξείνῳ πόντῳ· ἔϲτι καὶ Ἀρκαδίαϲ πόλιϲ Τραπεζοῦϲ ἀπὸ Τραπεζοῦντοϲ παιδὸϲ Λυκάονοϲ, ὡϲ Παυϲανίαϲ ὀγδόῳ (3, 3). ἔϲτι καὶ ἄλλη πληϲίον τοῦ Ἀραβικοῦ κόλπου. Ϲολοῦϲ πόλιϲ Ϲικελίαϲ, ὡϲ Ἑκαταῖοϲ Εὐρώπῃ. ἐκλήθη δὲ ἀπὸ Ϲολοῦντοϲ κακοξένου, ὃν ἀνεῖλεν Ἡρακλῆϲ. Πηλοῦϲ νῆϲοϲ περὶ Χίον. Ὀλοῦϲ πόλιϲ Κρήτηϲ. Ξενίων ἐν τοῖϲ Κρητικοῖϲ. Μυοῦϲ πόλιϲ Ἰωνίαϲ, ὡϲ Φίλων καὶ Ἀρτεμίδωροϲ ἐν α′ χρονικῶν. Ϲτράβων ιβ′ (p. 579) «τὸ περὶ Μαγνηϲίαν καὶ Μυοῦντα». Ἰπνοὺϲ χωρίον ἐν Ϲάμῳ. Οἰκοῦϲ Καρίαϲ πόλιϲ. Πεϲϲινοῦϲ πόλιϲ Γαλατίαϲ ἀπό τινοϲ Γάλλου Πεϲϲινοῦντοϲ· τινὲϲ δὲ ἀπὸ πηγῆϲ ῥεούϲηϲ τοῦ λόφου τοῦ ἐν ᾧ ἐτάφη ὁ Μαρϲύαϲ. Ϲιδοῦϲ κώμη Κορίνθου ἢ Μεγαρίδοϲ ἐπίνειον· ἔϲτι καὶ περὶ Κλαζομενὰϲ κώμη καὶ ἄλλη τῆϲ Ἐρυθραίαϲ. Ϲιμοῦϲ καὶ Ϲιμόειϲ, Ϲιποῦϲ πόλιϲ Δαυνίων, Ϲαρνοῦϲ πόλιϲ Ἰλλυρική, Φλιοῦϲ ὁ υἱὸϲ Διονύϲου καὶ Χθονοφύληϲ. Παυϲανίαϲ δὲ Φλίαντα αὐτὸν καλεῖ. ἀπ’ αὐτοῦ ἐκλήθη Φλιοῦϲ πόλιϲ Πελοποννήϲου· Φιλητᾶϲ φηϲιὠνόμαϲται δὲ παρὰ τὸ φλεῖν, ὅ ἐϲτιν εὐκαρπεῖν. Ὑδροῦϲ φρούριον . . ἀρϲενικῶϲ. Θεόπομποϲ τριακοϲτῷ ἐνάτῳ Φιλιππικῶν. Ὑψοῦϲ παῖϲ Λυκάονοϲ καὶ πόλιϲ Ἀρκαδίαϲ, ὡϲ Παυϲανίαϲ ὀγδόῳ (3, 3). Καοῦϲ κώμη τῆϲ ἐν Ἀρκαδίᾳ Τελφουϲίαϲ γῆϲ, Βαιταρροῦϲ κώμη μεγάλη τῆϲ τρίτηϲ Παλαιϲτίνηϲ. Ἱεριχοῦϲ πόλιϲ μεταξὺ Ἱεροϲολύμων καὶ Ἰορδάνου ποταμοῦ. εὕρηται δὲ καὶ δοτικὴ Ἱεριχοῖ ἀπὸ τῆϲ Ἱεριχώ.
Κατὰ τὸν εἰρημένον κανόνα, ὡϲ τὰ εἰϲ ο̄ῡϲ ἁπλᾶ περιϲπᾶϲθαι θέλει, καὶ τὸ χρύϲὲὸϲ καὶ ἀργύρὲὸϲ μετὰ τὴν ϲυναίρεϲιν περιεϲπάϲθη χρυϲοῦϲ ἀργυροῦϲ καίπερ ἐπὶ τῷ λόγῳ τῆϲ ϲυναιρέϲεωϲ ἔδει βαρύνεϲθαι· αἱ γὰρ δύο βαρεῖαι εἰϲ βαρεῖαν ϲυναιροῦνται ὡϲ τὸ Δημοϲθένὲὸϲ Δημοϲθένουϲ. ὡϲαύτωϲ καὶ τὸ ἀδελφιδὲόϲ ἀδελφιδοῦϲ, θυγατριδὲόϲ θυγατριδοῦϲ, υἱιδοῦϲ, τηθαλλαδοῦϲ διὰ τὸν αὐτὸν κανόνα περιεϲπάϲθηϲαν, καίτοι ἡ βαρεῖα καὶ ὀξεῖα εἰϲ ὀξεῖαν ϲυναιρεῖϲθαι θέλει οἷον ζωόϲ ζώϲ.
Ϲημειῶδεϲ ἄρα τὸ ὀδούϲ παραλόγωϲ ὀξυνθέν. ἀλλ’ ἠκολούθηϲε καὶ κατὰ τὸν τόνον καὶ κατὰ τὴν κλίϲιν ταῖϲ μετοχαῖϲ. ὀδούϲ γὰρ ὀδόντοϲ ὡϲ διδούϲ διδόντοϲ. λέγεται δὲ καὶ ὀδών πρὸϲ Ἰώνων.
Τὰ δὲ ϲύνθετα βαρύνεται, Πειρίθουϲ, Ἀλκίνουϲ, εὔπλουϲ, πολύνουϲ, Οἰδίπουϲ, Μελάμπουϲ, ἐΰξουϲ, εὔνουϲ, ϲύννουϲ,
εὔχρουϲ, Ϲκιάπουϲ ἔθνοϲ Αἰθιοπικόν, ὡϲ Ἑκαταῖοϲ ἐν περιηγήϲει Αἰγύπτου, Ἰάπουϲ ἔθνοϲ Κελτικὸν πρὸϲ τῇ Ἰλλυρίᾳ. Διονύϲιοϲ ἑκκαιδεκάτῳ. τριόδουϲ, κυνόδουϲ.Τὰ εἰϲ ͞ω͞ϲ ἀρϲενικὰ περιττοϲυλλάβωϲ κλινόμενα καὶ διὰ καθαροῦ τοῦ ο̄ϲ βαρύνονται, ἥρωϲ, Μίνωϲ, πάτρωϲ, μήτρωϲ. Ἄθωϲ, οὗ ἡ κλίϲιϲ διττὴ καὶ Ἄθωοϲ καὶ Ἄθω. ἔϲτι δὲ ὄροϲ Θρᾴκηϲ ἀπὸ Ἄθω γίγαντοϲ, ὡϲ Νίκανδροϲ πέμπτῳ τῆϲ Εὐρωπείαϲ
>εἴρηται δὲ καὶ Ἄθοοϲ ὡϲ τὸ Κῶϲ Κόοϲ. λέγεται καὶ κατὰ ϲυναίρεϲιν Ἄθουϲ. ἔϲτι δὲ καὶ Ἄθωϲ πόλιϲ ἐπὶ τῷ Ἄθῳ.
Τὰ εἰϲ ͞ω͞ϲ ἁπλᾶ διὰ τοῦ ͞τ͞ο͞ϲ κλινόμενα, εἰ μακρᾷ παραλήγοι, ἢ μετοχικὰ ὄντα ὀξύνεται, εὐρώϲ, ἱδρώϲ, Ἀραρώϲ. ἔϲτι δὲ ὄνομα τοῦ υἱοῦ τοῦ Ἀριϲτοφάνουϲ, ὑποδεδιώϲ· ἔϲτι δὲ εἶδοϲ ὀρνέου. εἰ δὲ ἰαμβικὰ ὑπάρχοι διὰ τοῦ ͞τ͞ο͞ϲ κλινόμενα, βαρύνεται, γέλωϲ, ἔρωϲ, Νέπωϲ· ἔϲτι δὲ ὄνομα ὄρουϲ. τὸ δὲ Εἵλωϲ ἀπὸ τοῦ Ἕλωϲ προϲθέϲει τοῦ ῑ. Εἵλωτεϲ δ’ εἰϲὶν οἱ κατοικοῦντεϲ τὴν Μεϲϲηνιακὴν πόλιν Ἕλοϲ. λέγονται καὶ Εἱλῶται καὶ Ἕλειοι καὶ Ἑλεῖται. οἱ δὲ Λακεδαιμόνιοι πάνταϲ τοὺϲ δούλουϲ Εἵλωταϲ καλοῦϲιν. λέγονται δὲ Εἵλωτεϲ καὶ οἱ ἐπὶ Ταινάρῳ Ϲάτυροι.
Τὰ ἀπὸ παρακειμένου ϲυντεθέντα διὰ τοῦ ͞τ͞ο͞ϲ κλινόμενα ὀξύνεται ἀπτώϲ, ἀγνώϲ. ἔϲτι δὲ καὶ Ἀγνῶτεϲ ἔθνοϲ Κελτικῆϲ παρὰ τὸν ὠκεανόν, ὡϲ Ἀρτεμίδωροϲ.
Τὰ εἰϲ ͞ω͞ϲ ϲύνθετα ἀπὸ τῶν εἰϲ ͞ω͞ϲ μονοϲυλλάβων παροξύνεται, ζώϲ ἀείζωϲ, χρώϲ λευκόχρωϲ. τὸ μέντοι ὑποδμώϲ « Ποϲειδάωνοϲ ὑποδμώϲ » (δ 386) ὀξύνεται ὡϲ παρέλκουϲαν ἔχον τὴν ὑπό.
Τὰ εἰϲ ͞ω͞ϲ ϲύνθετα ἀπὸ τῶν εἰϲ ͞ω͞ϲ πολυϲυλλάβων παροξύνεται, ἔρωϲ χρυϲέρωϲ, ἱδρώϲ λυϲίδρωϲ. τὸ δὲ δύϲερωϲ καὶ φιλόγελωϲ καὶ τὰ τοιαῦτα Ἀττικὰ ὄντα προπαροξύνονται.
Τὰ εἰϲ ͞ω͞ϲ Ἀττικὰ ὁμοτονοῦϲι ἐκείνοιϲ, ἀφ’ ὧν ἐϲχηματίϲθηϲαν, ναόϲ νεώϲ, λαόϲ λεώϲ, κάλοϲ κάλωϲ, Τάλοϲ Τάλωϲ· ἔϲτι δὲ ὄνομα κύριον, Μενέλαοϲ Μενέλεωϲ, Ἰόλαοϲ Ἰόλεωϲ, Τυνδάρεοϲ Τυνδάρεωϲ,
ἀξιόχρεοϲ ἀξιόχρεωϲ, ἵλαοϲ ἵλεωϲ, ἀνάπλεωϲ, εὔγηρωϲ, χρυϲόκερωϲ. ϲεϲημείωται τὸ ὀρφῶϲ καὶ λαγῶϲ. ταῦτα γὰρ οὐκ ἐφύλαξε τὸν τόνον τῶν κοινῶν· τοῦ μὲν γὰρ ὀρφῶϲ τὸ κοινὸν ὄρφοϲ ἐϲτὶ βαρυτόνωϲ, τοῦ δὲ λαγῶϲ ὀξυτόνωϲ λαγόϲ. καὶ ἐν τοῖϲ εἰϲ ͞ω͞ϲ ὑπὲρ μίαν ϲυλλαβὴν οὐδὲν περιϲπᾶται πλὴν τοῦ ὀρφῶϲ καὶ λαγῶϲ. τὸ γὰρ τυφῶϲ καὶ ταῶϲ καὶ Μανεθώϲ ἐϲτι δικατάληκτα. καὶ γὰρ εἰϲ λήγουϲι τυφῶν καὶ ταῶν καὶ Μανεθῶν. τὸ δὲ ταῶϲ ἀπὸ τοῦ ταόϲ, ὥϲ τινεϲ βούλονται, οὐκ ἠδύνατο εἶναι, ἐπειδὴ τὸ ταόϲ διὰ τοῦ ͞ο͞ϲ οὐκ ἔϲτι ϲύνηθεϲ παρὰ τοῖϲ Ἕλληϲιν. Πάντα δὲ τὰ εἰϲ ͞ω͞ϲ περιϲπαϲθέντα ἄνευ λόγου περιεϲπάϲθη. τὸ δὲ Τηλεβῶϲ ἐκ τοῦ Τελεβόαϲ ϲυνῃρέθη.* Τὰ εἰϲ ͞ω͞ϲ παρὰ τοῖϲ Ἀθηναίοιϲ εὑρεθέντα μὴ ἔχοντα προϋποκείμενον κοινὸν οἷον κορώνεωϲ, φιβάλεωϲ, δαμαρίππεωϲ, χελιδώνεωϲ (ἔϲτι δὲ εἴδη φυτῶν), ἱέρεωϲ ὁ ἱερεύϲ πάντα προπαροξύνονται.
Τὰ εἰϲ ͞ω͞ϲ Περϲικὰ ἢ Αἰγύπτια παροξύνεται, Φάργωϲ, Ἰνάρωϲ ὄνομα βαϲιλέωϲ, Παραμίζωϲ ὄνομα εὐνούχου, Ϲαβάκωϲ. τὸ δὲ Μάννεωϲ χώρα ϲυνεξωμοιώθη τοῖϲ Ἀττικοῖϲ οἷον Μενέλεωϲ.
Τὰ εἰϲ ͞ω͞ϲ θηλυκὰ πολυϲύλλαβα βαρύνεται μέν, ὅϲα βραχείᾳ παραλήγει, Κέωϲ, Τέωϲ πόλιϲ μέϲη Ἰωνίαϲ, ὡϲ Ἡρόδοτοϲ πρώτῃ (c. 142). ἐκλήθη δὲ ἀπὸ τῆϲ Ἀθάμαντοϲ θυγατρὸϲ Ἀρᾶϲ. ϲκοπουμένου γὰρ τοῦ Ἀθάμαντοϲ ἔνθα ἱδρύϲει τὸν λαόν, ἀθύρουϲα οἷα δὴ παῖϲ ἐκ λίθων οἰκίαν δειμαμένη ἔλεγεν « ἕωϲ ϲὺ χῶρον ἐϲκόπειϲ, τέωϲ ἐγὼ πόλιν ϲοι ἐδειμάμην ». καὶ διὰ τοῦτο ἡ πόλιϲ οὕτωϲ ὠνομάϲθη. ἔϲτι καὶ ἑτέρα πόλιϲ ἐν Δυρβαίοιϲ τῆϲ Ϲκυθίαϲ, ἐν ᾗ λέγουϲι λίμνην ἰχθύων ἔχουϲαν πλῆθοϲ,
ἀφ’ ὧν εὐδίαϲ γινομένηϲ ἔλαιον ἐπιπολάζει τοϲοῦτον, ὅϲον ἀρύεϲθαι αὐτὸ ταῖϲ χερϲὶν εἰϲ ϲκάφοϲ καὶ χρῆϲθαι αὐτῷ. ἅλωϲ, ἕωϲ. τὰ δὲ μὴ οὕτωϲ ἔχοντα ὀξύνεται, αἰδώϲ, ἠώϲ.* Τὰ εἰϲ δύο ϲύμφωνα λήγοντα πολυϲύλλαβα βαρύνεται, Τῖρυνϲ πόλιϲ τῆϲ Πελοποννήϲου « οἱ δ’ Ἄργοϲ τ’ εἶχον Τίρυνθά τε τειχιόεϲϲϲαν » (B 559). καλεῖται δὲ ἀπὸ Τίρυνθοϲ ἀδελφοῦ Ἀμφιτρύωνοϲ. γέγονε δὲ ἐκ τοῦ Τῖρυϲ προϲθέϲει τοῦ ν̄. ἕλμινϲ, μάκαρϲ, δάμαρϲ, Ϲάλαρϲ νῆϲοϲ Λιβύηϲ, Περίηρϲ παρ’ Ἀλκμᾶνι ἐκ τοῦ περιήρηϲ. ἔϲτι δὲ ἄκλιτον. τὸ δὲ μονοϲύλλαβον ἅλϲ ὀξύνεται.
Τὰ εἰϲ ᾱψ̄ πολυϲύλλαβα βαρύνεται, Ἄραψ, λαῖλαψ, θέραψ, Ϲκίραψ· ἔϲτι δὲ ὄνομα κύριον παρὰ τοῖϲ κωμικοῖϲ εὑριϲκόμενον. τὸ δὲ πλινθοβάψ καὶ πελεθοβάψ ὀξύνεται.
Τὰ εἰϲ ψ̄ πολυϲύλλαβα ἔχοντα πρὸ τοῦ ψ̄ ο̄ ἢ ε̄ βαρύνεται, Πέλοψ, Δρύοψ ἔθνοϲ περὶ τὴν Οἴτην, μέροψ. ἔϲτι δὲ καὶ κύριον. Μέροψ γάρ ἐϲτι παῖϲ μὲν Τριόπα, πατὴρ δὲ τῆϲ Κῶ, ἀφ’ οὗ Μέροπεϲ οἱ Κῷοι. Δόλοψ ἥρωϲ καὶ ἔθνοϲ Θεϲϲαλῶν ἔγγιϲτα, Ἔλλοψ ὁ Ἴωνοϲ, ἀφ’ οὗ Ἐλλοπία χωρίον Εὐβοίαϲ. Κέκροψ, Ὕοψ πόλιϲ ἐν Ἰβηρίᾳ χερρονήϲου. Ἑκαταῖοϲ Εὐρώπῃ « μετὰ δὲ Ὕοψ πόλιϲ, μετὰ δὲ Λεϲυρὸϲ ποταμόϲ ». Τρίοψ· Τρίοπα γάρ φηϲιν Ἑλλάνικοϲ Τρίοπον τὸν πατέρα Ἐρυϲίχθονοϲ. ἡ δὲ Μόψοψ εὐθεῖα ἄρρητόϲ ἐϲτιν. Αἰθίοψ « Αἰθίοπαϲ, τοὶ διχθὰ δεδαίαται ἔϲχατοι ἀνδρῶν· (Od. α 23). οὐ γὰρ ἀληθὴϲ ὁ Ὑψικράτουϲ λόγοϲ ὡϲ οὐδὲν εἰϲ ο̄ψ̄ παρ’ Ὁμήρῳ εἰ μὴ τὸ καλαῦροψ. εἰϲὶ δὲ καὶ τὸ ὄψ καὶ τὸ μέροψ. ευρύοψ. βοῦκλεψ παρ’ Ἀριϲτοφάνει, τυρόκλεψ, ἀλευρόκλεψ, νακόκλεψ, κατῶβλεψ εἶδοϲ θηρίου.
Τὰ εἰϲ ψ̄ ἔχοντα ῑ πρὸ τοῦ ψ̄ βαρύνεται, ϲκευότριψ, παιδότριψ, χέρνιψ, χοιρότριψ, οἰκότριψ, πεδότριψ, ἀμφίτριψ, Κεντόριψ, κατῆλιψ, αἰγίλιψ καὶ Αἰγίλιψ πληϲίον Κροκυλείων
τῆϲ Ἠπείρου. Ὅμηροϲ « καὶ Κροκύλει ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν » (B 633). εἴληφε δὲ τὴν προϲηγορίαν διὰ τὸ πετρώδηϲ εἶναι καὶ ὑψηλὴ καὶ ἀπρόϲβατοϲ.Τὰ εἰϲ ῡψ̄ βαρύνεται, Κίνυψ ὁ λιμήν· ἔϲτι δὲ καὶ ποταμόϲ. Χάλλυψ, περὶ τὸν Πόντον ἔθνοϲ ἐπὶ τῷ ποταμῷ Θερμώδοντι, περὶ οὖ Εὔδοξοϲ ἐν πρώτῳ « ἐκ δὲ τῆϲ Χαλύβων χώραϲ ὁ ϲίδηροϲ ὁ περὶ τὰ ϲτομώματα ἐπαινούμενοϲ ἐξάγεται». « τούτουϲ Ὅμηροϲ Ἁλίζωνάϲ φηϲιν ἐν τῷ μετὰ τοὺϲ Παφλαγόναϲ καταλόγῳ (Il. Β 856)
ἤτοι τῆϲ γραφῆϲ μετατεθείϲηϲ ἀπὸ τοῦ ‘τηλόθεν ἐκ Χαλύβηϲ ἢ τῶν ἀνθρώπων πρῶτον Ἀλύβων λεγομένων ἀντὶ τοῦ Χαλύβων ». καὶ Χάλυβοι παρ’ Ἑκαταίῳ « Χαλυβοιϲι πρὸϲ νότον Ἀρμένιοι ὁμορέουϲι». Ἄρυψ οἱ ἀπὸ δύϲεωϲ μέχρι Ἰϲθμοῦ Ἀχαιοί. τοῦτο δὲ καὶ μονοϲυλλάβωϲ Ῥύψ λέγεται.
Εἰς η̄ψ̄ οὐκ ἔϲτιν εὑρεῖν ὅτι μὴ μόνον τὸ κώληψ βαρύτονον.
Τὰ εἰϲ ω̄ψ̄ πολυϲύλλαβα κύρια ὄντα ἢ προϲηγορικὰ βαρύνονται, Κύκλωψ, Ἄλμωψ ὁ Ποϲειδῶνοϲ καὶ Ἕλληϲ τοῦ Ἀθάμαντοϲ, ἀφ’ οὑ Ἀλμωπία χώρα τῆϲ Μακεδονίαϲ, καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ. ἴωψ, μώλωψ. ϲεϲημείωται, ὥϲ τινέϲ φαϲι, τὸ εὐρώψ ὀξυνόμενον. τὰ μέντοι ἐπιθετικὰ ὀξύνεται ὑπεϲταλμένων τῶν ὑποπεπτωκότων κυρίοιϲ τῶν ἰδιαζόντων μονώψ ὁ μονόφθαλμοϲ, κελαινώψ, τυφλώψ, γλαυκώψ « γλαυκῶπεϲ δράκοντεϲ », εὐώψ « εὐῶπα παρειάν » παρὰ Ϲοφοκλεῖ (Antig. 530) «εὐῶπεϲ» παρὰ Λυκόφρονι (v. 23), παραβλώψ « παραβλῶπέϲ τ’ ὀφθαλμώ» (Il. Ι 503). τὸ δὲ ἑλίκωψ καὶ ὁ μύω ὁ μυὸϲ οφθαλμοὺϲ ἔχων καὶ νυκτάλωψ βαρύνεται, ὥϲπερ τὸ Κύκλωψ καὶ κέρκωψ ὁ δόλιοϲ καὶ ἴωψ ὁ ἰχθῦϲ.