De prosodia catholica

Aelius Herodianus

Aelius Herodianus. Grammatici Graeci, Pars 3, Vol. 1. Lentz, August, editor. Leipzig: Teubner, 1867.

Τὰ εἰϲ μοϲ ἔχοντα πρὸ τοῦ μ τὸ γ ὀξύνεται προϲηγορικὰ ὄντα, νυγμόϲ, φραγμόϲ, ἀγμόϲ, ψυγμόϲ, λυγμόϲ, ῥωγμόϲ· εἰϲὶ καὶ Ῥωγμοί Κιλικίαϲ ἐπίνειον, δραγμόϲ καὶ Δραγμόϲ πόλιϲ Κρήτηϲ ὡϲ Ξενίων ἐν τοῖϲ Κ'ητικοῖϲ, τιναγμόϲ, ἀλαλαγμόϲ, ὑλαγμόϲ, διωγμόϲ, παιγμόϲ ἐμπαιγμόϲ, κηρυγμόϲ ἐκκηρυτμόϲ. κυνυλαγμόϲ παρὰ Ϲτηϲιχόρῳ «ἀπειρεϲίοιο κυνυλαγμοῖοα». καὶ παρὰ τῷ ποιητῇ «ἕπεί κεν ὑλαγμὸν ἀκούϲῃ » (Φ 575) Ἀρίϲταρχόϲ τινάϲ φηϲι γράφειν κυνυλαγμόν· οὕτω καὶ Ζηνόδοτοϲ. οὐχ ὁρῶ δέ τι πλέον ἐκ τῆϲ ϲυνθέϲεωϲ· ὁ γὰρ ὑλαγμόϲ καὶ χωρὶϲ τοῦ προϲκεῖϲθαι τὸ ὄνομα ἰδίωϲ ἐπὶ τῶν κυνῶν ἀκούετα ὡϲ ὁ χρεμετιϲμὸϲ ἐπὶ τῶν ἵππων. ἄλλωϲ τε τὰ εἰϲ γμοϲ ῥηματικὰ μετὰ προθέϲεωϲ πέφυκε ϲυντίθεϲθαι τῆϲ αὐτῆϲ τάϲεωϲ μενούϲηϲ, μετ’ ἄλλου δὲ οὐδενόϲ, καὶ τὸ ὑλαγμόϲ οὖν παρὰ τὸ ὑλάϲϲω γεγονὸϲ οὐ ϲυντεθήϲεται μετ’ ἄλλου μέρουϲ λόγου. ϲύνδεϲμοϲ οὖν ἐϲτιν ὁ κέν. ϲεϲημείωται τὸ ὄγμοϲ ἡ τάξιϲ βαρυνόμενον. ἔϲτι δὲ κανὼν ὁ λέγων· τὰ εἰϲ οϲ λήγοντα διϲύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο ϲύμφωνα ἢ πλείονα βαρύνεϲθαι θέλει οἷον ὄκνοϲ,, ὄμβροϲ, ὄρροϲ, ὄϲϲοϲ, Ὄρθοϲ τὸ μονογενέϲ, ὄρροϲ, οὕτω καὶ ὄγμοϲ. καὶ τὸ Ῥίγμοϲ οὐ προϲηγορικὸν εἰϲ ἰδιότητα βαρύνεται.

Τὰ εἰϲ μοϲ πρὸ τοῦ μ δ ἔχοντα ὀξύνεται προϲηγορικὰ ὄντα, εἰ δὲ κύρια εἴη, βαρύνεται. ὀξύνεται δὲ ταῦτα ἀρδμόϲ, ϲκιαδμόϲ, βαρύνεται δὲ ταῦτα Κάδμοϲ, Κύδμοϲ.

Τὰ εἰϲ μοϲ ἔχοντα πρὸ τοῦ μ θ ἢ χ ὀξύνεται, βαθμόϲ, ἰϲθμόϲ. καλεῖται δὲ καὶ Ἰϲθμόϲ ἡ Ἁλικαρναϲϲόϲ, τῆϲ Καρίαϲ πόλιϲ. ἔϲτι καὶ Κορίνθου Ἰϲθμόϲ. ἔϲτι δὲ καὶ ἰϲθμόϲ ϲτενὸϲ τόποϲ, δι’ οὗ ἴενται τὰ ἐϲθιόμενα καὶ πινόμενα ἢ παρὰ τὸ ἰέναι τὴν πνοήν. ϲταθμόϲ, αὐχμόϲ, χμόϲ, μηνιθμόϲ, πορθμόϲ, ϲκαρθμόϲ, ἰωχμόϲ, πλοχμόϲ, εἴτε ϲυγκέκοπται εἴτε καὶ ἐντελέϲ ἐϲτι , δοχμόϲ. τὸ δὲ κρίθμοϲ βαρύνεται εἰϲ ἰδιότητα.

Τὰ εἰϲ μοϲ ἔχοντα πρὸ τοῦ μ ϲπάνια μέν εἰϲι καὶ βαρύνεται οἷον Λάκμοϲ, Δέκμοϲ. τὸ μέντοι Τρωκμόϲ ἔθνοϲ Γαλατικόν — ἐκαλοῦντο δὲ καὶ Τροκμηνοί — ὀξύνεται.

Τὰ εἰϲ μοϲ λήγοντα ἔχοντα πρὸ τοῦ μ τὸ τ βαρύνονται, οἷον πότμοϲ, Πάτμοϲ, Λάτμοϲ. ϲεϲημείωται τὸ ἀτμόϲ ὀξυνόμενον. Τὰ εἰϲ μοϲ λήγοντα ἁπλᾶ ἔχοντα πρὸ τοῦ μ τὸ ϲ προϲηγορικὰ ὄντα ὀξύνεται, μὴ ἔχοντα ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ τὸ o μόνον εἰϲ ϲ καταλῆγον, ῥυϲμόϲ, δεϲμόϲ, δαϲμόϲ, θεϲμόϲ, χρηϲμόϲ, ϲπαϲμόϲ. πρόϲκειται «προϲηγορικά ἵνα φύγωμεν τὰ βαρύτονα κύρια τὸ Κροῖϲμοϲ καὶ Κάϲμοϲ. τὸ δὲ Βρυϲμόϲ (ἔϲτι δὲ ὄνομα βαϲιλέωϲ) ὀξύνεται. κοὐκ ἔχοντα τὸ ο μόνον». τὸ γὰρ κόϲμοϲ βαρύνεται, τὸ δὲ κρουϲμόϲ ὀξυνεται. καὶ τὸ ϲύνδεϲμοϲ προπαροξύνεται ϲύνθετον ὄν.

Τὰ εἰϲ μοϲ προϲηγορικὰ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ λ καταλήγουϲαν ὀξύνεται, ὀφθαλμόϲ, τιλμόϲ, ψαλμόϲ, παλμόϲ, ἰνδαλμόϲ. τὸ δὲ Ἄλμοϲ τὸ κύριον (ἔϲτι δὲ πόλιϲ Βοιωτίαϲ, ὡϲ Ἑλλάνικοϲ· καὶ Ϲάλμον αὐτήν φηϲι ἐν δευτέρῳ Δευκαλιωνείαϲ) καὶ τὸ Ὅλμοϲ τὸ κύριον καὶ τὸ προϲηγορικὸν βαρύνεται.

---Τὰ εἰϲ μοϲ προϲηγορικὰ καὶ ἐπιθετικὰ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ρ καταλήγουϲαν ὀξύνεται, κορμόϲ, φορμόϲ, θερμόϲ. τὸ δὲ ὅρμοϲ βαρύνεται. τὸ δὲ Θέρμοϲ πολίχνιον Αἰτωλίαϲ, ὡϲ Πολύβιοϲ, καὶ τὸ Ϲκύρμοϲ πόλιϲ Κυζίκου πληϲίον, καὶ Ἕρμοι δῆμοϲ τῆϲ Ἀκαμαντίδοϲ φυλῆϲ ὁ καὶ Ἕρμοϲ οὐδετέρωϲ κύρια.

Τὰ εἰϲ μοϲ ἔχοντα τὴν πρὸ τέλουϲ εἰϲ μ καταλήγοκϲαν ἀρϲενικὰ προϲηγορικά, εἰ ἀπὸ τῆϲ πρώτηϲ εἴη ϲυζυγίαϲ, ὀξύνεται, γράφω γραμμόϲ, τρίβω τριμμόϲ, θλίβω θλιμμόϲ, κόπτω κομμόϲ. τὸ δὲ ἄμμοϲ καὶ ψάμμοϲ θηλυκά. ἔτι καὶ τὸ μάμμοϲ ὁ ἔκγονοϲ βαρύνεται ἐπιθετικὸν ὄν.

Τὰ εἰϲ μοϲ διϲύλλαβα τῷ ἡ παραληγόμενα κύρια ὄντα βαρύνεται, Κνῆμοϲ, Ϲῆμοϲ, Ῥῆμοϲ ὄνομα ποταμοῦ. τὰ δὲ προϲηγορικὰ ὀξύνεται, εἰ μὴ διαϲτολή τιϲ εἴη, κημόϲ ἡ χώνη, τὸ ἐπιτιθέμενον ἐπὶ τῇ ὑδρίᾳ ἐξ ἧϲ αἱ ψῆφοι φέρονται. καὶ τοῖϲ ἵπποιϲ δὲ περιτιθέμενοϲ οὕτωϲ ἐκαλεῖτο κημόϲ ὁ καλούμενοϲ φιμόϲ, ὡϲ Ξενοφῶν ἐν τοῖϲ περὶ. ἱππικῆϲ (10, 8). δηλοῖ δὲ καὶ πλέγμα τι ἐκ ϲχοινίων γενόμενον ὅμοιον ἠθμῷ, ᾦ τὰϲ πορφύραϲ λαμβάνουϲιν, εἰϲ ὃ αἱ πορφύραι καὶ τὰ κογχύλια εἰϲέρπουϲιν. ἐν αὐτοῖϲ δὲ τούτοιϲ ἐϲτὶ καὶ τὸ δέλεαρ, ὡϲ Ϲοφοκλῆϲ ἐν Ποιμέϲιν «κημοῖϲι πλεκτοῖϲ πορφύραϲ φθείρει γένοϲ». Αἰϲχύλοϲ ἐν Λυκούργῳ ἀλληγορικῶϲ τοὺϲ δεϲμοὺϲ κημοὺϲ εἴρηκε διὰ τούτων «καὶ τοῦϲδε κημὸϲ ϲτόματοϲ ». κνημόϲ ὁ τραχὺϲ τόποϲ τῶν ὀρέων, δημόϲ τὸ λίποϲ, δ ῆμοϲ δὲ ὁ ὄχλοϲ, ὡϲ ἐν Ϲφηξὶν (v.41) «τὸν δῆμον ἡμῶν βούλεται διϊϲτάνειν ». «θεὸϲ δ’ ὣϲ τίετο δήμῳ» (II. N 218). «εὐνήν τ’ αἰδομένη πόϲιοϲ δήμοιό τε φῆμιν» (0d.π 75) καὶ ὁ εἷϲ δημότηϲ «οὐ μὲν ἔοικε δῆμον ἐόντα» (Il. 1 212) καὶ ὁ τόποϲ « δήμῳ ἐνὶ Τρώων » (Od. ν 266) καὶ τόποϲ ἐν Ἰθάκῃ, ὃϲ καὶ Κροκύλειον, καὶ παρ’ Ἀθηναίοιϲ ἡ κώμη. καὶ ὁ Ἀϲκαλωνίτηϲ λέγει τὸ μὲν ἐπὶ τοῦ πλήθουϲ παρὰ τὸ δέμαϲ γεγενῆϲθαι οἱονεὶ ϲῶμά τι τυγχάνον ἢ παρὰ τὸν δαϲμόν. τὸ δὲ ἐπὶ τοῦ λίπουϲ παρὰ τὸ δαίω· εὔκαυϲτον γὰρ τὸ λίποϲ. δύναιτο δ’ ἄν τιϲ καὶ ἄλλωϲ ἐτυμολογεῖν, εἰ παρὰ τὸ δέω γένοιτο δέεμοϲ καὶ ἐν ϲυναλοιφῇ δῆμοϲ, τὸ ϲυνδεδεμένον πλῆθοϲ. τὸ γὰρ ἐναντίον λύη ἀπὸ τῆϲ διαλύϲεωϲ.

Τὰ εἰϲ αμοϲ μονογενῆ διϲύλλαβα βαρύνεται, πράμοϲ, γάμοϲ, Ϲάμοϲ ἐπιφανὴϲ πρὸϲ τῇ Καρίᾳ νῆϲοϲ, ὡϲ Ἀλέξανδροϲ ἐν τῷ περὶ Καρίαϲ δευτέρῳ. Ἄμοϲ πόλιϲ Καρίαϲ. Λάμοϲ υἱὸϲ Ηρακλέουϲ καὶ ποταμὸϲ Κιλικίαϲ, Πλάμοϲ πόλιϲ Καρίαϲ. τὸ μέντοι ἀμόϲ ὁ ἡμέτεροϲ καὶ τὸ τίϲ, ὅθεν μηδαμόϲ καὶ μηδαμινόϲ, τριγενὲϲ ὄν ὀξύνεται.

Τὰ εἰϲ μοϲ διϲύλλαβα παραληγόμενα τῷ ο ἢ ε μὴ ὄντα τριγενῆ βαρύνεται ἀρχόμενα ἀπὸ ϲυμφώνου ἢ ϲυμφώνων, βρόμοϲ, γόμοϲ, τρόμοϲ, δρόμοϲ, ῥόμοϲ ὁ ϲκώληξ, δόμοϲ, τόμοϲ ὁ τετμημένοϲ, τομόϲ δὲ ὁ τέμνων, νομόϲ δὲ ἡ νέμηϲιϲ πρὸϲ ἀντιδιαϲτολὴν τοῦ νόμοϲ ὁ θεϲμόϲ. τὸ δὲ ὁμόϲ ἐπὶ τοῦ ὁμοίου ἐϲτὶ τριγενέϲ.

---Τὰ εἰϲ ῑμοϲ καὶ ὀξύνεται οἷον φιμόϲ, λιμόϲ, ϲιμόϲ καὶ βαρύνεται οἷον μῖμοϲ, τῖμοϲ, βρίμοϲ.

Τὰ εἰϲ υμοϲ ἔχοντα τὸ ῡ ἐκτεταμένον διϲύλλαβα ὀξύνεται, κρυμόϲ, ῥυμόϲ, χυμόϲ, θυμόϲ. θύμοϲ δὲ τὸ μόριον ἢ ἡ βοτάνη. τὸ δὲ Δρυμόϲ καὶ ἐπὶ τοῦ κυρίου καὶ προϲηγορικοῦ ὀξύνεται.

Τὰ εἰϲ ωμοϲ διϲύλλαβα προϲηγορικὰ ἀρχόμενα ἀπὸ ϲυμφώνου μὴ τοῦ μ, εἰ ἐπὶ οὐϲίαϲ τάττοιτο, ὀξύνεται, βωμόϲ· εἰϲὶ καὶ Βωμοί λόφοι Αἰτωλίαϲ. ψωμόϲ, ζωμόϲ, θωμόϲ ὁ ϲωρόϲ, βλωμόϲ τὸ δῆγμα. τὸ μέντοι κῶμοϲ ἡ ᾠδή βαρύνεται καὶ τὸ μῶμοϲ ἀπὸ τοῦ μ ἄρχεται, καὶ τὸ βρῶμοϲ ὁ χόρτοϲ καὶ Κρῶμοϲ κύριον βαρύνεται, ὥϲπερ τὸ ὦμοϲ εἰϲ ἀποφυγὴν τοῦ ἐπιθετικοῦ. ἄλλωϲ τε τὰ εἰϲ οϲ λήγοντα διϲύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προϲκειμένου τοῦ ῑ βαρύνεται, ὧροϲ, ὦμοϲ, ὦχροϲ. πρόϲκειται μὴ ἔχοντα τὸ ῑ διὰ τοῦ ᾠδόϲ.

Τὰ εἰϲ μοϲ διϲύλλαβα διφθόγγῳ παραλήγοντα ἀπὸ ϲυμφώνου ἀρχόμενα ὀξύνεται, λοιμόϲ, λαιμόϲ. τὰ δὲ μὴ ἀπὸ ϲυμφώνου ἀρχόμενα βαρύνονται οἷον Αἷμοϲ ὄροϲ Θρᾴκηϲ. λέγεται καὶ οὐδετέρωϲ, ὡϲ οἱ πολλοί. ἐγένετο δὲ ὁ Αἷμοϲ υἱὸϲ Βορέου καὶ Ὠρειθυίαϲ, ἀφ’ οὗ καὶ τὸ ὄροϲ. καὶ οἰμοϲ. ϲεϲημείωται τὸ Δεῖμοϲ.

Τὰ διὰ τοῦ αμοϲ τριβράχεα προπαροξύνεται, εἰ μὴ προηγεῖται τῷ ᾱ τὸ τ, πλόκαμοϲ, κέραμοϲ, κάλαμοϲ, θάλαμοϲ, κύαμοϲ. Πρίαμοϲ ἐκ τοῦ πρίαμαι. ἐπράθη γὰρ καὶ ταύτηϲ τῆϲ ἐπωνυμίαϲ ἔτυχε ὡϲ ἱϲτορεῖ Λυκόφρων (v. 338) «ὠνητὸϲ αἰθαλωτόν». Ὕλαμοι πόλιϲ Λυκίαϲ ὡϲ Ἀλέξανδροϲ ὁ πολυίϲτωρ ἐν δευτέρῳ περὶ Λυκίαϲ. Ὑλάμουϲ δὲ τοὺϲ καρπούϲ φαϲι. τὸ μέντοι ἰταμόϲ ἐπιθετικὸν καὶ ποταμόϲ παρὰ τὸ ποταϲμόϲ καθ᾿ ὑφαίρεϲιν τοῦ ϲ γινόμενον ὀξύνεται ὡϲ ἔχοντα τὸ τ πρὸ τοῦ ᾱ.

Τὰ διὰ τοῦ αμοϲ, εἰ ἔχοι τὴν πρώτην φύϲει μακράν, εἰ μὲν κύρια εἴη, προπαροξύνεται, Πύραμοϲ ποταμὸϲ ἐν Μαλλῷ τῆϲ Κιλικίαϲ, Ϲήϲαμοϲ, Τεύταμοϲ, Ἴαμοϲ Ϲκυθίαϲ ἔθνοϲ ὡϲ Ἀλέξανδροϲ ἐν τῷ περὶ Εὐξείνου πόντου. εἰ δὲ μή, ὀξύνεται, οὐλαμόϲ , χηραμόϲ ἡ κατάδυϲιϲ. τούτῳ οὖν τῷ λόγῳ καὶ τὸ φωριαμόϲ τὸ κιβώτιον, εἴτε παρὰ τὸ τοὺϲ φῶραϲ ἀπείργειν ἢ ἀπὸ τοῦ τὰ φάρη φυλάϲϲειν παρῆκται, ἔϲται κατ᾿ ὀξεῖαν τάϲιν. ἔϲτι γὰρ φωραμόϲ καὶ πλεοναϲμῷ τοῦ ῑ φωριαμόϲ. εἰϲὶ καὶ Φωριαμοί τόποϲ Ἤλιδοϲ μεταξὺ Παρθενίου τοῦ ποταμοῦ καὶ Ἀρκαδίαϲ ἐπιτήδειοϲ εἰϲ ἐνέδραν ἐν ϲτενῷ κείμενοϲ.

Τὰ διὰ τοῦ αμοϲ, εἰ ἄρχεται ἀπὸ δύο ϲυμφώνων, κύρια ὄντα ἢ ἐπίθετα προπαροξύνεται, ἄρταμοϲ ὁ μάγειροϲ, ὀρχαμοϲ, παρὰ τὴν ἀρχὴν ἄρχαμοϲ καὶ ὄρχαμοϲ. Πέργαμοϲ πόλιϲ Ἀϲίαϲ, ἐμπέραμοϲ, Ἴμβραμοϲ. οὕτωϲ Ἑρμῆν λέγουϲιν οἱ Κᾶρεϲ, Τύρταμοϲ. τὸ μέντοι ϲχινδαλαμόϲ ὁ ϲχιϲμόϲ ὀξύνεται προϲηγορικὸν ὄν.

Τὰ εἰϲ μοϲ ὑπερδιϲύλλαβα παραληγόμενα τῷ ε προπαροξύνεται, Τήλεμοϲ, Ἔχεμοϲ, πόλεμοϲ, ἄνεμοϲ. Ἰάλεμοϲ, ἤρεμοϲ, κοάλεμοϲ, Φάλεμοϲ, ἄργεμοϲ, ἄνθεμοϲ. τὸ δὲ θελεμόϲ ἀπὸ τοῦ θελημόϲ ὀξύνεται.

Τὰ εἰϲ μοϲ ἁπλᾶ τῷ η παραληγόμενα ϲπάνια ὄντα προπαροξύνεται, ἔρημοϲ Ἀττικῶϲ, ἐρῆμοϲ δὲ παρὰ τῷ ποιητῇ « ὡϲ ἴδε χῶρον ἐρῆμον» (K 520), Κέημοϲ ὄνομα νήϲου· ἔτι καὶ τὰ ϲύνθετα Εὔδημοϲ, εὔφημοϲ, εὔϲημοϲ, ἄϲημοϲ, ἐπίϲημοϲ, βλάϲφημοϲ, πάνδημοϲ, Νικόδημοϲ, ἐπίδημοϲ.

Τὰ εἰϲ ιμοϲ ὑπερδιϲύλλαβα προπαροξύνεται, ἀγώ γιμοϲ, ὄψιμοϲ, πρώϊμοϲ, ὠφέλιμοϲ, ἄλκιμοϲ, νόμιμοϲ. ϲπόριμοϲ, ἐπήτριμοϲ, τοῦτο ὁ Ἀϲκαλωνίτηϲ ὀξύνει ὡϲ πολεμικόϲ. οὐκ εὖ. κύδιμοϲ, φαίδιμοϲ, δόκιμοϲ, ὤκιμοϲ, Ἄριμοϲ, Ὄχιμοϲ πατὴρ Κυδίππηϲ.

Τὰ εἰϲ ομοϲ ὑπερδιϲύλλαβα προπαροξύνεται, κέρτομοϲ, ἄνδρομοϲ ὁ ἀνδρώδηϲ, ἕβδομ οϲ, Δίομοϲ Κολυττοῦ υἱὸϲ Ἡρακλέουϲ ἐρώμενοϲ. πλὴν τοῦ καρατόμοϲ, ἀγρον όμοϲ ἀπὸ ῥημάτων ϲυντεθέντων.

Τὰ εἰϲ υμοϲ ἔχοντα τὸ υ βραχὺ πρὸ τοῦ μοϲ προπαροξύνεται, ἔλυμοϲ καὶ Ἔλυμοϲ ἥρωϲ, ἀφ᾿ οὗ Ἐλυμία πόλιϲ Μακεδονίαϲ. ἔτυμοϲ καὶ ἐτήτυμοϲ, δίδυμοϲ, ἥδυμοϲ, νήδυμοϲ, ϲκόλυμοϲ εἶδοϲ βοτάνηϲ, Ϲόλυμοϲ ἔθνοϲ οἱ νῦν Πιϲίδαι ἀπὸ Ϲολύμου τοῦ Διὸϲ καὶ Χαλδήνηϲ «Ϲολύμουϲ καλουμένουϲ παρελθὼν Μαυϲώλου». Ἴδυμοϲ ποταμὸϲ Καρίαϲ, Ϲίδυμοϲ, ἀφ᾿ οὗ Ϲίδυμα πόλιϲ Λυκίαϲ. Εὕρυμοϲ. τοῦ μέντοι κωλυμόϲ καὶ ἐρυμόϲ τὸ υ μακρόν.

Τὰ εἰϲ μοϲ τριϲύλλαβα παραληγόμενα τῇ οι διφθόγγῳ μὴ παρεϲχηματιϲμένα θηλυκῷ γένει ὀξύνεται, κυδοιμόϲ ἡ ταραχή, ἀλοιμόϲ, ἀμοιμόϲ κατὰ ἐναλλαγὴν ϲτοιχείων ἀπὸ τοῦ ἀμοιβόϲ. τὸ δὲ ἕτοιμοϲ Ἀττικόν, τὸ δὲ ἑτοῖμοϲ κοινόν ἐϲτι τριγενέϲ. καὶ τὸ ἀλύδοιμοϲ ὁ οἰκτρόϲ προπαροξύνεται.

---Τὰ εἰϲ μοϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα πρὸ τοῦ μ τὸ ϲ ὀξύνεϲθαι θέλει, μεριϲμόϲ, ὁπλιϲμόϲ, ἀθροιϲμόϲ, ἀφλοιϲμόϲ. τοῦτο δὲ ἔνιοι παρὰ τὸ ἀφριϲμόϲ μεταβολῆϲ γενομένηϲ τοῦ ρ εἰϲ λ καὶ πλεονάϲαντοϲ τοῦ ο. οἱ δὲ παρὰ τὸ φλέω καὶ φλύω, φλοιϲμόϲ καὶ ἀφλοιϲμόϲ ἐν πλεοναϲμῷ τοῦ ᾱ. διὸ οὐ δεόντωϲ Πυραννίων προπαροξύνει.

---Τὰ εἰϲ ωμοϲ ὑπερδιϲύλλαβα προπαροξύνεται, Εὔρωμοϲ πόλιϲ Καρίαϲ ἀπὸ Εὐρώμου τοῦ Ἰδριέωϲ Καρόϲ, Ἴθωμοϲ, ἀφ᾿ οὗ Ἰθώμη πόλιϲ Θεϲϲαλίαϲ, Τετράκωμοϲ ἔθνοϲ οἱ καὶ Τετραχωρῖται. ὁμοίωϲ δὲ καὶ τὰ διὰ τοῦ ουμοϲ ὑπερδιϲύλλαβα Πάτουμοϲ πόλιϲ Ἀραβίαϲ.

Τὰ εἰϲ νοϲ ἔχοντα πρὸ τοῦ ν ἕν τι τῶν μέϲων ϲτοιχείων ἔχοντα θηλυκὸν γένοϲ ὀξύνεται, ϲτεγνόϲ, ϲτυγνόϲ, ἁγνόϲ, κεδνόϲ, ἀλαπαδνόϲ, ἀκιδνόϲ, ὀλοφυδνόϲ. τὸ μέντοι λάγνοϲ βαρύνεται· οὐκ ἔχει γὰρ ἴδιον θηλυκόν. ἔχει δὲ καὶ ἔννοιαν ϲυνθέϲεωϲ. ὡϲαύτωϲ καὶ ἄγνοϲ ἡ βοτάνη καὶ τὰ κύρια, Κύδνοϲ ποταμὸϲ Κιλικίαϲ, Πύδνοϲ, Κάλυδνοϲ παῖϲ Οὐρανοῦ, ἀφ᾿ οὗ Κάλυδνα πόλιϲ θήβηϲ, καὶ Κάλυδνοϲ.

Τὰ εἰϲ νοϲ ἁπλᾶ ἔχοντα πρὸ τοῦ ν ἕν τι τῶν ἀντιϲτοίχων ὀξύνεται, ἐπιθετικὰ ὄντα καὶ μὴ ἔχοντα πρὸ τέλουϲ ορ, πυκνόϲ, κραιπνόϲ, τερπνόϲ, ϲτρυφνόϲ ὁ λόγοϲ τοῦτο διὰ τοῦ ῡ ἀπαιτεῖ, ὡϲ γὰρ τέρπω τερπνόϲ, ϲτέγω ϲτεγνόϲ, οὕτω καὶ ϲτύφω ϲτυφνόϲ. καὶ καθάπερ κέντον κέντρον, οὕτω πλεοναϲμῷ τοῦ ρ ϲτυφνόϲ καὶ ϲτρυφνόϲ, ὅμωϲ εὕρηται καὶ διὰ τοῦ ῑ προφερόμενον ϲτριφνόϲ. ϲημειῶδεϲ καὶ τὸ ϲτρυφνόϲ ἐκτεῖνον τὸ ῡ. Ἀριϲτοφάνηϲ ἐν Ϲφηξί (v. 877)

  • παῦϲον τ᾿ αὐτοῦ τοῦτο τὸ λίαν ϲτρυφνόν.
  • Τὰ γὰρ ἄλλα τοιαῦτα τῷ παραληγόμενα ϲυνεϲταλμένον αὐτὸ ἔχει γυμνόϲ, ϲυχνόϲ, πυκνόϲ, ϲτυγνόϲ ἰϲχνόϲ, θαλπν όϲ, ϲτιλπνόϲ, ϲυχνόϲ, περκνόϲ ὁ μέλαϲ « μόρφνον θηρητῆῤ ὅν καὶ περκνὸν καλέουϲιν » (Ω 316). ὁ μέντοι Ἀρίϲταρχοϲ ἀετοῦ εἶδοϲ καὶ βαρύνει, ἀλλ’ ἐπείϲθη ἡ παράδοϲιϲ τοῖϲ ὀξύνουϲιν. ϲεϲημείωται τὸ λίχνοϲ βαρύτονον ὡϲ ϲύνθετον. παρὰ τὸ λίαν χαίνειν. τὸ δὲ μόρφνοϲ ὁ μέλαϲ ἔχει τὸ ορ. τὰ γὰρ εἰϲ οϲ λήγοντα διϲύλλαβα, μὴ ἔχοντα παραϲχηματιϲμὸν θηλυκοῦ γένουϲ, ἔχοντα πρὸ τέλουϲ τὴν ορ ϲυλλαβὴν πάντα βαρύνεται, ὑπεϲταλμένων τῶν εἰϲ μοϲ ληγόντων οἷον χόρτοϲ, φόρτοϲ, ὅρκοϲ, Ὄρθοϲ τὸ μονογενέϲ, πόρνοϲ, οὐ γὰρ θηλυκὸν αὐτοῦ τὸ πόρνη. οὕτω θέλει καὶ τὸ πτόρθοϲ. οὕτωϲ μόρφνοϲ. παρεφύλαξα δὲ τὰ εἰϲ μοϲ διὰ τὸ κορμόϲ, φορμόϲ. ἐϲχημάτιϲται δὲ τὸ μόρφνοϲ ἢ παρὰ τὸ μόρφονοϲ ἢ παρὰ τὴν ὄρφνην πλεονάϲαντοϲ τοῦ μ κατὰ τὴν ἀρχήν, να ϲημαίνηται ὁ μέλαϲ, ἢ παρὰ τὸ μάρπτω μόρφνοϲ ἐϲτὶ καὶ μόρφνοϲ ὁ ϲυλλαμβάνων, ἐξ οὗ ϲημαίνεται ὁ ταχύϲ. καὶ τὸ ὄκνοϲ προϲηγορικὸν βαρύνεται. τὰ γὰρ εἰϲ οϲ λήγοντα διϲύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο ϲύμφωνα ἢ πλείονα βαρύνεϲθαι θέλει οἷον ὄμβροϲ, ὄρροϲ, ὄϲϲοϲ, Ὄρθοϲ, ὄγμοϲ. οὕτωϲ καὶ ὄκνοϲ.

    Τὰ εἰϲ νοϲ μονογενῆ διϲύλλαβα ἔχοντα πρὸ τοῦ νοϲ ἕν τι τῶν ἀντιϲτοίχων, προηγουμένου φωνήεντοϲ πλὴν τοῦ ᾱ βαρύνεται, ὄκνοϲ, κύκνοϲ καὶ Κύκνοϲ ἥρωϲ, Κύθνοϲ ἥρωϲ καὶ νῆϲοϲ πρὸϲ τῇ Δρυοπίδι τῶν Κυκλάδων, Πἐφνοϲ πόλιϲ Λακωνική. Ἀπολλόδωροϲ δὲ νῆϲον αὐτήν φηϲι· λέγεται δὲ καὶ θηλυκῶϲ καὶ οὐδετέρωϲ. ὕπνοϲ. Ϲίφνοϲ περὶ τὴν Κρήτην νῆϲοϲ ἀπὸ Ϲίφνου τοῦ Ϲουνίου, ὡϲ Νικόλαοϲ πέμπτῳ. Ἴπνοϲ, ἣν Ἰπνέαν τινέϲ, Λοκρῶν τῶν Ὀζολῶν. τὸ δὲ προϲηγορικὸν ἰπνόϲ ὀξύνεται. Θῶκνοϲ ἥρωϲ. τὸ δὲ καπνόϲ ὀξύνεται ὡϲ ἔχον τὸ ᾱ.

    ---Τὰ εἰϲ νοϲ λήγοντα μετ᾿ ἐπιπλοκῆϲ ϲυμφώνου διϲύλλαβα μονογενῆ ἔχοντα ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ τὸ ῡ βαρύνεϲθαι θέλει, ὕμνοϲ, κύκνοϲ, λύχνοϲ, Κύθν οϲ, Βύϲνοϲ βαϲιλεὺϲ Βεβρύκων· οὕτωϲ καὶ ϲκύμνοϲ. τὸ δὲ ἀνδρωνυμικὸν ὀξύνεϲθαι ἀξιοῖ ὁ Ἀϲκαλωνίτηϲ. ὁ μέντοι λόγοϲ ϲυναγωνίζεται τῇ βαρείᾳ τάϲει.

    Τὰ εἰϲ μνοϲ διϲύλλαβα, εἰ παραλήγοι ᾱ μετὰ ϲυμφώνου, βαρύνεται, θάμνοϲ, ῥάμνοϲ. τὸ δὲ ἀμνόϲ ὀξύνεται. ἀπὸ γὰρ τοῦ ᾱ καὶ ἐπιθετικώτερον· ἄμενοϲ γὰρ παρὰ τὸ μὴ ἔχειν μένοϲ.

    Τὰ εἰϲ μνοϲ διϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ μὴ φύϲει μακράν, μονογενῆ μὲν ὄντα , βαρύνεται, ὕμνοϲ, ϲκύμνοϲ, Τύμνοϲ πόλιϲ Καρίαϲ. τριγενῆ δὲ ὀξύνεται, Υυμνόϲ, ϲεμνόϲ, ϲτυμνόϲ ὁ ϲκληρόϲ, πρυμνόϲ.

    ---Τὰ εἰϲ μνοϲ διϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ φύϲει μακρὰν βαρύνεται, Κρῶμνοϲ ὁ Λυκάονοϲ καὶ πόλιϲ Πελοποννήϲου, Λῆμνοϲ νῆϲοϲ πρὸϲ τῇ Θρᾴκῃ, Τῆμνοϲ πόλιϲ τῆϲ Αἰολίδοϲ.

    Τὰ εἰϲ μνοϲ ὑπερδιϲύλλαβα κύρια ἢ προϲηγορικὰ μὴ ἔχοντα ἴδια θηλυκὰ προπαροξύνεται, Ἄμυμνοϲ ἔθνοϲ Ἠπειρωτικόν Λύκαμνοϲ, Ἐπίδαμνοϲ πόλιϲ Ἰλλυρίαϲ ἀπὸ Ἐπιδάμνου, Αἴϲυμνοϲ. Ἴαμνοϲ, Λεπέτυμνοϲ, τὸ μέντοι ἐρεμνόϲ ἔχει θηλυκὸν τὸ ἐρεμνή, ὥϲπερ καὶ τὸ ἐρυμνόϲ ὁ κεκαλυμμένοϲ.

    Τὰ εἰϲ δύο νν βαρύνεται ἀπαραϲχημάτιϲτα ὄντα θηλυκῷ γένει, βλέννοϲ, θύννοϲ, Κύννοϲ ὁ ἀδελφὸϲ Κοίου, Ϲάννοϲ ἔθνοϲ. Βοῦννοϲ πόλιϲ Ἰλλυρίαϲ. Γόννοι πόλιϲ Περραιβίαϲ ἀπὸ Γουνέωϲ κληθεῖϲα τοῦ ἀπογόνου Κύφου. οὕτωϲ φηϲὶν Ὅμηροϲ (E 748). Αἰολεῖϲ ὄντεϲ οἱ Περραιβοὶ τὰ ϲύμφωνα ἐδίπλουν καὶ Περραιβοὺϲ ἑαυτοὺϲ καλοῦντεϲ καὶ Γόννοι διὰ δύο νν τὴν πόλιν. γόννα γὰρ οἱ Αἰολεῖϲ τὰ γόνατα. Ϲίγυννοϲ πόλιϲ Αἰγύπτου, ὡϲ Κτηϲίαϲ ἐν πρώτῳ περίπλων. καὶ ὁ πολίτηϲ ὁμοφώνωϲ. Ἄργυννοϲ υἱὸϲ Πειϲιδίκηϲ τῆϲ Λεύκωνοϲ τοῦ Ἀθάμαντοϲ τοῦ Ϲιϲύφου τοῦ Αἰόλου ἐρώμενοϲ Ἀγαμέμνονοϲ, Βοιωτόϲ, ὃϲ ἀνιὼν εἰϲ τὸν Κηφιϲϲὸν τελευτᾷ. ἀφ᾿ οὗ Ἀργυννίδα τὴν Ἀφροδίτην ἐτίμηϲαν. τύραννοϲ· ἐγένετο δὲ οὕτωϲ. ἔϲτι Τυρρηνόϲ καὶ Τυρρανόϲ κατὰ Δωρίδα διάλεκτον, ἀφ᾿ οὗ κατὰ ἀφαίρεϲιν καὶ γράμματοϲ προϲθέϲει τύραννοϲ ἐκλήθη. Φάλαννοϲ πόλιϲ Περραιβίαϲ, ὡϲ Ἔφοροϲ ἐν τῷ θ΄. Ἔραννοϲ πόλιϲ ἡ ὕϲτερον Κυπάριϲϲοϲ. Βίεννοϲ πόλιϲ Κρήτηϲ. οἱ μὲν ἀπὸ Βιέννου τοῦ τῶν Κουρήτων ἑνόϲ, οἱ δὲ ἀπὸ τῆϲ περὶ τὸν Ἄρη γενομένηϲ βίαϲ, ὃν ἐνταῦθα δεδέϲθαι φαϲὶν ὑπὸ Ὤζτου καὶ Ἐφιάλτου τῶν παίδων Ποϲειδῶνοϲ. ἔϲτι καὶ ἑτέρα πόλιϲ ἐν Γαλλίᾳ. Πέλιννοϲ ὁ Οἰχαλέωϲ. τὰ μέντοι ἔχοντα θηλυκὰ ὀξύνεται, ἐραννόϲ ὁ ποθεινόϲ, ἀργεννόϲ, κελαδεννόϲ, ἐρεβεννόϲ.

    ---Τὰ εἰϲ νοϲ ἔχοντα πρὸ τοῦ νοϲ τὸ ρ βαρύνεται, Κάρνοϲ ὁ Φοίνικοϲ, ἀφ᾿ οὗ Μάρνη πόλιϲ Φοινίκηϲ ἡ καὶ Κάρνοϲ παῤ Ἀρτεμιδώρῳ. ἔϲτι καὶ νῆϲοϲ Ἀκαρνανίαϲ. Ἀρτεμίδωροϲ β΄ γεωγραφουμένων, Ἄρνοϲ ὁ καταπολεμήϲαϲ Πρωτόγονον, ἀφ᾿ οὗ ἡ Ξάνθοϲ πόλιϲ Λυκίαϲ Ἄρνα ἐκαλεῖτο, Νάρνοϲ ποταμόϲ, Κύρνοϲ ὁ κτιϲτὴϲ καὶ ἡ νῆϲοϲ πρόϲβορροϲ Ἰαπυγίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. Πύρνοϲ πόλιϲ Καρίαϲ. οϲ· ἡ Ἔφεϲοϲ οὕτωϲ ἐκαλεῖτο. Ἄορνοϲ πόλιϲ Βακτρίων ἀρϲενικῶϲ καὶ θηλυκῶϲ. ὀξύνεται δὲ τὸ Λιβυρνόϲ Ἀττικόϲ τιϲ καὶ ἔθνοϲ προϲεχὲϲ τῷ ἐνδοτέρω μέρει τοῦ Ἀδριατικοῦ κόλπου. Ἑξκαταῖοϲ Εὐρώπῃ. Ἀχαρνόϲ ἔθνοϲ πρὸϲ τῇ Ϲκυθίᾳ παρὰ Θεοπόμπῳ τὸ καὶ Ἀχανόϲ.

    Τὰ εἰϲ ερνοϲ Ἰταλιωτικὰ παροξύνεται, Φαλέρνοϲ, πατέρνοϲ, Ἰουέρνοϲ ἔθνοϲ ἐν τῷ πόντῳ τῷ Πρετανικῷ,' Ἀροἐρνοϲ ἔθνοϲ μαχιμώτατον τῶν πρὸϲ τῇ Κελτικῇ Γαλατῶν. Ἀπολλόδωροϲ τετάρτῃ χρονικῶν «Κελτῶν Ἀροέρνουϲ». Πριουέρνοϲ πόλιϲ Ἰταλίαϲ.

    Τὰ εἰϲ ανοϲ διϲύλλαβα κύρια ὄντα ἢ προϲητορικὰ μὴ ἔχοντα διαϲτολὴν βαρύνεται, Τάνοϲ πόλιϲ Κρήτηϲ, ὡϲ Ἀρτεμίδωροϲ ἐν τετάρτῳ γεωγραφουμένων, Φᾶνοϲ τὸ κύριον, θρᾶνοϲ ὁ δίφροϲ. τὰ μέντοι ἐπιθετικὰ ἢ προϲηγορικὰ ἔχοντα διαϲτολὴν ὀξύνεται, φανόϲ. τὸ δὲ πλάνοϲ βαρύνεται καὶ τὸ νᾶνοϲ ὁ μικρόϲ.

    Τὰ εἰϲ ενοϲ διϲύλλαβα τινὰ μὲν βαρύνονται, ἔνοϲ ὁ ἐνιαυτόϲ, ξένοϲ, Τένοϲ ὁ Κύκνου, τινὰ δὲ ὀξύνονται, κενόϲ, ϲτενόϲ.

    Τὰ εἰϲ ηνοϲ κύρια ἢ προϲηγορικὰ βαρύνεται, Τῆνοϲ, νῆϲοϲ Κυκλὰϲ ὁμοφώνωϲ τῷ οἰκιϲτῇ. ἔϲτι καὶ πόλιϲ Λακωνικὴ μία τῶν ἑκατὸν Τῆνοϲ λεγομένη, Φῆνοϲ ὄνομα ποταμοῦ, Ῥῆνοϲ ὁ ποταμὸϲ καὶ ἔθνοϲ παροικοῦν. Ϲτρῆνοϲ πόλιϲ Κρητική, Λῆν οϲ ὁ τόποϲ τῶν Πιϲατῶν. Φλέγων μη΄ Ὀλυμπιάδι. Ϲῆνοϲ πόλιϲ Αἰγύπτου. Ἑκαταῖοϲ ἐν αὐτῆϲ περιηγήϲει, Ἦνοϲ, Ϲφῆνοϲ ὄνομα τόπου, Ϲμῆνοϲ ὄνομα ποταμοῦ, Γλῆνοϲ ὄνομα πόλεωϲ Κρητικῆϲ, Μῆνοϲ, θρῆνοϲ. τὰ δὲ ἐπίθετα ὀξύνεται, φηνόϲ ὁ λαμπρόϲ, ϲτρηνόϲ, πτηνόϲ, ψηνόϲ. ἔτι καὶ τὸ ληνόϲ μὴ ὂν ἐπίθετον.

    Τὰ εἰϲ ινοϲ διϲύλλαβα βαρύνεται, Νίνοϲ πόλιϲ Ἀϲϲυρίων, ἣν ἔκτιϲε Νίνοϲ Ϲεμιράμιδοϲ ἀνήρ, ἐν τῇ Ἀτουρίᾳ. πίνοϲ ὁ ῥύποϲ, δῖνοϲ ἡ ϲυϲτροφή, ϲχῖνοϲ, λίνοϲ ὃ ϲημαίνει εἶδοϲ ὕμνου ὡϲ παιάν , διθύραμβοϲ, ϲπίν οϲ εἶδοϲ ὀρνέου «καὶ ϲπίνοϲ ἠῷα ϲπίζων καὶ ὄρνεα πάντα» παῤ Ἀράτῳ (Dios. 292). Ϲπῖν οϲ ποταμόϲ, Υρῖνοϲ, πρῖνοϲ. μόνον τὸ ῥινόϲ ὀξύνεται « ἕϲϲατο δ᾿ ἔκτοϲθεν ῥινόν» (Κ 334). τὸ δὲ κλεινόϲ, αὶνόϲ, δεινόϲ ὀξύνεται μὴ ἔχοντα τὸ ῑ μόνον. τὸ δὲ αἶνοϲ ἐπὶ τοῦ ὕμνου ἐπί τε τῆϲ πόλεωϲ βαρύνεται.

    Τὰ εἰϲ υνοϲ διϲύλλαβα, εἰ μὴ κύρια εἴη, ὀξύνεται, θυν όϲ, ξυνόϲ, τρυνόϲ ἡ ῥίζα τῶν ξύλων ἡ ξηρὰ καὶ παχεῖα, πλυνόϲ, φρυνόϲ ὁ βάτραχοϲ. τὰ δὲ κύρια βαρύνεται, Κῦνοϲ ἐπίνειον Ὀποῦντοϲ, ὡϲ Φίλων καὶ Παυϲανίαϲ. Ἑκαταῖοϲ δὲ πόλιν αὐτήν φηϲιν. Ὅμηροϲ «οἳ Κῦνόν τ᾿ ἐνέμοντ᾿ Ὀπόεντά τε Καλλίαρόν τε » (B 531). Γρῦνοι πολίχνιον Μυριναίων. Ἑκαταῖοϲ δὲ τὴν πόλιν Γρύνειον καλεῖ. θῦνοϲ ἐθνικὸν ὁμοφώνωϲ τῷ οἰαϲτῇ ὡϲ Θετταλόϲ Ἰταλόϲ. Φρῦνοϲ ἔθνοϲ Ϲκυθικόν.

    ---Τὰ εἰϲ ονοϲ διϲύλλαβα μονογενῆ ἀπαραϲχημάτιϲτα βαρύνεται, χρόνοϲ, Κρόνοϲ, δόνοϲ, φθόνοϲ, κλόνοϲ, πόνοϲ, Πρόνοϲ υἱὸϲ Κεφάλου. τὸ ὄνοϲ ἔχον θηλυκὸν ϲυνέπεϲε τοῖϲ εἰρημένοιϲ ὡϲ ἀπαραϲχημάτπιϲτον. τὸ γόνοϲ, ὅπερ ϲημαίνει τὸ γεγενημένον, βαρύνεται, ὁ δὲ γεννητικὸϲ γονόϲ ὀξύνεται, πλεοναϲμῷ τοῦ ῡ γουνόϲ ὁ γεννητικὸϲ τόποϲ, ὁ γόνιμοϲ καὶ κάρπιμοϲ.

    Τὰ εἰϲ ωνοϲ βαρύνεται, Πρῶνοϲ πόλιϲ Κρητική, κῶνοϲ, ὦνοϲ ἡ τιμή, ϲτῶνοϲ (?), χῶνοϲ ἡ χώνη, φῶνοϲ ὁ μεγαλόφωνοϲ.

    Τὰ εἰϲ αινοϲ καὶ οινοϲ μονογενῆ βαρύνεται, αἶνοϲ· ἔϲτι δὲ καὶ Αἶνοϲ πόλιϲ Θρᾴκήϲ. Ϲτράβων ζ΄ (p. 88) «ἐν δὲ τῇ ἐκβολῇ τοῦ Ἕβρου διϲτόμου ὄντοϲ πόλιϲ Αἶνοϲ, κτίϲμα Μιτυληναίων καὶ Κυμαίων ». β΄ ἔϲτι καὶ πόλιϲ Θεϲϲαλίαϲ, κληθῆναι δὲ αὐτὴν ὅτι πληϲίον τῆϲ Ὄϲϲηϲ ἦν Αἴνιοϲ ποταμὸϲ καὶ κώμη ἐπώνυμοϲ. οἱ δὲ ἀπὸ τοῦ Αἴνου τοῦ Γουνέωϲ ἀδελφοῦ. γ΄ ἔϲτι καὶ Λοκρῶν τῶν Ὀζολῶν. δ΄ κατὰ θάψακον καὶ τὸν Εὐφράτην. ε΄ ἔϲτι καὶ νῆϲοϲ παρακειμένη τῇ εὐδαίμονι Ἀραβίᾳ. ἔϲτι καὶ τόποϲ Αἶνοϲ ἐν τῇ καταντικρὺ Ῥοδίων ἠπείρῳ. Αὔαινοϲ, Κόλαινοϲ ὄνομα κύριον, ἀφ᾿ οὗ καὶ Κολαινία Ἄρτεμιϲ, Κρύϲταινοϲ, Λέαινοϲ ὄνομα κύριον. Μύραινοϲ, Τάλαινοϲ ἀπὸ τοῦ τάλαϲ. Μακαρίαινοϲ, Περρίτταινοϲ, Ἀρίϲταινοϲ. Μάζαινοϲ. Δρύαινοϲ, Μελάγχλαινοϲ ἔθνοϲ Ϲκυθικόν. Ἑκαταῖοϲ Εὐρώπῃ. κέκληνται ἀφ᾿ ὧν φοροῦϲιν ὡϲ Ἱππημολγοὶ παρὰ τὸ τοὺϲ ἵππουϲ ἀμέλγειν καὶ Μοϲϲύνοικοι παρὰ τὰϲ οἰκήϲειϲ. οἰνοϲ, ϲχοῖνοϲ. τὸ μέντοι κοινόϲ τριγενὲϲ ὥϲπερ τὸ δαφοινόϲ, κελαινόϲ, καινόϲ, αἰνόϲ.

    Τὰ εἰϲ νοϲ διφθόγγῳ παραληγόμενα τῇ διὰ τοῦ ῡ μονογενῆ ὀξύνονται, καυνόϲ καὶ Καυνόϲ πόλιϲ Καρίαϲ ὁμοφώνωϲ τῷ οἰκιϲτῇ. ἔϲτι καὶ ἄλλη πόλιϲ ἐν Κρήτῃ. γλαυνόϲ (?), βαυνόϲ, ὅπερ οἱ Ἀττικοὶ βαρύνουϲι, κρουνόϲ· εἰϲὶ καὶ Γρουνοί πόλιϲ ἐν τῷ Πόντῳ ἀπὸ τῆϲ τῶν ὑδάτων καταρροῆϲ. βουνόϲ, κεραυν όϲ. τὸ μέντοι χαῦνοϲ τριγενέϲ. καὶ Χαῦνοϲ ἔθνοϲ Θεϲπρωτικὸν Ῥιανὸϲ τετάρτῳ Θεϲϲαλικῶν «Κεϲτρῖνοι Χαῦνοί τε καὶ αὐχήεντεϲ Ἔλινοι » βαρύνεται. τὸ δὲ πύραυνοϲ ὁ χυτρόπουϲ προπαροξύνεται ὡϲ καὶ Λούγ δουν οϲ πόλιϲ Κελτογαλατίαϲ. Πτολεμαῖοϲ ἐν περίπλῳ, καὶ Βέρουνοϲ Ἰταλικὴ πόλιϲ μεταξὺ τῶν Νωρικῶν.

    Τὰ εἰϲ ανοϲ τοῦ ᾱ βραχέοϲ ὄντοϲ, εἰ μὴ θηλυκὰ ἔχοι, εἰ μὴ πρὸ τοῦ ᾱ τὸ δ ἢ ε ἢ υ ὑπάρχοι, προπαροξύνεται, ϲτέφον οϲ, κλίβανοϲ, νοϲ, λίβανοϲ. ἔϲτι καὶ Λίβανοϲ ὄροϲ τῆϲ Ϲυρίαϲ, χόανοϲ, γέρανοϲ, πλάτανοϲ· ἔϲτι δὲ καὶ Πλάτανοι πόλιϲ Φοινίκηϲ, Ὄλγανοϲ υἱὸϲ Βέρητοϲ, ἀφ᾿ οὗ ποταμὸϲ ἐπώνυμοϲ, Κάντανοϲ πόλιϲ Κρήτηϲ ὡϲ Ξενίων. Ἴτανοϲ πόλιϲ ἐν Κρήτῃ ὁμοφώνωϲ τῷ οἰκιϲτῇ, κοίρανοϲ· ἔϲτι καὶ κύριον ἄνομα μάντεωϲ. ϲεϲημείωται τὸ πελανόϲ, οὐρανόϲ. Ἀλκαῖοϲ δὲ καὶ εἰϲ ῡ ἀποφαίνεται τὸ ὄνομα, ὠρανόϲ λέγων κατὰ τροπὴν τῆϲ ου διφθόγγου εἰϲ τὸ ω καὶ ἄνευ τοῦ ῡ ὀρανόϲ. καὶ ϲαπφώ «ψαύην δ᾿ οὐ δοκίμωμ᾿ ὀράνω δυϲαπάχεα». Ϲικανόϲ ἔθνοϲ· ἔϲτι καὶ ποταμὸϲ Ἰβηρίαϲ, ὥϲ φηϲιν Ἀπολλόδωροϲ. δὲ πιθανόϲ ἔχει θηλυκόν. τὸ δὲ «δ πρὸ τοῦ ᾱ» διὰ τὰ ἀπὸ τοῦ δανοϲ, ὅτι πάντα ὀξύνεται, χωρὶϲ εἰ μὴ ὀφθείη πρὸ τοῦ δ τὸ ρ καταλῆγον, οἷον ἑδανόϲ δ ἡδύϲ, οὐτιδανόϲ οἱ δὲ οὔτιϲ οὐτίδανοϲ ὡϲ οὐδάμινοϲ —· ἐλλεδανόϲ ὁ ϲυϲτρέφων, ῥιγεδαν όϲ, πευκεδανόϲ, ληθεδανόϲ, ϲφεδανόϲ, Ἀπιδανόϲ ποταμὸϲ τῆϲ Τρωάδοϲ « ἐκβάλλων εἰϲ τὴν ἑϲπέριον θάλαϲϲαν» ὡϲ Δημήτριόϲ φηϲι κατὰ Τιμοϲθένην, Ῥοδανόϲ ποταμόϲ, Ἠριδανόϲ ποταμόϲ, Ἐδδανόϲ, ἀφ᾿ οὗ Ἔδδανα πόλιϲ πρὸϲ τῷ ξὐφράτῃ. ἐφυλάξατο δὲ ὁ κανὼν « τὸ ρ πρὸ τοῦ δ ὑπάρχον» διὰ τὸ Δάρδανοϲ πόλιϲ Τρωάδοϲ. Μναϲέαϲ «Δάρδανοϲ ἐξιὼν ἐκ τοῦ νεὼ τῆϲ Ἀθηνᾶϲ τὸ παλλάδιον ἀράμενοϲ ἀφίκετο εἰϲ Ϲαμοθρᾴκην μετὰ Ἁρμονίαϲ καὶ Ἰαϲίωνοϲ ἑνὸϲ τῶν ἀδελφῶν, κἀκεῖ διάγοντα Κάδμοϲ ὁ Ἀγήνοροϲ ἐφιλοποιήϲατο, καὶ ἀποθανούϲηϲ Τηλεφάηϲ γαμεῖ τὴν Ἁρμονίαν ὁ Κάδμοϲ καὶ ἀποϲτέλλει τὸν Δάρδανον εἰϲ τὴν Ἀϲίαν μετὰ τῶν ἑταίρων πρὸϲ Τεῦκρον τὸν Πρῶα· ὁ δὲ Τεῦκροϲ ἀναγνωρίϲαϲ τὸν Δάρδανον δίδωϲιν αὐτῷ τὴν θυγατέρα Βάτειαν καὶ ἀποθνήϲκων τὴν βαϲιλείαν. καὶ πόλιν ᾤκιϲε Δάρδανον καὶ Δαρδανίαν τὴν χώραν ὠνόμαϲεν, ἣ Τευκρὶϲ πρότερον ἐκαλεῖτο». Ἰάρδανοϲ ποταμὸϲ Λυδίαϲ. Ὅμηροϲ «Ἰαρδάνου ἀμφὶ ῥέεθρα» (Il. H 135), ἃ προπαροξύνονται. «τὸ δὲ ε πρὸ τοῦ ᾱ » διὰ τὸ ὠκεανόϲ ὁ ποταμὸϲ ὁ περιέχων τὴν γῆν. Φαβωρῖνοϲ ἐν ταῖϲ παντοδαπαῖϲ ἱϲτορίαιϲ κπροϲαγορεύουϲι δὲ τὴν ἔξω θάλατταν ἐκεῖ μὲν οἱ πολλοὶ τῶν βαρβάρων Ὠκεανόν, οἱ δὲ τὴν Ἀϲίαν οἰκοῦντεϲ μεγάλην θάλαϲϲαν, οἱ δὲ Ἕλληνεϲ Ἀτλαντικὸν πέλαγοϲ». ἐκλήθη δὲ οὕτωϲ παρὰ τὸ ὠκέωϲ νάειν , ὅ ἐϲτι ῥεῖν. καὶ «τὸ ῡ πρὸ τοῦ ᾱ» διὰ τὸ πυανόϲ καὶ κυανόϲ.

    Τὰ διὰ τοῦ ανοϲ τριγενῆ ὀξύνεται, ϲτεγανόϲ ὁ πυκνόϲ, πιθανόϲ ὁ πρᾷοϲ, ἱκανόϲ, ὀρφανόϲ, ἀγανόϲ, τραγανόϲ, ἰδανόϲ «ϲὰϲ ἰδανὰϲ χάριταϲ » ὁ Καλλίμαχοϲ, ἑδανόϲ, πεδανόϲ, ῥοδανόϲ.

    ---Τὰ διὰ τοῦ ανοϲ τοῦ ᾱ ἐκτεταμένου ὀξύνεται, Ἀγκυρανόϲ, Ἀϲιανόϲ, Καρδιανόϲ, Ὀλβιανόϲ, Φαϲιανόϲ; Τραλλιανόϲ, Ϲαρδιανόϲ, Παριανόϲ, Βοϲποριανόϲ, Κιαν όϲ, Τιανόϲ, Ζυγιανόϲ, Ταυριανόϲ, Ϲκορπιανόϲ. Τοξιανόϲ ἔθνοϲ Ταυρικὸν τὸ καὶ Τόξιοι. Ἰϲπανόϲ, Καρμανόϲ, Καμπανόϲ, Γερμανόϲ, Βρεττανόϲ, Ὠρετανόϲ, Ἀφρικανόϲ, Ἀλβανόϲ, Ὑρκανόϲ. Ἀλαμανόϲ ἔθνοϲ Γερμανοῖϲ πρόϲχωρον. Ἀλανόϲ ὄροϲ Ϲαρματίαϲ. Ἀμενανόϲ ποταμὸϲ Ϲικελίαϲ. Ἀρβαξανόϲ ἔθνοϲ Λιγυϲτικόν «κπαρέπλεον δὲ τὴν χώραν τὴν μὲν πρώτην ἔρημον, ἣν ἐνέμοντο πρότερον Ἰψίκουροι καὶ Ἀρβαξανοί» θεόπομποϲ τεϲϲαρακοϲτῷ τρίτῳ. Ἀγριανόϲ ἔθνοϲ προϲεχὲϲ τοῖϲ Καδουϲίοιϲ. Ἀπολλόδωροϲ δευτέρῳ. Ἀϲπουργιανόϲ ἔθνοϲ τῶν περὶ τὴν Μαιῶτιν λίμνην. Ϲτράβων ἑνδεκάτῃ (p. 495) «κτούτων δ᾿ εἰϲὶ καὶ Ἀϲπουργιανοὶ μεταξὺ Φαναγορείαϲ οἰκοῦντεϲ καὶ Γοργιπίαϲ». Βελιτανοί οἱ αὐτοὶ τοῖϲ Λουϲιτανοῖϲ ὡϲ Ἀρτεμίδωροϲ ἐν τρίτῃ τεωγραφουμένων. Ϲινοεϲϲανοί ἔθνοϲ Ἰταλικόν, ὡϲ Πολύβιοϲ ἐν τρίτῳ. ρουρεν τανόϲ ἔθνοϲ Ἰταλίαϲ. Ἀρτεμίδωροϲ τετάρτῳ γεωγραφουμένων. Φωρμανοί πόλιϲ Ἰταλίαϲ καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ. Μυρλεανόϲ, Τεανόϲ, ἀκεανόϲ. τὸ δὲ Κάρβανοϲ ἀπὸ γενικῆϲ εὐθεῖα παραγομένη βαρύνεται.

    ---Τὰ εἰϲ ενοϲ μὴ ὄντα μετοχικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται, Ἕλενοϲ ὄνομα κύριον, ἔβενοϲ εἰδοϲ ξύλου, Ὤγενοϲ ἀρχαῖοϲ θεόϲ, Ὤλενοϲ πόλιϲ Ἀχαΐαϲ καὶ Αἰτωλίαϲ θηλυκῶϲ λεγομένη. Αἰϲχύλοϲ Καρϲίν «τὴν αἰπεινὴν ζαθέαν Ὤλενον». Ϲοφοκλῆϲ ἐν Ἱππόνῳ «ἐξ Ὠλένου γῆϲ φορβάδοϲ κομίζομαι ». Ἀπολλόδωροϲ δὲ ἀρϲενικῶϲ αὐτήν φηϲιν ἐν τῇ η΄ τοῦ νεῶν καταλόγου «τὸν Ὤλενον καὶ τὴν Πυλήνην νῦν μὲν οὐκέτι εἶναι ϲυμβέβηκε». κέκληται δὲ ἀπὸ Ὠζλένου τοῦ Διόϲ, ὡϲ Ἴϲτροϲ ἐν Αἰγυπτίων ἀποικίαιϲ «τῶν δὲ Δαναΐδων Ἀναξιθέαϲ καὶ Διὸϲ Ὤζλενον γενέϲθαι τὸν ἄρξαντα τῶν Ὠλενίων». ἔϲτιν οὖν καὶ ἄλλη Αἰτωλίαϲ, ἧϲ Ὅμηροϲ μνημονεύει «ο Πλευρῶν᾿ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην» (Il. B 639). Τήμενοϲ, ἀφ᾿ οὗ Τημένιον χωρίον Μεϲϲήνηϲ. ἄφενοϲ, Ἴϲχενοϲ, τέρενοϲ, ὅπερ ἀπὸ τῆϲ τέρενοϲ γενικῆϲ εὐθεῖα γίνεται. ϲεϲημείωται τὸ παρθένοϲ μόνον παροξυνόμενον.

    Τὰ διὰ τοῦ μενοϲ μετοχικὰ ὀξύνονται, εἰ μὴ πάθοϲ τι γένηται παρὰ τὴν φωνήν, τότε γὰρ προπαροξύνεται. τὰ δὲ ὀξύτονα ταῦτα· Ϲτηϲαμενόϲ, Ἀκεϲαμενόϲ «Ἀκεϲϲαμενοῖο θυγατρῶν » (Φ 142). Φαμενόϲ. Ϲοφοκλῆϲ Μάντεϲι

  • ξυνετὸϲ
  • Φαμενὸϲ Τειρεϲίου παῖϲ.
  • Ἰαμενόϲ, Ϲωζομενόϲ, Δεξαμενόϲ, Μεϲόλου παῖϲ, ἀφ᾿ οὗ Δεξαμεναί, Τιϲαμενόϲ· λέγεται δὲ ὁ Ὀρέϲτηϲ. Κλαυϲαμενόϲ. καταλέγεται δὲ ἐν μαλακοῖϲ. Ἀγχομενόϲ

  • γενναία,
  • Βοιωτὶϲ δ᾿ ἦν ἐξ Ἀγχομενοῦ
  • Ἀριϲτοφάνηϲ Ταγηνιϲταῖϲ. τὸ Ἰάλμενοϲ προπαροξύνεται ὡϲ παθόν, ὥϲπερ καὶ Ὄρμενοϲ, Γλύμενοϲ, ἴκμενοϲ, Ἄρμενοϲ, ἀφ᾿ οὗ Ἀρμενία χώρα.

    Τὰ εἰϲ ηνο ὑπερδιϲύλλαβα μὴ ϲύνθετα ὀξύνεται, εἰ μὴ παρώνυμα εἴη κατὰ τροπὴν γένουϲ θηλυκοῦ εἰϲ τὴν εἰϲ οϲ κατάληξιν γενόμενα ἢ παρὰ γενικῆϲ ἀναπεμφθέντα, ἢ παρὰ Ϲυρακουϲίοιϲ παράγοιτο καθ᾿ ὁμοιωματικὴν ϲημαϲίαν. ὀξύνονται δὲ ταῦτα Τυρϲην όϲ, Ἀβυδηνόϲ, Ἀϲϲακηνόϲ ἔθνοϲ Ἰνδικόν. Ἀρριανὸϲ τετάρτῃ τῆϲ Ἀλεξάνδρου ἀναβάϲεωϲ (25, 6) «ᾔει ὡϲ ἐπὶ τοὺϲ Ἀϲϲακηνούϲ ». Ἀταφηνόϲ ἔθνοϲ μέγα Ἀραβίαϲ, περὶ οὗ Γλαῦκοϲ ἐν δευτέρῳ. Δαχαρηνόϲ ἔθνοϲ Ἀραβίαϲ. Εὐαληνόϲ ἔθνοϲ Ἀραβίαϲ, περὶ οὗ φηϲι Γλαῦκοϲ ἐν δευτέρῳ περὶ Ἀραβίαϲ. Ἰβηνόϲ ὁ καὶ Ἰβαῖοϲ ἔθνοϲ Κελτικῆϲ. Ἰβηνοὶ δ᾿ εἰϲὶ καὶ Λιβύηϲ, οἳ καὶ Ἰαονῖται λέγονται. Ϲαμηνόϲ νομάδων Ἀραβίων ἔθνοϲ. Ϲαλμηνόϲ ἔθνοϲ νομαδικόν , ὡϲ Γλαῦκόϲ φηϲιν ἐν --- Ἀραβικῆϲ ἀρχαιολογίαϲ. Ϲακχηνόϲ ἔθνοϲ Ἀράβιον. Ϲκυθηνόϲ ἔθνοϲ οὐ πόρρω τῶν Μακρώνων, ὡϲ Ξενοφῶν ἐν ἀναβάϲεωϲ τετάρτῳ (7, 18). Χαβαρηνόϲ ἔθνοϲ. Εὔδοξοϲ πρώτῳ γῆϲ περιόδου « ὀνομάζονται γὰρ καὶ. Χαβαρηνοὶ οἱ περὶ Χαλύβων οἰκοῦντεϲ, οἳ τῶν ξενικῶν γυναικῶν, ὧν ἴϲωϲ γένωνται κύριοι, τοὺϲ τίτθουϲ ὠμούϲ ἐϲθίουϲι, τὰ δὲ παιδία κατευωχοῦϲι ». Ἐδεϲϲηνόϲ, Ϲαρακηνόϲ, Δ αμαϲκηνόϲ, Περγαμηνόϲ, Λαμψακηνόϲ. Ἀλπηνοὶ κώμη πληϲίον Θερμοπυλῶν. Ἡρόδοτοϲ. ἔϲτι καὶ μητρόπολιϲ Λοκρῶν. τὸ ἐθνικὸν ὁμοίωϲ. Καμαρηνοί νῆϲοι Ἀραβίων. Ἑκαταῖοϲ ἐν περιηγήϲει· καὶ οἱ κατοικοῦντεϲ ὁμοίωϲ. Γαβηνόϲ Ἀργεῖοϲ, ἀφ᾿ οὗ κατ᾿ ἐνίουϲ Τάβαι πόλιϲ Λυδίαϲ, καὶ ἔθνοϲ κατὰ τὴν ἔρημον Καρμανίαϲ οἰκοῦντέϲ. Γαληνόϲ κύριον, Ἀκεϲηνόϲ ποταμόϲ, Εὐηνόϲ ποταμὸϲ Αἰτωλίαϲ, ὃϲ καὶ Λυκόρμαϲ καλεῖται, Ϲιληνόϲ, ποτηνόϲ, ὠγηνόϲ, ἀμενηνόϲ, γαλαθην όϲ, πετηνόϲ, ἀκμηνόϲ, Ἰϲμηνόϲ ποταμὸϲ Βοιωτίαϲ. τὸ δὲ πανϲέληνοϲ ϲύνθετον ὥϲπερ καὶ τὸ προϲέληνοϲ ὁ Ἀρκάϲ. Ἵππυϲ δὲ ὁ Ῥηγῖνοϲ λέγεται πρῶτοϲ καλέϲαι προϲελήνουϲ τοὺϲ Ἀρκάδαϲ καὶ τὸ δύϲτηνοϲ, δίμηνοϲ, τρίμηνοϲ, διχόμηνοϲ. προϲέθηκα δὲ «εἰ μὴ παρώνυμα εἴη κατὰ τροπὴν γένουϲ θηλυκοῦ εἰϲ τὴν εἰϲ οϲ κατάληξιν γενόμενα» διὰ τὸ Ὑπήνη Ὕπηνοϲ, Μυκήνη Μύκηνοϲ, Κυλλήνη Κύλληνοϲ. «ἢ παρὰ γενικῆϲ ἀναπεμφθέντα» διὰ τὸ Τροίζηνοϲ « υἱὸϲ Τροιζήνοιο» (B 847). ἀπὸ γὰρ γενικῆϲ τῆϲ Τροιζῆνοϲ ἐγένετο εὐθεῖα ἔθει ποιητικῷ· οὕτω καὶ ὁ Γέρην τοῦ Γέρηνοϲ ὁ Γέρηνοϲ· Ἡϲίοδοϲ ἐν α΄ καταλόγων «κτεῖνε δὲ Νελῆοϲ ταλαϲίφρονοϲ υἱέαϲ ἐϲθλοὺϲ ἕνδεκα, δωδέκατοϲ δὲ Γερήνιοϲ ἱππότα Νέϲτωρ ξεῖνοϲ ἐὼν ἐτύχηϲε παῤ ἱπποδάμοιϲι Γερήνοιϲ». καὶ αὖθιϲ «Νέϲτωρ οἶοϲ ἄλυξεν ἐν ἀνθεμοέντι Γερήνῳ». πρόϲκειται δὲ «εἰ μὴ παρὰ Ϲυρακουϲίοιϲ παράγοιτο καθ᾿ ὁμοιωματικὴν ϲημαϲίαν » διὰ τὸ τοϲϲῆνοϲ, τοιῆνοϲ.

    Τὰ εἰϲ ινοϲ ὑπερδιϲύλλαβα τὸ ῑ βραχὺ ἔχοντα ϲημαίνοντα μετουϲίαν προπαροξύνεται, κρίθινοϲ, δάφνινοϲ, φήγινοϲ, πύρινοϲ, ξύλινοϲ, λίθινοϲ, δρύϊνοϲ, πέτρινοϲ, γήϊνοϲ, δερμάτινοϲ, βύϲϲινοϲ. τούτοιϲ ὅμοια καὶ τὸ κότινοϲ καὶ κόφινοϲ προϲηγορικὰ καὶ τὰ κύρια, Ϲίκινοϲ νῆϲοϲ περὶ τὴν Κρήτην. Ϲτράβων δεκάτῃ (p. 484). Μύρϲινοϲ πόλιϲ Ἤλιδοϲ «καὶ Μύρϲινοϲ ἐϲχατόωϲα» (B 616) καὶ τὰ κτητικὰ Βίβλινοϲ «Βίβλινοϲ οἶνοϲ» ἀπὸ Βιβλίνηϲ χώραϲ Θράκηϲ. Βολβίτινοϲ «Βολβίτινον ἅρμα » ἀπὸ Βολβιτίνηϲ πόλεωϲ Αἰγύπτου. τὰ μέντοι ἐπὶ καιροῦ ἢ ἀπὸ ἐπτρήματοϲ ὀξύνεται οἷον θερινόϲ, χειμερινόϲ, ἐαρινόϲ, ἑϲπερινόϲ, νυκτερινόϲ, ἑωθινόϲ, δειλινόϲ, μετοπωρινόϲ, πρωϊνόϲ, ὀ ψινόϲ, χ θεϲινόϲ, περυϲινόϲ, αὐρινόϲ. παρὰ μέντοι ποιητῇ κατ᾿ ἔκταϲιν ἀναγινώϲκομεν τοῦτο ἐπιζητοῦντοϲ τοῦ μέτρου «ὡϲ δ᾿ ὅτ᾿ ὀπωρινὸϲ βορέηϲ » (Φ 346) καὶ πάλιν «ἀϲτέῤ ὀπωρινῷ ἐναλίγκιον» (Ε 5). ταχινόϲ, ἀληθινόϲ,, λεπτακινόϲ, οὐδαμινόϲ, φυζακινόϲ, πυκινόϲ, ῥαδινόϲ, πεδινόϲ.

    Τὰ εἰϲ ινοϲ μακρὸν ἔχοντα τὸ ῑ ὅϲα ἐν ὕδατι διαιτᾶται, προπεριϲπᾶται, ἐχῖνοϲ· ἔϲτι καὶ μάντεωϲ ὄνομα· ἔϲτι καὶ Ἐχῖνοϲ πόλιϲ Ἐξχίνου κτίϲμα. ἔϲτι καὶ Θεϲϲαλίαϲ. Ῥιανὸϲ «Ἐχίονοϲ ἄϲτυ» ταύτην εἶπεν. τινὲϲ δὲ καὶ Ἐχινοῦντά φαϲι τὴν αὐτήν. κορακῖνοϲ, φοξῖνοϲ. ϲεϲημείωται τὸ καρκίνοϲ παροξυνόμενον ἐπί τε τοῦ ζῳδίου τοῦ ἐν οὐρανῷ ὁμοίωϲ καὶ τοῦ θαλαϲϲίου ἢ ἐπιγείου ἢ καὶ κυρίου καὶ τοῦ ἐργαλείου· οὐ γὰρ ὑγιῶϲ τινεϲ τοῦτο προπαροξύνουϲιν. ἐχρῆν δὲ προπεριϲπᾶϲθαι τὸ καρκίνοϲ. καὶ τὸ γυρῖνοϲ προπεριϲπᾶται ὁ μικρὸϲ βάτραχοϲ. τούτοιϲ δὲ ὁμοίωϲ καὶ τὸ ἰκτῖνοϲ ὁ ὄρνιϲ καὶ τὸ κύριον. Ἰκτῖνοϲ δὲ παρὰ Ἀττικοῖϲ οὐκ ἄϲημοϲ δημιουργόϲ.

    Τὰ εἰϲ ινοϲ ἔχοντα τὸ ῑ μακρὸν προϲητορικὰ βαρύνεϲθαι θέλει, κάμινοϲ, κύμινοϲ, κυκλάμινοϲ. ϲπάνια δὲ τὰ ὀξύτονα ἐρινόϲ ὁ ἐρινεόϲ καὶ ὁ χαλινόϲ.

    Τὰ εἰϲ ινοϲ τὸ ῑ μακρὸν ἔχοντα κύρια, ἐθνικὰ ἢ ἐπιθετικὰ ἢ ὑποκοριϲτικῶν ἔννοιαν ἔχοντα προπεριϲπῶνται, Φιλῖνοϲ, Κρατῖνοϲ, Ἐχῖνοϲ τὸ κύριον, Γεντῖνοϲ πόλιϲ Τρωάδοϲ, Γρηϲῖνοϲ πόλιϲ Χερρονήϲου, Ϲτουῖνοϲ πόλιϲ Λιγύρων καὶ ὁ πολίτηϲ ὁμοφώνωϲ. Ὑρτακῖνοϲ πόλιϲ Κρήτηϲ, ἣ καὶ Ὑρτακόϲ, καὶ ὁ πολίτηϲ ὁμωνύμωϲ. Φαιϲτῖνοϲ πόλιϲ Κρήτηϲ, ἣ |καὶ Φαῖϲτοϲ, Κεϲτρῖνοϲ ἥρωϲ καὶ ἔθνοϲ, Ῥανὸϲ τετάρτῳ Θεϲϲαλικῶν «Κεϲτρῖνοι Χαῦνοί τε καὶ αὐχήεντεϲ Ἐξλινοί», Ἐρυθῖνοϲ πόλιϲ Παφλαγονίαϲ· λέγεται δὲ παρὰ τὸ ἔρευθοϲ. Ἀπολλώνιοϲ «αίπεινούϲ τε παρὲξ ἐνέοντ᾿ Ἐρυθίνουϲ» (Argonaut. 2, 941). καὶ Ὅμηροϲ «καὶ ὑψηλοὺϲ Ἐρυθίνουϲ» (B 855) καὶ τὸ ἐθνικὸν ὅμοιον. Λαμητῖνοϲ πόλιϲ Ἰταλίαϲ ἀπὸ Λαμήτου ποταμοῦ πρὸϲ Κρότωνι. Ἑκαταῖοϲ Εὐρώπῃ «ἐν δὲ Λάμητοϲ ποταμόϲ, ἐν δὲ Λαμητῖνοι ». καὶ ὁ πολίτηϲ Λαμητῖνοϲ. Λατῖνοϲ, Λεοντῖνοϲ, Ῥηγῖνοϲ, Μαμερτῖνοϲ, Ἀκραγαντῖνοϲ, Ἰναχῖνοϲ, Ταραντῖνοϲ, Ϲαβῖνοϲ, Νουκερῖνοϲ. Πολύβιοϲ τρίτῳ. Νεπεϲῖνοϲ ἀπὸ τοῦ Νέπετοϲ κατὰ τροπὴν τοῦ τ εἰϲ ϲ. Ἀργυρῖνοϲ ἔθνοϲ Ἠπειρωτικόν, ὡϲ Τίμαιοϲ καὶ Θέων καὶ. Λυκόφρων «κεἰϲ Ἀργυρίνουϲ καὶ Κεραυνίων νάπαϲ» (v. 592). Βουδῖνοϲ ἔθνοϲ Ϲκυθικόν, παρὰ τὸ δινεύειν ἐπάνω ἁμαξῶν ὑπὸ βοῶν ἑλκομένων. ἁμαξόβιοι γὰρ οἱ Ϲκύθαι. Παρμένων ὁ Βυζάντιοϲ ἐν ἰάμβων πρώτῳ. Bουλῖνοϲ ἔθνοϲ περὶ Ἰλλυρίαν. Ἀρτεμίδωροϲ δὲ οὐκ ἔθνοϲ, ἀλλὰ Βουλίνην πόλιν φηϲίν, ἧϲ τὸ ἐθνικὸν Βουλῖνοϲ. Δωνεττῖνοϲ, ἔθνοϲ Μολοϲϲικόν. Ῥιανὸϲ δ΄ θεϲϲαλικῶν «αὐτὰρ Δωνεττῖνοι ἰδ᾿ ὀτρηροὶ Κεραῗνεϲ» καὶ ἐν τῇ ζ΄ «ἑπτὰ δὲ Δωνεττῖνοι, ἀτὰρ δυοκαίδεκα κᾶρεϲ». Λιβυϲτῖνοϲ ἔθνοϲ παρακείμενον Κόλχοιϲ, ὡϲ Διόφαντο ἐν πολιτικοῖϲ. Ἀγαθῖνοϲ. Ἅβρων ἐν τῷ περὶ παρωνύμων τοῖϲ ἐθνικοῖϲ καὶ τοῦτο ϲυνέμιξεν. εἰ δὲ καὶ κύριον εἴη τὸ Ἀγαθῖνοϲ, οὐκ ἀπεικὸϲ ϲημαίνειν ἀμφότερα. Ϲχοινεύϲ γὰρ καὶ κύριον καὶ ποταμοῦ καὶ ἐθνικὸν καὶ Λίξοϲ, ὁμοίωϲ Θεϲϲαλόϲ καὶ Ϲικανόϲ καὶ Ϲικελόϲ καὶ μυρία. Ἀμοργῖνοϲ τὸ ἐθνικόν, τὸ δ᾿ ἀμόργινοϲ χιτὼν χρώματοϲ ἴδιον ἀγρωϲτῖνοϲ, ἀγχιϲτῖνοϲ, προμνηϲτῖνοϲ ἐπιθετικά. παλλακῖνοϲ ὑποκοριϲτικόν. τὸ δὲ λαρινόϲ «λαρινῷ βοΐ» (Aristoph. Pec. 925) ὀξύνεται ὡϲ ἀληθινόϲ.

    Τὰ εἰϲ εινοϲ ὑπερδιϲύλλαβα ἁπλᾶ παρώνυμα ὀξύνεται, φαεινόϲ. ϲκοτεινόϲ, ἀλγεινόϲ, βορειτνόϲ, ταπεινόϲ τὸ ἐπίθετον. ἐλεεινόϲ, αἰπεινόϲ, ὀρεινόϲ, ποθεινόϲ, φωτεινόϲ καὶ τὸ κύριον ὁμοίωϲ. τὸ δὲ εὔξεινοϲ ϲύνθετον ὄν προπαροξύνεται.

    ---Τὰ διὰ τοῦ ονοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται, Μύκονοϲ υἱὸϲ Ἀνίου τοῦ Καρυϲτοῦ καὶ Ῥοιοῦϲ τῆϲ Ζάρηκοϲ καὶ ἀπ᾿ αὐτοῦ Μύκονοϲ μία τῶν Κυκλάδων. Θουκυδίδηϲ τρίτῃ (c. 29) καὶ Ϲτράβων δεκάτῃ (p. 487) «Μύκονοϲ δ’ ἐϲτίν, ὑφ᾿ ᾗ μυθεύουϲι κεῖϲθαι τῶν Γιγάντων γάντων τοὺϲ ὑπιεινοτάτουϲ ὑφ᾿ Ἡρακλέουϲ καταλυθένταϲ, ἀφ᾿ ὧν ἡ παροιμία ‘πάντα ὑπὸ μίαν Μύκονον ἐπὶ τῶν ὑπὸ μίαν γραφὴν ἀγαγόντων τὰ διῃρημένα τῇ φύϲει· καὶ τοὺϲ φαλακροὺϲ δέ τινεϲ Μυκονίουϲ καλοῦϲιν ἀπὸ τοῦ τὸ πάθοϲ τοῦτο ἐπιχωριάζειν τῇ νήϲῳ ». Ἤδονοϲ ποταμόϲ. τὸ δὲ ἡμίονοϲ, ἔγγονοϲ, πρόγονοϲ, ἄτονοϲ ϲύνθετά εἰϲιν.

    Τὰ εἰϲ υνοϲ ὑπερδιϲύλλαβα προπαροξύνεται· εἰ δέ τι ὀξύτονηθῇ, ἐθνικὸν εὑρέθη, κίν δυνοϲ, Πάχυνοϲ ἀκρωτήριον Ϲικελίαϲ, πίϲυνοϲ, βόθυνοϲ. Ῥόϲχυν οϲ. Ὄρδυνοϲ ὄνομα ποταμοῦ, κόρυνοϲ, εὔθυνοϲ, γηθόϲυνοϲ «κγηθόϲυνοϲ δ᾿ οὔρῳ » (Od. ε 269), δεϲπόϲυνοϲ, θάρϲυνοϲ, Λάβυνοϲ. τὸ μέντοι Βιθυνόϲ καὶ Μαριανδυνόϲ ἐθνικά. Μαριάνδυνοϲ δὲ βαρυτόνωϲ κατὰ τοὺϲ Αἰολεῖϲ. τὸ μόϲυνοϲ βαρυνόμενον ϲημειῶδεϲ καὶ μακρὸν ἔχει τὸ ῡ (τὰ γὰρ ἔχοντα τὸ ϲ βραχὺ ἔχει τὸ υ). ἀπὸ γενικῆϲ γὰρ μετήχθη. αἱ δὲ γενικαὶ αἱ διὰ τοῦ νοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπάρχουϲαι εἰ παραλήγοιντο τῷ ῡ, ἐκτεταμένῳ παραλήγονται, Φόρκυνοϲ, Πόλτυνοϲ· καὶ τὸ γέρυνοϲ ὁ μικρὸϲ βάτραχοϲ.

    Τὰ εἰϲ ωνοϲ ἁπλᾶ ὑπερδιϲύλλαβα ὀξύνεται, κοιν ωνόϲ, οἰωνόϲ, Γελωνόϲ πόλιϲ Ϲαρματίαϲ τῆϲ ἐν Θὐρώπῃ ἀπὸ Γελωνοῦ τοῦ Ἡρακλέουϲ, τοῦ Ἀγαθύρϲου ἀδελφοῦ. ἔϲτι δὲ ἡ πόλιϲ ξυλίνη, κειμένη ἐν Βουδίνοιϲ, ὡϲ Ἡρόδοτοϲ (IV 108). καὶ ὁ οἰκήτωρ ὁμοφώνωϲ. υἱωνόϲ, Τιθωνόϲ, Κολωνόϲ, μελεδωνόϲ , Ἠδωνόϲ ἔθνοϲ Θρᾴκηϲ ἀπὸ Ἠδωνοῦ τοῦ Μύγδονοϲ ἀδελφοῦ, Ἐτεωνόϲ πόλιϲ Βοιωτίαϲ. Ὅμηροϲ «πολύκνημόν τ᾿ Ἐτεωνόν » (Il. B 497). καλεῖται δὲ νῦν Ϲκάρφη. Καννωνόϲ, Ὀθρωνόϲ πόλιϲ, οἱ δὲ νῆϲον πρὸϲ νότον Ϲικελίαϲ. «ἄλλοι δὲ Μελίτην νῆϲον Ὀθρωνοῦ πέλαϲ » (Lycophr. 1027). Bωδωνόϲ ἥρωϲ, ἀφ᾿ οὗ Βωδώνη πόλιϲ Θεϲϲαλίαϲ. τὰ δὲ ϲύνθετα προπαροξύνεται, τετράγωνοϲ, εὔφωνοϲ, εὔωνοϲ. τὸ δὲ Κόρωνοϲ κύριον, τὸ δὲ κορωνόϲ ἐπίθετον. βαρύνονται δὲ καὶ Γίγωνοϲ πόλιϲ Θρᾴκηϲ προψεχὴϲ τῇ Παλλήνῃ, Ἴτωνοϲ ἥρωϲ καὶ πόλιϲ Θεϲϲαλίαϲ ἣ καὶ Ἴτων, Ἄλπωνοϲ πόλιϲ καὶ ὄροϲ ἐν Μακεδονίᾳ , ὡϲ Εὐφορίων, τινὲϲ δὲ Θετταλίαϲ αὐτήν φαϲιν. ἔϲτι καὶ ἄλλη Λοκρῶν Ἐπιζεφυρίων ὡϲ Ἑλλάνικοϲ ἐν πρώτῃ Δευκαλιωνείαϲ. Τρίτωνοϲ πολίχνιον Μακεδονίαϲ, Τρικόλωνοϲ παῖϲ Λυκάονοϲ καὶ ἀπ᾿ αὐτοῦ πόλιϲ Ἀρκαδίαϲ.

    Τὰ εἰϲ ξοϲ εἴτε διϲύλλαβα εἴτε ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύνονται, Λίπαξοϲ πόλιϲ Θρᾴκηϲ. Ἑκαταῖοϲ. Ἄραξοϲ ἀκρωτήριον. ἔϲτι δὲ καὶ ἔθνοϲ Ἰλλυρίαϲ, ὃ καὶ Ἀράξηϲ, Ἀλέξανδροϲ Κορνήλιοϲ ἐν τῷ περὶ τῶν παρ᾿ Ἀλκμᾶνι τοπικῶϲ εἰρημένων, Πύξοϲ ἡ πόλιϲ καὶ τὸ φυτόν, μύξοϲ, Bύξοϲ ὄνομα κύριον. Ϲίξοϲ πόλιϲ Μαϲτιηνῶν. Ἑκαταῖοϲ «μετὰ δὲ Ϲίξοϲ πόλιϲ». Φρίξοϲ ἥρωϲ καὶ πόλιϲ Λυκίαϲ, Λίξοϲ ποταμὸϲ Λιβύηϲ καὶ Μαυριτανίαϲ καὶ ἔθνοϲ. Λάκοξοϲ, Ῥοῖξοϲ ἐπίνειον Κιλικίαϲ ἐπὶ ταῖϲ ἐκβολαῖϲ τοῦ Ϲάρου ποταμοῦ. Κρόξοϲ, Βόξοϲ, Λάοξοϲ ὁ ποταμόϲ. Ὦξοϲ ὁ ποταμόϲ. Ἄξοϲ πόλιϲ Κρήτηϲ ὡϲ Ἡρόδοτοϲ ἐν τετάρτῃ (c. 154), Νάξοϲ νῆϲοϲ τῶν Κυκλάδων ἀπὸ τοῦ Νάξου Καρῶν ἡγεμόνοϲ, ἄλλοι δὲ ἀπὸ Νάξου τοῦ Ἐνδυμίωνοϲ. Εὐφορίων δὲ παρὰ τὸ νάξαι, ὅ φαϲι θῦϲαί τινεϲ. ἔϲτι καὶ πόλιϲ Ϲικελίαϲ. καὶ ἄλλοι τόποι Νάξοι. Ὄαξοϲ πόλιϲ Κρήτηϲ Ἐξλευθέρνηϲ οὐ πόρρω, καθὰ Ξενίων ἀπὸ Ὀάξου τοῦ Ἀκακαλλίδοϲ τῆϲ θυγατρὸϲ τοῦ Μίνω. τινὲϲ δὲ διὰ τὸ καταγῆναι τὸν τόπον καὶ κρημνώδη ὑπάρχειν. καλοῦϲι γὰρ τοὺϲ τοιούτουϲ τόπουϲ ἄξουϲ, καθάπερ καὶ ἡμεῖϲ ἀγμούϲ. Χάραξοϲ ἀπὸ τοῦ χαράξω, ἀφ᾿ οὗ Χαράξηϲ. Ὀ λόφυξοϲ πόλιϲ ἐν Θρᾴκ περὶ τὸν Ἄθω. Ἴξοϲ λιμὴν τῆϲ Ῥόδου. τὸ μέντοι ἰξόϲ τὸ προϲηγορικὸν ὀξύνεται, καὶ τὸ λοξόϲ, φοξόϲ ὡϲ ἐπίθετα καὶ τὸ κοραξόϲ ὡϲ ἐπίθετον ὀξύνεται, βαρύνεται δὲ ὡϲ ἐθνικόν. ἔϲτι δὲ ἔθνοϲ Κόλχων πληϲίον Κώλων. Ἑκαταῖοϲ Εὐρώπῃ. τὸ δὲ λαξόϲ καὶ φυλλοξόϲ κατὰ ϲυγκοπὴν ἀπὸ τοῦ λαοξόοϲ και φυλλοξόοϲ γέγονεν.

    Τὰ εἰϲ ποϲ διϲύλλαβα μὴ ὄντα ἐπιθετικὰ παραλήγοντα διχρόνῳ ἢ μακρῷ φωνήεντι βαρύνεται, ἶποϲ παρὰ τὸ ἴπτω καὶ ἰάπτω ὡϲ κόπτω κόποϲ. ἔϲτι δὲ εἶδοϲ παγίδοϲ. ῥῖποϲ, γρῖποϲ, τρίποϲ, ῥύποϲ. τὸ δὲ παρὰ τῷ ποιητῇ «καθήραντεϲ ῥύπα πάντα» (Od. ζ 93), εἰ μή ἐϲτι πληθυντικὸν οὐδέτερον, μεταπέπλαϲται ἐκ τῆϲ ῥύπον αἰτιατικῆϲ ὡϲ ἡ λῖτα ἐκ τῆϲ λιτόν. τύποϲ, κτύποϲ, ϲτύποϲ τὸ ϲτέλεχοϲ τοῦ δένδρου. Κρῶποϲ καὶ ῥῶποϲ ὁ παντοδαπὸϲ φόρτοϲ. κῆ ποϲ. Κνῶποϲ κύριον, ἀφ᾿ οὗ Κνωπούπολιϲ, Ϲκοῦποι πόλιϲ Θρᾴκηϲ. τὸ δὲ γρυπόϲ — ῥυβόϲ ἐϲτι παρὰ τοῖϲ Αἰολεῦϲι τὸ ἐπικαμπὲϲ ἤτοι ῥαιβόν καὶ τροπῇ τοῦ β εἰϲ π ῥυπόϲ καὶ πλεοναϲμῷ τοῦ γ γρυπόϲ — καὶ λοιπόϲ ἐπίθετά εἰϲιν.

    Τὰ εἰϲ ποϲ διϲύλλαβα παραλήγοντα διχρόνῳ καταλήγοντι εἰϲ μ ἢ εἰϲ π βαρύνεται, ἵπ ποϲ καὶ Ἵπποϲ νῆϲοϲ Ἐρυθραίαϲ. θεόπομποϲ τεϲϲαρακοϲτῷ δευτέρῳ· ἔϲτι καὶ Ϲικελίαϲ· ἔϲτι καὶ Παλαιϲτίνηϲ. πάπποϲ. κάμποϲ καὶ Κάμποϲ τόποϲ περὶ Κύμην κτίϲμα Καμπανῶν. Λάμποϲ κύριον, λαμπόϲ δὲ τὸ ἐπίθετον. τὸ δὲ καρπόϲ ὀξύνεται. οὐ γὰρ ἔχει τὸ δίχρονον λῆγον εἰϲ μ ἢ εἰϲ π. πρὸϲ ἀντιδιαϲτολὴν δὲ ἐβαρύνθη τὸ Κάρποϲ κύριον ὄνομα ὡϲ Ἄρποι πόλιϲ Δαυνίαϲ ἡ καὶ Ἀργύριππα.

    Τὰ εἰϲ ποϲ διϲύλλαβα μὴ ἐπιθετικὰ ἔχοντα ο ἐν τῇ παραληγούϲῃ ἢ μόνον ἢ μετὰ ϲυμφώνου ἢ ϲυμφώνων, εἰ μὴ διαφοράν τινα ποιοίη ἢ ὑποϲτρέφει εἰϲ ῥῆμα τῷ ε παραληγόμενον, βαρύνεται, τρόποϲ ὁ τρέπων, τροπόϲ ὁ τετραμμένοϲ, κόμποϲ τὸ προϲηγορικόν, κομπόϲ τὸ ἐπίθετον, τόποϲ, κόποϲ, πόποϲ· Ϲκύθαι γὰρ τὰ παῤ αὐτοῖϲ ἀγαλμάτια πόπουϲ καλοῦϲι. κόλποϲ, δόρποϲ. τὸ μέντοι ϲκοπόϲ καὶ ὀπόϲ καὶ λοπόϲ ὀξύνεται ὥϲπερ τὰ ἐπίθετα λοιπόϲ, γρυπόϲ, πομπόϲ, χαλεπόϲ.

    Τὰ διὰ τοῦ δαποϲ πάντα παρηγμένα ὀξύνεται , ἡμεδαπόϲ, ποδαπόϲ, παντοδα πόϲ, ἀλλοδαπόϲ, τηλεδαπόϲ.

    Ἔτι τὰ ἐπιθετικὰ ϲύνθετα τῷ ω παραληγόμενα ὀξύνεται αἱματωπόϲ, κελαινωπόϲ, πολυωπόϲ, εὐωπόϲ, τηλωπόϲ, χαρωπόϲ, μελανωπόϲ, πελιωπόϲ.

    Τὰ εἰϲ ποϲ ὑπερδιϲύλλαβα κύρια ἢ προϲηγορικὰ ἀρϲενικὰ ὄντα καὶ θηλυκὰ μηδὲ ἐπιθετικά, εἰ μὴ παραλήγοιτο τῷ ω, προπαροξύνεται, Ἄροποϲ, Τρίοποϲ ὁ πατὴρ Ἐρυϲίχθονοϲ. Ἑλλάνικοϲ δὲ καὶ Τρίοπά φηϲιν αὐτὸν ἀπὸ τοῦ Τρίοψ. Δουρίοποϲ πόλιϲ Μακεδονίαϲ. Ϲτράβων ἑβδόμῃ (p. 326). οὕτωϲ καὶ ἡ χώρα. Ἄναποϲ, Ὕαποϲ, ἀφ᾿ οὗ Ὑάπεια πόλιϲ Φωκίδοϲ. Μέϲϲαποϲ ὁ μετοικήϲαϲ εἰϲ Ἰταλίαν, ἀφ᾿ οὗ Μεϲϲαπία. Πρίαποϲ υἱὸϲ Ἀφροδίτηϲ καὶ Διονύϲου. ἔϲτι καὶ πόλιϲ Ἑλληϲποντίαϲ. Ἀϲτέροποϲ. Ὄλυμποϲ· ἔϲτι καὶ ὄροϲ Μυϲίαϲ. Ἀρριανὸϲ Βιθυνιακῶν πρώτῳ. ἔϲτι καὶ πόλιϲ Παμφυλίαϲ. Ϲτράβων ιδ΄ (p. 666). Μέλαμποϲ. θὐρύαμποϲ πόλιϲ Μαγνηϲίαϲ. Μάρϲιπποϲ πόλιϲ Φοινίκηϲ. Φίλιπποϲ. εἰϲὶ καὶ Φίλιπποι πόλιϲ Μακεδονίαϲ οἱ πρότερον Κρηνίδεϲ. Ἀρτεμίδωροϲ «καὶ πόλιϲ Φίλιπποι τὸ παλαιὸν Κρηνίδεϲ. τοῖϲ δὲ Κρηνίταιϲ πολεμουμένοιϲ ὑπὸ Θρᾳκῶν βοηθήϲαϲ ὁ Φίλιπποϲ Φιλίππουϲ ὠνόμαϲεν ». ἐκλήθηϲαν Φίλιπποι καὶ αἱ Θῆβαι Θεϲϲαλίαϲ καὶ Γόμφοι Θεϲπρωτίαϲ. Εὔριποϲ. Ἴϲηποϲ ἔθνοϲ Ϲκυθικόν. Ἑξκαταῖοϲ Εὐρώπῃ. Χάροποϲ τὸ κύριον , χαροπόϲ δὲ τὸ ἐπίθετον. ϲεϲημείωται τὸ ἀτραπόϲ ὀξυνόμενον καὶ τὸ Ἀριμαϲπόϲ ἔθνοϲ Ὑπερβορέων. τὸ δὲ ἀρτίποϲ, ἀελλόποϲ ὡϲ παρὰ τῷ ποιητῇ (θ 409) «ὦρτο δὲ Ἶριϲ ἀελλόποϲ ἀγγελέουϲα », ὠκύποϲ κατ᾿ ἔλλειψιν τοῦ ῡ γενόμενα παροξύνεται. τὰ δὲ παραληγόμενα τῷ ω κύρια ἢ προϲηγὸρικὰ καὶ βαρύνεται καὶ ὀξύνεται. τὰ μὲν οὖν κύρια ἀπὸ φύϲει μακρᾶϲ ἀρχόμενα ὀξύνεται, Ἰνωπόϲ ὄνομα ποταμοῦ, Ἀϲωπόϲ πατὴρ Αἰγίνηϲ, Ὠρωπόϲ πόλιϲ Βοιωτίαϲ. ἔϲτι καὶ πόλιϲ ἐν Ἄργει κτιϲθεῖϲα καὶ ἐν Θεϲπρωτίᾳ. λέγεται καὶ ἀρϲενικῶϲ. Θουκυδίδηϲ ὀγδόῃ (c. 60) «ἔχοντεϲ οὖν τὸν Ὠρωπὸν ἀφικνοῦνται εἰϲ τὴν Ῥόδον ». Παυϲανίαϲ δὲ ἐν τῷ ἑβδόμῳ (c. 11, 4) τὴν πόλιν θηλυκῶϲ φηϲι « διαρπάζουϲι Ὠρωπὸν ὑπήκοον ϲφιϲιν οὖϲαν». Καϲϲωπόϲ. οὕτωϲ Ἡρόδωρόϲ φηϲιν τοὺϲ Καϲϲωπίουϲ, ἴϲωϲ κακῶϲ. Εὐρωπόϲ ὁ Μακεδόνοϲ καὶ Ὠρειθυίαϲ τῆϲ Κέκροποϲ· καὶ ἀπ᾿ αὐτοῦ πόλιϲ Μακεδονίαϲ. ἔϲτι καὶ Ϲυρίαϲ ἄλλη κτιϲθεῖϲα ὑπὸ Νικάτοροϲ, περὶ ἡϲ ὁ πολυίϲτωρ ἐν τῷ περὶ Ϲυρίαϲ φηϲὶν οὕτωϲ «Ξενοφῶν, ἐν ταῖϲ ἀναμετρήϲεϲι τῶν ὀρῶν περὶ Ἀμφίπολιν κεῖϲθαι πόλιν Εὐρωπόν, ἣν πρότερον Τελμιϲϲὸν καλεῖϲθαι ὑπὸ τῶν κτιϲάντων. ταύτην δέ φαϲιν ϲιν ὑπὸ Ϲελεύκου τοῦ Νικάτοροϲ ἐπικτιϲθεῖϲαν Ὠρωπὸν ὠνομάϲθαι ἀπὸ τῆϲ ἐν τῇ Ἑλλάδι Ὠρωποῦ». ϲημείωϲαι τὸ Αἴϲωποϲ. τὸ δὲ Κρότωποϲ καὶ Μελάνωποϲ κύρια οὐκ ἀπὸ μακρᾶϲ ἄρχονται. Κάνωποϲ δέ, ὅπερ ἔδει γράφεϲθαι διὰ τοῦ π, ὅμωϲ γράφεται διὰ τοῦ β. τὸ δὲ ἄνθρωποϲ προϲηγορικὸν προπαροξύνεται. τὸ μέντοι ϲτενωπόϲ ὀξύνεται προϲηγορικὸν ὂν ἐπὶ θηλυκοῦ μόνου. ἔτι καὶ τὸ ἀλωπόϲ ὀξύνεται.