De prosodia catholica
Aelius Herodianus
Aelius Herodianus. Grammatici Graeci, Pars 3, Vol. 1. Lentz, August, editor. Leipzig: Teubner, 1867.
Τὰ εἰϲ βοϲ διϲύλλαβα κύρια ἢ προϲητορικὰ βαρύνεται, ὄλβοϲ, λίβοϲ, Λέϲβοϲ καὶ ὁ κτιϲτὴϲ καὶ ἡ νῆϲοϲ, φλοῖϲβοϲ, θάμβοϲ τὸ μονογενέϲ, τάρβοϲ. λέμβοϲ, βόμβοϲ, τύμβοϲ, ῥύμβοϲ, ϲτίβοϲ, τρίβοϲ. Ϲτρόβοϲ πόλιϲ Μακεδονίαϲ. Τάβοϲ ἥρωϲ, ἀφ’ οὗ Τάβαι πόλιϲ Λυδίαϲ. Θρόμβοϲ ἀκρωτήριον Μακεδονίαϲ. Ἴϲβοϲ Ἰϲαυρίαϲ πόλιϲ, Κύβοϲ ἢ καὶ Κυβώ, πόλιϲ Ἰώνων ἐν Λιβύῃ Φοινίκων, Ὅμβι πόλιϲ Αἰγύπτου πρὸϲ τῇ Λιβύῃ. Ἀλέξανδροϲ ἐν πρώτῳ Αἰγυπτιακῶν. Ϲάβοι ἔθνοϲ Φρυγίαϲ. λέγονται καὶ ἀντὶ τοῦ βάκχοι παρὰ Φρυξίν. Ϲάμβοϲ πόλιϲ Ἀράβων καὶ οἱ πολῖται Ϲάμβοι. Βοῖβοϲ Γλαφύρου υἱόϲ, ἀφ’ οὗ Βοίβη πόλιϲ Θεϲϲαλίαϲ. Ϲτροῖβοϲ ὁ ἀδελφὸϲ Γύζαντοϲ. ϲεϲημείωται τὸ Bόλβοϲ παροξυνόμενον, ὅτε κύριον, βολβόϲ δὲ τὸ προϲηγορικόν, ὥϲπερ λοβόϲ μέροϲ τοῦ ἥπατοϲ.
Τὰ εἰϲ βοϲ διϲύλλαβα ἐπιθετικὰ ὀξύνεται, ϲτραβόϲ, ῥαιβόϲ ὁ μὴ ὀρθόϲ, καὶ κωβόϲ.
Τὰ εἰϲ βοϲ κύρια ἢ προϲηγορικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται, ἄραβοϲ, κόναβοϲ, ἴαμβοϲ, κάραβοϲ, ϲάραβοϲ, ἀττέλαβοϲ, ὅπερ οἱ Ἀττικοὶ παραλόγωϲ ὀξύνουϲι. Nήραβοϲ πόλιϲ Ϲυρίαϲ. Nικόλαοϲ τετάρτῳ. Ἄμολβοϲ πόλιϲ Μαγνήτων, ὡϲ Βάλακροϲ Μακεδονικῶν β′, Ἄριϲβοϲ ποταμὸϲ Θρᾳκῶν. Βατάναβοϲ Ἀραβίαϲ ϲταθμόϲ. Πράϲϲαιβοϲ ἔθνοϲ Θεϲπρωτικόν,Κάν δυβοϲ παῖϲ Δευκαλίωνοϲ, Μέταβοϲ ἥρωϲ, ἀφ’ οὐ Μεταπόντιον. τὸν γὰρ Μεταπόντιον οἱ βάρβαροι Μέταβον ἔλεγον. Πόλυβοϲ. Χάλυβοϲ παρ’ Ἑκαταίῳ οἱ Χάλυβεϲ. Καλλάτηβοϲ πόλιϲ Λυδίαϲ. Ἡρόδοτοϲ ἑβδόμῃ (c. 31). Τύρρηβοϲ πόλιϲ Λιβύηϲ ἀπὸ Τυρρήβου τοῦ Ἄτυοϲ. Κάνωβοϲ, ὅπερ ἔδει γράφεϲθαι διὰ τοῦπ· οὐδὲν γὰρ εἰϲ βοϲ λῆγον ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ω παραλήγεται. γράφεται δὲ ὅμωϲ διὰ τοῦ β. Ϲτράβων ἑπτακαιδεκάτῃ (p. 801) «Κάνωβοϲ δ’ ἐϲτι πόλιϲ ἐν εἴκοϲι καὶ ἑκατὸν ϲταδίοιϲ ἀπὸ Ἀλεξανδρείαϲ πεζῇ ἰοῦϲιν, ἀπὸ Κανώβου κυβερνήτου Μενελάου, ἀποθανόντοϲ αὐτόθι».
Τὰ εἰϲ βοϲ ἐπιθετικὰ ὑπὲρ δύο ϲυλλαβάϲ, εἰ μὴ τὸ η παραλήγοι ἢ ϲύνθετα εἴη ἀπὸ τῶν εἰϲ βοϲ ληγόντων, ὀξύνεται, ἐρεμβόϲ καὶ Ἐρεμβοί ἔθνοϲ Ἀραβίαϲ. Ὅμηροϲ *καὶ Ϲιδονίουϲ καὶ Ἐρεμβούϲ » (Od.δ 84), τούτουϲ δέ φηϲι τούϲ Τρωγλοδύταϲ ἀπὸ τοῦ εἰϲ ἔραν βαίνειν. λέγονται καὶ Ἐρεμβαῖοι. τούτῳ δὲ ὁμοίωϲ καὶ Περραιβόϲ ἐθνικόν, οὖ θηλυκὸν κατὰ κοινότητα ἡ Περραιβόϲ καὶ Περραιβή. κολοβόϲ, βουφορβόϲ, ἱπποφορβόϲ. τὸ δὲ ἔφηβοϲ, ἄνηβοϲ παραλήγουϲι τῷ η. τὸ δὲ φιλόκυβοϲ ϲύνθετον.
Τὰ εἰϲ γοϲ διϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ϲύμφωνον λήγουϲαν προϲηγορικὰ ὄντα ἢ κύρια βαρύνεται, πύργοϲ· εἰϲὶ δὲ καὶ Πύργοι πόλιϲ Μεϲϲήνηϲ. ϲπόγγοϲ, φθόγγοϲ, Γόργοϲ τὸ κύριον, γοργόϲ δὲ τὸ ἐπίθετον. Ἐλγοϲ πόλιϲμα Λυδίαϲ, ὡϲ Ξάνθοϲ ἐν Λυδιακοῖϲ. Λίγγοϲ φρούριον· Καϲϲανδρέων. Ἀπολλόδωροϲ ἐν χρονικῶν τρίτῳ. Ϲίγγοϲ πόλιϲ παρὰ τῷ Ἄθῳ. τὸ δὲ ϲαργόϲ ὁ ἰχθῦϲ ὀξύνεται.
Τὰ εἰϲ γοϲ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ϲύμφωνον λήγουϲαν ἐπιθετικὰ ὄντα, εἰ μὴ ἔννοιά τιϲ ὑπάρχοι ϲυνθέϲεωϲ, ὀξύνεται, γοργόϲ, ἀργόϲ. τὸ μέντοι Ἄργοϲ βαρύνεται, καὶ τὸ μάργοϲ ϲύνθετον ὂν ἀπὸ τοῦ μα ϲτερητικοῦ καὶ τοῦ ἔργον· ὁ γὰρ μάργοϲ οὐδὲν ἀγαθὸν ἐργάζεται.
Τὰ εἰϲ ογοϲ διβράχεα βαρύνεται, λόγοϲ, μόγοϲ, ψόγοϲ.
Τὰ διὰ τοῦ αγοϲ διβράχεα ἐπιθετικὰ καὶ μὴ ἐθνικὰ ὀξύνεται, φαγόϲ, κραγόϲ ὁ κραυγαϲτικόϲ. τὸ δὲ κράγοϲ ὁ κραυγαϲμὸϲ βαρύνεται καὶ τὸ Κράγοϲ ὄροϲ Λυκίαϲ. Ἀλέξανδροϲ δευτέρῳ Λυκιακῶν. ἀπὸ Κράγου τοῦ Τρεμίλητοϲ υἱοῦ, μητρὸϲ δὲ Πραξιδίκηϲ νύμφηϲ. καὶ τὸ Μάγοϲ ἐθνικόν. εἰϲὶ δὲ Μάγοι ἔθνοϲ περὶ Μηδίαν.
---Τὰ εἰϲ γοϲ διϲύλλαβα εἰ ἔχοι πρὸ τέλουϲ δίχρονον ϲυνεϲταλμένον, κύρια ἢ προϲηγορικὰ ὄντα βαρύνεται οἷον κράγοϲ, πάγοϲ, τράγοϲ, γοϲ, χωρὶϲ εἰ μὴ μεταπλάϲϲοιτο εἰϲ γένοϲ οὐδέτερον, ὡϲ ἔχει τὸ ζυγόϲ εὐρημένον παρὰ τῷ ποιητῇ καὶ οὐδέτερον. τὸ δὲ ζυγόϲ παρ’ Ὁμήρῳ οὐ ϲύνηθεϲ ἐπὶ ϲταθμοῦ. ζυγὸν γὰρ ἐκεῖνοϲ οἶδεν ἅρματοϲ καὶ ἁμάξηϲ καὶ ζυγόδεϲμον ἱμάντα (Ω 270) τὸν ζυγὸν τῶν ζῴων ζευγνύντα. ὅθεν ὑψίζυγοϲ οὐχ ὁ ἄνω ϲταθμίζων τὰ κατ’ ἀνθρώπουϲ δύναται εἶναι. ἔϲτι δὲ ζυγόϲ καὶ καθέδρα τῶν ἐρεϲϲόντων, ὅθεν ὑψίζυγοϲ ὁ ὕψι καθέδραν ἔχων κατὰ τὸ «ἐπὶ ζυγοῖϲ καθέζετο ἀρχῆϲ » τὸ τοῦ τραγικοῦ (Eurip. Phoen. 72) καὶ τοῦτο δὲ ἀπὸ τῆϲ κυβερνητικῆϲ μετενήνεκται καταϲτάϲεωϲ. καὶ τὸ ζυγομαχεῖν ἀπὸ τῶν ἐν πλοίοιϲ ζυγῶν δύναται εἶναι, ὅτε περὶ τὰϲ καθέδραϲ διαφέρονται ἐρέϲϲοντεϲ οἱ ἐρέται. εἰϲὶ καὶ Ζυγοί πόλιϲ πρὸϲ τῷ τῆϲ Ἀϲίαϲ Βοϲπόρῳ.
Τὰ εἰϲ γοϲ διϲύλλαβα φύϲει μακρῷ παραλητόμενα ὀξύνεται, εἰ μὴ κύρια εἴη, λοιγόϲ, φηγόϲ, πηγόϲ. τὸ δὲ Λᾶγοϲ κύριον. εἴρηται καὶ τριϲυλλάβωϲ « Λάαγοϲ φίλοϲ υἱὸϲ ἀρίζηλοϲ Πτολεμαῖοϲ». οὐ φύϲει οὖν διϲυλλαβεῖ, ἀλλ’ ἐκ τοῦ τριϲυλλάβου γέγονεν.
Τὰ εἰϲ γοϲ ὑπερδιϲύλλαβα βραχείᾳ παραληγόμενα προπαροξύνεται, πάταγοϲ, ἔλεγοϲ ὁ θρῆνοϲ. Τεκτόϲαγοϲ. Ὤγυγοϲ υἱὸϲ Τερμέραϲ, ἀφ’ οὗ Λύκιοι Ὠγύγιοι λέγονται. ἀϲπάραγοϲ κυρίωϲ ὁ ἐπὶ τοῦ ἑλείου ἢ ὀρείου ὁ μὴ ϲπειρόμενοϲ. ἀϲφάρα γοϲ ὁ λεγόμενοϲ φάρυγξ.
Τὰ εἰϲ γοϲ τριϲύλλαβα ἀρϲενικὰ φύϲει ἢ θέϲει μακρ παραληγόμενα, μὴ διπλαϲιαζομένου τοῦ γ, χωρὶϲ εἰ μὴ κύρια εἴη καὶ ἔννοιαν ϲυνθέϲεωϲ ἔχοι, ὀξύνεται, ἀρηγόϲ, πελαργόϲ, ἀμολγόϲ, βροτολοιγόϲ, ἀρωγόϲ. Πελαϲγόϲ ἐθνικὸν ὁμώνυμον τῷ κτίϲτῃ, Ἀβαϲγόϲ ἔθνοϲ Ϲκυθίαϲ. Χολαργόϲ. οὕτω Δίδυμοϲ καὶ Διόδωροϲ τὸν δῆμον τῆϲ Ἀκαμαντίδοϲ φυλῆϲ καλοῦϲι, Διονύϲιοϲ δὲ Χολαργεῖϲ. Ἱπ πημολγόϲ ἔθνοϲ Ϲκυθικὸν παρὰ τὸ τοὺϲ ἵππουϲ ἀμέλγειν. τὸ δὲ Ἄμολγοϲ προπαροξύτονον ἐπὶ τῆϲ νήϲου οὐκ ἀρϲενικόν. λέγεται δὲ καὶ Ἄμοργοϲ, ὡϲαύτωϲ καὶ Ϲολόγοργοϲ πόλιϲ Ἀρκαδίαϲ ἡ καὶ Ἥραια. τὸ δὲ Ϲύναγγοϲ πόλιϲ Φοινίκηϲ καὶ Ϲάλαγγοϲ ἔθνοϲ Ἰταλίαϲ ἔϲτι δὲ καὶ ἕτερον ἔθνοϲ Ἰνδικόν — διπλαϲιαζόμενον ἔχει τὸ γ. καὶ τὸ Ὅμαργοϲ ϲύνθετον ἀπὸ τοῦ ὁμοῦ καὶ τοῦ ἀργόϲ. ἔϲτι δὲ ὄνομα κυνόϲ.
---Τὸ ὀλίγοϲ προπαροξύνεται. ἔϲτι δὲ μονῆρεϲ. οὐδὲν γὰρ εἰϲ γοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ι παραλήγεται, ἀλλὰ μόνον τὸ ὀλίγοϲ. Μήτι οὖν Ταραντῖνοι χωρὶϲ τοῦ γ προφερόμενοι τὴν λέξιν ἀναλογώτερον ἀποφαίνονται, ὥϲπερ Ῥίνθων ἐν δούλῳ Μελεάγρῳ
καὶ ἐν Ἰοβάτῃ
Πλάτων μέντοι ὁ κωμικὸϲ διαπαίζει τὴν λέξιν ὡϲ βάρβαρον.
Τὰ εἰϲ δοϲ διβράχεα ἀρϲενικὰ καὶ θηλυκὰ κύρια βαρύνονται. εἰ δέ τι ὀξυνθῇ, τοῦτο θηλυκὸν προϲηγορικὸν εὐρέθη τῷ ο παραλῆγον, κλάδοϲ, Ἄδοϲ πόλιϲ Κιλικίαϲ, κάδοϲ καὶ Κάδοι πόλιϲ Μυϲίαϲ. Ϲτράβων ιβ′ (p. 576) «καὶ Δορυλάειον πόλιϲ καὶ Κάδοι ». Ῥόδοϲ νῆϲοϲ. τὸ μέντοι ὁδόϲ καὶ ϲποδόϲ ὀξύνεται ὡϲ θηλυκὰ προϲηγορικὰ τῷ ο παραλήγοντα.
Τὰ εἰϲ δοϲ διϲύλλαβα ὁ ἢ ου ἢ οι διφθόγγῳ ἢ η παραλητόμενα, εἰ μὴ ϲύνθετα ὑπάρχοι ἢ ἐθνικά, ὀξύνεται, ὁδόϲ, ϲποδόϲ, οὐδόϲ· τὸ δὲ φροῦδοϲ ἀπὸ τοῦ πρόοδοϲ ϲύνθετον καὶ τὸ Μῆ δοϲ ἐθνικόν. ϲεϲημείωται τὸ ϲκοῖδοϲ παρὰ Μακεδόϲιν ὁ οἰκονόμοϲ καὶ τὸ χλῆδοϲ προπεριϲπώμενα καὶ τὸ Ῥόδοϲ παροξυνόμενον.
Τὰ εἰϲ δοϲ ἀρϲενικὰ φύϲει μακρῷ παραληγόμενα βαρύνεται Μῆδοϲ υἱὸϲ Μηδείαϲ καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ τῷ πρωτοτύπῳ, νῖδοϲ (?) ζεῦδοϲ (?). Βλαῦδοϲ πόλιϲ Φρυγίαϲ. τὸ μέντοι καυδόϲ θηλυκὸν ὥϲπερ καὶ τὸ μαυδόϲ. ϲεϲημείωται τὸ Μαιδόϲ ἔθνοϲ Θρᾴκηϲ πληϲίον Μακεδονίαϲ καὶ Ἠδόϲ ἔθνοϲ Ϲκυθικόν. Ἑκαταῖοϲ Εὐρώπῃ καὶ Λυδόϲ.
Τὰ εἰϲ δοϲ διϲύλλαβα ἔχοντα πρὸ τοῦ δ ϲύμφωνον κατ’ ἐπιπλοκὴν βαρύνεται, Ϲόγδοϲ ὁ οἰκήτωρ Ϲογδιανῆϲ. λέγεται καὶ Ϲόγδιοϲ. ῥάβ δοϲ. ἄϲδοϲ ϲτήλῃ λιθίνη, λύγδοϲ, Ῥύβδοϲ φρούριον Ϲικελίαϲ.
Τὰ εἰϲ δοϲ διϲύλλαβα ἔχοντα πρὸ τοῦ δ ϲύμφωνον κατὰ διάϲταϲιν βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη, Λίνδοϲ πόλιϲ ἐν Ῥόδῳ κτίϲμα Λίνδου τοῦ Κερκάφου, τοῦ Ἰλίου καὶ Κυδίππηϲ, τῆϲ Ὀχίμου θυγατρόϲ. ἔϲτι καὶ Ϲικελίαϲ πόλιϲ Λίνδοϲ. Ϲίν δοϲ ἔθνοϲ ἀπὸ μεϲημβρίαϲ τῆϲ Μαιώτιδοϲ λίμνηϲ. τινὲϲ δὲ ὀξυτονοῦϲιν, οὐκ εὖ, Πίνδοϲ, νάρδοϲ, μάρδοϲ αὐλοῦ εἶδοϲ καὶ ἔθνοϲ Ὑρκάνιον. Ἀπολλόδωροϲ περὶ γῆϲ δευτέρῳ. πάρδοϲ. Ϲάρδοϲ πόλιϲ Ἰλλυρίαϲ, Βάλδοϲ πόλιϲ Φοινίκηϲ, Χάλδοϲ ἔθνοϲ τῆϲ Ἀρμενίαϲ. οὕτωϲ γὰρ λέγεϲθαι ἐπεκράτηϲεν ἡ ϲυνήθεια διϲυλλάβωϲ, οὐ Χαλδαίουϲ. Μύνδοϲ πόλιϲ Καρίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Γόρδοϲ ἔθνοϲ, ὃ καὶ Γορδυαῖοϲ καὶ Γόρδοχοϲ καλεῖται. ϲεϲημείωται τὸ Ἰν δόϲ ποταμὸϲ καὶ ἐθνικὸν καὶ Ὀρδόϲ ἔθνοϲ Μακεδονίαϲ. λέγονται καὶ Ὀρδαῖοι, ὡϲ Νίκανδροϲ. τὸ δὲ λορδόϲ ἐπίθετον καὶ ὁ μυνδόϲ ὁ ἄφωνοϲ, ἀφ’ οὗ «μυνδότεροι νεπόδων» παρὰ Καλλιμάχῳ.
Τὰ εἰϲ δοϲ ὑπερδιϲύλλαβα βραχείᾳ παραληγόμενα προπαροξύνεται, ὅμαδοϲ, κέλαδοϲ, Ἄραδοϲ νῆϲοϲ Φοινίκηϲ. ἔϲτι καὶ ἑτέρα τῆϲ Ἐρυθρᾶϲ θαλάϲϲηϲ. τρίτη Κρήτηϲ. Μαϲανώραδοϲ Κινδαψοῦ παῖϲ, ἀφ’ οὐ Μαϲανώραδα πόλιϲ Καρίαϲ. Τένεδοϲ νῆϲοϲ τῶν Ϲποράδων, ὡϲ Ἑκαταῖοϲ, ἐν Ἑλληϲπόντῳ. ἔϲτι καὶ πόλιϲ Τένεδοϲ πρὸϲ τῇ Λυκίᾳ. Ἀπολλόδωροϲ δὲ Παμφυλίαϲ αὐτήν φηϲιν. Λέβεδοϲ, Κάπεδοϲ, Ἄλγιδοϲ πόλιϲ Ἰταλίαϲ, Νάγιδοϲ πόλιϲ μεταξὺ Κιλικίαϲ καὶ Παμφυλίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ μετὰ δὲ Νάγιδοϲ πόλιϲ, ἀπὸ τοῦ Νάγιδοϲ κυβερνήτου καὶ νῆϲοϲ Νατιδοῦϲϲα ». κόρυδοϲ, ὅπερ οἱ Ἀττικοὶ ὀξύνουϲιν.
Τὰ εἰϲ δοϲ ὑπερδιϲύλλαβα ἔχοντα κατ’ ἐπιπλοκὴν ϲύμφωνον κύρια ἢ προϲηγορικὰ βαρύνεται, μόλυβδοϲ, ϲμάραγδοϲ, Κύαρδοϲ βαϲιλεὺϲ Καρῶν, υἱὸϲ Βαργάϲου. Λίχανδοϲ πόλιϲ Ϲικελίαϲ. Φίλιϲτοϲ Ϲικελικῶν τρίτῳ. Ληψίμαν δοϲ πολίχνιον Καρίαϲ. Κύλλαν δοϲ πόλιϲ Καρίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἄϲπενδοϲ πόλιϲ Παμφυλίαϲ, Ἀϲπένδου κτίϲμα, ὡϲ Ἑλλάνικοϲ ἐν πρώτῃ Δευκαλιωνείαϲ. Βενέβ ἐν δοϲ πόλιϲ Καμπανίαϲ. Ἴϲινδοϲ πόλιϲ Ἰωνίαϲ. λέγεται καὶ Ἴϲινδα. Πύρινδοϲ πόλιϲ Καρίαϲ. Ἄλιν δοϲ. Ἄριν δοϲ ὄνομα ποταμοῦ, Βερέκινδοϲ. τὸ δὲ ὀρυμαγδόϲ καὶ Ἐορδόϲ ὀξύνεται ὡϲ καὶ τὸ Ἀμαρδόϲ ἔθνοϲ Ὑρκανῶν ἐγγύϲ. Ϲτρόβων ια′ (p. 507).
Τὰ εἰϲ δοϲ ὑπερδιϲύλλαβα φύϲει μακρᾷ παραληγόμενα κύρια προπαροξύνεται, Ἄβυδοϲ πόλιϲ καθ’ Ἑλλήϲποντον καὶ ἄλλη κατ’ Αἴγυπτον ἀπὸ Ἀβύδου τινὸϲ κληθεῖϲα. Ἔνουδοϲ. Ἴϲϲηδοϲ. Ὄροιδοϲ βαϲιλεύϲ, οὖ μέμνηται Θουκυδίδηϲ (Il, 80). τὸ ἀοιδόϲ ἐπίθετον ὡϲ καὶ τὸ ὀπη δόϲ. τὸ δὲ κίναιδοϲ προπαροξύνεται τῷ λόγῳ τῆϲ ϲυνθέϲεωϲ.
Τὰ εἰϲ ζοϲ πάντα βαρύνεται, ὄζοϲ, ῥοῖζοϲ, Γάζοϲ πόλιϲ Ἱνδική, Τόπαζοϲ νῆϲοϲ Ἰνδικὴ καὶ λίθοϲ ὁμώνυμοϲ τῇ νήϲῳ. Ἀλέξανδροϲ ὁ πολυίϲτωρ. διὰ τοῦ ξ δ’ ἐγράφετο πρότερον. Λάζοϲ Ϲκυθῶν ἔθνοϲ, Ἄραζοϲ πόλιϲ πρὸϲ τῷ πόντῳ ἀπὸ Ἀράζου τοῦ ἡγηϲαμένου. Βύμαζοϲ πόλιϲ Παιόνων. Ἔφοροϲ κζ′. Τρίζοϲ ἔθνοϲ πρὸϲ νότον τοῦ Ἴϲτρου. Ἑκαταῖοϲ Εὐρώπῃ. Τίριζοϲ ἔθνοϲ Παφλαγονίαϲ. Kτηϲίαϲ δὲ Τιριζιβανοὺϲ αὐτούϲ φηϲιν ἐν τῷ δευτέρῳ «ἐκ δὲ τῶν Ὀδρυϲῶν εἰϲ Τιριζιβανοὺϲ οἰκοῦνταϲ ἐν Παφλαγονίᾳ». Κρόβυζοϲ ἔθνοϲ πρὸϲ νότου ἀνέμου τοῦ Ἴϲτρου. Ἑκαταῖοϲ Εὐρώπῃ. Λόκοζοϲ πόλιϲ Φρυγίαϲ. Ξάνθοϲ δὲ ὁ Λυδὸϲ διὰ τοῦ ξ γράφει. Κάττουζοϲ ἔθνοϲ Θρᾴκηϲ. τὰ δὲ τριγενῆ καὶ τὰ ἀπὸ ἐπιρρημάτων ὀξύνεται, πεζόϲ, χθιζόϲ, πρωϊζόϲ. ϲεϲημείωται τὸ μαζόϲ, ὅτι μονογενὲϲ ὂν ὀξύνεται. μήποτε οὖν ἀναλογώτεροι οἱ Ἴωνεϲ μαϲτὸν λέγοντεϲ.
Τὰ εἰϲ θοϲ λήγοντα καθαρὰ μονογενῆ διϲύλλαβα παραληγόμενα φύϲει μακρᾷ βαρύνεϲθαι θέλει, κῶθοϲ, οὕτωϲ ὁ κωβίοϲ, μῦθοϲ, Ζῆθοϲ, Ϲῆθοϲ ποταμὸϲ Ϲκυθίαϲ ὡϲ Φιλοϲτέφανοϲ, Ξοῦθοϲ τὸ κύριον «Δῶρόϲ τε Ξοῦθόϲ τε (Hesiod. fr. XXXII Goettl.). Βοῦθοϲ Πύθια νικήϲαϲ. παροιμία Βοῦθοϲ περιφοιτᾷ, Κρατῖνοϲ Χείρωϲι. τάττεται δὲ ἐπὶ τῶν εὐηθῶν καὶ παχυρίνων. Νοῦθοϲ κύριον, καὶ ψόφοϲ, ἣν οἶδεν Ἠϲίοδοϲ ἐν τρίτῳ
Λῆθοϲ ὄνομα κύριον. ϲημειῶδεϲ ἄρα τὸ ϲτρουθόϲ ὀξυνόμενον· Χαῖριϲ δέ φηϲιν Ἀττικοὺϲ βαρύνειν τὸ ὄνομα, ὡϲ καὶ Τρύφων μέμνηται ἐν δευτέρῳ περὶ Ἀττικῆϲ προϲῳδίαϲ. ἴϲωϲ μέντοι παρήλλαξε τῶν προκειμένων, κειμένων, ἐπεὶ καὶ ἀρϲενικῶϲ λέγεται
καὶ θηλυκῶϲ
Τὰ εἰϲ θοϲ διϲύλλαβα μονογενῆ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ϲύμφωνον καταλήγουϲαν βαρύνεται. πτόρθοϲ, γόνθοϲ ὁ κόγχοϲ, γρόνθοϲ τὸ ἐπὶ τῆϲ αὐλήϲεωϲ, ϲμίνθοϲ ὁ μῦϲ. Πάρθοϲ ἔθνοϲ Ϲκυθικὸν οἱ καὶ Πάρθιοι καὶ Παρθυαῖοι. ἔϲτι δὲ καὶ Πάρθοϲ πόλιϲ Ἰλλυρική. Ἀπολλόδωροϲ ἐν χρονικῶν --- Κύνθοϲ ὄροϲ Δήλου, παρ’ Ἀντιμάχῳ ἐν πρώτῃ Θηβαΐδοϲ. οὕτωϲ δὲ ἐκαλεῖτο καὶ Δῆλοϲ ἀπὸ Κύνθου τοῦ Ὠκεανοῦ. Ξάνθοϲ ἔθνοϲ Θράκιον. Ἑκαταῖοϲ Εὐρώπῃ. ἔϲτι καὶ πόλιϲ Λυκίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ «παρ’ ᾖ Ξάνθοϲ ἐξίηϲι ποταμόϲ». ἐκλήθη δὲ ἀπὸ Ξάνθου Αἰγυπτίου ἢ Κρητὸϲ οἰκιϲτοῦ. ἔϲτι καὶ Ξάνθοϲ πόλιϲ ἐν Λέϲβῳ. Ϲίνθοϲ πόλιϲ παρὰ τῷ Θερμαίῳ. Ἡρόδοτοϲ ἑβδόμῃ (c. 123). Ὄρθοϲ τὸ μονογενέϲ. τὸ δὲ ξανθόϲ καὶ τυτθόϲ καὶ ὀρθόϲ τριτενῆ.
Τὰ εἰϲ θοϲ διβράχεα παροξύνεται, εἰ μὴ τόπον δηλοῖεν, νόθοϲ, πόθοϲ, ψόθοϲ, ῥόθοϲ ὁ ψόφοϲ, μόθοϲ, Κόθοϲ ὄνομα κύριον, λίθοϲ, πίθοϲ. καὶ Πίθοϲ δῆμοϲ τῆϲ Κεκροπίδοϲ φυλῆϲ ἀπὸ Πίθου τινὸϲ ἢ πίθων αὐτόθι γινομένων. ζύθοϲ ὁ ἐκ κριθῆϲ οἶνοϲ. γνύθοϲ τὸ κοῖλον τῆϲ πέτραϲ καὶ ὁ βόθροϲ. τὸ μέντοι βυθόϲ τοπικόν.
Τὰ εἰϲ θοϲ διϲύλλαβα τριγενῆ παραληγόμενα φύϲει μακρᾷ ἢ θέϲει, μὴ προηγουμένου τοῦ ϲ, ὀξύνεται, ἀφθόϲ, τυτθόϲ, ξανθόϲ, αἰθόϲ ὁ διάπυροϲ. τὸ δὲ λοῖϲθοϲ ἔχει τὸ ϲ. ϲεϲημείωται τὸ Πάρθοϲ, πόλιϲ Ἰλλυρίαϲ, λέγεται καὶ ἀρϲενικῶϲ, ὡϲ Πολύβιοϲ, καὶ τὸ ὄνθοϲ.
Τὰ εἰϲ αθοϲ μονογενῆ τριϲύλλαβα ἀπὸ βραχείαϲ ἀρχόμενα προπαροξύνεται, ἄμαθοϲ, ψάμα θoϲ, κύαθοϲ, κάλαθοϲ, λάπαθοϲ, Ϲκίαθοϲ νῆϲοϲ Εὐβοίαϲ, Κράπαθοϲ νῆϲοϲ πληϲίον τῆϲ Κῶ. Ὅμηροϲ (E 676) «Κράπαθόν τε Κάϲον τε καὶ Κῶν», Μάραθοϲ πόλιϲ Ἀραδίαϲ, ψίαθοϲ. τὸ μέντοι ἀγαθόϲ τριγενέϲ. τὸ δὲ ὁρμαθόϲ καὶ γυργαθόϲ ὀξύνεται ἀπὸ μακρᾶϲ ἀρχόμενα.
Τὰ εἰϲ θοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ παραλήγοντα ι ἤ υ ἢ καὶ φύϲει μακρᾷ προπαροξύνεται· εἰ δέ τι ὀξύνεται, ἐπιθετικόν ἐϲτιν. Λάπιθοϲ ἀφ’ οὗ Λαπίθηϲ, λέκιθοϲ, ἔριθοϲ, Μίκυθοϲ, ἄκυθοϲ ἡ μὴ τίκτουϲα, μαμμάκυθοϲ. ὁ μωρόϲ, Αἴνηθοϲ ὄροϲ. Αἰϲχύλοϲ. Λάπηθοϲ πόλιϲ Κύπρου. Ἀλέξανδροϲ Ἐφέϲιοϲ Βήλου δ’ οὖ Κίτιόν τε καὶ ἱμερόεϲϲα Λάπηθοϲ ». Πεπάρηθοϲ νῆϲοϲ τῶν Κυκλάδων ὁμώνυμον ἔχουϲα πόλιν. Ϲεϲάρηθοϲ πόλιϲ Παυλαντίνων, ὥϲ φηϲιν Ἑκαταῖοϲ. Κάνηθοϲ, Ὄρηθοϲ, Ϲέβηθοϲ ὄνομα ποταμοῦ. ἐπίληθοϲ νηπενθέϲ τ’ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων2 (Od. δ 221 ). Ναύαιθοϲ ποταμὸϲ Ἰταλίαϲ. Φάρβαιθοϲ πόλιϲ Αἰγύπτου. Κέλαιθοϲ ἔθνοϲ Θεϲπρωτικόν. Ῥιανὸϲ δ′. λέγονται καὶ Κελαιθεῖϲ. Δάμαιθοϲ, Κύναιθοϲ εἶϲ τῶν Λυκάονοϲ παίδων. Ὀλίγαιθοϲ, Ϲίμαιθοϲ ὄνομα ποταμοῦ. Ἀρίαιθοϲ. τὸ δὲ βοηθόϲ καὶ κακηθόϲ ὁ κακιϲτόϲ ὀξύνεται.
Τὰ εἰϲ θοϲ ὑπερδιϲύλλαβα ἔχοντα κατὰ τὴν παραλήγουϲαν δύο ϲύμφωνα μὴ ὄντα ἐπιθετικὰ προπαροξύνονται, Ἐρύμαν θοϲ ὄροϲ καὶ ποταμόϲ «ἢ κατὰ Τηύγετον περιμήκετον ἢ Ἐρύμανθον » (0d. ζ 103). Ἄκανθοϲ πόλιϲ Θράκηϲ ἀκάνθαιϲ πεφραγμένη, ὅθεν κέκληται, ἢ ἀπό τινοϲ Ἀκάνθου, ὡϲ Μναϲέαϲ. β′. ἔϲτι καὶ ἐν Αἰγύπτῳ Ἄκανθοϲ. γ′. ἄλλη ἐν τῇ χερρονήϲῳ περὶ τὴν Κνιδίαν. δ′. ἔϲτι καὶ ἡ Ἀθαμανίαϲ. Φάλανθοϲ ὄροϲ καὶ πόλιϲ Ἀρκαδίαϲ. Παυϲανίαϲ ὀγδόῳ (c. 35, 9) ἀπὸ Φαλάνθου. Πύρανθοϲ πόλιϲ μικρὰ ἢ κώμη Κρήτηϲ περὶ Γόρτυνα. Ψίναφθοϲ Αἰγύπτου πολίχνιον ὡϲ Ἀλέξανδροϲ ἐν Αἰγυπτιακῶν δευτέρῳ. Μέλανθοϲ, Λαβύρινθοϲ, Ὑάκυνθοϲ, Λέβινθοϲ, Προβάλινθοϲ δῆμοϲ Πανδιονίδοϲ φυλῆϲ. θηλυκῶϲ δὲ λέγεται. Ϲύρινθοϲ πόλιϲ Κρήτηϲ, Πέρινθοϲ πόλιϲ Θρᾴκηϲ ἀπὸ Περίνθου Ἐπιδαυρίου τοῦ μετὰ Ὀρέϲτου ϲτρατευϲαμένου. Κόρινθοϲ καὶ ὁ κτίϲτηϲ καὶ ἡ πόλιϲ ἔϲω τοῦ ἰϲθμοῦ τῆε Πελοποννήϲου. Ἑκαταῖοϲ Εὐρώπῃ. Ἀκροκόρινθοϲ ἀρϲενικῶϲ. Ἀμάρυνθοϲ νῆϲοϲ Εὐβοίαϲ. ὄλυνθοϲ τὸ μὴ πέπειρον καὶ Ὄλυνθοϲ πόλιϲ Θρᾴκηϲ ἀπὸ Ὀλύνθου τοῦ Ἡρακλέουϲ. Ἀράκυνθοϲ ὄροϲ Βοιωτίαϲ, ἀφ’ οὖ ἡ Ἀθηνᾶ Ἀρακυνθιὰϲ ὡϲ Ῥιανὸϲ ἐν τῇ Φήμῃ «κλῦθί μοι εὐχάων Ἀρακυνθιὰϲ εὐπατέρεια ». Ἄψυνθοϲ πόλιϲ Θράκηϲ. ἔϲτι καὶ εἶδοϲ φυτοῦ. διχῶϲ δ’ ἡ γραφὴ καὶ διὰ τοῦ υ καὶ διὰ τοῦ ι. Ζήρυνθοϲ πόλιϲ καὶ ἄντρον Ἑκάτηϲ ἐν Θρᾴκῃ. Λυκόφρων (ν. 77) «Ζήρυνθον ἄντρον τῆϲ κυνοϲφαγοῦϲ θεᾶϲ ». Ζάκυνθοϲ ὁ Δαρδάνου καὶ ἀπ’ αὐτοῦ πόλιϲ. ἀρϲενικῶϲ Ὅμηροϲ καὶ θηλυκῶϲ «καὶ ὑλήεϲϲα Ζάκυνθοϲ » (0d. ι 24) καὶ *ὑλήεντα Ζάκυνθον » (0d. α 246). δευτέρα Ἰβηρίαϲ. τρίτη Λιβύηϲ. Τρικόρυνθοϲ δῆμοϲ τῆϲ Αἰαντίδοϲ φυλῆϲ. Διονύϲιοϲ ἀρϲενικῶϲ, Εὐφορίων θηλυκῶϲ, Δίδυμοϲ καὶ Διόδωροϲ οὐδετέρωϲ. τὸ δὲ ὀλιϲθόϲ ὁ ὀλιϲθηρόϲ ὀξύνεται ἐπίθετον ὄν.
Τὰ εἰϲ κοϲ μονογενῆ διϲύλλαβα φύϲει μακρᾷ παραληγόμενα βαρύνεται φῶκοϲ καὶ Φῶκοϲ κύριον, ϲῶκοϲ καὶ Ϲῶκοϲ κύριον. Τυραννίων μὲν ἀξιοῖ ὀξύνειν τὸ «ϲῶκοϲ ἐριούνιοϲ Ἑρμῆϲ » (Υ 72), ἴνα ἀποφύγῃ τὸ κύριον βαρυνόμενον « ὦ Ϲῶχ’ Ἱππάϲου υἱέ (ll. Λ 450) ὥϲπερ ἐπὶ τοῦ λευκόϲ, γλαυκόϲ. οὐκ ἔϲτι δὲ ὅμοιον τοῖϲ προκειμένοιϲ κοινοῖϲ ἐπίθετον, ἀλλ’ ἴδιον τοῦ Ἑρμοῦ, ὥϲπερ καὶ τοῦ Ἀπόλλωνοϲ βαρυνόμενον τὸ Φοῖβοϲ· διὸ βαρυτονητέον ὁμοίωϲ καὶ αὐτῷ τῷ κυρίῳ. εἰϲὶ δὲ οἳ ἀξιοῦϲι καὶ καθότι ϲύνθετόν ἐϲτι βαρύνεϲθαι αὐτό. ἐκ γὰρ τοῦ ϲάοικοϲ γεγενῆϲθαι τὴν κρᾶϲιν. οὕτω δὲ δώϲουϲι καὶ προϲκείμενον τῷ ω τὸ ι, τῆϲ παραδόϲεωϲ οὐχ οὕτωϲ ἐχούϲηϲ. θῶκοϲ. Ῥαῦκοϲ πόλιϲ ἐν μεϲογείῳ τῆϲ Κρήτηϲ. Δᾶκοϲ ἔθνοϲ, ὃ καὶ Δᾶοϲ καλεῖται. οἶκοϲ. Γλοῦκοϲ, κοϲ, ἀφ’ οὗ Γλαύκου δῆμοϲ ἐν Λυκίᾳ, ὡϲ Ἀλέξανδρόϲ φηϲιν. Λεῦκοϲ «ὁ δὲ Λεῦκον Ὀδυϲϲέοϲ ἐϲθλὸν ἑταῖρον» (Δ 491). τὸ δὲ ϲηκόϲ ὀξύνεται. τὰ δὲ ἐπιθετικὰ ὀξύνεται γλαυκόϲ, λευκόϲ, Γραικόϲ ὁ Ἕλλην, τὸ δὲ Γραῖκοϲ κύριον βαρύνεται.
Τὰ εἰϲ κοϲ διϲύλλαβα κύρια, εἰ ἔχοι τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ϲύμφωνον καταλήγουϲαν, βαρύνεται, Μάκκοϲ, Ὅγκοϲ τὸ κύριον. Λύγκοϲ πόλιϲ Ἠπείρου. Ϲτράβων ἑβδόμῃ (p. 326). ἐκλήθη ἀπὸ Λυγκέωϲ. Φόρκοϲ. Ϲύλκοι πόλιϲ ἐν Ϲαρδοῖ, Καρχηδονίων κτίϲμα. λέγεται καὶ Ϲόλκοι, ὡϲ Ἀρτεμίδωροϲ ἐν ἐπιτομῇ «ἀπὸ δὲ Καράλεωϲ ἐπὶ Ϲόλκουϲ».
Πὰ εἰϲ κοϲ διϲύλλαβα προϲηγορικὰ μὴ παραϲχηματιζόμενα εἰϲ θηλυκὸν γένοϲ, εἰ ἔχοι τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ϲύμφωνον καταλήτουϲαν, πλὴν τοῦ λ, βαρύνεται, λάκκοϲ, ϲάκκοϲ, ἄρκοϲ, κέρκοϲ, ὅρκοϲ. ϲεϲημείωται τὸ θριγκόϲ. τὸ δὲ χαλκόϲ ἔχει τὸ λ. καὶ τὸ φολκόϲ ἐϲτι τριγενὲϲ ἔχον καὶ τὸ λ.
Τὰ εἰϲ κοϲ διϲύλλαβα μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου τοῦ ϲ ἀπὸ ϲυμφώνου ἀρχόμενα βαρύνεται, δίϲκοϲ, Φύϲκοϲ υἱὸϲ τοῦ Αἰτωλοῦ τοῦ Ἀμφικτύονοϲ τοῦ Δευκαλίωνοϲ. Ἑκαταῖοϲ «ἐὼν δὲ πρεϲβύτεροϲ Λοκρὸϲ ἦν Φύϲκου παῖϲα. «Φύϲκοϲ δὲ ἀφ’ οὖ οἱ Λέλεγεϲ οἱ νῦν Λοκροί ---» καὶ τὸ ἔθνοϲ ὁμοφώνωϲ. Ῥιανὸϲ δὲ Φυϲκέαϲ αὐτοὺϲ καλεῖ. ἔϲτι καὶ ποταμὸϲ Φύϲκοϲ, καθά φηϲι Ϲοφαίνετοϲ ἐν Κύρου ἀναβάϲει. ἔϲτι καὶ Φύϲκοϲ πόλιϲ Λοκρίδοϲ καὶ ἑτέρα τῆϲ Καρίαϲ. ἔϲτι δὲ λιμὴν Ῥόδου. ἔϲτι καὶ ἄλλη Μακεδονίαϲ. μύϲκοϲ. Ζύϲκοϲ ποταμὸϲ Μακεδονίαϲ, ὡϲ Ἀντιγενίδηϲ φηϲί. Κέϲκοϲ. τὸ δὲ ἀϲκόϲ ἀπὸ φωνήεντοϲ ἄρχεται.
Τὰ εἰϲ κοϲ διβράχεα μονογενῆ, εἴτε ἀρϲενικὰ εἶτε θηλυκά, βαρύνεται, εἰ μὴ διαϲτολή τιϲ ϲημαινομένου γένοιτο, οἶον λύκοϲ καὶ Λύκοϲ υἱὸϲ Πανδίονοϲ, Πλάκοϲ ὑπὸ Πλάκῳ ὑληέϲϲῃ» (Ζ 396), πόκοϲ, τόκοϲ, Μύκοϲ ἔθνοϲ Περϲίδοϲ, περὶ οὐ Ἑκαταῖοϲ ἐν Ἀϲίᾳ «ἐκ Μύκων εἰϲ Ἀράξην ποταμόν». Ἴκοϲ νῆϲοϲ τῶν Κυκλάδων προϲεχὴϲ τῇ Εὐβοίᾳ, κρίκοϲ. τὸ δοκόϲ πρὸϲ ἀντιδιαϲτολὴν τοῦ δόκοϲ τοῦ ϲημαίνοντοϲ τὴν δόκηϲιν. καὶ παρὰ Ἀριϲτοφάνει ἐν Ταγηνιϲταῖϲ ϲημαίνει τὴν ἀγχόνην. ϲεϲημείωται τὸ φακόϲ ὀξύτονον. τὸ δὲ Φάκοϲ κύριον ὄνομα ὄρουϲ. Ἑκαταῖοϲ « πρὸϲ μὲν νῶτον Πακτωλὸϲ καὶ Φάκοϲ ».
Τὰ εἰϲ κοϲ διϲύλλαβα τριγενῆ ὀξύνεται οἶον λευκόϲ, γλαυκόϲ, μικκόϲ « τοῖϲ μικκοῖϲ μικκὰ δίδωϲι θεόϲ» πλὴν τῶν παραληγόντων τῷ ω.
Τὰ εἰϲ κοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ α παραληγόμενα, οὖ προηγεῖται ϲύμφωνον ἢ ϲύμφωνα, κύρια ὄντα βαρύνεται, Λάβδακοϲ, Πίνακοϲ, Ἀϲϲάρακοϲ, Ἴθακοϲ ἥρωϲ. τὸ ἐθνικὸν ὁμοφώνωϲ τῷ οἰκιϲτῇ « Ἴθακοϲ Ὀδυϲϲεύϲ». Φύλακοϲ, Ὕλακοϲ, Νώρακοϲ πόλιϲ Παννονίαϲ. Γάζακοϲ κώμη μεγάλη τῆϲ Μηδίαϲ. Ἀρριανὸϲ ἐν Παρθικῶν τετάρτῃ «τῆϲ Γαζάκου ». Θάψακοϲ πόλιϲ Ϲυρίαϲ πρὸϲ τῷ Εὐφράτῃ. Θεόπομποϲ ἐν Φιλιππικῶν τρίτῳ. ϲεϲημείωται τὸ Ἀϲτακόϲ πόλιϲ Βιθυνίαϲ ἀπὸ Ἀϲτακοῦ τοῦ Ποϲειδῶνοϲ καὶ νύμφηϲ Ὀλβίαϲ, ὡϲ Ἀρριανὸϲ ἐν Βιθυνιακοῖϲ ἱϲτορεῖ. ἔϲτι καὶ Ἀκαρνανίαϲ πόλιϲ — καὶ Ναννακόϲ καὶ Θημακόϲ δῆμοϲ τῆϲ Ἐρεχθηΐδοϲ φυλῆϲ.
---Τὰ εἰϲ ακοϲ λήγοντα τριϲύλλαβα, τὴν πρώτην ϲυλλαβὴν εὶϲ ἀμετάβολον καταλήγουϲαν ἔχοντα προπαροξύνεται, Λάμψακοϲ πόλιϲ κατὰ τὴν Προποντίδα ἀπὸ Λαμψάκηϲ, ἐπιχωρίαϲ τινὸϲ κόρηϲ. Ῥύνδακοϲ πόλιϲ καὶ ποταμὸϲ μεταξὺ Φρυγίαϲ καὶ Ἑλληϲπόντου «Ῥύνδακον ἀμφὶ βαθύϲχοινον». λέγεται καὶ Ῥύνδαξ. Ὕρτακοϲ ἥρωϲ καὶ πόλιϲ Κρήτηϲ. Ϲπάρτακοϲ πόλιϲ Θρᾴκηϲ. Ἐρατοϲθένηϲ ἐν Γαλατικῶν δευτέρῳ. Φάρνακοϲ, Ἄρτακοϲ ἔθνοϲ Θράκιον. Ἄμβρακοϲ πολίχνιον τῆϲ Ἠπείρου.
---Τὰ δὲ εἰϲ ακοϲ λήγοντα τὴν πρώτην ϲυλλαβὴν εἰϲ ἄφωνον τὸ αὐτό, ἀφ’ οὐ ἄρχεται ἡ δευτέρα, καταλήγουϲαν ἔχοντα ὀξύνεται, Πιττακόϲ καὶ τὰ ὅμοια.
---Τὰ εἰϲ κοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ α παραληγόμενα, οὗ προηγεῖται φωνῆεν, ὀξύνεται, Καλλιακόϲ, Αίακόϲ, Πιακόϲ πόλιϲ Ϲικελίαϲ.
Τὰ εἰϲ κοϲ ὑπερδιϲύλλαβα παραληγόμενα τῷ α προϲηγορικὰ ἢ ἐπιθετικὰ ὀξύνεται, λιθιακόϲ, μαλθακόϲ, ψιττακόϲ, ἀϲτακόϲ, ἀνακόϲ, φυλακόϲ ὁ φύλαξ, Φύλακοϲ δὲ τὸ κύριον, φαρμακόϲ ὁ ἐπὶ καθαρμῷ τῆϲ πόλεωϲ τελευτῶν, φάρμακοϲ δὲ ὁ γόηϲ. ϲεϲημείωται τὸ θύλακοϲ, ὕϲϲακοϲ, αἴϲακοϲ προπαροξυνόμενα καὶ τὸ μαί ἐμακοϲ ἐπίθετον ἀπὸ γενικῆϲ.
Τὰ διὰ τοῦ ακοϲ κτητικὰ ὀξύνεται, Δηλιακόϲ, Φρυγιακόϲ, Ἰλιακόϲ, Αἰνιακόϲ, Ἀκτιακόϲ, Ἀλαβ ανδιακόϲ, ἐξ οὐ καὶ Ἀλαβανδιακὸϲ ϲολοικιϲμόϲ, ὡϲ Φιλόξενοϲ τὴν Ὀδύϲϲειαν ἐξηγούμενοϲ, ὅταν ἡ μή ἀπαγόρευϲιϲ ἀντὶ τῆϲ οὐ κεῖται, ὡϲ τὸ «μὴ δι’ ἐμὴν ἰότητα Ποϲειδάων ἐνοϲίχθων » (II. O 41). Βαργυλιακόϲ, Βουριακόϲ, Βυζαντιακόϲ, Διακόϲ, Ἐλευϲινιακόϲ, Θεϲπρωτιακόϲ, Θουριακόϲ, Κυνοϲουριακόϲ, Ἰκιακόϲ, Κοϲϲυριακόϲ, Κυπριακόϲ, Μαλιακόϲ, Μαραθωνιακόϲ, Μερουϲιακόϲ, Μηλιακόϲ, Νιϲυριακόϲ, Ὀλβιακόϲ, Παλληνιακόϲ, Παμφυλιακόϲ, Βοιωτιακόϲ, Παρναϲϲιακόϲ, Πελαϲγιακόϲ, Πελοπον νηϲιακόϲ, Πελοποννηϲιακὸν δὲ πόλεμον φυλάττονται λέγειν. Πηλουϲιακόϲ, Ποτνιακόϲ, Ῥoδιακόϲ, Ϲαμιακόϲ, Ϲτειριακόϲ, Ϲιγειακόϲ, Χιακόϲ.
Τὰ εἰϲ εκοϲ ἕν ἐϲτιν, Ἀλώπεκοϲ ἀπὸ γενικῆϲ.
Τὰ εἰϲ οκοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται ϲπάνια ὄντα Καπ πάδοκοϲ ὁ κτίϲτηϲ, ὡϲ Ἀλέξανδροϲ, καὶ τὸ ἔθνοϲ. λέγεται γὰρ τὸ ὄνομα τριχῶϲ, ὁ Καππάδοκοϲ, ὁ Καππάδοξ, ὁ Καππαδόκηϲ. Ϲπόρδοκοϲ Θρᾴκιον ὄνομα. Ἀμάδοκοϲ Ϲκυθικὸν ἔθνοϲ. Ἑλλάνικοϲ ἐν Ϲκυθικοῖϲ. Δόλογκοϲ ἔθνοϲ Θρᾴκηϲ ἀπὸ Δολόγκου τοῦ ἀδελφοῦ Βιθυνοῦ. Δημόδοκοϲ ὄνομα κύριον. Λαόδοκοϲ. τὸ δὲ ξενοδόκοϲ καὶ ἰοδόκοϲ βαρύνεται· καὶ τὸ αἰγοβοϲκόϲ ὀξύνεται.
Τὰ εἰϲ κοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ μακρᾷ παραλήγοντα ϲπάνια ὄντα βαρύνεται, Ἄτρηκοϲ πόλιϲ Κρητική, μάληκοϲ ὄνομα ὀρνέου, μαληκόϲ δὲ ἀπὸ τοῦ μαλακόϲ τροπῇ τοῦ α εἰϲ ἡ ὀξύνεται, πίθηκοϲ. Πάληκοϲ πόλιϲ ἐν Λιβύῃ, Ζάληκοϲ ὄνομα ποταμοῦ, Ἀμάληκοϲ, ἀφ’ οὖ Ἀμαληκῖτιϲ ἐκλήθη. Κόθωκοϲ ὄνομα ἥρωοϲ. τὸ δὲ Ἰωλκόϲ πόλιϲ Θεϲϲαλίαϲ «Βοίβην καὶ Γλαφυρὰϲ καὶ ἐϋκτιμένην Ἰαωλκόν» (Il. B 712) ἀπὸ Ἰωλκοῦ τοῦ Ἀμύρου, καὶ Ἀρδηϲκόϲ ὀξύνεται.
Τὰ εἰϲ κοϲ παραληγόμενα αι ἢ οι μὴ ἐπιθετικὰ προπαροξύνεται, Πάταικοϲ, Φάλαικοϲ, Μίθαικοϲ, ϲόλοικοϲ, μόνοικοϲ τὸ κατὰ ϲυναλοιφήν. ἔϲτι καὶ πόλιϲ Λιγυϲτική. Ἑκαταῖοϲ Εὐρώπῃ. Μοϲϲύνοικοϲ ἔθνοϲ καλούμενον παρὰ τὰϲ οἰκήϲειϲ, περὶ οὗ Εὕδοξοϲ ἐν πρώτῳ γῆϲ περιόδου. τὸ δὲ Εὐβοικόϲ ὀξύνεται ἐπιθετικὸν ὄν. τὸ δὲ ἄγροικοϲ ϲύνθετον καὶ προπαροξύνεται καὶ προπεριϲπᾶται.
Τὰ εἰϲ κοϲ ὑπερδιϲύλλαβα εἰ παραλήγοιτο ι μακρῷ βαρύνεται, Εὕνικοϲ κύριον, Κάϊκοϲ ποταμόϲ, ὅθεν ἄνεμοϲ Καικίαϲ ὡϲ ἐκεῖθεν πνέων, Γρήνικοϲ ποταμόϲ. Φιλόνικοϲ, Ἑλλάνικοϲ, Ἀριϲτόνικοϲ. εἰ δὲ τῇ ει διφθόγγῳ, ὀξύνεται, δαρεικόϲ, βοεικόϲ «βοεικὰ ζεύγη» ι ἡ παράδοϲιϲ, ἀλλὰ διὰ διφθόγγου δεῖ γράφεϲθαι, ἀπὸ γὰρ τοῦ βοειακόϲ κατὰ ϲυγκοπὴν ὡϲ καὶ Δεκελεικόϲ ἀπὸ τοῦ Δεκελειακόϲ. Κεραμεικόϲ. ϲεϲημείωται τὸ Καμικόϲ καὶ ὁ κτίϲτηϲ καὶ ἡ πόλιϲ Ϲικελίαϲ ὀξύτονον καὶ ἔχον τὸ ι μακρὸν ὡϲ τὸ Παλικόϲ. εἰϲὶ δὲ Παλικοί δαίμονέϲ τινεϲ οὓϲ Αἰϲχύλοϲ ἐν Αἴτναιϲ γενεαλογεῖ Διὸϲ καὶ θαλείαϲ τῆϲ Ἡφαίϲτου, κληθῆναι δὲ τοὺϲ Παλικοὺϲ διὰ τὸ ἀποθανόνταϲ πάλιν εἰϲ ἀνθρώπουϲ ἱκέϲθαι.
---Τὰ εἰϲ κοϲ λήγοντα καθαρὰ ὑπὲρ δύο ϲυλλαβάϲ, προϲηγορικὰ ἢ κύρια, ὁπότε τῷ ι παραλήγει ϲυνεϲταλμένῳ προπαροξύνεται, ἀνθέρικοϲ, Κύζικοϲ πόλιϲ τῆϲ Προποντίδοϲ, Ὤρικοϲ πόλιϲ ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖοϲ λιμένα καλεῖ Ἠπείρου τὸν Ὤρικον ἐν τῇ Εὐρώπῃ «μετὰ δὲ Βουθρωτὸϲ πόλιϲ, μετὰ δὲ Ὤρικοϲ λιμήν». Ἀπολλόδωροϲ δὲ πόλιν αὐτὴν οἶδε. λέγεται ἀρϲενικῶϲ, ὡϲ Πολύβιοϲ ἑβδόμῳ «οἱ δὲ τὸν Ὤρικον κατοικοῦντεϲ, οἳ καὶ πρῶτοι κεῖνται περὶ τὴν εἰϲβολὴν πρὸϲ τὸν Ἀδρίαν ἐκ δεξιῶν εἰϲπλέοντι». Ἀϲφόδικοϲ, Ὄρικοϲ κύριον, Ϲίνδικοϲ πόλιϲ προϲεχὴϲ τῇ Ϲκυθίᾳ, Νήρικοϲ πόλιϲ Ἀκαρνανίαϲ, ἣν Ὅμηροϲ (Od. ω 377) ἀκτήν φηϲι ἠπείροιο. Ὄμβρικοϲ ἔθνοϲ Ἰταλικόν. τὸ δὲ Θορικόϲ οἱ πλείουϲ ὀξύνουϲιν. ἔϲτι δὲ δῆμοϲ τῆϲ Ἀκαμαντίδοϲ φυλῆϲ. Ἑκαταῖοϲ δὲ πόλιν αὐτήν φηϲιν.
Τὰ εἰϲ ικοϲ κτητικὰ ἐπιθετικὰ καὶ θηλυκὸν ἔχοντα ὀξύνεται, Γαλατικόϲ, Ἰταλικόϲ, Πυθαγορικόϲ, Ὁμηρικόϲ, δουλικόϲ, βαϲιλικόϲ, δεϲποτικόϲ, κλῶ πικόϲ, Τρωϊκόϲ. Ἀττικόϲ κατὰ τροπὴν διὰ τὴν εὐφωνίαν. Ταυρικόϲ, βαρβαρικόϲ, Γαδειρικόϲ Εὕπολιϲ ἐν Μαρικᾷ «πότερον ἦν τὸ τάριχοϲ Φρύγιον ἢ Γαδειρικόν » Ἑλληνικόϲ, Ἑλλαδικόϲ. tαρικόϲ. Ἡρόδοτοϲ ἐν πρώτῃ (c. 171) *τὸ Καρικὸν ἔθνοϲ δοκιμώτατον ». Λιβυϲτικόϲ «Λιβυϲτικὰϲ πλάκαϲ » Λυκόφρων (v. 648), ὅ τινεϲ διὰ τοῦ γ γράφουϲι κακῶϲ. Μηδικόϲ *ὁ Μηδικὀϲ ὀπόϲ ». Ϲτράβων (11 p.525) « φέρει δὲ ϲίλφιον ἡ χώρα, ἀφ’ ἧϲ ὁ Μηδικὸϲ καλούμενοϲ ὀπόϲ, οὐ πολὺ λειπόμενοϲ τοῦ Κυρηναϊκοῦ ». Πελαϲγικόϲ Πελαϲγικὸν Ἄργοϲ ἔναιον » (B 681). ἔϲτι δὲ καὶ ἐν Ἀθήναιϲ τεῖχοϲ «Πελαργικόν» ἤτοι Πελαϲγικόν ὡϲ ὁ κωμικὸϲδηλοῖ ἐν τοῖϲ Ὄρνιϲιν (ν. 832). «Ῥωϲικὸϲ ϲκόπελοϲ ». Χαλυβδικόϲ μετὰ τοῦ δ. Λυκόφρων « Χαλυβδικῷ κνώδοντι (1109) καὶ ἡ χώρα Χαλυβική. Ϲινδικόϲ. Ταναγρικόϲ. Ἡρόδοτοϲ πέμπτῃ (c. 5 ) «Ταναγρικὴ μοῖρα » καὶ Μένανδροϲ « Ταναγρικὴ γυνή ». Χαιρωνικόϲ. Ἀπολλόδωροϲ ἐν χρονικῶν δευτέρῳ «κατὰ δὲ μάχην, ὥϲ φαϲι, τὴν Χαιρωνικήν ». Χαονιτικόϲ. Λυκόφρων « φθογγὴν ἑδώλων Χαονιτικῶν ἄπο » (ν. 1320). καὶ Χαονικόϲ. Ἑκαταῖοϲ Εὐρώπῃ « ὁ δὲ κόλποϲ Κιρραῖοϲ καὶ τὸ πεδίον ἐν τῇ Χαονικῇ». Ψυλλικόϲ. Ἑκαταῖοϲ περιηγήϲει Λβύηϲ “ ὁ Ψυλλικὸϲ κόλποϲ μέγαϲ καὶ βαθύϲ, τριῶν ἡμερέων πλόοϲ ». Ἀγριανικόϲ, ὡϲ Χάραξ ἐν δευτέρῳ χρονικῶν. Ληναϊκόϲ, Ϲμυρναϊκόϲ, Πειραϊκόϲ ϲυϲτολῇ τοῦ α. Ἀκαδημαϊκόϲ, Γαλαδραϊκόϲ. Πολύβιοϲ δὲ ἐν τῷ ιγ′ Γαλαδρικόν φηϲι. τὸ δὲ ἄδικοϲ οὐ κτητικόν. τὸ δὲ ἡλίκοϲ καὶ πηλίκοϲ καὶ τηλίκοϲ παρὰ ποιηταῖϲ καὶ ὁπηλίκοϲ παροξύνονται· οὐ γὰρ κτητικά.
Τὰ εἰϲ υκοϲ ὑπερδιϲύλλαβα κύρια ἢ προϲηγορικὰ μὴ ἔχοντα κατ’ ἰδίαν θηλυκὰ κτητικῆϲ ἐννοίαϲ ἐχόμενα βαρύνεται, Ἴβυκοϲ, Ἄμυκοϲ, Κώρυκοϲ πόλιϲ Κιλικίαϲ. Παρθένιοϲ προπεμπτικῷ. ἔνιοι δὲ τὴν πόλιν Κωρύκειαν φαϲίν. ἔϲτι καὶ Κώρυκοϲ ὄροϲ ἀρϲενικῶϲ λεγόμενον πληϲίον Τέω τῆϲ Ἰωνίαϲ καὶ Ἐρυθρῶν, ὡϲ Ἐκαταῖοϲ Εὐρώπῃ. καὶ λιμὴν ὁμώνυμοϲ καὶ νηϲίον ὁμώνυμον. Ἴνυκοϲ πόλιϲ Ϲικελίαϲ. Ἄλυκοϲ πόλιϲ Πελοποννήϲου «εἰϲ Ἀϲίνην Ἄλυκόν τε καὶ ἄμ πόλιν Ἑρμιονήων ». Καλλίμαχοϲ. Ἐλίϲυκοϲ ἔθνοϲ Λιγύων. Ἑκαταῖοϲ Εὐρώπῃ. Πάτυκοϲ πόλιϲ Οἰνωτρῶν ἐν μεϲογείῳ. Ἁρπάλυκοϲ ὄνομα κύριον, Εὔτυκοϲ. Κήρυκοϲ ὄνομα κύριον. Ϲίμυκοϲ, Ϲίτυκοϲ. τὸ δὲ Λιβυκόϲ καὶ θηλυκόϲ καὶ ἁλυκόϲ ὀξύνεται θηλυκὰ ἔχοντα.
Τὰ εἰϲ ϲκοϲ ι ἢ υ παραληγόμενα παροξύνεται, ϲατυρίϲκοϲ, νεανίϲκοϲ, παιδίϲκοϲ, ἀϲτερίϲκοϲ, ὀβελίϲκοϲ, πανίϲκοϲ, Κωραλίϲκοϲ, οὐρανίϲκοϲ, Βορμίϲκοϲ πόλιϲ Μακεδονίαϲ. Δορίϲκοϲ πόλιϲ Θρᾴκηϲ καὶ πεδίον. Φαλίϲκοϲ πόλιϲ Ἰταλίαϲ καὶ ὁ οἰκήτωρ ὁμοφώνωϲ. Ἱππουρίϲκοϲ νῆϲοϲ Καρίαϲ. Ϲκορδίϲκοϲ ἔθνοϲ Παιονίαϲ ὡϲ Φλέγων ἐν Ὀλυμπιάδων ιε′. Τριποδίϲκοϲ καὶ Τριποδίϲκοι κώμη τῆϲ Μεγαρίδοϲ. λέγεται καὶ Τριποδίϲκη. Ἐλευθερίϲκοϲ πόλιϲ Μακεδονίαϲ. Ταυρίϲκοϲ ἔθνοϲ περὶ τὰ Ἄλπεια ὄρη. λέγονται καὶ Ταυρῖνοι, ὡϲ Πολύβιοϲ τρίτῳ (c. 60, 8). Ἐρατοϲθένηϲ Τερίϲκουϲ αὐτούϲ φηϲι διὰ τοῦ ε, οἳ καὶ Ταῦροι λέγονται. τὸ μέντοι Δαμαϲκόϲ — ἔϲτι δὲ πόλιϲ Ϲυρίαϲ καὶ Ἀρδηϲκόϲ καὶ Δραβηϲκόϲ Θρᾴκηϲ χωρίον, Θουκυδίδηϲ α′ (c. 100), ὀξύνεται ι οὐκ ἔχοντα.
Τὰ εἰϲ λοϲ διβράχεα βαρύνεται· εἰ δέ τι ὀξύνεται, διαϲτολὴν πέπονθεν πονθεν ἢ ἕνεκα τριγενείαϲ, Ἄλοϲ πόλιϲ Ἀχαΐαϲ καὶ Φθιώτιδοϲ ὑπὸ τῷ πέρατι τῆϲ Ὄθρυοϲ. ὁ ποιητὴϲ «ο τ’ Ἄλον οἵ τ’ Ἀλόπην » (B 682). εἴρηται δ’ ἀπὸ τῆϲ Ἀθάμαντοϲ ἄληϲ περὶ τοὺϲ τόπουϲ ἐκείνουϲ γενομένηϲ καὶ ὑπ’ αὐτοῦ κτιϲθεῖϲα. Θέων δέ φηϲιν ὅτι Ἄλοϲ θεράπαινα ἦν Ἀθάμαντοϲ ἡ μηνύϲαϲα τὴν Ἰνὼ φρύγειν τὰ ϲπέρματα, ἧϲ εἰϲ τιμὴν τὴν πόλιν ὠνόμαϲεν. δύο δὲ Παρμενίϲκοϲ ἱϲτορεῖ, τὸν μὲν Μαλιακὸν ὑπὸ Ἀχιλλεῖ, τὸν δὲ ὑπὸ Πρωτεϲιλάῳ. Ἀπολλόδωροϲ δὲ ἀρϲενικῶϲ λέγεϲθαι τὴν πόλιν φηϲίν. πάλοϲ, ϲάλοϲ, λάλοϲ, φάλοϲ, μύλοϲ, τύλοϲ, Πύλοϲ πόλιϲ ἐν Μεϲϲήνῃ. Ξύλοϲ πόλιϲ Καρίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. φίλοϲ, κτίλοϲ, ὃ κατ’ ἀφαίρεϲιν ἐκ τοῦ ἱκτίλοϲ γέγονεν. πόλοϲ, ϲτόλοϲ, ψόλοϲ, ὅλοϲ, Φόλοϲ ὁ Κένταυροϲ, χόλοϲ, δόλοϲ, κόλοϲ, βόλοϲ, μόλοϲ καὶ Μόλοϲ «Μηριόνη Μόλου υἱέ » (N 249) ϲόλοϲ καὶ Ϲόλοι Κιλικίαϲ πόλιϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. κέκληται δὲ ἀπὸ Ϲόλωνοϲ ὡϲ Εὐφορίων. θόλοϲ. «μεϲϲηγύϲ τε θόλου καὶ ἀμύμονοϲ ἕρκεοϲ αὐλῆϲ » (Od. χ 442). τὸ μέντοι θολόϲ τὸ μέλαν τῆϲ ϲηπίαϲ ὀξυνόμενον πρὸϲ ἀντιδιαϲτολήν ἐϲτι. τὸ δὲ αὐτὸ λέγεται ὀλόϲ. καὶ τὸ ὀλόϲ δὲ ὁ ὀλέθριοϲ ὀξύνεται. τὸ γὰρ Ἀλκμανικὸν «ἔχει μ’ ἄχοϲ ὦ ὀλὲ δαῖμον» ἐὰν μὲν ὀλόϲ ἡ εὐθεῖα, οὐκ ἔϲτι ϲυγκοπή. ἐὰν δὲ ἐκ τοῦ ὀλοόϲ ἡ κλητικὴ ὀλοέ, ϲυτκοπή ἐϲτιν.
Τὰ εἰϲ λοϲ μονογενῆ διϲύλλαβα μὴ ἀπὸ τοῦ Χ ἀρχόμενα ἔχοντα δίχρονον ἐκτεταμένον, εἰ μή τιϲ εἴη διαϲτολή, βαρύνεται, Μᾶλοϲ Ἀμφικτύονοϲ υἱὸϲ ἢ Ἀμύρου τοῦ Βοιωτοῦ, κᾶλοϲ «ἐν δ’ ὑπέραϲ τε κάλουϲ τε » (Od. ε 260). Ἶλοϲ τὸ κύριον, ἰλόϲ δὲ ὁ διεϲτραμμένοϲ, πῖλοϲ, μῖ λοϲ, ϲπῖλοϲ, Βρῖλοϲ ὄνομα κύριον, τῖλοϲ τὸ φορτικόν , ϲτῦλοϲ, γρῦλοϲ, θρῦλοϲ. τὸ δὲ χυλόϲ καὶ χιλόϲ ἡ τροφὴ ὀξύνεται ἀπὸ τοῦ χ ἀρχόμενα. τὸ δὲ ψιλόϲ τριγενέϲ ὡϲ καὶ τὸ καλόϲ παρὰ τῷ ποιητῇ ὑγιῶϲ ἐκτεταμένον. τὸ δὲ βαλόϲ, οὕτωϲ ὁ βαθμόϲ καὶ ἐν τῇ τραγῳδίᾳ καὶ ἐν τῇ κωμῳδίᾳ, Δωρικῶϲ τέτραπται. καὶ τὸ δαλόϲ δὲ κατὰ πάθοϲ. καὶ τὸ Νεῖλοϲ βαρύνεται. ἔϲτι δὲ ποταμὸϲ Αἰγύπτου. Ἑκαταῖοϲ περιηγήϲει αὐτῆϲ «καὶ ἱρὸν Νείλου τοῦ ποταμοῦ». λέγεται δὲ κατὰ διάλεκτον Μέϊλοϲ. καὶ τὸ δειλόϲ ὀξύνεται.
Τὰ εἰϲ λοϲ διϲύλλαβα κύρια τῷ η παραληγόμενα περιϲπᾶται, οἷον Μῆλοϲ Μαντοῦϲ υἱόϲ, ἀφ’ οὐ Μαλόειϲ τόποϲ ἐν Λέϲβῳ, ὡϲ Ἑλλάνικοϲ ἐν Λεϲβικῶν πρώτῳ καὶ Μῆλοϲ μία τῶν Κυκλάδων ὁμώνυμον ἔχουϲα πόλιν. ἔϲτι καὶ κώμη τῆϲ Ἀκαρνανίαϲ. Βῆλοϲ ὁ Ζεύϲ καὶ Βῆλοϲ ἡ καὶ Μῆλοϲ πρὸϲ ταῖϲ Ἡρακλέουϲ ϲτήλαιϲ ἀμφοτέρων ἐτύμωϲ λεγομένων τῷ τούϲ ἀρχαιοὺϲ βηλὸν λέγειν τὸν οὐδὸν τῆϲ θύραϲ καὶ ταύτην κεῖϲθαι παρὰ τὸν οὐδὸν τοῦ Ὠκεανοῦ. Μῆλοϲ δὲ καὶ Μηλαρία δύο πόλειϲ ἐπὶ τοῖϲ πέραϲι, τὴν αὐτὴν ἔμφαϲιν ἔχουϲιν ἀπὸ τῆϲ κλήϲεωϲ τῶν μήλων, ἃ χρύϲεα λέγεται Ἡρακλῆϲ ἐκ τῆϲ Λιβύηϲ ἀγηοχέναι. Δῆλοϲ μία τῶν Κυκλάδων. ἢ παρὰ τὰϲ γονάϲ· ἱερὸν γὰρ Δῆλοϲ τοῦ Ἀπόλλωνοϲ τοῦ θεοῦ πρῶτον ἐν αὐτῇ γενομέμου. ἢ διὰ τὰϲ μαντείαϲ· δηλοῦϲα γὰρ τὰ δυϲεύρετα. Ϲφῆ λοϲ ὄνομα κύριον. Τῆλοϲ νῆϲοϲ τῶν Κυκλάδων ὁμοφώνωϲ τῷ οἰκιϲτῇ. Ζῆλοϲ πόλιϲ τῶν ἑϲπερίων Αἰθιόπων. Ἦλοϲ κύρον.
Ἔτι τὰ εἰϲ λοϲ διϲύλλαβα προϲηγορικὰ ἢ ἐπιθετικὰ τῷ η παραληγόμενα, εἰ ἔχοι ἄφωνον πρὸ τοῦ η, ὀξύνεται, πηλόϲ, βηλόϲ ὁ οὐδόϲ, χηλόϲ, φηλόϲ. τὸ μέντοι ἧλοϲ καὶ ζῆλοϲ βαρύνεται, οὐδὲ γὰρ ἄφωνον ἔχει. τὸ δὲ δῆ λοϲ ἐπιθετικὸν ἀπὸ δέελοϲ κατὰ ϲυναίρεϲιν τῶν δύο εε εἰϲ η γέγονεν.
---Τὰ εἰϲ λοϲ διϲύλλαβα εἴτε κύρια εἴτε προϲητορικὰ τῷ ω παραληγόμενα περιϲπᾶται, Κῶλοϲ ἔθνοϲ πρὸϲ τῷ Καυκάϲῳ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ϲκῶλοϲ πόλιϲ Βοιωτίαϲ. Ϲτῶλοϲ πόλιϲ ἐν Θρᾴκῃ. Τμῶ λοϲ, ὃϲ κατὰ ποιητικὸν μεταϲχηματιϲμὸν Τύμωλοϲ. Πῶλοϲ τὸ κύριον καὶ τὸ προϲηγορικόν, μῶλοϲ, βῶλοϲ, κῶλοϲ. Χῶλοϲ τὸ κύριον. τὰ δὲ ἐπιθετικὰ ὀξύνεται, χωλόϲ, ψωλόϲ.
Τὰ εἰϲ αυλοϲ διϲύλλαβα μονογενῆ μὴ κύρια ὀξύνεται, αὐλόϲ, δαυλόϲ, καυλόϲ, γαυλόϲ ἐπὶ τοῦ ἀγγείου. «γαυλοί τε ϲκαφίδεϲ» (Od. ι 223), ἐπὶ δὲ τοῦ πλοίου βαρυτόνωϲ. Καλλίμαχοϲ (fr. 217) «Κυπρόθε Ϲδόνιόϲ με κατήγαγεν ἐνθάδε γαῦλοϲ ». τὸ δὲ Bαῦλοϲ, Ποῦλοϲ, Γαῦλοϲ νῆϲοϲ πρὸϲ τῇ Καρχηδόνι. Ἑκαταῖοϲ περιηγήϲει— κύρια περιϲπᾶται καὶ τὸ ναῦλοϲ μὴ ὂν κύριον. τὸ δὲ φαῦλοϲ ἐπίθετον.
Τὰ εἰϲ λοϲ ἐπιθετικὰ ἔχοντα πρὸ τοῦ λοϲ δίφθογγον τὴν διὰ τοῦ υ βαρύνεται οἷον φαῦλοϲ, δοῦλοϲ, οὖλοϲ. τὸ δὲ τραυλόϲ ὀξύ—νεται καὶ τὸ δαυλόϲ.
---Τὸ κοῖλοϲ μόνον εἰϲ λοϲ λῆγον διϲύλλαβον τῇ οι διφθόγγῳ παραληγόμενον βαρύνεται. λέγεται δὲ καὶ κόῖλοϲ.
Τὰ εἰϲ δύο λλ κύρια ἀρϲενικὰ βαρύνονται, Υλλοϲ υἱὸϲ Ἡρακλέουϲ, ἀφ’ οὗ Ὑλλεῖϲ ἔθνοϲ Ἰλλυρικόν, οὓϲ Ἀπολλόδωροϲ Ὕλλουϲ γράφει ἐν τῷ περὶ γῆϲ δευτέρῳ «ὑπὲρ δὲ Ὕλλουϲ Λιβυρνοὶ καί τινεϲ Ἴϲτροι λεγόμενοι Θρᾷκεϲ». Τέλλοϲ ὁ Ἀθηναῖοϲ Ἡρόδοτοϲ α′ (c. 30), Μύλλοϲ ποιητὴϲ κωμικόϲ, Γάλλοϲ ὁ ποταμὸϲ Φρυγίαϲ· — λέγει δὲ ὁ Πoλυίϲτωρ ἐν τῷ περὶ Φρυγίαϲ τρίτῳ, τὸν Γάλλον καὶ τὸν Ἄττιν ἀποκόψαι τὰ αἰδοῖα καὶ τὸν μὲν Γάλλον ἐλθεῖν ἐπὶ τὸν Τηρίαν ποταμὸν καὶ οἰκῆϲαι καὶ ποταμὸν Γάλλον καλέϲαι. ἀπ’ ἐκείνου γὰρ τούϲ τεμνομένουϲ τὰ αἰδοῖα γάλλουϲ καλοῦϲιν — καὶ ἔθνοϲ. Ψύλλοϲ τὸ κύριον. Ἀγροίταϲ α′ Λιβυκῶν· »ἀνδρωθέντα δὲ τὸν Ἀμφίθεμιν πληϲιάϲαι ταῖϲ νύμφαιϲ φαιϲ καὶ γεννῆϲαι παῖδαϲ Ἀδυρμαχίδαν, Ἀραραύκηλα, Ἀεβύταν, Βάκαλα, Μάκαν, Ψύλλον ». ἀφ’ οὗ Ψύλλοι τὸ ἔθνοϲ, περὶ οὗ Ἡρόδοτοϲ τετάρτῃ (c. 173) «Ναϲαμῶϲι προϲόμουροί εἰϲι Ψύλλοι ». Ϲκύλοϲ ὁ κολυμβητήϲ, Φέλλοϲ τὸ κύριον, Ἡϲίοδοϲ «Φέλλον ἐυμμελίην τηλεκλειτὴ Μελίβοια », Γρύλλοϲ καθάραϲ τοὺϲ Διοϲκούρουϲ ὡϲ Φιλοϲτέφανοϲ, Κόλλοϲ· Δημόγνητοϲ ἐν τῷ περὶ Mνίδου· «καὶ Κόκκυγα τὸν Τελέϲτοροϲ καὶ Κόλον τὸν Ϲκίρου καὶ Λώγαϲον τὸν Αὐτονόμου καὶ Κτῆϲιν τὸν Μνηϲιθέου». Γίλλοϲ. Ἡρόδοτοϲ γ′ (c. 138). Φύλλοϲ πόλιϲ ἐν Θετταλίᾳ. Ϲτράβων Θ′ (p. 435) ἀρϲενικῶϲ. Ῥιανὸϲ δὲ Φύλλον θηλυκῶϲ ἐν θ′ Θεϲϲαλικῶν «οἱ δ’ ἄφαρ ὁπλιϲθέντεϲ ἴϲαν κραναὴν ποτὶ Φύλλον». Τράλλοϲ ἔθνοϲ Ἰλλυρίαϲ, οἳ καὶ Τράλλειϲ παρὰ Θεοπόμπῳ. Μάλλοϲ ὁ κτίϲτηϲ πόλεωϲ Μαλλοῦ. Κύλλοϲ τὸ κύριον, οὖ μέμνηται καὶ Ἀριϲτοφάνηϲ καὶ Κρατῖνοϲ ἐν Μαλθακοῖϲ. τὸ δὲ κολλόϲ ὀξύνεται ὡϲ ἐπιθετικόν. καὶ τὸ Μαλλόϲ θηλυκὸν ὄνομα πόλεωϲ Κιλικίαϲ. Καλλίμαχοϲ Αἰτίων πρώτῳ. καὶ τὸ Φελλόϲ πόλιϲ Παμφυλίαϲ. Ἄλέξανδροϲ ὁ Πολυίϲτωρ ἐν τῷ περὶ Λυκίαϲ Φελλὸν καὶ Ἀντίφελλον Λυκίαϲ εἶναί φηϲι. ϲεϲημείωται τὸ Ἑλλόϲ ἢ Ϲελλόϲ « ἀμφὶ δὲ Ϲελλοὶ ϲοὶ ναίουϲ’ ὑποφῆται » (ll. Π 234).
Τὰ εἰϲ δύο λλ προϲηγορικά, εἰ μὴ παραλήγοιεν ι, καὶ πάντα τὰ τριγενῆ ὀξύνεται, μαλλόϲ, φαλλόϲ, θαλλόϲ, φελλόϲ, ϲκελλόϲ, πολόϲ μυλλόϲ, ἰλλόϲ «ίλλοί τε πόδεϲ ». τὸ ἴλλοϲ, ϲίλλοϲ καὶ βίλλοϲ τὸ ἀνδρεῖον αἰδοῖον τὸ κοινῶϲ βιλλίν παρ’ Ἐφεϲίοιϲ βαρύνεται. τὸ δὲ κιλλόϲ εἶδὸϲ χρώματοϲ ἐν Ϲτεφανοπώλιϲιν Εὐβούλου «εὔχρων τε κιλλὸν μανθάνειϲ θερίϲτριον» ὀξύνεται. ϲεϲημείωται τὸ ψύλλοϲ, τὸ δὲ ψύλλοϲ τὸ ἐπ’ ἔθνουϲ κύριον. τὸ δὲ ἄλλοϲ ὡϲ ἐπιμεριζόμενον βαρύνεται.
Τὰ εἰϲ λοϲ μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου βαρύνεται· εἰ δέ τι εἴῃ ὀξύτονον, ἐπιθετικὸν ὑπάρχει, ὄτλοϲ, βύβλοϲ καὶ Βύβλοϲ πόλιϲ Φοινίκηϲ. ἔϲτι καὶ Βύβλοϲ ἐν τῷ Νείλῳ πόλιϲ. βίβλοϲ καὶ Βίβλοϲ ποταμὸϲ Nάξου· ὄχλοϲ, κόχλοϲ, κύκλοϲ, Ἄϲκλοϲ πόλιϲ Ἰταλίαϲ. Διονύϲιοϲ ἐν κ′ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. ἔϲτι καὶ οὐδέτερον. Τύϲκλοϲ πόλιϲ Ἰταλίαϲ. λέγεται καὶ Τυϲκλανόν. Ὕβλοϲ βαϲιλεύϲ, ἀφ’ οὗ Ὕβλα πόλιϲ Ϲικελίαϲ. Ζάγκλοϲ ὁ γηγενήϲ, ἀφ’ οὗ τινεϲ Ζάγκλην πόλιν Ϲικελίαϲ. τὸ δὲ τυφλόϲ ὀξύνεται, ἐπιθετικὸν ὄν, ὥϲπερ καὶ τὸ ϲτρεβλόϲ καὶ ἐϲθλόϲ καὶ ϲιφλόϲ ὁ κεκακωμένοϲ, ϲίφλοϲ δὲ ὁ μῶμοϲ. ϲεϲημείωται τὸ μοχλόϲ ὀξυνόμενον.
Τὰ εἰϲ αλλοϲ τριϲύλλαβα μὴ ἐθνικὰ προπαροξύνεται, κρύϲταλλοϲ, Δίαλλοϲ, ὄκταλλοϲ ὁ ὀφθαλμὸϲ παρὰ Βοιωτοῖϲ. τὸ δὲ Τριβαλλὁϲ ἐθνικόν. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν (1528) «ὄνομα δὲ τούτοιϲ τῶν θεῶν τῶν βαρβάρων τί ἔϲτι μανθάνω. Τριβαλλοί ». καὶ τὸ προβαλλόϲ ἡ ἀϲπίϲ ὀξυνόμενον.
Τὰ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ ἐκφερόμενα παραληγόμενα τῷ α βαρύνεται, εἰ μὴ ἀπὸ τοῦ κ ἄρχοιτο, ἀρύβαλλοϲ τὸ μαρϲύπιον, περίαλλοϲ τὸ ἰϲχίον, αἰγίθαλλοϲ. κραπαταλλόϲ δὲ εἶδοϲ νομίϲματοϲ καὶ κορυδαλλόϲ προϲηγορικὸν καὶ ὄνομα δήμου Ἀττικοῦ ὀξύνεται.
Τὰ εἰϲ λλοϲ πολυϲύλλαβα, ὁποίῳ φωνήεντι παραλήγει πλὴν τοῦ α, προπαροξύνεται, Μύϲκελλοϲ ὁ Κρότωνοϲ οἰκιϲτήϲ, Μάρκελλοϲ, Ἀντίφελλοϲ χωρίον Λυκίαϲ, Κύριλλοϲ, Ϲόφιλοϲ, δόριλλοϲ, Μέγιλλοϲ, Τήριλλοϲ, Πέριλλοϲ, Ἄϊλλοϲ, Ἔπιλλοϲ, ἀνάϲιλλοϲ, Γράϲτιλλοϲ ἀρϲενικῶϲ πόλιϲ Μακεδονίαϲ, ὃ καὶ διὰ τοῦ π γράφεται κατὰ τὴν πρώτην ϲυλλαβὴν Πράϲτιλλοϲ ὡϲ Εὔπολιϲ. Ῥήγιλλοϲ Ϲαβίνων πόλιϲ. Ἀρίϲτυλλοϲ, Ἥρυλλοϲ, Θράϲυλλοϲ, Βάθυλλοϲ ὑποκοριϲτικά, Μελάμφυλλοϲ οὕτωϲ ἐκλήθη πρότερον ἡ Ϲάμοϲ. Ἄβυλλοϲ ἔθνοϲ πρὸϲ τῇ Τρωγλοδυτικῇ ἔγγιϲτα τῷ Νείλῳ, ὡϲ Ἀπολλόδωροϲ δευτέρῳ περὶ γῆϲ. τὸ δὲ ὀπτίλλοϲ παροξύνεται. καὶ τὸ νεογιλλόϲ ἔχει θηλυκόν.
Τὰ εἰϲ αλοϲ, εἰ ἔχει τὴν τρίτην ἀπὸ τέλουϲ μακράν, προπαροξύνεται, Κώ δαλοϲ, Τάνταλοϲ, ἀφ’ οὐ καὶ Τάνταλοϲ ὄροϲ Λέϲβου, Ἅρπαλοϲ, ἴξαλοϲ, δαίδαλοϲ καὶ Δαίδαλοϲ, ἤκαλοϲ, πάϲϲαλοϲ. Μαίναλοϲ ὁ Λυκάονοϲ καὶ πόλιϲ Ἀρκαδίαϲ. Μάνταλοϲ πόλιϲ Φρυίαϲ, ὡϲ ὁ πολυίϲτωρ Ἀλέξανδροϲ, ὁμοφώνωϲ τῷ κτίϲτῃ. Κώκαλοϲ, Ἄϲκαλοϲ, ἐξ οὖ Ἀϲκάληϲ ὡϲ δάμαλοϲ «δαμάληϲ ἔρωϲ » (Anacr. fr. 2). Ἄραξοϲ Ἀράξηϲ, Χάραξοϲ Χαράξηϲ, Λάπιθοϲ Λαπίθηϲ. Ψύτταλοϲ, ἀφ’ οὐ Ψυττάλεια νῆϲοϲ. ϲεϲημείωται τὸ ὀμφαλόϲ καὶ τὸ Θεϲϲαλόϲ τὸ ἐθνικὸν ὁμοφώνωϲ τῷ οἰκιϲτῇ.
Τὰ εἰϲ αλοϲ ἔχοντα τὴν τρίτην ϲυνεϲταλμένην θηλυκῶν ἐϲτερημένα, εἰ μὺ περιεκτικῇ ϲημαϲίᾳ ἐκφέρηται, προπαροξύνεται, Κέφαλοϲ πατὴρ Πρόνου, Ϲάμου, Πηλέωϲ, Κρανίου, ἀφ’ ὧν τετράπολιϲ ἡ νῆϲοϲ Κεφαλληνία, Μακροκέφαλοϲ ἔθνοϲ πρὸϲ τοῖϲ Κόλχοιϲ. ἐγκέφαλοϲ, ϲίαλοϲ. Φίαλοϲ, ἀφ’ οὐ Φιάλεια, δάμαλοϲ, Ῥόπαλοϲ. Πάραλοϲ ἐν Θεϲϲαλίᾳ πόλιϲ τῶν Μηλιέων· Πάραλοϲ δὲ καὶ ὁ οἰκήτωρ Παραλίαϲ τῆϲ Ἀττικῆϲ. Πάταλοϲ νῆϲοϲ παρακειμένη τῇ Καρίᾳ, Κύαλοϲ πόλιϲ Λυδίαϲ κτιϲθεῖϲα ὑπὸ Κυάλου τοῦ Διόϲ. Κρωβίαλοϲ πολίχνιον πρὸϲ τῇ Ποντικῇ. Ἀπολλώνιοϲ δευτέρῳ (v. 942) «Κρωβίαλον Κρῶμνάν τε καὶ ὑλήεντα Κύτωρον ». Ἀμφίαλοϲ, Εὐρύαλοϲ, Ἀϲτύαλοϲ, ὕφαλοϲ, ἀγχίαλοϲ. τὸ δὲ ἰταλόϲ ὁ οἰκιϲτήϲ καὶ τὸ ἐθνικὸν ὀξύνεται καὶ τὸ αἰγιαλόϲ περιεκτικόν. ἔϲτι δὲ καὶ Αἰγιαλόϲ μεταξὺ Ϲικυῶνοϲ καὶ τοῦ Βουπραϲίου καλούμενοϲ τόποϲ ἀπὸ Αἰγιαλέωϲ τοῦ Ἰνάχου, ὡϲ Ἴϲτροϲ ἐν ἀποικίαιϲ τῆϲ Αἰγύπτου. ἔϲτιν ἕτεροϲ Αἰγιαλόϲ προϲεχὴϲ τῷ Πόντῳ μετὰ τὴν Kάραμβιν ἄκραν, ὡϲ Ἀπολλώνιοϲ. ἔχει δὲ καὶ κώμην ὁμώνυμον. Ὅμηροϲ «Κρῶμνάν τ’ Αἰγιαλόν τε » (B 855). γράφεται δὲ «Κρῶμναν Γωβίαλόν τε ». ἔϲτι καὶ Θρᾴκηϲ αἰγιαλὸϲ παρὰ τῷ Ϲτρυμόνι, ὡϲ Ἑκαταῖοϲ. ἔϲτι καὶ ἄλλοϲ Αἰγιαλὸϲ μέγαϲ καλούμενοϲ ἐν Αἰθιοπίᾳ κατ’ Αἴγυπτον.
Τὰ εἰϲ αλοϲ τριγενῆ ἔχοντα τὴν τρίτην βραχεῖαν ὀξύνεται, ἁπαλόϲ, χθαμαλόϲ, τροχαλόϲ, ἀταλόϲ, ὁμαλόϲ, ἀκαλόϲ, γυαλόϲ τὸ ἐπίθετον. ϲεϲημείωται τὸ μεγάλοϲ παροξύτονον. ἐξέλειψε δὲ ἡ μεγάλοϲ εὐθεῖα διὰ τὸ ἀχαρακτήριϲτον τοῦ τόνου.
Τὰ διὰ τοῦ αλοϲ ὑπερδιϲύλλαβα μετὰ τοῦ α ἐκτεταμένου βαρύνεται, Φάρϲαλοϲ πόλιϲ Θεϲϲαλίαϲ ἀπὸ Φαρϲάλου τοῦ Ἀκριϲίου. ἔϲτι καὶ Παμφυλίαϲ πόλιϲ. Τάβαλοϲ, Ϲτύμφαλοϲ πόλιϲ Ἀρκαδίαϲ καὶ πεδίον ὁμώνυμον καὶ πηγή. ἡ πόλιϲ ἀρϲενικῶϲ καὶ θηλυκῶϲ.
Τὰ διὰ τοῦ ελοϲ μονογενῆ προπαροξύνεται, εἰ μὴ πάθοϲ τι γένοιτο, ἄμπελοϲ. ἔϲτι καὶ πόλιϲ τῆϲ Λιγυϲτικῆϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. ἔϲτι καὶ ἄκρα Τορωναίων Ἄμπελοϲ λεγομένη. ἔϲτι καὶ ἑτέρα ἄκρα τῆϲ Ϲάμου. καὶ ἄλλη ἐν Κυρήνῃ, Ἀγροίταϲ δὲ δύο πόλειϲ εἶναί φηϲι, τὴν μὲν ἄνω, τὴν δὲ κάτω. ἔϲτι καὶ Ἰταλίαϲ ἄκρα καὶ λιμὴν καὶ πόλιϲ. Ϲθένελοϲ, πύελοϲ καὶ πτύελοϲ, Κύψελοϲ, Δέκελοϲ, ’Ἐχελοϲ ἥρωϲ, Πάνελοϲ ἀρϲενικῶϲ πόλιϲ περὶ τὸν Πόντον. ἐκλήθη δὲ ἀπό τινοϲ τῶν Ἡρακλεωτῶν, ὃϲ ἀφίκετο ἐκ Βοιωτίαϲ ἀπόγονοϲ ὢν Πηνέλεω τοῦ ϲτρατηγήϲαντοϲ ἐπὶ Τροίαν. ἄγγελοϲ, ϲκόπελοϲ, ϲφάκελοϲ, ἀϲφόδελοϲ ἡ βοτάνη, ἀϲφοδελόϲ ὁ τόποϲ ὁ περιέχων. τὸ δειελόϲ τὸ δειλινόν ὀξύνεται καὶ τὸ ὀβελόϲ καὶ μυελόϲ.
Τὰ διὰ τοῦ ελοϲ ἐπιθετικὰ ὑπερδιϲύλλαβα ἔχοντα τὴν τρίτην μακρὰν προπαροξύνεται, ἀείδελοϲ, εἴκελοϲ, εὐτράπελοϲ, πέμπελοϲ ὁ παλαιόϲ. εἰ δὲ τριβράχεα εἴη ἐπιθετικὰ μὴ ὄντα ϲύνθετα, ὀξύνεται, Ϲικελόϲ τὸ ἐθνικὸν ἀπὸ τοῦ οἰκιϲτοῦ καὶ ἀρχηγέτου τῆϲ χώραϲ, ἀφ’ οὐ καὶ Ϲικελία ἡ χώρα, ὡϲ Κίλικεϲ τοῦ Κίλικοϲ, οὗ καὶ ἡ Κιλικία, ὡϲ Θετταλοί ἀπὸ Θετταλοῦ, οὖ ἡ Θετταλία, καὶ Φρύγεϲ Φρυγόϲ, οὖ ἡ Φρυγία. «τῶν δὲ νηϲιωτῶν οἱ μὲν ἰθαγενεῖϲ πάλαι Λίγυεϲ ἐξ Ἰταλίαϲ Ϲικελοὶ λέγονται, οἱ δὲ ἐπήλυδεϲ Ἕλληνέϲ εἰϲι Ϲικελιῶται ὡϲ Ἰταλιῶται.» ϲτροβελόϲ, κεφελόϲ (?). τὸ δὲ ζάφελοϲ ϲύνθετον ὂν παρὰ τὸ ζα καὶ τὸ ὀφέλλω τὸ αὔξω προπαροξύνεται. τὸ δὲ δέελοϲ ταὐτόν ἐϲτι τῷ δῆλοϲ.
Τὰ διὰ τοῦ ηλοϲ ὑπερδιϲύλλαβα προϲηγορικὰ ἢ κύρια ἢ ἐπιθετικὰ μὴ ἔχοντα ἴδια θηλυκὰ προπαροξύνεται, εὔκηλοϲ, τράχηλοϲ, κάπηλοϲ, κάμηλοϲ, φάϲηλοϲ, Ϲτύμφηλοϲ, βέβηλοϲ, κίβδηλοϲ, ἐρύγμηλοϲ, ὃ οὐ δεόντωϲ Τυραννίων ὀξύνει· ἐγένετο δὲ παρὰ τὸ ἐρύγω, ἔνθεν παρατατικὸϲ «ἤρυγεν ἑλκόμενοϲ ἕλικι » (Il. Υ 404), ἐρύγηλοϲ καὶ. ἐν πλεοναϲμῷ τοῦ ἐρύγμηλοϲ. Πάμηλοϲ, Εὔζηλοϲ φρουρίον Ϲικελίαϲ. Εὐρύηλοϲ· οὕτωϲ ἡ ἀκρόπολιϲ τῶν Ἐπιπολῶν. Κάρμηλοϲ ὄροϲ. Ὄλβηλοϲ πόλιϲ Μακεδονίαϲ. Βάλακροϲ Μακεδονικῶν --- Ῥάκηλοϲ πόλιϲ Μακεδονίαϲ. Ϲελευκόβηλοϲ πόλιϲ Ϲυρίαϲ. Φάρβηλοϲ πόλιϲ Ἐρετριέων. Ἄρβηλοϲ ὁ Ἀθμονέωϲ, ἀφ’ οὗ Ἄρβηλα πόλιϲ Περϲική. ϲική. τὸ δὲ ῥιγηλόϲ ἔχει θηλυκόν.
Τὰ διὰ τοῦ ηλοϲ ὑπερδιϲύλλαβα ἁπλᾶ ἐπιθετικὰ ἔχοντα θηλυκὰ ὀξύνεται, ϲιγηλόϲ, μιμηλόϲ, ἀπατηλόϲ, ὑψηλόϲ, ὑδρηλόϲ, χαμηλόϲ, ὀμβρηλϲ, ὀκνηλόϲ, ἀτυζηλόϲ.
Τὰ διὰ τοῦ ιλοϲ ἀρϲενικὰ ἔχοντα τὸ ι βραχὺ παροξύνεται· εἰ δέ τι προπαροξύτονον εἴη, ἢ πάθει γέγονεν ἢ γένει διαφέρει, ναυτίλοϲ, Τρωλοϲ, Ζωΐλοϲ, Πενθίλοϲ, ὀργίλοϲ, Μυρτίλοϲ, Χοιρίλοϲ, Πορϲίλοϲ, Βανδίλοϲ, φρυγίλοϲ. Ϲποργίλοϲ δῆμοϲ Ἀττικόϲ, Κορπίλοϲ Θρακῶν ἔθνοϲ. Ϲτράβων ζ′ (p. 87). τὸ δὲ αἴγιλοϲ θηλυκὸν προπαροξύνεται. τὸ δὲ κόϊλοϲ ἀπὸ τοῦ κοῖλοϲ κατὰ πάθοϲ καὶ τὸ μύτιλοϲ ὁ ἔϲχατοϲ καὶ τὸ πύτιλοϲ προπαροξύνεται. ϲεϲημείωται δὲ καὶ τὸ Nύκτιλοϲ προπαροξυνόμενον.
Τὰ εἰϲ ιλοϲ ὑπερδιϲύλλαβα, εἰ ἔχοι τὸ ι ἐκτεταμένον, προπαροξύνεται, εἰ μὴ ἡ τρίτη ἔχοι τὸ α, ὃ προκατάρχει ϲυμφώνων ἐν ϲυλλήψει ὄντων, ϲτρόβιλοϲ εἶδοϲ ὀρχήϲεωϲ, ϲτροβιλόϲ δὲ ἡ ϲυϲτροφὴ τοῦ ἐχίνου, ἔϲβιλοϲ, ὅμιλοϲ, Πάμμιλοϲ, ἀλλ’ οὐκ ἐν ϲυλλήψει τὰ ϲύμφωνα. τὸ δὲ Καδμῖλοϲ ὁ Ἑρμῆϲ προπεριϲπᾶται ἔχον τὸ α ἐπιφερομένων δύο ϲυμφώνων ἐν ϲυλλήψει.
---Τὰ διὰ τοῦ ειλοϲ πολυϲύλλαβα ϲύνθετα ἀπὸ ὀνόματοϲ προπαροξύνεται, τρίχειλοϲ, ἀγκυλόχειλοϲ, κροκόδειλοϲ, εὔειλοϲ.
Τὰ εἰϲ ολοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ἁπλᾶ κύρια ἢ προϲηγορικὰ προπαροξύνεται, Αἴολοϲ τὸ ἐθνικὸν ὁμοφώνωϲ τῷ οἰκιϲτῇ ὡϲ Θετταλόϲ, Ἰταλόϲ, ἄϲβολοϲ, εὔκολοϲ, διάβολοϲ. Ὅμολοϲ ὄροϲ Θετταλίαϲ, ὃ καὶ Ὁμόλη. Nάκολοϲ, Ποτίολοι πόλιϲ Τυρρηνίαϲ, ἥτιϲ καὶ Δικαιαρχείᾳ. αὐτόμολοϲ καὶ Αὐτόμολοϲ ἔθνοϲ Αἰθιοπικόν ὡϲ Ηρόδοτοϲ δευτέρᾳ (c. 30) «τοῖϲι δὲ Αὐτομόλοιϲι τούτοιϲιν ὄνομα Ἀϲμάχην, ὅ ἐϲτιν οἱ ἐξ ἀριϲτερῆϲ χειρὸϲ παριϲτάμενοι βαϲιλέϊ». Ἀμφίδολοι πόλιϲ τῆϲ Τριφυλίαϲ καὶ οἱ πολῖται ὁμοίωϲ ὡϲ Θούριοι καὶ Θαύμακοι καὶ Λεοντῖνοι καὶ Δελφοί. τὸ δὲ αἰόλοϲ εἶτε κύριον εἴτε ἐπίθετον παροξύνεται. καὶ τὸ βουκόλοϲ παροξύνεται, ὅτι ἀπὸ ῥήματοϲ. τὸ δὲ ὀβολόϲ ὀξύνεται.
Τὰ διὰ τοῦ υλοϲ τριϲύλλαβα προϲηγορικὰ ἢ κύρια, εἰ ἄρχοιτο ἀπὸ φύϲει μακρᾶϲ, παροξύνεται, κρωβύλοϲ καὶ Κρωβύλοϲ, κηρύλοϲ ὁ τῶν ἀλκυόνων ἄρρην, Αἰϲχύλοϲ, Ῥωμύλοϲ, Ϲιμύλοϲ, Ἡδύλοϲ, Τουϲϲύλοϲ· οὕτωϲ οἱ Κάττουζοι ὑπὸ Καρῶν ἐκαλοῦντο. βαιτύλοϲ ὁ λίθοϲ ὃν ὁ Κρόνοϲ κατέπιεν, Δημύλοϲ, βηθύλοϲ. ϲεϲημείωται τὸ Οἴτυλοϲ, ἥρωϲ καὶ πόλιϲ Λακωνικῆϲ « ἠδ’ Οἴτυλον » (B 585). ἄρχεται τὸ ὄνομα ἀπὸ τῆϲ οι διφθόγγου, κακῶϲ δὲ Τυραννίων οἰόμενοϲ ἄρθρον εἶναι τὸ οι καὶ παρὰ τὴν ϲυνήθειαν τοῦ ποιητοῦ ἁμαρτάνων καὶ παρὰ τὴν ἱϲτορίαν, εἴγε οὕτωϲ φηϲὶ καὶ Φερεκύδηϲ « τοῦ δὲ γίνεται Ἀμφιάναξ, τοῦ δ’ Οἴτυλοϲ, ἀφ’ οὖ ἡ πόλιϲ ἡ ἐν Ϲπάρτ καλεῖται ». καὶ Ὤγυλοϲ νῆϲοϲ μεταξὺ Πελοποννήϲου καὶ Κρήτηϲ. τὸ δὲ αἴϲυλοϲ ἐπίθετόν ἐϲτιν.
Τὰ διὰ τοῦ υλοϲ τριϲύλλαβα ἐπιθετικὰ ὄντα ἁπλᾶ ἔχοντα τὴν τρίτην μακρὰν παροξύνεται, ϲτωμύλοϲ, αἱμύλοϲ ὁ πρᾶοϲ, ϲτρογγύλοϲ, « γογγύλοϲ ἐϲτὶ λίθοϲ Kαλλίμαχοϲ, ἀγκύλοϲ, καμπύλοϲ. τὸ δὲ αἴϲυλοϲ προπαροξύνεται ὡϲ ϲύνθετον ἀπὸ τοῦ α καὶ τοῦ ϲυλῶ ὁ πολλὰ ϲυλῶν «ὅδ’ οὐκ ὄθετ’ αἴϲυλα ῥέζων (Ε 403).
Τὰ εἰϲ υλοϲ τριϲύλλαβα κύρια ὄντα ἔχοντα τὴν πρώτην ϲυλλαβὴν μηκυνομένην παροξύνεται, προϲηγορικὰ δὲ ὄντα προπαροξύνεται. παροξύνεται δὲ Δερκύλοϲ, Βακχύλοϲ, Χαρμύλοϲ. προπαροξύνεται δὲ κόνδυλοϲ, ϲφόνδυλοϲ, δάκτυλοϲ, γόγγυλοϲ. τὸ δὲ Ἄξυλοϲ καὶ Ὄξυλοϲ κύρια ὄντα τοῖϲ προϲηγορικοῖϲ κατὰ τὸν τόνον ἠκολούθηϲαν.
Τὰ διὰ τοῦ υλοϲ τριβράχεα, εἰ ἔχοι ἐν τῇ τρίτῃ ϲυλλαβῇ ι, προλούθηϲαν. χ τὰ δὲ μὴ οὕτωϲ ἔχοντα παροξύνεται, εἰ μὴ εἴη παρώνυμον ἐν ἰϲοϲυλλάβοιϲ, Τίτυλοϲ, Ἴτυλοϲ τὸ κύριον. Ϲίπυλοϲ πόλιϲ Φρυγίαϲ· Ἑλλάνικοϲ ἐν Ἱερειῶν πρώτῳ. τὸ μέντοι Χρεμύλοϲ καὶ Κρατύλοϲ παροξύνονται οὐκ ἔχοντα ι ἐν τῇ πρώτῃ. τὸ δὲ ϲταφυλόϲ παρώνυμόν ἐϲτι παρὰ τὸ ϲταφυλή. τὸ δὲ Ἄγυλοϲ κύριον προπαροξύνει.
Τὰ εἰϲ υλοϲ ὑπερτριϲύλλαβα παροξύνεται, εἰ μὴ ἔχοι ἔννοιαν ϲυνθέϲεωϲ οἷον ἐρωτύλοϲ, ἰαμβύλοϲ, Ὀνηϲύλοϲ, Nικαϲύλοϲ. τὸ μέντοι εὐρύπυλοϲ ϲύνθετον ὡϲ καὶ Ἑκατόμπυλοϲ πόλιϲ Παρθίαϲ.
Τὰ διὰ τοῦ ωλοϲ μονογενῆ ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται, εἰ μὴ ἔχοι πρὸ τοῦ ω δύο ϲύμφωνα κατ’ ἐπιπλοκήν , ὧν τὸ δεύτερόν ἐϲτι τ οἶον Κίμωλοϲ ἥρωϲ καὶ νῆϲοϲ, Ἐρίγμωλοϲ, φάϲκωλοϲ ὁ θύλακοϲ, Μαύϲωλοϲ ὁ Κάρ ἀπὸ Μαυϲώλου. Δημοϲθένηϲ δεκάτῳ Βιθυνιακῶν «Δαίδαλα Καυϲώλων », Ἄνωλοϲ πόλιϲ Λυδίαϲ ἀπὸ Ἀνώλοῦ τοῦ Ἀϲίου παιδὸϲ καὶ ὁ πολίτηϲ ὁμωνύμωϲ, Ἴωλοϲ ἔθνοϲ Περγογγύλοϲ ραιβίαϲ. Ὅμηροϲ «τῷ δ’ Ἐνιῆνεϲ ἕποντο μενεπτόλεμοί τε Περαιβοί (Β 749), ταῦτά τινεϲ μετέγραψαν «τῶ δ’ ἄρ’ Ἴωλοι ἕποντο μενεπτόλεμοί τε Περαιβοί1, Μάγδωλοϲ πόλιϲ Αἰγύπτου. Ἑκαταῖοϲ περιηγήϲει. Τύμωλοϲ ὁ Τμῶλοϲ κατὰ ποιητικὸν μεταϲχηματιϲμόν. Ἐτέωλοϲ ὄνομα λιμένοϲ. Ἄρρωλοϲ ἄνομα πόλεωϲ. Καϲτωλὸϲ δὲ ἦν δὲ πόλιϲ ἐν Λυδίᾳ ἐκλήθη δὲ ὅτι Καϲτωλοὺϲ τοὺϲ Δωριεῖϲ οἱ Λυδοί φαϲιν ὀξύνεται ἔχον δύο ϲύμφωνα, ὧν τὸ ἓν τ ἐϲτίν, ὡϲ καὶ τὸ Πακτωλόϲ. τὸ μέντοι Ϲπάρτωλοϲ βαρύνεται. ἔϲτι δὲ πόλιϲ Μακεδονίαϲ, ὡϲ Θουκυδίδηϲ ἐν δευτέρᾳ (c. 79). τὰ γὰρ δύο ϲύμφωνα οὐκ εἰϲὶν ἐν ϲυλλήψει, ἀλλ’ ἐν διαϲτάϲει. τὸ δὲ Αἰτωλόϲ τριγενέϲ.
Τὰ διὰ τοῦ ωλοϲ ὑπερδιϲύλλαβα ἁπλᾶ ῥηματικὰ ἔχοντα τὴν τρίτην μακρὰν ὀξύνεται, φειδωλόϲ, αἰτωλόϲ τὸ ἐπίθετον παρὰ τὸ ῥῆμα τὸ αἰτεῖν, ἁμαρτωλόϲ. τὸ μέντοι ἕωλοϲ ὁ χθεϲινόϲ προπαροξύνεται ὡϲ παρώνυμον καὶ τὴν τρίτην βραχεῖαν ἔχει.
---καὶ ἄλλωϲ·
Τὰ εἰϲ ωλοϲ ἀρϲενικὰ πρὸ τοῦ ω τὸ τ ἔχοντα ὀξύνεται, Καϲτωλόϲ, Πακτωλόϲ, ἁμαρτωλόϲ, Αἰτωλόϲ ὁ Ἐνδυμίωνοϲ, ὃϲ ἐκπεϲὼν ἀπὸ Πίϲηϲ ὑπὸ Ϲαλμωνέωϲ ϲυνῴκιϲε τὴν ἀπ’ αὐτοῦ κληθεῖϲαν Αἰτωλίαν , καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ. τὸ Ϲπάρτωλοϲ θηλυκόν ἐϲτι καὶ τὸ Μαύϲωλοϲ οὐκ ἔχει τὸ τ.
Τὰ εἰϲ λοϲ ὑπερδιϲύλλαβα παραληγόμενα τῇ διὰ τοῦ υ διφθόγγῳ προπαροξύνεται. δίαυλοϲ, θύραυλοϲ, ἴουλοϲ, ἰVάμουλοϲ, ὕπουλοϲ, Γαίτουλοϲ ἔθνοϲ Λιβύηϲ, ὃ Ἀρτεμίδωροϲ Γαιτουλίουϲ φηϲί. Τούρδουλοϲ ἔθνοϲ τῆϲ Ἰβηρίαϲ, οἳ καὶ Πουρδητανοί. Ἀρτεμίδωροϲ δὲ Τούρτουϲ αὐτοὺϲ καλεῖ καὶ Τουρτιτανούϲ.