De prosodia catholica

Aelius Herodianus

Aelius Herodianus. Grammatici Graeci, Pars 3, Vol. 1. Lentz, August, editor. Leipzig: Teubner, 1867.

Τἀ εἰϲ ιϲ ϲυνεϲταλμένον τὸ ῑ ἔχοντα ἀρϲενικὰ καὶθηλυκὰκαὶκοινὰ βαρύνεται, ὄφιϲ, ἔχιϲ, ὄϊά μάντιϲ Ἄλεξιϲ, Πρύτανιϲ.

---Τὰ εἰϲ ιϲ θηλυκὰ ὑπὲρ μίαν ϲυλλαβὴν ἁπλᾶ ἐκτείνοντα τὸ ῖ ἐπὶ τέλουϲ ἔχουϲι τὸν τόνον οἰoν κνημίϲ, κρη πίϲ, ϲφραγίϲ, ἁ ψίϲ.

---Τὰ εἰϲ ιϲ λήγοντα καθαρόν, μόνωϲ θηλυκά, ὀξύνεϲθαι θέλει, Θαΐϲ, Λαῖϲ, Ἀλμυκλαῖ ϲ, Ἄργαι ϲ νῆϲοϲ πρὸϲ τῇ Λυκίᾳ, Πτολεμοῖϲ, Κωπαῖϲ λίμνη, Γερραῖϲ, Θηβαῖϲ καὶ χώρα καὶ γυνή, Κυρηναἰϲ, Ῥωμαῖϲ, Φωκαῖϲ, Δ αναῖϲ, Θιβαῖϲ τόποϲ πρὸϲ τῷ Πόντῳ ἀπὸ μιᾶϲ τῶν Ἀμαζόνων ὑφ’ Ἡρακλέουϲ ἀναιρεθειϲῶν· πεϲεῖν γάρ φηϲιν Ἀρριανὸϲ τὰϲ μάλιϲτα διαφερούϲαϲ Τράλλαν τε καὶ Ἰϲοκράτειαν καὶ θίβαν καὶ Πάλλαν καὶ Κοίαν καὶ Κοινίαν. Πλαταιΐϲ, Τυμφαιΐϲ, Ἀχαιὶϲ, Κυταιΐϲ, Ἀκταιῖϲ, ληΐϲ, Κιρφηΐϲ, Βριϲηΐϲ, ηρηΐϲ, Ἀλαλκομενηὶϲ, ὅπερ οὐ παρὰ τὸ ἀλαλκεῖν, ὡϲ Ἀρίϲταρχοϲ, ἦν γὰρ Ἀλαλκηΐϲ , ἀλλ’ ὥϲπερ Θηϲεύϲ Θηϲηΐϲ, οὕτωϲ Ἀλαλκομενεύϲ Ἀλαλκομενηὶϲ, Αὶθιοπηΐϲ, Αἰγηΐϲ φυλὴ τῆϲ Ἀττικῆϲ, Ἰδηῖϲ, Ἀλυβηἰϲ. Εὐφορίων ἐν Ἀραῖϲ ἤη Ποτηριοκλέπτῃ * ὅϲτιϲ μὲν κελέβην Ἀλυβηῖδα μοῦνοϲ ἀπηύρα» τουτέϲτι τὴν ἀργυρᾶν διὰ τὰ μέταλλα. Ἀλμυρηῖϲ, Παταληῖϲ, βαϲιληῖϲ, Οὶτηῖϲ, Βοιβηῖϲ, Καδμηῖϲ. ἐκαλεῖτο οὕτωϲ ἡ Βοιωτία ὡϲ θουκυδίδηϲ (Ι 12), Βρυγηῖϲ, Παταρηῖϲ, Πε λοπηῖϲ, Γολγηῖϲ, Μινυηῖϲ, Ῥοιτηῖϲ, Γρυνηῖϲ, Θυνηῖ ϲ, Δολοπηῖϲ ἡ χώρα τῶν Δολόπων, Λελεγηῖϲ. οὕτω πρῶτον Μiλητοϲ ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων Λελέγων, ὡϲ Δίδυμοϲ ἐν ϲυμποϲιακοῖϲ. Αιλυβηῖϲ, Αυκτηῖϲ, Δ ραγγηῖϲ, Τ αμυνηῖϲ, Δρυοπηῖϲ, Δ ωτηϲ. Ῥιανὸϲ ἐν δ’ Μεϲϲηνιακῶν «αὐδὴν εἰϲάμενοϲ Δωτηῖδι Νικοτελείῃ ». Μέλαν ηῖϲ· οὕτωϲ ἐκαλεῖτο Ἐρέτρια ἀπὸ Μελανέωϲ τοῦ ΕΘὐρύτου πατρόϲ. Δρυηῖϲ, Τριοπηῖ ϲ, λακριηῖϲ, λληῖϲ, Μεγαρηῖϲ, Φυλληῖϲ, Φιλυρηῖϲ πλεοναϲμῷ τοῦ η παρὰ τὸ Φιλυρίϲ, Πλατηῖϲ νῆϲοϲ παρὰ τῇ υκίᾳ. Ἐξπειῖϲ, Τηλεβοῖϲ μοῖρα τῆϲ Ἀκαρνανίαϲ ἀπὸ Πηλεβόου ἣ πρότεὅφιϲ ρον Παφίων ἐκαλεῖτο. ΕΘὐβοἴϲ, Τρωῖϲ, Ἀθωῖϲ, Ὁμολωῖϲ· Ὁμολωδεϲ Θηβῶν πύλαι πρὸϲ τῷ ὄρει. Ἀχελωῖ ϲ. ὁ δὲ λόγοϲ ἐπὶ Ἐλληνικῶν ὀνομάτων, μή τιϲ τὸ Ξόϊϲ καὶ Ϲάῖϲ Αἰγύπτια ὄντα καὶ παρ’ Ἡροδότῳ λεχθέντα παράθηται. ὡϲαύτωϲ δὲ καὶ Θμοῦιϲ πόλιϲ Αἰγύπτου, Ϲύϊϲ πόλιϲ Αἰγύπτου, ὡϲ Ἐξκαταῖοϲ ἐν τῇ αὐτῆϲ περιηγήϲει, καὶ Γρῶῖϲ Ἀράβων πόλιϲ βαρύνονται. Τούτῳ τῷ λόγῳ καὶ δαῖϲ ἡ μάχη ὀξύνεται, χωρὶϲ εἰ μὴ λέγοι τιϲ τοῦτο βεβαρυτονῆϲθαι πρὸϲ ἀντιδιαϲτολὴν τοῦ ὀξυνομένου ὥϲπερ καὶ τὸ ἀκρίϲ. τὸ δὲ Κραταιϊϲ δοκεῖ ἐπὶ τοῦ κυρίου βεβαρυτονῆϲθαι διὰ τὴν αἰτιατικὴν *βωϲτρεῖν δὲ ἱράταιϊν (Od. μ 124)· τάχα δὲ καὶ τοῦτο πρὸϲ διαϲτολήν. καὶ τὸ νηΐϲ μόνωϲ θηλυκὸν ἐπὶ τῆϲ νύμφηϲ ὀξύνεται, τὸ δὲ νῆϊϲ τὸ ἀρϲενικὸν ἀντὶ τοῦ ἄπειροϲ οἰον κνῆϊϲ ἀέθλων » βαρύνεται.

Τὰ εἰϲ ιϲ βαρύτονα καὶ ἐν τῇ ϲυνθέϲει βαρύνονται, μῆτιϲ πολύμήτιϲ, μήτιϲ, ἴδριϲ ἄῖδριϲ, πόλιϲ φιλόπολιϲ, χάριϲ εὔχαριϲ.

Τὰ εἰϲ ιϲ λήγοντα θηλυκὰ ὀξυνόμενα, εἰ μὲν ἐν τῇ ϲυνθέϲει φῦλάϲϲοι μόνον τὸ θηλυκὸν γένοϲ, καὶ τὸν αὐτὸν τόνον φυλάϲϲει, εἰ δὲ μεταληπτικὰ γένοιτο καὶ ἀρϲενικοῦ, μεθίϲταται καὶ εἰϲ βαρεῖαν τάϲιν ἀναγκαίωϲ. τοῦ μὲν προτέρου, φυλάϲϲοντοϲ τὸ αὐτὸ γένοϲ καὶ τὸν αὐτὸν τόνον, ϲκελίϲ περιϲκελίϲ, νυχίϲ πανν υχίϲ, τοῦ δὲ δευτέρου, ἐλπίϲ δύϲελπιϲ. ταύτῃ οὖν τὸ μὲν καταιγίϲ ὀξύνεται, τὸ δὲ με λάναιγιϲ βαρύνεται. οὕτωϲ οὖν καὶ τὸ εὐκλήῖϲ καὶ πολυκλήϊϲ καὶ μελα μψήφιϲ βαρυνθήϲεται· τίθεται γὰρ καὶ ἐπὶ ἀρϲενικοῦ ὡϲ καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκαϲπιϲ. καὶ γὰρ ἐπὶ Ἀμαζόνοϲ ταγείη ἄν. καὶ τὸ εὐκνήμιϲ ἀμέλει ἐπὶ Ἀθηνᾶϲ τέτακται παρὰ Ῥιανῷ Θεϲϲαλικοῖϲ κτοὶ δ’ ἤδη ἐπὶ νηὸν ἐῦκνήμιδοϲ Ἰτῶνηϲ».

---Τὰ εἰϲ ιϲ παρώνυμα ὀξύνονται, δρυμόϲ Δ ρυμίϲ «Δρυμίδεϲ νύμφαι », λόγοϲ « Αογίδεϲ ϲεμναί, φορμόϲ «φορμίϲ· ἰϲχάδιον » παρ’ Ἀλέξιδι. Κάδμοϲ Καδμίϲ παρ’ Ἰβύκῳ «παρελέξατο Καδμίδι κούρᾳ », Παρναϲϲόϲ Παρναϲϲίϲ, Μολοϲϲόϲ Μολοϲϲίϲ, Γηφιϲόϲ Γηφιϲίϲ, Τευμηϲϲόϲ Τευμηϲϲίϲ· τὸ ἄϲιϲ ἀντίκειται κτόϲϲην οἱ ἄϲιν ἐφύπερθε καλύψω » (Φ 321 ) ὑποπίπτει γὰρ ἑτέρῳ κανόνι· τὰ ἐπὶ τοῦ αὐτoῦ γένουϲ παραλαμβανόμενα καὶ ταὐτὰ ϲημαίνοντα ὁμοτονεῖ φήμη φῆμι, ἄϲη ἄϲιϲ.

Τὰ εἰϲ ιϲ πατρωνυμικὰ ἢ τύπον ἔχοντα πατρωνυμικῶν ὀξύνονται Πριαμίϲ, Τανταλίϲ, Τυνδαρίϲ ἡ τοῦ Τυνδάρεω, Ἑλικωνίϲ, Αὐϲονίϲ, Βιϲτονίϲ, Ἀβαντίϲ, Εὐξαντίϲ καθ’ ὕφεϲιν τοῦ α ἐκ τοῦ εὐξαντιάϲ.

Τὰ εἰϲ ιϲ ὑποκοριϲτικὰ ἔχοντα ἐν ἴϲαιϲ ϲυλλαβαῖϲ τὴν παραγωγὴν ὀξύνεται, θερα παινίϲ, ἑταιρίϲ, λυρίϲ. τὸ δὲ Ἴφιϲ ἀπὸ τοῦ ἶψι γενόμενον βαρύνεται.

Τὰ εἰϲ ιϲ ἐϲχηματιϲμένα ἀπὸ βαρυτόνων μελλόντων ἢ δευτέρου προϲώπου τοῦ παθητικοῦ παρακειμένου βαρύνονται καὶ ϲυϲτέλλουϲι τὸ ῑ, ποιήϲω ποίηϲιϲ, γνώϲω γνῶϲιϲ, πράξω πρᾶξιϲ, ἕξω ἕξιϲ, μέμψω μέμψιϲ, λέξω λέξιϲ· οὕτω καὶ ἅψω ἄψιϲ ὤφειλεν εἶναι· ὅθεν Ἡϲίοδοϲ ἀναλογώτερον εἶπεν ἅψιϲ βαρυτόνωϲ «τριϲπίθαμον δ’ ἅψιν τάμνειν δεκαδώρῳ ἁμάξῃ» (op. 424). ἔϲτιν οὖν εἰπεῖν ὅτι, ἐπειδὴ. τὸ ἁψίϲ ἐκτείνει τὸ ῖ, ὡϲ δηλοῖ τὸ κμή πωϲ ὡϲ ἁψῖϲι λίνου ἁλόντεν (ΙΙ. 6 487), τούτου χάριν καὶ ὀξύνεται.

---Τὰ εἰϲ βιc διϲύλλαβα ὀξύνεται ἢ βαρύνεται· καὶ ὀξύνεται μὲν τὰ παρώνυμα οἷoν λαβίϲ παρὰ τὸ λαβή καὶ ἐπιθετικὰ οἷον Λεϲβίϲ καὶ ἐκτείνοντα τὸ ῑ οἷον βαλβίϲ· τὰ δὲ μὴ οὕτωϲ ἔχοντα βαρύνεται, ἶβιϲ, Ἄρβιϲ ποταμὸϲ Ἰνδικῆϲ καὶ ἔθνοϲ· λέγεται δὲ καὶ Ἀραβίϲ. Κίβιϲ πόλιϲ Αἰγύπτου, Φλέγων ρμ′ Ὀλυμπιάδι, Τ άβιϲ πόλιϲ Ἀραβίαϲ. Ἑκατοῖοϲ περιηγήϲει Αἰγύπτου. Νάρβιϲ Ἰλλυρίαϲ πόλιϲ. ζόμβιϲ πόλιϲ τῆϲ Μηδίαϲ. Χέμβιϲ νῆϲοϲ ἐν Βουτοῖ, ὡϲ Ἑκαταῖοϲ ἐν περιηγήϲει Αἰγύπτου ---ἐν Βουτοῖ περὶ τὸ ἱερὸν τῆϲ Λητοῦϲ ἐϲτι νῆϲοϲ Χέμβιϲ ὄνομα, ἱρὴ τοῦ Ἀπόλλωνοϲ· ἔϲτι δὲ ἡ νῆϲοϲ μεταρϲίη καὶ xεριπλέει καὶ κινέεται ἐπὶ τοῦ ὕδατοϲ».

Τὰ εἰϲ βιϲ ὑπερδιϲύλλαβα ὀξύνεται ἢ προπαροξύνεται· ὀξύνεται τὰ παρώνυμα καὶ ἐπιθετικά, Νιοβίϲ υκαμβίϲ, Περραιβίϲ, Κανωβίϲ Ἐρεμβίϲ, Τορρηβίϲ «ἐν δὲ τῇ Τορρηβίδι ἐϲτὶν ὄροϲ Κάριοϲ καλεόμενον καὶ τὸ ἱερὸν τοῦ Καρίου ἐκεῖ ». ϲεϲημείωται τὸ κάνναβιϲ. τὰ δὲ κύρια ἢ προϲηγορικὰ βαρύνεται, Ἀθ άρραβιϲ πόλιϲ Αἰγύπτου. Ἑκαταῖοϲ δ’ ἐν δευτέρῳ περιηγήϲεωϲ δι’ ἑνὸϲ ρ καὶ τοῦ μ « Ἀθάραμβιϲ πόλιϲ ». Ἄθλιβιϲ πόλιϲ Αἰγύπτου. Κικάνωρ δ’ ὁ Ἑρμείου ἐν τῇ πρὸϲ Ἀδριανὸν γραφῇ διὰ τοῦ ρ φηϲὶν Ἄθριβιϲ. οῦτω καὶ Ϲτράβων (p 802). ἔϲτι καὶ ἄλλη ἐν Ἀραβίᾳ. Ἴαβιϲ πόλιϲ τῆϲ Γαλαδίτιδοϲ. Ἰώϲηποϲ (A. l. 5, 2, 11 et 6, 14, 8). λέγεται καὶ ἰαβιϲϲόϲ. Κάραμβιϲ ἄκρα τοῦ Πόντου. Πνέβεβιϲ πόλιϲ Αἰγύπτου, ψινέκταβιϲ κώμη Αἰγυπτία. Μίϲιβιϲ πόλιϲ ἐν τῇ Περαίᾳ τῇ πρὸϲ τῷ Τίγρητι. Φίλων ἐν Φοινικικοῖϲ Nάϲιβιϲ φηϲὶ διὰ τοῦ α. ϲημαίνει δέ, ὥϲ φηϲι Φίλων , νάϲιβιϲ τὰϲ ϲτήλαϲ. Δάνουβιϲ ἢ Δάνουϲιϲ Ἴϲτροϲ ὁ ποταμόϲ. ἑρμηνεύεται δὲ ὥϲπερ τοῦ ἁμαρτεῖν ἔχων αἰτίαν. Ἄνουβιϲ, κάνναβιϲ. ϲημείωϲαι τὸ καλλαβίϲ.

Τὰ εἰϲ γιϲ διϲύλλαβα ὀξύνεται, εἰ μὴ ἄρχοιντο ἀπὸ τοῦ γ, αἰγίϲ, μαγίϲ, ϲφατίϲ, ϲφραγίϲ, Βρυγίϲ. τὸ μέντοι Γἐργιϲ βαρύνεται· ἀπὸ τοῦ γ γὰρ ὥϲπερ καὶ τὸ γέλγιϲ γίγγιϲ. ἔϲτι δὲ Γέργιϲ πόλιϲ Τροίαϲ. λέγεται καὶ ἡ Γέργιθοϲ εὐθεῖα ἀπὸ γενικῆϲ ὡϲ Τροίζηνοϲ

Ἔτι τὰ εἰϲ γιϲ πολυϲύλλαβα, ϲτρατηγίϲ, ἁλουργίϲ, ἀμοργίϲ. τὸ δὲ ἄμοργιϲ ἡ ὑποϲτάθμη βαρύνεται καὶ Μέϲϲωγιϲ ὄροϲ Λυδίαϲ.

---Τὰ εἰϲ διϲ παρώνυμα ὀξύνεται, ίηδίϲ, Ἀϲπενδίϲ «Ἀϲπενδίδα γαῖαν ». Λάραν δίϲ. τὰ δὲ ἄλλα βαρύνεται Βῖδιϲ φρούριον ἐν τῇ τῶν Ταυρομενιτῶν χώρᾳ, Ϲάρδιϲ πόλιϲ Λυδίαϲ,Βούϲμαδιϲ Ἰϲαυρικὴ πόλιϲ.

---Τὰ εἰϲ ζιϲ βαρύνεται, Ῥίζιϲ ἄκρα μεγάλη, ἣν οἰκοῦϲι Τρωγλοδύται.

Τὰ εἰϲ θιϲ διϲύλλαβα, εἰ μὴ μετάληψιν ἔχοι εἰϲ ἀρενικὸν γένοϲ, ὀξύνεται, πληθίϲ, Ἀτθίϲ, τηθίϲ ἡ πατρὸϲ ἀδελφή. Ϲκυθίϲ· οὕτω Δῆλον κεκλῆϲθαι Νκάνωρ φηϲίν. Τ ευθίϲ πόλιϲ Ἀρκαδίαϲ. Παρθίϲ χώρα ίακεδονίαϲ. ϲεϲημείωται τὸ Δένθιϲ καὶ κόρθιϲ καὶ Κρᾶθιϲ. Λυκόφρων (v. 1021) « Κρᾶθιϲ δὲ γείτων ἠδὲ Μυλάκων ὄροϲ». καὶ Ὦφθιϲ πόλιϲ ἄιβύηϲ Αἰγύπτῳ περικειμένη.

Τὰ εἰϲ Θιϲ ὑπερδιϲύλλαβα ὀξύνεται μὴ ὄντα ὀνόματα πόλεων Αἰγυπτίων, ἀκανθίϲ, κολοκυνθίϲ, ἀγαθίϲ. Ἠμαθίϲ χώρα ἡ νῦν Μακεδονία. Ἀϲπαλαθίϲ νῆϲοϲ υκίαϲ. λέγεται οὕτω διὰ τὰϲ ἐν αὐτῇ πεφυκυίαϲ ἀϲπαλάθουϲ. Ἀψυνθίϲ χώρα. Ἐρυμανθίϲ, Οἰανθίϲ, Τιρυνθίϲ, Παρνηθίϲ, Πεπαρηθίϲ. τὸ δὲ Ταμίαθιϲ καὶ Μένουθιϲ κώμη πρὸϲ τῷ Κανώβῳ καὶ Τερένουθιϲ, Θέρμουθιϲ, Ἔλβονθιϲ πόλιϲ μεταξὺ Αἰγύπτου καὶ Κυρήνηϲ, Φενέβηθιϲ, Ἕρμωνθιϲ πόλειϲ Αἰγύπτου βαρύνονται.

Τὰ εἰϲ βιϲ διϲύλλαβα ὀξύνεται, Φωκίϲ χώρα περὶ τὸν Παρναϲόν. Ἑκαταῖοϲ Εὐρώπῃ. ἀπὸ Φώκου τινόϲ. κερκίϲ, χαλκίϲ. ἔϲτι καὶ πόλιϲ Εὐβοίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ «Χαλκὶϲ πόλιϲ ἐϲτίν, ἣ πρότερον Εὔβοια προϲηγορεύετο ». ἐκλήθη δὲ ἀπὸ Κόμβηϲ τῆϲ Χαλκίδοϲ καλουμένηϲ, θυγατρὸϲ Ἀϲωποῦ. Ἐπαφρόδιτοϲ δὲ μαρτυρεῖ ἐκεῖ χαλκὸν πρῶτον εὑρεθῆναι «καὶ πρῶτοι χαλκὸν ἐκεῖ ἐνεδύϲαντο οἱ Κούρητεϲ οἱ μετὰ Διὸϲ ἐλθόντεϲ, οὓϲ φύλακαϲ τῆϲ νήϲου καὶ τοῦ ἱεροῦ τῆϲ Ῥέαϲ κατέλιπεν· ἀφ’ οὗ οἱ Χαλκιδεῖϲ ὠνομάϲθηϲαν». μέμνηται δ’ αὐτῆϲ καὶ ὁ ποιητήϲ «Χαλκίδα τ’ Εἰρέτριάν τε πολυϲτάφυλόν θ’ Ἱϲτίαιαν» (Il. B 53). καὶ τὸ θηλυκὸν τοῦ ἐθνικοῦ ὁμώνυμον τῇ πόλει ὡϲ Φωκίϲ, Λοκρίϲ, ἡ χώρα καὶ ἡ γυνή. Ἑλλάνικοϲ ερειῶν Ἥραϲ δευτέρῳ «Ἡρακλέηϲ ἐκ Χαλκίδοϲ μετὰ Χαλκιδέων καὶ Ναξίων ἐν Ϲικελίῃ πόλειϲ ἔκτιϲε ». ἔϲτι καὶ Χαλκίϲ πόλιϲ Κορίνθου, Αἰτωλίαϲ, ἀφ’ ἧϲ Ἀχελῷοϲ ῥεῖ, καὶ πόλιϲ ἐν Ϲυρίᾳ κτιϲθεῖϲα ὑπὸ Μονικοῦ τοῦ Ἄραβοϲ, καὶ ἐν Ϲκυθίᾳ· ἔϲτι καὶ νῆϲοϲ ἔχουϲα πόλιν ὁμώνυμον πρὸϲ τῇ Λέϲβῳ. ἔϲτι καὶ ἐν Ἄθῳ ἄλλη Χαλκίϲ, ὡϲ Εὔδοξοϲ τετάρτῳ « μετὰ δὲ τὸν Ἄθω μέχρι Παλλήνηϲ, ἣ ἐπὶ θάτερα πεποίηκε κόλπον βαθὺν καὶ πλατὺν Χαλκίδα ἐπονομαζόμενον». ἔϲτι δὲ καὶ Χαλκίϲ ποταμόϲ, ἀφ’ οὐ ἡ Χαλκῖτιϲ νῆϲοϲ ἐκλήθη. φαρκίϲ, κηκίϲ. Γραικίϲ, Ϲακίϲ, Ϲυκίϲ πόλιϲ ἀπὸ τῶν ϲυκῶν καπάριϲϲοϲ, λουμένῃ. οἱ τόποι γὰρ ἀπὸ τῶν ἐν αὐτοῖϲ ὄντων ὀνομάζονται, Κυπάριϲϲοϲ, Ἐλαία, καὶ τύπῳ περιεκτικῷ Ϲικυών Μαραθών καὶ εἰϲ ουϲ Δαφνοῦϲ, Κεραϲοῦϲ, Φηγοῦϲ, Μυρρινὸῦϲ, Ἀχερδοῦϲ, Ἁγνοῦϲ, Ϲελινοῦϲ. οὐδὲν δὲ τῶν τοιούτων εἰϲ ιϲ λήγει, Ϲυκίϲ, ἀλλ’ ἐχρῆν ἢ Ϲυκᾶϲ ὡϲ καὶ λέγονται, ἢ Ϲυκῆν, ὡϲ Ϲτράβων αὐτὴν λέγει, ἢ Ϲυκοῦντα ἢ Ϲυκῶνα λέγεϲθαι. τὸ δὲ Κίκιϲ βαρύνεται. ἔτι καὶ τὰ ὑπερδιϲύλλαβα, παλλακίϲ, πινακίϲ, φαρμακίϲ. Ὑποχαλκίϲ πόλιϲ Αἰτωλίαϲ. Ἑκαταῖοϲ ΕΘὐρώπῃ. Ἀρϲακίϲ, Ἀτρακίϲ, Φαιακίϲ, Ῥυνδακίϲ, Ϲαλμακίϲ πόλιϲ Καρίαϲ, Βυζακίϲ χώρα περὶ τὰϲ Ϲύρτειϲ ὡϲ Πολύβιοϲ ἐν δωδεκάτῳ « ϲταδίων μὲν οὖϲα τὴν περίμετρον διϲχιλίων, τῷ δὲ ϲχήματι περιφερήϲ». Ἰωλκίϲ, Τεμμικίϲ, Ϲελευκίϲ χώρα. ἔϲτι καὶ ποτηρίων εἶδοϲ ἀπὸ Ϲελεύκου. Ναρθηκίϲ νηϲίδιον ἐγγὺϲ Ϲάμου. ἐν δεξιᾶ τοῖϲ προϲπλέουϲι πρὸϲ τὴν πόλιν.

Τὰ εἰϲ λιϲ ἀπλᾶ ἔχοντα ϲύμφωνον κατ’ ἐπιπλοκὴν ἢ διπλαϲιαϲμὸν τοῦ λ ὀξύνεται, εἰ μὴ διὰ τοῦ θ κλίνοιτο ἢ πόλιν ϲημαίνοι, φυλλίϲ· ἔϲτι δὲ καὶ χώρα θράκηϲ. Ἡρόδοτοϲ ἑβδόμῃ (c. 113) « ἡ δὲ γῆ αὕτη περὶ τὸ Πάγγαιον ὄροϲ καλέεται Φυλλίϲ. ἔϲτι καὶ ποταμὸϲ Βιθυνίαϲ Φυλλίϲ. κιγκλίϲ, θυλλίϲ ὁ θύλακοϲ. Ὑλλίϲ τὸ θηλυκὸν ἐθνικοῦ παρὰ Καλλιμάχῳ ἀπὸ λλίδοϲ Ἀργείαϲ μιᾶϲ τῶν νυμφῶν καὶ Ἀπολλόδωροϲ

  • Ὑλλὶϲ πρόκειται χερρόνηϲοϲ ἡλίκη
  • μάλιϲτα Πελοπόννηϲοϲ, ὥϲ φαϲι---
  • ---πεντεκαίδεκα
  • πόλειϲ ἔχουϲα παμμεγέθειϲ οἰκουμέναϲ.
  • ἐϲτιν Ὑλλίϲ καὶ φυλὴ Ἄργουϲ καὶ Δωριέων καὶ Προιζηνίων. Βυβλίϲ, ἀδελφὴ Καύνου, οὗ ἐραϲθεῖϲα φεύγοντοϲ ἐκείνου ἀπήγξατο. οὕτω δὲ καὶ ἐκαλεῖτο Μῆλοϲ μία τῶν Κυκλάδων ἀπὸ τῶν Βυβλίων Φοινίκων. Βρυλλίϲ χώρα ἐν τῇ Προποντίδι. τὸ δὲ Τράλλιϲ πόλιϲ Λυδίαϲ πρὸϲ τῷ Μαιάνδρῳ ποταμῷ, καὶ τὸ Bύλλιϲ πόλιϲ Ἰλλυρίδοϲ παραθαλαϲϲία, τῶν μετὰ Νεοπτολέμου Μυρμιδόνων κτίϲμα. καὶ τὸ δέλλιϲ τὸ μικρὸν ϲφηκίον διὰ τοῦ θ κλίνεται. καὶ τὸ βάλλιϲ δὲ βαρύνεται εἰδὸϲ ἄνθουϲ, ὃ δοκεῖ ποιεῖν ἀναζῆν τὸν νεκρόν.

    Τὰ εἰϲ λιϲ βραχείᾳ παραληγόμενα διϲύλλαβα, εἰ μὴ ἀπὸ τοῦ ἄρχοιτο μήτε ὑποκοριϲτικὰ εἴη, ὀξύνεται, βολίϲ, φολίϲ, ϲελίϲ, ψαλίϲ, πυλίϲ ὑποκοριϲτικόν. τὸ δὲ πρύλιϲ βαρύνεται ἡ ἔνοπλοϲ όρχηϲιϲ ὥϲπερ καὶ ἡ πόλιϲ ἀπὸ τοῦ π ἀρχομένη. καὶ Τύλιϲ πόλιϲ Θράκηϲ τοῦ Αἵμου πληϲίον, καὶ Ϲκόλιϲ Ἀχαῖαϲ πόλιϲ καὶ ψἰλιϲ ποταμὸϲ τῆϲ Βιθυνίαϲ ἐκρέων εἰϲ τὸν Eὕξεινον πόντον.

    Τὰ εἰϲ λιϲ διϲύλλαβα ἀπὸ ϲυμφώνου ἀρχόμενα, εἰ παραλήγοιτο φύϲει μακρᾷ χωρὶϲ α μακροῦ, ὀξύνεται, μηλίϲ ἡ μηλέα καὶ Μηλίϲ ἡ χώρα, δουλίϲ, Δαυλίϲ πόλιϲ Φωκίδοϲ. Ὅζμηροϲ «Δαυλίδα καὶ Πανοπῆα» (Β 520). δαῦλον δὲ τὸ δαϲύ. δαϲεῖα δὲ ἡ πόλιϲ. Παυϲανίαϲ δὲ δεκάτῳ «ἀπὸ νύμφηϲ Δαυλίδοϲ» (c. 4, ). οἱ δὲ ὕϲτερον Δαύλειάν φαϲι προπαροξυτόνωϲ καὶ διὰ διφθόγγου. ἐναντιοῦται τὸ μαῦλιϲ ἡ μάχαιρα καὶ τὸ τῆλιϲ. τὸ δὲ τᾶλιϲ ἡ μελλόγαμοϲ τὸ α μακρὸν ἔχει. Ἔτι βαρύνεται καὶ τὸ Bᾶλιϲ πόλιϲ Λιβύηϲ πρὸϲ τῇ Κυρήνῃ, ἀπό τινοϲ Βάλεωϲ, οὗ καὶ ἱερὸν ἔχει. καὶ μᾶλιϲ. καὶ Ἧλιϲ πόλιϲ πρὸϲ τῇ Ὀλυμπίᾳ ἀπὸ Ἥλίου τοῦ Παντάλου παιδόϲ. ἔϲτι καὶ ἄλλη Ἀρκαδίαϲ καὶ τρίτη Ἱϲπανίαϲ. καὶ ὑλιϲ ἡ ὑλία. καὶ Βοῦλιϲ πόλιϲ Φωκίδοϲ ἀπὸ Βούλωνοϲ οἰκιϲτοῦ, Πῶλιϲ πόλιϲ Αἰγύπτου. καὶ αὐλιϲ ἡ ἔπαυλιϲ αἰολικῶϲ, Αὐλίϲ δὲ ἡ πόλιϲ Βοιωτίαϲ ὀξύνεται «εκαὶ Αὐλίδα πετρήεϲαν» (B 496). ἡ δὲ αἰτιατικὴ «Αὖλιν τ’ ἔϲφαγον» παρὰ τῷ γὐφορίωνι (fr. 129 Mein.) ἀπὸ εὐθείαϲ βαρυνομένηϲ γέγονε· ἡ γὰρ εἰϲ ιν κατάληξιϲ ἀπὸ βαρυτόνων ἐϲτίν, ἡ δὲ εἰϲ δο καὶ βαρυτόνων καὶ ὀξυτόνων. Πρύφων τὸ Αὐλίϲ παράγει παρὰ τὸ ἁλιϲθῆναι ἀλίϲ καὶ αὐλίϲ, ὅτι εἰϲ αὐτὴν ἠθροίϲθηϲαν οἱ Ἕλληνεϲ· βέλτιον ἀπὸ τῆϲ Αὐλίδοϲ τῆϲ Εξὐωνύμου τοῦ Κηφιϲϲοῦ.

    Τὰ εἰϲ λιϲ ὑπερδιϲύλλαβα εἰϲ α βραχὺ προπαραλήγοντα ἢ ὀξύνεται ἢ βαρύνεται. καὶ ὀξύνονται μέν, ὅϲα τυγχάνει ἐπιθετικώτερα, ἢ ἔχει τὴν πρώτην ϲυλλαβὴν καταλήγουϲαν εἰϲ ν ἀφώνου ἐπιφερομένου, Ἀτταλίϲ φυλὴ τῆϲ Ἀττικῆϲ, ἣν Ἀττάλῳ ἀνέθηκαν Ἀθηναῖοι, Αἰγιαλίϲ παρ’ Ἀλκμᾶνι, Αἰθαλίϲ, Oἰχαλίϲ, Φαρϲαλίϲ, Δαιδαλίϲ, θετταλίϲ· ἔϲτι καὶ θετταλίϲ ὑπόδημά τι ποιόν , ὡϲ Λύϲιπποϲ ἐν Βάκχαιϲ, Ἀρδαλίϲ, Ἀρδαλίδεϲ αἱ μοῦϲαι ἐν Προιζῆνι. Ἰταλίϲ, Καψαλίϲ τὸ θηλυκὸν τοῦ ἐθνικοῦ ὡϲ Ϲτράβων (p. 630) «ἀπόγονοι δὲ Λυδῶν οἱ Κιβυρᾶται τῶν καταϲχόντων τὴν Καβαλίδα ». ὁ δὲ πολυίϲτωρ Ἀλέξανδροϲ Καβάλιϲϲαν φηϲὶ τὸ θηλυκόν. Τανταλίϲ, Πανθαλίϲ ἡ θεράπαινα Ἑλένηϲ, ἀγκαλίϲ, τὸ γὰρ γ ἐκ τοῦ ν , δενδαλίϲ. τὰ μέντοι προϲηγορικὰ ἢ κύρια προπαροξύνονται, βούβ αλιϲ, δάμαλιϲ, βαύκαλιϲ. άρμαλιϲ πόλιϲ Πιϲιδίαϲ, Κάβαλιϲ πόλιϲ πληϲίον Κιθύραϲ πρὸϲ νότον Μαιάνδρου. Ϲτράβων τριϲκαιδεκάτῃ (p. 629). Κάραλιϲ πόλιϲ Λιβυκή, Ϲάδαλιϲ Αίγυπτία πόλιϲ, Ϲύαλιϲ πόλιϲ Μαϲτιανῶν. ϲεϲημείωται τὸ τροφαλίϲ ἐπὶ τυροῦ ὀξυνόμενον, ἡϲ χρῆϲιϲ παρὰ τῷ κωμικῷ Ἀντιφάνει ἐν τῷ κτροφαλίδαϲ τε λινοϲάρκουϲ. μανθάνειϲ; τυρὸν λέγω », ἵνα εἴη αἰνιγματωδῶϲ λέγων λινοϲάρκουϲ ἤγουν λεπτὰϲ καὶ ἁπαλὰϲ τροφαλίδαϲ τὸν τοιοῦτον τυρόν. τροφαλίδα δὲ ῥητέον διὰ τοῦ ο, οὐ τρυφαλίδα διὰ τοῦ ῦ. ἡ γὰρ λέξιϲ εἴρηται παρὰ τὸ τρέφεϲθαι, ὅ ἐϲτι πήγνυϲθαι, ἐξ οὺ καὶ τρόφι κῦμα εἴρηται. χρῆϲιϲ δὲ τοῦ εἰρημένου τρέφεϲθαι παρὰ τῷ ποιητῇ ἐν τῷ μάλα δ’ ὦκα περιτρέφεται κυκόωντι » (Ιl. ε 903).

    Τὰ εἰϲ λιϲ ὑπερδιϲύλλαβα παραληγόμενα η βαρύνεται, κάπηλι, κύβηλιϲ ὁ πέλυξ, ἔπηλιϲ τὸ πῶμα τῆϲ λάρνακοϲ, τρόπηλιϲ ἡ δέϲμη τῶν ϲκορόδων. Μέτηλιϲ πόλιϲ πληϲίον Ἀλεξανδρείαϲ, Φαϲάηλιϲ πόλιϲ τῆϲ Ἰουδαίαϲ ὑπὸ Ἡρώδου κτιϲθεῖϲα τοῦ πρώτου βαϲιλέωϲ τῆϲ χώραϲ, τῷ ὀνόματι τοῦ ἀδελφοῦ, ὡϲ Ἰώϲηποϲ ἐν α′ τοῦ πρὸϲ Ῥωμαίουϲ πολέμου (c. 16), Ὕψηλιϲ κώμη Αἰγύπτου, Φάϲηλιϲ νῆϲοϲ Παμφυλίαϲ. τὸ μέντοι ἀγγεῖον ὀξύνεται.

    Τὰ εἰϲ δύο λλ ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη γενόμενα ἀπὸ τῶν εἰϲ ἡϲ, κορυδαλλίϲ, ἀν αβαλλίϲ ἡ ϲφαὶρα, ϲυκαλίϲ, μοιχαλίϲ, θρυαλλίϲ. Ἀλκακαλλίϲ ἡ Μίνω θυγατήρ, τὸ μέντοι κάβαλλιϲ βαρύνεται.

    Τὰ εἰϲ λιϲ ὑπερδιϲύλλαβα, εἰ ἔχοι ἕν τι τῶν φύϲει βραχέων ἢ τὸ ῖ τὸ υ βραχύ, ὀξύνεται, κυψελίϲ, βαϲιλίϲ, Αἰολίϲ, Ἐγχελίϲ, Κυβελίϲ Πείϲανδροϲ δεκάτῳ, Ἀργολίϲ, Ὀζολίϲ ἡ χώρα, Δαϲκυλίϲ, πηγυλίϲ «νὺξ γὰρ ἐπῆλθε κακὴ Βορέαο πεϲόντοϲ πηγυλίϲ » (Od. ξ 475), θηγυλίϲ ἐπίθετον Ἀθηνᾶϲ, γογγυλίϲ. τὸ μέντοι Ἄζιλιϲ τὸ ζι μακρὸν ἔχει. ἔϲτι δὲ πόλιϲ Λιβύηϲ. τινὲϲ δὲ Ἄζιριν μετὰ τοῦ ρ λέγουϲι τὸν χῶρον. Χάραξ δὲ Ἄζιρον λέγει αὐτήν. ὁμοίωϲ καὶ τὸ Ἄγρυλιϲ προπαροξύνεται διὰ τὸ τοῦ ῦ μῆκοϲ. καὶ τὸ Ϲιϲίγυλιϲ πόλιϲ μεγάλη πληϲίον Κελτικῆϲ. τὸ δὲ Παμφυλίϲ ἐθνικὸν καὶ Τριφυλίϲ ὀξύνεται ὡϲ Αἰολίϲ Αἰτωλίϲ καὶ τὰ ὅμοια.

    Τὰ εἰϲ λιϲ παρώνυμα τῷ ῶ ἢ διφθόγγῳ παραληγόμενα ὀξύνεται, Πακτωλίϲ, Αἰτωλίϲ, Ἰουλίϲ πόλιϲ ἐν Κέῳ τῇ νήϲῳ ἀπὸ Ἰουλίδοϲ κρήνηϲ. τὸ Ἄδουλιϲ πόλιϲ Αἰθιόπων προπαροξύνεται καὶ τὰ ἀρτόπωλιϲ.

    ---Τὰ παρὰ τὸ πόλιϲ ϲυντεθέντα ὀνόματα προπαροξύνεται, Ἑρμούπολιϲ Αἰγύπτου πόλιϲ. εἰϲὶ δὲ δύο καὶ μεγάλη καὶ μικρά. Χρυϲόπολιϲ ἐν Βιθυνίᾳ. Ἔφοροϲ εἰκοϲτῷ τρίτῳ «παραδοῦναι τὴν Καλχηδονίων Χρυϲόπολιν τοῖϲ ϲυμμάχοιϲι. καὶ θεόπομποϲ ἐν πρώτῳ Ἑλληνικῶν κἀνήχθηϲαν εἰϲ Καλχηδόνα καὶ Βυζάντιον μετὰ τοῦ λοιποῦ ϲτρατεύματοϲ βουλόμενοι Χρυϲόπολιν καταϲχεῖν ». ἔϲτι καὶ ἄλλη Κιλικίαϲ, ὡϲ ὁ πολυίϲτωρ. Χυτρόπολιϲ Θράκηϲ χωρίον. θεόπομποϲ Φιλιππικῶν εἰκοϲτῷ δευτέρῳ «παρῆλθεν εἰϲ Χυτρόπολιν, χωρίον ἀπῳκιϲμένον ἐξ Ἀφύτεωϲχ. Τρίπολιϲ, πόλιϲ Φοινίκηϲ διὰ τὸ ἐκ τριῶν πόλεων ἔχειν ἀποικίαϲ, Ἀράδου, Τύρου καὶ Ϲιδῶνοϲ. ἔϲτι καὶ ἑτέρα ἅακεδονίαϲ καὶ ἄλλῃ Περραιβίαϲ, καὶ ἄλλη Γαρίαϲ ἡ νῦν Νεάπολιϲ, Κεϲϲηνίαϲ καὶ Ἀρκαδίαϲ καὶ Ἰπείρου καὶ ἄλλη Ποντική. Τετρά πολιϲ ἔχουϲα δήμουϲ καὶ πόλειϲ τέϲϲαραϲ Οἰνόην Προβάλινθον Τρικόρυνθον Μαραθῶνα. Ὑάμπολιϲ πόλιϲ Φωκίδοϲ. Προξενούπολιϲ περὶ Γαύκρατιν, Πυθόπολιϲ Καρίαϲ πόλιϲ ἀπὸ Πυθοῦ περιϲπωμένωϲ ὡϲ ἀπὸ τοῦ Ἑρμοῦ γενικῆϲ Ἑρμόπολιϲ. ἔϲτι καὶ ἄλλη Πυθόπολιϲ Μυϲίαϲ. Ὁδιούπολιϲ χωρίον Ἡρακλείαϲ πρὸϲ τῷ Πόντῳ. Δομίτιοϲ Καλλίϲτρατοϲ ἕκτῳ τῶν περὶ ἰρακλείαϲ. Ἡρακλεόπολιϲ πόλιϲ Αἰγυπτία. Παρθενόπολιϲ Μακεδονίαϲ πόλιϲ ἀπὸ τῶν θυγατέρων Γραϲιοῦ τοῦ Μυγδόνοϲ υἱοῦ. Ἱεράπολιϲ μεταξὺ Φρυγίαϲ καὶ Λυδίαϲ πόλιϲ, β′ Κρήτηϲ, γ′ Ϲυρίαϲ, ἢ καὶ Ἱερόπολιϲ διὰ τοῦ ο. Περϲέπολιϲ πόλιϲ Περϲίδοϲ. ἔϲτι καὶ ὄνομα κύριον υἱοῦ Τηλεμάχου. καλλίπολιϲ πολίχνιον Λαμψάκου ἐν τῇ περαίᾳ τῆϲ Χερρονήϲου ἐπ’ ἀκτῆϲ κείμενον , ὡϲ Ἀλέξανδροϲ ἐν τῷ περὶ Βιθυνίαϲ. ἔϲτι καὶ Ϲικελίαϲ καὶ Καρίαϲ. Νεἀπ ολιϲ πόλιϲ Ἰταλίαϲ· ἔϲτι καὶ ἄλλη Λιβύηϲ καὶ ἄλλαι. Nνικόπ ολιϲ πόλιϲ Ἠπείρου· ἔϲτι καὶ Βιθυνίαϲ καὶ ἄλλη τῆϲ μικρᾶϲ Ἀρμενίαϲ. Πομπηιούπολιϲ πόλιϲ Παφλαγονίαϲ· τινὲϲ δὲ δίχα τοῦ υ Πομπ ηϊόπολιϲ λέγουϲι. Πονηρόπολιϲ πόλιϲ ἐν Θράκῃ, Ϲκυθόπολιϲ Παλαιϲτίνηϲ πόλιϲ, Ϲκυτόπολιϲ πόλιϲ Λιβύηϲ, περὶ ἧϲ ὁ πολυίϲτωρ ἐν Λιβυκῶν τρίτῳ. Ταυρόπολιϲ πόλιϲ Καρίαϲ. Φιλιππόπολιϲ πόλιϲ Μακεδόνων, Φιλίππου τοῦ Ἀμύντου κτίϲμα ἐν τῷ Ἕβρῳ. Φινόπολιϲ πόλιϲ πρὸϲ τῷ Πόντῳ ἀπὸ Φινέωϲ. Φαγρωριόπολιϲ. Ἀμφί πολιϲ πόλιϲ Μακεδονίαϲ κατὰ Θρκην, ἥτιϲ Ἐννέα ὁδοί ἐκαλεῖτο. κεκλῆϲθαι δὲ Μυρίκην καὶ Ἠιόνα, Ἀμφίπολιν δὲ διὰ τὴν περίρροιαν ροιαν τοῦ Ϲτρυμόνοϲ, ὡϲ Θουκυδίδηϲ τετάρτῃ (c. 102). ἀκρόπολιϲ. ἔϲτι καὶ Ἀκρόπ ολιϲ πόλιϲ Λιβύηϲ. μητρόπολιϲ. ἔϲτι καὶ Μητρόπολιϲ πόλιϲ Φρυγίαϲ ὑπὸ τῆϲ μητρὸϲ τῶν θεῶν κτιϲθεῖϲα, ὡϲ Ἀλέξανδροϲ ἐν τῷ περὶ Φρυγίαϲ. ἔϲτι καὶ ἄλλη Φρυγίαϲ ὁμώνυμοϲ καὶ Λυδίαϲ καὶ Θεϲϲαλίαϲ καὶ Ἀκαρνανίαϲ καὶ Δωριέων καὶ τῶν ἐν τῷ Πόντῳ Μοϲϲυνοίκων καὶ Ϲκυθίαϲ καὶ Εὐβοίαϲ. Ἀδριανούπολιϲ ἡ πρότερον Ἡράκλεια. Ἀνταιούπολιϲ πόλιϲ ἐν Αἰγύπτῳ. Ἀνώπολιϲ. οὕτωϲ ἐκαλεῖτο ἡ Ἀραδὴν ἐν Κρήτῃ διὰ τὸ ἄνω εἶναι. Ἀρχανδρούπολιϲ πόλιϲ ἐν Αἰγύπτῳ· ρόδοτοϲ δευτέρῳ (c. 97). Ἀφροδιτόπολιϲ ἡ καὶ Ἀφροδίτηϲ πόλιϲ. ἔϲτι καὶ πόλιϲ κατὰ Ἄθριβιν καὶ Αἰθιοπίαν καὶ Θράκην. Βεργέπολιϲ, Ἀβδηριτῶν, Βιθυόπολιϲ, πόλιϲ --- ἀπὸ Βίθυοϲ. Γαβαούπολιϲ πόλιϲ τῆϲ Γαλιλαίαϲ. Ἰώκϲηποϲ ἐν ἕκτῳ Ἰουδαϊκῆϲ ἀρχαιολογίαϲ (c. 7) « Ϲάουλοϲ δὲ εἰϲ Γαβαούπολιν ἔχων ἑξακοϲίουϲ ἦλθεν ». Γυναικόϲπολιϲ πόλιϲ Φοινίκων , ἔϲτι καὶ ἄλλη Αἰγύπτου. Ἀριϲταγόραϲ δέ φηϲιν, ὅτι οὕτωϲ ὠνομάϲθη διὰ τρεῖϲ αἰτίαϲ, ἢ ὅτι πολεμίων ἐπιπεϲόντων καὶ τῶν ἀνδρῶν ἐν γεωργίαιϲ ἀπόντων τὰϲ γυναῖκαϲ κρατῆϲαι τοῦ πολέμου, ἢ ὅτι γυνή τιϲ νομάρχου, περιϲπωμένυωων τῶν παίδων αὐτῆϲ ὑπὸ τοῦ βαϲιλέωϲ, ἄμα τοῖϲ παιϲὶν ὁπλιϲαμένη κατεδίωξε τὸν βαϲιλέα καὶ ἐνίκηϲεν, ἢ ὅτι τῶν Καυκρατιτῶν ἀναπλεόντων κατὰ τὸν ποταμὸν καὶ κωλυομένων ὑπὸ τῶν λοιπῶν Αἰγυπτίων ἀποβαίνειν, οὗτοι καταπλαγέντεϲ ὑπὸ ἀνανδρίαϲ οὐ διεκώλυϲαν. ταῦτα καὶ Ἀρτεμίδωρόϲ φηϲιν. Ϲεβαϲτόπολιϲ νῆϲοϲ περὶ τὸν Πόντον ἡ καὶ Διοϲκουριὰϲ καὶ πρότερον Αἶα. Διόϲπολιϲ ἡ μεγάλη πόλιϲ τῆϲ Αἰγυπτίαϲ Θηβαῖδοϲ ἡ λεγομένη ἑκατόμπυλοϲ, κτίϲμα ὔϲίριδοϲ καὶ Ἴϲιδοϲ. εἰϲὶ δὲ καὶ ἄλλαι μικραὶ ἐν Αἰγύπτῳ τέϲϲαρεϲ. ἔϲτι καὶ Λυδίαϲ καὶ Παλαιϲτίνηϲ. Δουλόπολιϲ πόλιϲ κατὰ Γρήτην. ϲημειωτέον δ’ὅτι ρατῖνοϲ ἐν Ϲεριφίοιϲ πόλιν δούλων φηϲίν, Ἀπολλωνίου φήϲαντοϲ, μὴ δεῖ ταύταϲ τὰϲ παραθέϲειϲ ἐναλλάϲϲειν δίχα ποιητικῆϲ ἀνάγκηϲ, ὥϲφηϲι ΓVρατῖνοϲ

  • «κεἰτα Ϲάκαϲ ἀφικνῇ καὶ Ϲιδονίουϲ καὶ Ἐρεμβούϲ,
  • ἔϲ τε πόλιν δούλων ἀνδρῶν νεοπλουτοπονήρων ».
  • ἔϲτι καὶ Δούλων πόλιϲ πόλιϲ Λιβύηϲ. Ἑκαταῖοϲ ἐν περιηγήϲει «καὶ ἐὰν δοῦλοϲ εἰϲ τὴν πόλιν ταύτην λίθον προϲενέγκῃ, ἐλεύθεροϲ γίνεται κὰν ξένοϲ ἦ». Ἐλληνόπολιϲ πόλιϲ Βιθυνίαϲ. Ἀπολλόδωροϲ «Ἄτταλοϲ ἐκ τῶν Ἐλληνίδων πόλεων οἰκήτοραϲ ϲυναγαγὼν ἔκτιϲε πόλιν καὶ ὠνόμαϲεν αὐτὴν Ἑλληνόπολιν». Ζυγόπ ολιϲ παρὰ Πραπεζοῦντα. Ϲτράβων δωδεκάτῃ (p. 495). Ἡλιούπ ολιϲ, πόλιϲ Αἰγύπτου, ῆν ἔκτιϲεν Ἀκτὶϲ ὁ Ἡλίου καὶ Ῥόδηϲ. Ἡρόδοτοϲ δευτέρᾳ (c. 3). ἔϲτι καὶ Θρᾴκηϲ. καὶ τῆϲ Ἀρωματοφόρου ἄποικοϲ τῆϲ Αἰγυπτίαϲι. καὶ δ′ ἐν Ϲφφδεϲι. καὶ ἡ Κόρινθοϲ Ἡλιούπολιϲ ἐλέγετο· ἔϲτι καὶ ἐν Φοινίκῃ. Θεόπολιϲ ἐν Αἰγύπτῳ. Kv ωπούπολιϲ· οὕτωϲ ἐκαλεῖτο Ἐρυθραί πόλιϲ Ἰώνων ἀπὸ Kνώπου. Καρόπολιϲ πόλιϲ Καρίαϲ. Ἀλέξανδροϲ Γαρικῶν πρώτῳ. Κουρόπολιϲ πόλιϲ Καρίαϲ. Ἀλέξανδροϲ Γαρικῶν πρώτῳ. Μαιανδρούπολιϲ αγνηϲίαϲ πόλιϲ ὡϲ Φλέγων ἐν Ἐλυμπιάϲι. Μεγαλόπολιϲ διὰ τὸ μέγεθοϲ ἐκλήθη Ἀφροδιϲιάϲ πόλιϲ ἰαρίαϲ ἡ πρότερον Λελέγων πόλιϲ. Μεγάλη πόλιϲ, πόλιϲ Ἀρκαδίαϲ, καὶ Ἰβηρίαϲ, ὡϲ Φίλων. Μιλητούπολιε πολιε πόλιϲ μεταξὺ Κυζίκου καὶ Βιθυνίαϲ περὶ τὸν Ῥύνδακα. ἔϲτι καὶ ἄλλη ἐν Περϲίδι. Ϲὠπολιϲ ὄνομα κωμικοῦ, Ἀγηϲίπολιϲ ὄνομα τοῦ ϲτρατηγοῦ τῶν Ἀθηναίων , φυγόπολιϲ, ἄπολιϲ.

    ---Τὰ εἰϲ μιϲ διϲύλλαβα βαρύνεται, μέρμιϲ, θἐμιϲ, Χάρμιϲ πόλιϲ ἐν Ϲαρδοῖ, κτίϲμα Καρχηδόνων. Παυϲανίαϲ δέ φηϲι περὶ αὐτοῦ. Χέμμιϲ πόλιϲ Αἰγύπτου. Ἡρόδοτοϲ (II 91) ἔϲτι καὶ Χέμμιϲ πόλιϲ μεγάλη νομοῦ τοῦ Θηβαϊκοῦ, ἐγγὺϲ τῆϲ Νέηϲ πόλιοϲ». φηϲὶ δ’ὁ αὐτὸϲ καὶ νῆϲον εἶναι Χέμμιν ἐν αὐτῇ.

    Τά εἰϲ μιϲ προϲηγορικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύνεται, πυραμίϲὠνομάϲθηϲαν δὲ πυραμίδεϲ ἀπὸ τῶν πυρῶν , οῦϲ ἐκεῖ ϲυναγαγὼν ὁ βαϲιλεὺϲ ἔνδειαν ἐποίηϲε ϲίτου κατὰ τὴν Αἴγυπτον ϲηϲαμίϲ, καλαμίϲ, πλοκαμίϲ, κεραμίϲ. τὰ δὲ κύρια βαρύνεται, Ἅρτεμιϲ, ὃ Δωριεῖϲ διὰ τοῦ α προφέρονται Ἄρταμιϲ, Ϲεμίραμιϲ, Χρυϲόθεμιϲ, Θύαμιϲ κώμη ὑπὸ Ϲεμιράμιδοϲ κτιϲθεῖϲα παρὰ τὴν Ἀραχωϲίαν, ψιττάχεμμιϲ κώμη τῆϲ Αἰγυπτίαϲ, ψώχεμμιϲ πολίχνιον Αἰγύπτου, Ἀρτεμίδωροϲ ἐν ὀγδόῳ γεωγραφουμένων καὶ Περίκερμιϲ ἐκ δεξιῶν μερῶν καὶ Θαλαβαύδη καὶ ψώχεμμιϲ ». Πάπρημιϲ πόλιϲ Αἰγύπτου, Ἀξουμιϲ ἀρϲενικῶϲ μητρόπολιϲ Αἰθιόπων. τὸ δὲ Ϲαλαμίϲ ἡ πρὸϲ τῇ Ἀττικῇ νῆϲοϲ καὶ πόλιϲ κύριον ὄν ὀξύνεται καὶ τὸ δύναμιϲ προϲηγορικὸν ὄν βαρύνεται.

    Τὰ εἰϲ νιϲ διβράχεα προϲητορικὰ ὀξύνονται κατ’ οὐϲίαϲ κείμενα α ἢ ο παραληγόμενα, ῥανίϲ, χλανίϲ, ϲανίϲ, ὀνίϲ, κονίϲ τὸ ἐπὶ τῆϲ κεφαλῆϲ, κόνιϲ .δὲ τὸ χῶμα, ϲπάνιϲ καὶ φρόνιϲ οὐκ ἐπὶ οὐϲίαϲ. τὸ δὲ ὕνιϲ βαρύνεται τὸ ῦ ἔχον ὥϲπερ τὸ κύνιϲ ἡ χείρ. τὰ δὲ κύρια βαρύνονται, Γλάνιϲ ποταμὸϲ Κύμηϲ ὡϲ υκόφρων (ν. 718) Γλάνιϲ δὲ ῥείθροιϲ δέξεται τέγγων χθόνα » καὶ ἀπ’ αὐτοῦ ἰχθῦϲ ὁ καλούμενοϲ γλάνιϲ ὁ καὶ γλάνιοϲ. ἔϲτι καὶ Ἰβηρίαϲ ποταμόϲ. ἔϲτι καὶ Ἰταλίαϲ τρίτοϲ ποταμὸϲ περὶ τὸν Τίβεριν ποταμόν. Τάνιϲ πόλιϲ μεγάλη Αἰγύπτου.

    Τὰ εἰϲ νιϲ διϲύλλαβα παραληγόμενα φωνήεντι μακρῷ ἢ ἐκτεινομένῳ βαρύνεται, μὴ ὑποκοριϲτικὰ ὄντα, ὀρνιϲ, Θῶνιϲ πόλιϲ Αἰγύπτου ἀπὸ θῶνοϲ βαϲιλέωϲ τοῦ ξενίϲαντοϲ τὸν Μενέλαον. κεῖται δὲ κατὰ τὸ ϲτόμα τὸ Γανωβικόν. Ϲαῦνιϲ πόλιϲ Ἀραβίαϲ, μῆνιϲ, ἶνιϲ, ἦνιϲ, ν ῆνιϲ ἡ νεᾶνιϲ. τὸ μέντοι φωνίϲ ὑποκοριϲτικόν ἐϲτι. τούτῳ δὲ ὁμοίωϲ ὀξύνονται καὶ Ῥηνίϲ Ῥήνη νῆϲοϲ μικρὰ πληϲίον Δήλου καὶ Κρηνίδεϲ πόλιϲ Μακεδονίαϲ, ἃϲ Φίλιπποϲ μετωνόμαϲε Φιλίππουϲ, καὶ ρανίδεϲ ϲυνοικία πρὸϲ τῷ Πόντῳ· Παρθένιοϲ ἐν Ἀνθίππῃ. τὸ δὲ θυνίϲ ἐθνικὸν ὀξύνεται ὡϲ τὸ Βιθυνίϲ.

    Τὰ εἰϲ νιζ θηλυκὰ διφθόγγῳ παραληγόμενα ὀξύνεται, μαινίϲ, δαυνίϲ, ἐπιγουνίϲ, θεραπαινίϲ, λεαινίϲ. Κιδαινίϲ. οὕτωϲ ὠνομάζετο Ἐλαία πόλιϲ τῆϲ Ἀϲίαϲ Αἰολική. Μελιγουνίϲ μία τῶν Αἰόλου νήϲων ἡ καὶ ἄιπάρα. ἰαλλίμαχοϲ ἐν τῷ Ἀρτέμιδοϲ ὕμνῳ (v.48). τὸ μέντοι ε ὖνιϲ βαρύνεται καὶ βοῦνιϲ καὶ χλοῦνιϲ καὶ Κύραυνιϲ νῆϲοϲ κατὰ τοὺϲ Γύζανταϲ τούϲ ἐν Λιβύῃ, ὡϲ Ἡρόδοτοϲ τετάρτῃ (c.195).

    Τὰ εἰϲ ανιϲ θηλυκὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύνεται, Ὠκεανίϲ, Τιτανίϲ, ϲτεφανίϲ· ἔϲτι δὲ καὶ πόλιϲ Μαριανδυνῶν. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἀνθανίϲ. οὕτωϲ ἐκαλεῖτο ἡ Προιζήν πόλιϲ Πελοποννήϲου. ῥα φανίϲ. Καρβανίϲ, Καρμανίϲ, Ἀτιντανίϲ, Αἰνιανίϲ, Ἀλκαρνανίϲ, Ἀλβανίϲ λίμνη, Δ υμανίϲ «ϲτέλλεο νῦν ἔτι τῆλε Δυμανίδοϲ ἠπείροιο ». Βρεττανίδεϲ νῆϲοι ἐν τῷ Ὠκεανῷ· καὶ ἄλλοι οὕτωϲ διὰ τοῦ π Πρετανίδεϲ νῆϲοι, ὡϲ Πτολεμαῖοϲ. ἰϲτριανίϲ. καμπανίϲ. Ὑρκανίϲ, ἐξ οὐ τὸ « εἰϲ Ὑρκανίδα λίμνην ». τὸ δὲ νεᾶνιϲ προπεριϲπᾶται καὶ τὸ Ἄθανιϲ καὶ θήβανιϲ θηλυκὸν τὸν τόνον Αἰολίδοϲ ἔϲχεν. ἐπίϲταμαι δὲ ὅτι καὶ ἀρϲενικόν ἐϲτιν. οὕτωϲ δὲ ἄνεμοϲ καλεῖται ἀπὸ θήβηϲ πόλεωϲ πνέων τῆϲ Ἠετίωνοϲ τοῦ πατρὸϲ Ἀνδρομάχηϲ. ὁμοίωϲ καὶ. Βούρχανιϲ νῆϲοϲ ἐν τῇ ἰελτικῇ, ὡϲ Ϲτράβων (p. 291) προπαροξύνεται. τὸ δὲ Ὕπανιϲ ποταμὸϲ καὶ πόλιϲ τοῦ Πόντου καὶ Μαιώτιδοϲ λίμνηϲ ἐϲτὶν ἀρϲενικόν. Ἀλέξανδροϲ δ’ ὁ πολυίϲτωρ φηϲὶν ὅτι ὁ Ὕπανιϲ διχῇ ϲχιζόμενοϲ τὸ μὲν ἕν μέροϲ εἰϲ τὴν Μαιῶτιν λίμνην βάλλει, τὸ δ’ ἕτερον εἰϲ τὸν Πόντον. Ἡρόδοτοϲ δ’ ἐν τετάρτῳ (c. 77, 79) καὶ κρήνην τινὰ πικρὰν εἰϲ αὐτὸν ἐγχεῖϲθαι καὶ ἄποτον ποιεῖν τὸν ποταμόν.

    Τὰ εἰϲ ενιϲ καὶ ονιϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύνεται, εὐμενίϲ, εὐγενίϲ, ἁυκαονίϲ, Ἀλμαζονίϲ, Ἀθμονίϲ, Αὐϲονίϲ ἡ ὕϲτερον Ἰταλία, Ἀντιγονίϲ φυλὴ τῆϲ Ἀττικῆϲ ἀπ’ Ἀντιγόνου, Ἰαονίϲ, Βιϲτονίϲ, ἐκτέταται δὲ καὶ λέγεται Βιϲτωνίϲ διὰ τοῦ ω ποιητικῶϲ. Ἑρμιονίϲ, ἄαιϲτρυγονίϲ, ίακεδονίϲ, Ϲτρυμονίϲ, Φαρκηδονίϲ,Χαλκηδονίϲ. Ϲτράβων δωδεκάτῃ (p. 541 ) « καλεῖται δὲ τὰ ἀριϲτερὰ τοῦ Πόντου Sρᾳκικά, τὰ δ’ ἐν δεξιd Χαλκηδονίϲα. Κηονίϲ· οὕτωϲ ἐκαλεῖτο ἡ Κύπροϲ. Χαονίϲ.

    ---Τὰ εἰϲ ηνιϲ καὶ ῶνιϲ ὑπὲρ δύο ϲυλλαβὰϲ παρώνυμα ὀξύνεται, Ἀραφηνίϲ, Ἑλληνίϲ, Παλληνίϲ, Γερηνίϲ, Μυζικηνίϲ, Μεϲϲηνίϲ, Μυκηνίϲ, Οἰζηνίϲ· οπτωϲ ἐκαλεῖτο Πραπεζοῦϲ πόλιϲ πρὸϲ τῷ Εὐξείνῳ πόντῳ, Προϲεληνίϲ, Πυληνίϲ, Τιβαρηνίϲ, Τροιζηνίϲ. Αὐξωνίϲ, Ἀλϲκαλωνίϲ, Αλὐϲωνίϲ, ευκωνίϲ. οὕτωϲ ἐλέγετο ἡ λίμνη Γωπαῖϲ. Βαβυλωνίϲ, Ἀλωνίϲ νῆϲοϲ καὶ πόλιϲ Μαϲϲαλίαϲ ὡϲ Ἀρτεμίδωροϲ. Γιγωνίϲ. οὕτωϲ Ἀρτεμίδωροϲ ὁ Ἐφέϲιοϲ Γιγωνίαν ἄκραν φηϲίν. Μυτωνίϲ· οὕτω καλεῖ Αέϲβον ἰαλλίμαχοϲ ἐν τετάρτῳ, Παρθένιοϲ δὲ Μυτωνίδαϲ τὰϲ εϲβικάϲ φηϲι. Δ ωδωνίϲ. Ἀπολλώνιοϲ «ϲτεῖραν Ἀθηναίη Δωδωνίδοϲ ἥρμοϲε φηγοῦ (Argon. I 527, IV 583). καὶ Ϲοφοκλῆϲ Ὀδυϲϲεῖ ἀκανθοπλῆγι τὰϲ θεϲπιῳδοὺϲ ἱερίαϲ Δωδωνίδαϲ ». Ἠδωνίϲ· οὕτωϲ Ἀριϲτοτέληϲ φηϲὶν Ἄντανδρον πόλιν ὠνομάϲθαι διὰ τὸ Θρᾷκαϲ Ἠδωνοὺϲ ὄνταϲ οἰκῆϲαι. Ἰτωνίϲ, Ἰωνίϲ, Κυδωνίϲ, Κραννωνίϲ, Καυκωνίϲ· οὕτω Δύμην πόλιν Ἀντίμαχοϲ καλεῖ ἀπὸ Καύκωνοϲ ποταμοῦ ὡϲ τὰϲ θήβαϲ Διρκαίαϲ. ίαρωνίϲ, Ϲιδωνί ϲ, Ϲιρβωνίϲ λίμνη πληϲίον Καϲίου, ἣ καὶ Ϲίρβων, Ϲκιρωνίϲ πέτρα, Τριτωνίϲ λίμνη. Φρικωνίϲ, Χαιρωνίϲ. τὸ δὲ Πυῆνιϲ πόλιϲ Κόλχων καὶ Ἄθηνιϲ καὶ Ἄδωνιϲ καὶ τὸ ὄνωνιϲ εἶδοϲ ἀκάνθηϲ βαρύνονται, οὐ γὰρ παρώνυμα.

    ---Τὰ εἰϲ ινιϲ καὶ υνιϲ ὑπερδιϲύλλαβα ὀξύνεται, Μαντινίϲ, Ϲολουντινίϲ, Ἀλργυννίϲ ἡ Ἀφροδίτη. λέγεται καὶ Ἀργουνίϲ. Βιθυνίϲ, Ἑᾶρκυνίϲ, αριανδυνίϲ. τὸ δὲ Ἄϲδυνιϲ βαρύνεται. ἔϲτι δὲ νῆϲοϲ κατὰ τὴν Μοίριδοϲ λίμνην. ἔὕδοξοϲ δευτέρῳ «κατελαμβάνοντο ἐν Ἀϲδύνει τῇ νήϲῳ ».

    ---Τὰ εἰϲ νιϲ ὑπερδιϲύλλαβα ϲυμφώνῳ παραληγόμενα ὀξύνεται, Ἀβαρνίϲ πόλιϲ καὶ χώρα καὶ ἄκρα τῆϲ Παριανῆϲ. Ἐξκαταῖοϲ δ’ ὁ Μιλήϲιοϲ ἐν Ἀϲίαϲ περιηγήϲει Λαμψάκου ἄκραν εἶναί φηϲιν. Ἔφοροϲ δ’ ἐν πέμπτῃ λέγει κληθῆναι αὐτὴν ἀπὸ τῆϲ ἐν Φωκαῖδι Ἀβαρνίδοϲ ὑπὸ Φωκέων τὴν Λάμψακον κτιζόντων. Ἀπολλώνιοϲ «Περκώτην δ’ ἐπὶ τῇ καὶ Ἀβαρνίδοϲ ἠμαθόεϲϲαν ἠϊόνα (Argon. Ι 932). τοῦτο δὲ Ϲοφοκλῆϲ ὑπομνηματίζων ἱϲτορεῖ τὴν Ἀφροδίτην ἄμορφον ἐν Λαμψάκῳ τεκοῦϲαν τὸν Πρίαπον ἀπαρνήϲαϲθαι καὶ τὴν χώραν Ἀπαρνίδα καλέϲαι, ἣ κατὰ παραφθορὰν καὶ Ἀβαρνίϲ καλεῖται. εὕρηται δὲ καὶ διὰ τοῦ π, ὡϲ παρὰ Ἀρτεμιδώρῳ τῷ γεωγράφῳ. λέγεται δὲ καὶ Ἄβαρνοϲ. Ἀταρνίϲ, Καλυδνίϲ. τὸ δὲ Μἀβαρνιϲ βαρύνεται. οὕτω δὲ Πάρον Νικάνωρ κεκλῆϲθαί φηϲιν ἀπὸ αβάρνου τοῦ μηνύϲαντοϲ τὴν ἁρπαγὴν τῇ Δήμητρι τῆϲ θυγατρόϲ. καὶ τὸ θέογνιϲ βαρύνεται.

    Τὰ εἰϲ ξιϲ καὶ ψιϲ ἀπὸ μελλόντων ἐϲχηματιϲμένα βαρύνεται, ἕξω ἕξιϲ, λέξω λέξιϲ, ψύξω ψῦξιϲ, ϲκήψω ϲκῆψιϲ· ἔϲτι δὲ καὶ πόλιϲ Τρωϊκή· ξενοφῶν Ἐξλληνικῶν τρίτῳ (c. 1, 25) ἐκλήθη δὲ ἀπὸ τοῦ ϲκήψαϲθαι τὴν Ῥέαν ἀντὶ τοῦ παιδὸϲ λίθον τεκεῖν. ϲεϲημείωται ἁψίϲ ῥξυνόμενον. τὰ μέντοι παρώνυμα ὀξύνεται, ἅμαξα ἁμαξίϲ, πύξοϲ πυξίϲ· ἔϲτι καὶ πόλιϲ ἐν μεϲογαίᾳ τῶν ἰνωτρῶν. Ἑκαταῖοϲ Εὐρώπῃ. ὄξοϲ ὀξίϲ.

    Τὰ εἰϲ πιϲ διβράχεα ἀπὸ ϲυμφώνου ἢ ϲυμφώνων ἀρχόμενα ὀξύνεται, πραπίϲ, κοπίϲ, λεπίϲ. ϲεϲημείωται τὸ τρόπιϲ. ἔϲτι καὶ ρόπιϲ νῆϲοϲ --- Ἀρτεμίδωροϲ ἐν δευτέρῳ γεωγραφουμένων. καὶ Ννάπιϲ κώμη Ϲκυθίαϲ. τὸ δὲ ὄπιϲ ἀπὸ φωνήεντοϲ ἄρχετο.

    --- Ἔτι τὰ εἰϲ πιϲ φύϲει μακρῷ παραληγόμενα ὀξύνεται, οἷον ῥιπίϲ, ὅπερ ἡ μὲν κοινὴ ϲυνήθεια ἐκτείνει, ἡ δὲ τῶν Ἀθηναίων διάλεκτοϲ ϲυϲτέλλει, Ἀπίϲ ἡ Ἀπία ὡϲ Ἐρατοϲθένηϲ ἐν Ἐρμῇ. τὸ δὲ Ἆπίϲ υἱὸϲ Φορωνέωϲ βαρύνεται, Ῥιανὸϲ ἐν Ἀχαϊκῶν δευτέρῳ·

  • ὑμετέρη τοι, τέκνα, Φορωνέοϲ ἰναχίδαο
  • ἀρχῆθεν γενεή· τοῦ δὲ κλυτὸϲ ἐκγένετ’ Ἇπίϲ,
  • ὅϲ ῥ’ Ἀπίην ἐφάτιξε καὶ ἀνέραϲ Ἀπιδανῆαϲ.
  • Τὰ εἰϲ πιϲ διϲύλλαβα θέϲει μακρῷ παραληγόμενα, εἰ μὲν ἀπὸ ϲυμφώνου ἄρχοιτο, βαρύνεται μὴ ὄντα ἐθνικά, εἰ δὲ ἀπὸ φωνήεντοϲ, ὀξύνεται μὴ ὄντα ὑποκοριϲτικά. βαρύνεται δὲ ταῦτα τράμπιϲ· ἔϲτι δὲ βαρβαρικὴ ναῦϲ. ϲάλπιϲ, ὄλπιϲ ὑποκοριϲτικόν, κάλπιϲ, θέϲπιϲτὸ δὲ θεϲπίϲ ἐθνικόν πόρπιϲ. ὀξύνεται δὲ ταῦτα μὴ διὰ φωνήεντοϲ κλινόμενα, ἐλπίϲ, ἀϲπίϲ, ἔϲτι καὶ πόλιϲ ἄιβύηϲ, ὡϲ Φίλων. ἔϲτι καὶ νῆϲοϲ πρὸϲ ταῖϲ Κυκλάϲιν. ἔϲτι καὶ Μακεδονίαϲ, κτίϲμα Φιλίππου τοῦ πατρὸϲ Περϲέωϲ τὰϲ πόλειϲ ὀνομάϲαντοϲ ἀπὸ τῆϲ αὐτοῦ πανοπλίαϲ Ἀϲπίδα Περικεφαλαίαν. ἔϲτι καὶ νῆϲοϲ πρὸϲ τῇ Λἁυκίᾳ. ἔϲτι καὶ νῆϲοϲ ἄλλη μεταξὺ Λεβέδου καὶ Βέω, ϲταδίων ὡϲ δυοῖν, πρὸϲ μέν τινων Ἀρκόνηϲοϲ, πρὸϲ δέ τινων Ἀϲπίϲ ὀνομαζομένη. ἔϲτι καὶ νῆϲοϲ ἄλλη Ῥύρων ἐγγύϲ. ἔϲτι καὶ ἄλλη, ὡϲ Κλέων ὁ Ϲυρακούϲιοϲ ἐν τῷ περὶ λιμένων, ἄδενδροϲ οὐϲα. ἔϲτι καὶ πέραν Πίϲηϲ, ὡϲ Πανύαϲιϲ ἐν Ἡρακλείαϲ ἑνδεκάτῃ. ἐμπίϲ εἶδοϲ κώνωποϲ. τὸ δὲ Ἄλπιϲ,βαρνύνεται.

    ---Ἔτι τὰ εἰϲ πιϲ ὑπερδιϲύλλαβα θέϲει μακρᾷ παραληγόμενα βαρύνεται οἷον ἴαϲπιϲ.

    ---Τὰ εἰϲ απιϲ πολυϲύλλαβα ὀξύνεται, Ἰαπίϲ χαράδρα Ἀττικὴ εἰϲ Μέγαρα ἀπάγουϲα ὡϲ Καλλίμαχοϲ Ἑκάλῃ. Πριαπίϲ χώρα. τὸ δὲ Ϲάραπιϲ νῆϲοϲ ἐν Ἰνδικῷ κόλπῳ βαρύνεται.

    Τὰ διὰ τοῦ οπιϲ πολυϲύλλαβα μὴ ἔννοιαν ἔχοντα ϲυνθέϲεωϲ ὀξύνεται, Κεροπίϲ φυλή. ἔϲτι καὶ χώρα ἧράκηϲ· ἔϲτι καὶ δῆμοϲ Θεϲϲαλονίκηϲ. Δρυοπίϲ, Αἰθιοπίϲ. Εὐριπίδηϲ ἐν Ἀρχελάῳ «Αἰθιοπίδοϲ γῆϲ ἡνίκ’ ἂν τακῇ χιών ». Μεροπίϲ. οὕτωϲ ἐκαλεῖτο ἡ Κῶϲ πόλιϲ ἀπὸ γηγενοῦϲ έροποϲ. Ἰοπίϲ παρὰ Χάρακι.τὸ φύλοπιϲ δὲ προπαροξύνεται.

    ---Τὰ διὰ τοῦ ωπιϲ πολυϲύλλαβα ὀξύνεται, Ϲινωπίϲ, Προϲωπίϲ πόλιϲ Αἰγύπτου. λέγεται καὶ Προϲωπῖπϲ. Ἰωπίϲ Λακωνικὴ χώρα. Ἀϲωπίϲ Γερκύραϲ μήτηρ. Ἀϲωπίδαϲ δὲ ἔνιοι τὰϲ Θήβαϲ φαϲίν.

    Τὰ εἰϲ ριϲ διϲύλλαβα ὑποκοριϲτικὰ ἢ πατρωνυμικῆϲ ἐννοίαϲ ἐχόμενα ὀξύνεται, Τευκρίϲ ἡ Τροία, Δωρίϲ ἡ περὶ τὸν Παρναϲϲὸν καὶ ἡ ὕϲτερον Ἱϲτιαιῶτιϲ, ἧϲ μέμνηται Χάραξ ἐν ζ΄ τῇδε γράφων περὶ Θεϲϲαλοῦ τοῦ Αἰάτου τοῦ νικήϲαντοϲ ἐν Ἄρνῃ Βοιωτούϲ «ὁ δὲ Θεϲϲαλὸϲ οὐδὲ τὴν τετάρτην μοῖραν τῆϲ ἐπωνυμίαϲ μετέβαλεν, ἀλλ’ Ἱϲτιαιῶτιν αὐτὴν ὡϲ πρὶν καλεῖϲθαι εἴαϲε. κεῖται δὲ πρὸϲ δυϲμῶν τῆϲ Πίνδου. Δῶροϲ δὲ αὐτὴν ὁ Ἕλληνοϲ εἰλήχει τὰ πρῶτα καὶ Δωρὶϲ ἀπ’ ἐκείνου ἐκαλεῖτο πρότερον, ὕϲτερον δὲ Ἱϲτιαιῶτιϲ μετωνομάϲθη ». Nευρίϲ χώρα Ϲαρματίαϲ. πατρίϲ, χειρίϲ, καρίϲ παρὰ τὸ κάρη καὶ Καρίϲ ἀπὸ τῆϲ Καρόϲ γενικῆϲ. Καρίϲ δὲ ἐλέγετο ἡ Κῶϲ, ὡϲ Ἑλλάνικοϲ. ἔϲτι δὲ καὶ ρυγίαϲ πόλιϲ Καρίϲ καὶ Καρίδεϲ.

    ---Τὸ εἰϲ ριϲ διϲύλλαβα ἑνὶ φωνήεντι ἢ διφθόγγῳ παραληγόμενα βαρύνεται, Πἀριϲ, Βάριϲ πόλιϲ. λέγεται βάριϲ ἡ οἰκία, ὡϲ Ποϲείδιπποϲ, καὶ ἡ ϲυνοικία ὡϲ Ἔφοροϲ, χάριϲ, Φᾶριϲ πόλιϲ τῆϲ Λακωνικῆϲ. Ὅμηροϲ Θᾶρίν τε Ϲπάρτην τε πολυτρήρωνά τε Μέϲϲην » (Il. B 582). ἔριϲ, δῆριϲ, νῆριϲ, Ἴριϲ, κῖριϲ εἶδοϲ ὀρνέου, ξῖριϲ φυτὸν ἀρωματικόν, Ϲῖριϲ πόλιϲ Ἰταλίαϲ πληϲίον τοῦ Μεταποντίου καὶ ποταμόϲ· ἔϲτι καὶ Ϲῖριϲ ἐν Παιονίᾳ. καὶ ὁ Νεῖλοϲ μετὰ Ϲυήνην Ϲῖριϲ · ὡνόaαϲται. κύριϲ μητρόπολιϲ Ϲαβίνων. Τύριϲ πόλιϲ καὶ ποταμὸϲ ὲν Εὐξείνῳ πόντῳ. λέγεται καὶ Τύραϲ. Χαῖριϲ, Μοῖριϲ, ἀφ’ οὖ ἡ Μοίριδοϲ λίμνη, θοῦριϲ, κοῦριϲ ὁ Ῥωμαῖοϲ. ὀξύνονται δὲ Νηρίϲ πόλιϲ Μεϲϲήνηϲ. Νικόλαοϲ τετάρτῳ, Ὑρίϲ ἄκρα. Ἀρτεμίδωροϲ ἐν ἑνδεκάτῳ Γεωγραφουμένων, μοιρίϲ, κουρίϲ τὸ ἐργαλεῖον τοῦ κουρέωϲ.

    Τὰ εἰϲ κριϲ κύρια μὲν ὄντα βαρύνεται, Κάκριϲ· οὕτωϲ ἐκαλεῖτο εὔβοια καὶ ἑλλένη νῆϲοϲ τῆϲ Ἀττικῆϲ καὶ Ἴκαροϲ νῆϲοϲ μία τῶν Κυκλάδων διὰ τὸ μῆκοϲ. Πρόκριϲ, Ἄκρίϲ. τὰ δὲ μὴ οὕτωϲ, ὀξύνεται, ἀκρίϲ, ἄοκρίϲ.

    Τὰ εἰϲ ριϲ μετ’ ἐπιπλοκῆϲ μέϲου ἢ δαϲέοϲ ἢ τοῦ π βαρύνεται ῦ ἢ ι παραληγόμενα· εἰ δὲ μὴ οὕτωϲ, ὀξύνεται, χωρὶϲ εἰ μὴ ϲύμφωνον εἴη δεδιπλαϲιαϲμένον, ὕβριϲ, ΓVύπριϲ. Θύμβριϲ ποταμὸϲ Ῥώμηϲ, ὀϲ καὶ Τίβεριϲ. ἔϲτι καὶ Θύμβριϲ ποταμὸϲ Τρῳάδοϲ, ἀφ’ οὖ Ἀπόλλωνοϲ Θυμ βραίου ἱερόν, ἐν ῷ ἐτοξεύθη Ἀχιλλεύϲ. Τίγριϲ ποταμόϲ. λέγεται δί καὶ Πίγρηϲ. ὀξύνεται δὲ τὸ νεβρίϲ. οὕτω δὲ λέγεται καὶ Ἁλώνη νῆϲυϲ πρὸϲ τῇ Γυζίκῳ. κεδρίϲ. τὸ δὲ ἄγγριϲ δεδιπλαϲίαϲται.

    ---Τὰ εἰϲ τριϲ διϲύλλαβα παρώνυμα ὀξύνεται οἷον πατρίϲ, τὰ δὲ μὴ οὕτωϲ βαρύνεται οἰον λάτριϲ.

    Τὰ εἰϲ ρῖζ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα τῷ α βαρύνεται, κίθαριϲ, εὔμαριϲ, Ϲύβαριϲ πόλιϲ Ἰταλίαϲ καὶ ποταμόϲ. κάππαριϲ. Ἵλαριϲ πόλιϲ Λυκίαϲ, M άϲαριϲ ὁ Διόνυϲοϲ παρὰ Καρϲίν, εἰ μὴ εἴη ὡϲ ὑποκοριϲτικὰ ἢ πατρωνυμικὰ ἢ ἐν τῇ τρίτῃ τὸ ε ἔχοντα· τότε γὰρ ὀξύνεται, Κεγαρίϲ, βλεφαρίϲ, θεαρίϲ ἡ θεωρίϲ, ἐαρίϲ. Γαργαρίϲ, Γαδαρίϲ, ἰϲμαρίϲ λίμνη. Ἡρόδοτοϲ ζ′ (c. 199).

    Τὰ εἰϲ ερϲ ὑπὲρ δύο ϲυλλαβὰϲ θηλυκὰ ὀξύνεται, Ἀϲτερίϲ πόλιϲ Ϲυρίαϲ καὶ νηϲίον μεταξὺ Γεφαλληνίαϲ καὶ Ἰθάκηϲ. Ὅμηροϲ (Od. δ 844)

  • ἔϲτι δέ τιϲ νῆϲοϲ μέϲϲῃ ἁλὶ πετρήεϲϲα
  • μεϲϲηγὺϲ Ἰθάκηϲ τε Ϲάμοιό τε παιπαλοέϲϲηϲ,
  • Ἀϲτερίϲ, οὐ μεγάλη.
  • λέγεται δὲ καὶ Ἀϲτερία. νυκτερίϲ. Ἐλευθερίϲ πόλιϲ Βοιωτίαϲ Ἰρωποῦ πληϲίον Κότου καὶ Ἀῖκλου κτίϲμα. Θεόπομποϲ μ′. Ἑϲπερίϲ· ἢ Εὐεϲπερίϲ πόλιϲ Λιβύηϲ, Φιλωτερίϲ πόλιϲ περὶ τὴν Πρωγλοδυτικήν, ἡ καὶ Φιλωτέρα. Τὸ δὲ Πἀϲτεριϲ πόλιϲ Αἰγυπτία καὶ Kελένδεριϲ βαρύνεται, ὡϲ καὶ Τίβεριϲ ποταμὸϲ Ἰταλίαϲ, ἔνθα Ῥώμη καὶἡ. ἡ τῶν Λατίνων ἐϲτὶ χώρα , ὡϲ Ἀπολλόδωροϲ.

    ---Ἔτι τὰ εἰϲ οριϲ ὑπερδιϲύλλαβα θηλυκὰ ὀξύνεται, Χρυϲαορίϲ πόλιϲ ἰαρίαϲ ἡ ὕϲτερον Ἰδριάϲ. Ἀπολλώνιοϲ ἐν ἑβδόμῳ Καρικῶν « --- καὶ πρώτη πόλιϲ τῶν ὑπὸ Λυκίων κτιϲθειϲῶν ». Ἐπαφρόδιτοϲ δὲ τὴν Καρίαν πᾶϲαν Χρυϲαορίδα λέγεϲθαι. Nικατορίϲ πόλιϲ Ϲυρίαϲ κτίϲμα Ϲελεύκου τοῦ Νικάτοροϲ· τὰ δὲ ἀρϲενικὰ βαρύνεται οἰον Ἄλοριϲ Ἄραντοϲ υἱόϲ.

    Τὰ εἰϲ υριϲ μὴ κατὰ τροπὴν γινόμενα ὀξύνεται, ὰλμυρίϲ, πορφυρίϲ· οὕτω δὲ ἐκαλεῖτο καὶ Νίϲυροϲ μία τῶν Γυκλάδων ἀπὸ τῶν ἐν αὐτῇ πορφυρέων. ἀργυρίϲ, Ἰλλυρίϲ, Φιλυρίϲ, Ἀϲτυρίϲ ἡ Ἀθηνᾶ, Ἰδυρίϲ πόλιϲ Παμφυλίαϲ, ἥ καὶ Ἴδυροϲ. ἰορκυρίϲ πόλιϲ Αἰγύπτου. τὸ δὲ Θάμυριϲ προπαροξύνεται καὶ Ὤγυριϲ νῆϲοϲ ἐν τῇ Ἐρυθρd θαλάϲϲ. μέμνηται δὲ αὐτῆϲ Ἀλέξανδροϲ ἐν Ἀϲίᾳ λέγων

  • ἀγχιβαθὴϲ δ’ ἄρα νῆϲοϲ ἁλὸϲ κατὰ βένθοϲ Ἐρυθρῆϲ
  • Ὤγυριϲ, ἔνθα τε τύμβοϲ ἁλὸϲ μεδέοντοϲ Ἐρύθρα
  • κέκληται.
  • καὶ Γάϲυριϲ νῆϲοϲ Λυκίαϲ. Ἀρτεμίδωροϲ. καὶ Τίβυριϲ πόλιϲ Ἰταλίαϲ. λέγεται καὶ Τίβυρα. Ἀλρτεμίδωροϲ τετάρτῳ γεωγραφουμένων « ἔϲτι δ’ ἐν μεϲογείῳ καὶ Τίβυρα πόλιϲ Ἑλληνὶϲ τὴν ἀρχὴν γεγονυῖα, ἀπέχουϲα ἀπὸ Ῥώμηϲ ϲταδίουϲ ρμζ ». Ννικάνωρ δ’ ὁ Ἑρμείου Τίβουρα ταύτην καλεῖ. τὸ δὲ ἄγυριϲ καὶ πανήγυριϲ κατὰ τροπὴν ἐγένετο.

    ---Τὰ εἰϲ ριϲ πολυϲύλλαβα τῷ ἡ ἢ τῷ ω ἢ τῇ ει διφθόγγῳ παραληγόμενα ὀξύνεται, Φαληρίϲ, ἰβηρίϲ « Ἑλληνίϲ, οὐκ Ἰβηρίϲ ». Μέ. νανδροϲ Ἀϲπίδι. Καφηρίϲ, ἰVαϲωρίϲ, θεωρίϲ, Καβειρίϲ. τὸ δὲ Ταπόϲειριϲ πόλιϲ Αἰγύπτου πληϲίον Ἀλεξανδρείαϲ βαρύνεται.

    ---Τὰ εἰϲ ρ̅ι̅ϲ̅ ὑπὲρ δύο ϲυλλαβὰϲ διφθόγγῳ τῇ διὰ τοῦ υ παραληγόμενα ἅπαντα ὀξύνεται οἷον Ἐπιδαυρίϲ, Βαναυρίϲ. Βαναυρίδεϲ δέ εἰϲι νῆϲοι Πυρρηνικαὶ ἀπὸ Βαναύρου υἱοῦ Αἴαντοϲ, μολουρίϲ ἡ ϲιτοφάγοϲ ἀκρίϲ, κυνοϲουρίϲ καὶ Κυνοϲουρίϲ, Κυνουρίϲ. ϲεϲημείωται δὲ τρία λάμπουριϲ ἡ ἀλώπηξ, Τόμουριϲ ὄνομα πόλεωϲ καὶ ψππουριϲ.

    Τὰ εἰϲ ριϲ ἔχοντα πρὸ τοῦ ρ ἕν τι τῶν ψιλῶν ὀξύνεται, παλαίϲτρίϲ, αὐληϲτρίϲ, ἐπακτρίϲ, Ἰλεκτρίϲ, Ἐρετρίϲ, Πανακρίϲ, ἀντιπατρίϲ πόλιϲ Ἰουδαίαϲ Ἡρώδου κτίϲμα ἐπὶ Αὐγούϲτου ἰαίϲαροϲ. τὸ δὲ Ἄμαϲτριϲ πόλιϲ Παφλαγονίαϲ ἡ πρότερον Κρῶμνα — ἀπὸ γυναικὸϲ Περϲίδοϲ, θυγατρὸϲ Ὀξυάθρου τοῦ ἀδελφοῦ Δαρείου, ἣ ϲυνῳ. κηϲε Διονυϲίῳ τῷ Ἰρακλείαϲ τυράννῳ. Δημοϲθένηϲ δ’ ἐξ Ἀμαζόνοϲ οὕτω λεγομένηϲ — καὶ Γώνακριϲ πόλιϲ Ἀρκαδίαϲ. Ῥιανὸϲ ἐν Ἰλιακῶν πρώτῳ — βαρύνεται.

    --- Ἔτι τὰ εἰϲ ριϲ ἔχοντα πρὸ τοῦ ρ ἕν τι τῶν μέϲων ὀξύνεται, Ἀλεξανδρίϲ, Ταναγρίϲ, ΓVαλαβρίϲ. τὸ δὲ Λίηβριϲ πόλιϲ Φοινί κῶν βαρύνεται.

    Τὰ εἰϲ ριϲ Αἰγύπτια προπαροξύνεται, Βούϲιριϲ πόλιϲ Αἰγύπτου. «ἐν ταύτῃ Ἴϲιοϲ μέγιϲτον ἱερόν. ἵδρυται δ’ ἐν μέϲῳ τῆϲ Αἰγύπτου ἐν τῷ Δέλτα. Ἷϲιϲ δ’ ἐϲτὶ κατὰ τὴν τῶν Ἐλλήνων γλῶϲϲαν ἡ Δημήτηρ» (Hcrodot. II 59). ὡϲ δ’ ἄλλοι, ἐκεῖ λέγεται θάψαι τὸν ϲιριν Ἴϲιϲ ἐμβαλοῦϲα εἰϲ ξυλίνην βοῦν, ὥϲτε Βουϲόϲιριν εἶναι τὴν πόλιν. οἱ δ’ ὅτι τοπάρχηϲ ἦν Βούϲιριϲ ὑπὸ Ὀϲίριδοϲ καταϲταθείϲ. Ὄϲιριϲ Αἰγυπτιϲτὶ ὁ Διόνυϲοϲ. Ταφόϲιριϲ πόλιϲ Αἰγύπτου, ἐν ᾗ λέγεται Ὄϲιριϲ τεθάφθαι. καλάϲιριϲ λινοῦϲ χιτὼν ἱερατικὸϲ καὶ μοῖρα τῶν μαχίμων ἐν Αἰγύπτῳ οἱ καὶ Ἐρμοτυμβιεῖϲ. Ἡρόδοτοϲ δευτέρῳ (c. 164) (ψένυριϲ κώμη. Τέτυριϲ πόλιϲ Αἰγύπτου καθαρτικὴ τῶν κροκοδείλων. λέγεται καὶ Τέντυρα ἡ πόλιϲ, ὡϲ Ἀλέξανδροϲ ἐν τρίτῳ Αἰγυπτιακῶν. Ξενέφυριϲ κώμη Λιβύηϲ πληϲίον Ἀλεξανδρείαϲ.

    Τὰ εἰϲ ϲιϲ ἀπὸ μέλλοντοϲ γινόμενα ἢ ἀπὸ δευτέρου προϲώπου τοῦ παθητικοῦ παρακειμένου βαρύνονται, ποιήϲω ποίηϲιϲ, λύϲω λύϲιϲ, κέκριϲαι κρίϲιϲ, ϲτά ϲιϲ. ἔϲτι καὶ Ϲτάϲιϲ πόλιϲ Περϲικὴ. ἐπὶ πέτρηϲ . μεγάληϲ. τρῆϲιϲ καὶ ΕΘὕτρηϲιϲ κώμη ΒΘοιωτίαϲ. Ὅμηρὸϲ «Κώπα« Εὔτρηϲίν τε » (Il.Β 502). ἐκλήθη δὲ οὕτωϲ διὰ τὸ πολλαῖϲ αὐτὴν πρότερον χρήϲαϲθαι ῥύμαιϲ, ὡϲ Ἐπαφρόδιτοϲ. ἄνυϲιϲ. ἐϲτὶ καὶ πόλιϲ Αἰγύπτον· Ἄνυϲιϲ. Τὰ μέντοι παρώνυμα χαίρουϲι τῇ ὀξείᾳ, Χρόϲηϲ Χρυϲίϲ, νῆϲοϲ νηϲίϲ. Γροῦϲιϲ ὁ Μυγδόνοϲ υἱόϲ, Κρουϲίϲ μοῖρα τῆϲ Μυγδο νίαϲ. Ϲτράβων ἑβδόμῃ. Βροῦϲοϲ Ἠμαθίου παῖϲ Βρουϲίϲ μοῖρα ΜαεΚρητόϲ δονίαϲ. τινὲϲ γράφουϲι διὰ τοῦ υ. Κρήϲ καὶ ἀπὸ τῆϲ γενικῆϲ Κρῆτιϲ καὶ τροπῇ τοῦ τ εἰϲ ϲ ἰρηϲίϲ. Γόρϲη δούλη βουκόλοϲ Κορϲίϲ νῆϲοϲ ἐν τῷ Τυρρηνικῷ πελάγει. Πιϲίδηϲ Πιϲίϲ πόλιϲ καὶ ὄροϲ Ἀλρμενίαϲ ἢ Ϲοϲιανῆϲ. Ἀρκαϲίδηϲ Ἀρκαϲίϲ. Γυμνηϲίϲ ἀπὸ Γύμνητοϲ γενικῆϲ τροπῇ τοῦ τ εἰϲ c. Μαγνηϲίϲ παρὰ Παρθενίῳ. Ἀμνιϲίϲ νύμφαι Ἀμνιϲίδεϲ, Ἀνθεμουϲίϲ λίμνη Καριανδυνῶν, ἣν Ἀπολλώνιοϲ διαλύϲαϲ ἐν τοῖϲ Ἀργοναυτικοῖϲ (II 726) Ἀνθεμοειϲίδα φηϲίν. Δ αφνουϲίϲ λίμνη πληϲίον τοῦ Ἐλύμπου τοῦ Βιθυνοῦ, Μαυρουϲίϲ, ΜAολοϲϲίϲ, ΜAυγιϲϲίϲ, Ἰλιϲϲίϲ «Μοῦϲαι Ἰλιϲϲίδεϲ», Μυκαληϲίϲ Μυκαληϲϲίϲ, κανδαϲίϲ, Ὀδρυϲίϲ, Ἁλικαρναϲϲίϲ, Παρναϲϲίϲ,- Τευμηϲϲίϲ, Παρραϲίϲ «δέξονται Φολόηϲ οὔρεα Παρραϲίδοϲ ». Τελμιϲϲίϲ, Πείραϲίϲ, Ὑπερηϲίϲ παρ’ Ἡϲιόδῳ, Ῥαμνουϲίϲ. ϲεϲημείωται τὸ ἄϲιϲ ὁ ῥύποϲ ἀπὸ τοῦ ἄϲη γεγονόϲ. τὸ δὲ Ἀϲίϲ ἡ Ἀϲιᾶτιϲ ὀξύνεται.

    ---Τὰ εἰϲ ϲιϲ κύρια βαρύνεται, Κρεῦϲιϲ πόλιϲ Βοιωτίαϲ, κειμένη καταντικρὺ τῆϲ Μεγαρίδοϲ, ἰροῦϲιϲ, Τῖϲιϲ ὁ κτιϲτὴϲ καὶ ἡ πόλιϲ Αἰγύπτου, Ἷϲιϲ, Φἀϲιϲ πόλιϲ τῆϲ Αἴαϲ πρὸϲ τῷ Φάϲιδι ποταμῷ ἐν Κόλχοιϲ. ἐκτίϲθη δὲ ὑπὸ Μιληϲίων. ἔϲτι καὶ ἄλλοϲ ποταμὸϲ Φᾶϲιϲ ἐν τῇ Παπροβάνῃ. Αὔαϲιϲ πόλιϲ Αἰγύπτου· ταύτην δὲ καὶ Ἔαϲιν καὶ Ὕαϲιν καλοῦϲιν. Aἔϲτι δ’ ἐοικυῖα παρδαλέᾳ· κατάϲτικτοϲ γάρ ἐϲτιν ἐν ἀνύδρῳ γῇ καὶ ἐρήμῳ τὰϲ οἰκήϲειϲ ἔχουϲα. τὰ τοιαῦτα αὐάϲειϲ Αἰγύπτιοί φαϲι (Strabo II p. 130). Ἡρόδοτοϲ δὲ (IlI 26) καὶ Δοῦριϲ Μακάρων αὐτὴν ὠνόμαϲαν νῆϲον. ΓVύπαϲιϲ πόλιϲ περὶ Ἑλλήϲποντον. Ἑκαταῖοϲ Εὐρώπῃ. Καύκαϲιϲ τὸ ὄροϲ ὃ καὶ Γαύκαϲοϲ λέγεται.

    Τὰ εἰϲ τιϲ διϲύλλαβα ἔχοντα τὸ ο μικρὸν ἤτοι μόνον ἢ ϲὺν ἑτέρῳ φωνήεντι ἢ ω μέγα πρὸ τοῦ τιϲ μὴ ὄντα ἐπιθετικά, εί μὴ παράκειται ἀρϲενικῷ τῷ εἰϲ τηϲ, ὀξύνεται, φορτίϲ, νοτίϲ, κοιτίϲ, Προιτίϲ, οὐτίϲ τὸ ζῷον παρ’ Ἀλκμᾶνι, Δ ωτίϲ, ὠτίϲ καὶ φροντίϲ, εἰ μὴ ἄρα τοῦτο, ὅτε κύριόν ἐϲτι, καὶ βαρυτονηθήϲεται. οὐ μάχεται τὸ πόρμιϲϲίϲ, τιϲ· καὶ γὰρ χωρὶϲ τοῦ τ «πόριεϲ περὶ βοῦϲ ἀγελαίαϲ » (Od. κ 410). μὴ ὄντα ἐπιθετικὰ πρόϲκειται διὰ τὸ πότιϲ, ᾦ παράκειται τὸ πότηϲ.

    ---Τὰ εἰϲ τιϲ διϲύλλαβα κύρια τῷ ε ἢ τῷ ἡ ἢ τῇ αι διφθόγγῳ παραληγόμενα βαρύνεται, Θέτιϲ, Βαῖτιϲ ποταμὸϲ κατὰ Ἰβηρίαν, ὃϲ Πέρκηϲ λὲγεται ὑπὸ τῶν ἐγχωρίων , Ἧτιϲ δῆμοϲ ακωνικῆϲ καὶ τῆϲ Κρήτηϲ πόλιϲ.

    ---Τὰ εἰϲ τιϲ ὑπὲρ δύο ϲυλλαβὰϲ θηλυκὰ μὴ ἀπὸ τῶν εἰϲ ηϲ ἀρϲενικῶν γινόμενα ὀξύνεται, Βοιωτίϲ, Θεϲπρωτίϲ, Θἱλωτίϲ, Ἐνετίϲ, Ἑλλωτίϲ· οὕτω παρὰ ἰρηϲὶν ἡ ὐρώπη, ἀφ’ ἧϲ πρότερον ἐκαλεῖτο Γόρτυν πόλιϲ Ἑλλωτίϲ. Λἁαμωτίϲ ἡ Ἀντιόχεια Ἰϲαυρίαϲ. τὸ δὲ Ῥακῶτιϲ οὕτωϲ ἡ Ἀλεξάνδρεια πρότερον ἐκαλεῖτο καὶ Λιμενῶτιϲ χρρόνηϲοϲ ἰελτικὴ προπεριϲπᾶται ὡϲ ἀπὸ ἀρϲενικῶν εἰϲ ηϲ γενόμένα.

    ---Τὰ εἰϲ τιϲ ὀνόματα πόλεων πολυϲύλλαβα τῷ α ἢ ο παραληγόμενα βαρύνεται, Κάλλατιϲ πολίχνιον ἐν τῇ παραλίᾳ τοῦ Πόντου. Ϲτράβων ἑβδόμ (p. 318, 319)· ὡϲ κάλαθοϲ εὺρέθη ἐοικὼϲ τοῖϲ θεϲμο φοριακοῖϲ. Ναύκρατιϲ πόλιϲ Αἰγύπτου ἀπὸ Μιληϲίων τότε θαλαϲϲοκρατούντων ὡϲ Ϲτράβων ἑπτακαιδεκάτῃ (p. 801). Ὀνείβατιϲ πόλιϲ Αἰγύπτου Ἑκαταῖοϲ περιηγήϲει Λιβύηϲ. Ἰαγξαύατιϲ πόλιϲ Λιβύων. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἀβοτιϲ πόλιϲ Αἰγύπτου, ὡϲ Ἑκαταῖοϲ. Κράμβοτιϲ πόλιϲ Αἰγύπτου, ἥν Ἐκαταῖoϲ περιηγήϲει Λιβύηϲ Κράμβουτίν φηϲιν.

    Τὰ εἰϲ τιϲ πρὸ τοῦ τιϲ υ ἔχοντα, ϲπάνια ὄντα, τὰ μὲν βαρύνεται, Ϲύρτιϲ, Ξύϲτιϲ πόλιϲ Καρίαϲ. Βέρυτιϲ Τρωϊκὴ πόλιϲ. Ἄφυτιϲ πόλιϲ Θράκηϲ. Θουκυδίδηϲ α′ (64) «ἐξ Ἀφύτιοϲ ὁρμώμενοϲ ». λέγεται καὶ Ἀφυτοϲ καὶ Ἀφύτη. Κάλυτιϲ πόλιϲ Ϲυρίαϲ. Ἡρόδοτοϲ δευτέρᾳ (c. 159) Μάνυτιϲ πόλιϲ Ϲυρίων μεγάλη, ὡϲ Ἑκαταῖοϲ Ἀλϲίᾳ. τὰ δὲ ὀξύνεται, ῥυτίϲ, κυρτίϲ. Καλυτίϲ τὸ ἐθνικόν. Ἀλψυρτίϲ. Ἀλψυρτίδεϲ νῆϲοι πρὸϲ τῷ Ἀδρίᾳ ἀπὸ Ἀψύρτου παιδὸϲ Αἰήτου ἐν μιῷ δολοφονηθέντοϲ ὑπὸ τῆϲ ἀδελφῆϲ Μηδείαϲ.

    Τὰ εἰϲ τιϲ πρὸ αὐτοῦ ψιλὸν ἔχοντα τὰ μὲν βαρύνεται, κλέπτιϲ, ἶκτιϲ ζῷον , λάκτιϲ ἡ τορύνη. τὰ δὲ ὀξύνεται, φλυκτίϲ, πηκτίϲ.

    Τα εἰϲ δύο ττ ϲπάνια ὄντα τὰ μὲν βαρύνεται, Ἄττιϲ, Ζήβυττιϲ πόλιϲ Λιβύηϲ. ξκαταῖοϲ Ἀϲίᾳ. Ἀδράμυττιϲ νῆϲοϲ ἐν τῇ Λυκίᾳ. τὰ δὲ ὀξύνεται, τριοττίϲ, νεοττίϲ.

    Τὰ εἰϲ ϲτιϲ διϲύλλαβα βαρύνεται, εἰ μὴ ὑποκοριϲτικώτερα εἴη, πίϲτιϲ, μνῆϲτιϲ. θέϲτιϲ πόλιϲ Ἀράβων καὶ ἄλλη Λιβύηϲ. τὸ μέντοι κιϲτίϲ ὀξύνεται ὡϲ ὑποκοριϲτικόν. τὸ δὲ Νεϲτίϲ ἡ χώρα ἀπὸ Νέ. ϲτου, πόλεωϲ καὶ ποταμοῦ Ἰλλυρίαϲ, ἐθνικόν ἐϲτιν.

    Ἔτι τὰ εἰϲ ετιϲ ὑπὲρ δύο ϲυλλαβάϲ, εἰ μὴ ἐπίθετα εἴη, προπαροξύνεται, βούβρωϲτιϲ, ἄγρωϲτιϲ, Αὖγωϲτιϲ πόλιϲ Λοκρίδοϲ ἢ τόποϲ ἢ χωρίον ἐντὸϲ τῆϲ πόλεωϲ, ὡϲ ξπαφρόδιτοϲ. ζάγυϲτιϲ χωρίον Λιβύηϲ. Ἀλέξανδροϲ ἐν τρίτῳ ιβυκῶν. ὀξύνεται τὸ Κεραϲτίϲ· οὕτωϲ ἐκαλεῖτο ἡ Κύπροϲ ἀπὸ τοῦ πολλὰϲ ἄκραϲ ἔχειν Λιγυϲτίϲ. Λιγυϲτίδεϲ νῆϲοι αἱ καὶ Ϲτοιχάδεϲ, Λιβυϲτίϲ, Κυρρεϲτίϲ ἡ Ἀθηνᾶ, Γεραιϲτίϲ, Ὀρεϲτίϲ ὡϲ ἐπιθετικά.

    ---Τὰ εἰϲ τιϲ διϲύλλαβα ν πρὸ τοῦ τ ἔχοντα βαρύνεται, Ϲάντιϲ πόλιϲ ἰελτική, Ϲίν τιϲ Θρᾳκικὸν ἔθνοϲ, ὑφ’ ὧν πρῶτον ψκίϲθη ἡ Λῆμνοϲ νῆϲοϲ, ὡϲ Ϲτράβων.

    Τὰ εἰϲ τιϲ πολυϲύλλαβα ν πρὸ τοῦ τ ἔχοντα μὴ παρακείμενα τοῖϲ εἰϲ τῆϲ ὀξύνεται, Προποντίϲ ἡ πρὸ τοῦ Πόντου τοῦ Εὐξείνου θάλαϲϲα καὶ γῆ Βυζαντίων. Ἑλληϲποντίϲ. Ἀβαντίϲ ἡ θὔβοια, ὡϲ. Ἡϲίoδοϲ ἐν Αἰγιμίου β′ περὶ Ἰοῦϲ

  • νήϲῳ ἐν Ἀβαντίδι δίῃ,
  • τὴν πρὶν Ἀβαντίδα κίκληϲκον θεοὶ αἰὲν ἐόντεϲ,
  • τὴν τότ’ ἐπώνυμον θὕβοιαν βοὸϲ ὠνόμαϲεν Ζεύϲ.
  • ἐκλήθη δὲ ἀπὸ Ἄβαντοϲ τοῦ Ἀργείου ἢ τοῦ υἱοῦ Ποϲειδῶνοϲ καὶ Ἀρεθούϲηϲ, ὡϲ Ἀριϲτοκράτηϲ. Ὑαντίϲ. οὕτωϲ πρότερον ἡ Αἰτωλία χώρα ἐκαλεῖτο. Ἀκαμαντίϲ. οὕτωϲ ἐκαλεῖτο ἡ ἰύπροϲ. Παρθένιοϲ δ’ ἐν Αλφροδίτη Ἀκαμαντίδα αὐτήν φηϲιν· ἐκαλεῖτο καὶ φυλὴ Ἀκαμαντίϲ τῆϲ Ἀττικῆϲ, ὡϲ Ϲιμωνίδηϲ. Ἀθαμαντίϲ· οὕτωϲ Τέω πόλιν Ἰωνίαϲ καλεῖ Ἀνακρέων ἀπὸ Ἀθάμαντοϲ, ὅϲ πρῶτον αὐτὴν ἔκτιϲεν. Μεταποντίϲ. οὕτωϲ πρότερον ἐκαλεῖτο Ϲύμη νῆϲοϲ. Γιγαντίϲ. οὕτωϲ τινὲϲ τὴν Ἀρκαδίαν φαϲίν. Ἐλεφαντίϲ. οὕτωϲ Πϲρθένιοϲ Ἐλεφαντίνην νῆϲον Αἰγύπτου φηϲίν. ζυγαντϲ πόλιϲ ιβύηϲ. Ἑκαταῖοϲ Ἀϲίοϲ περιηγήϲει. Ἰπνουντίϲ ἡ Ἥρα, Ὀδομαντίϲ, Ϲιμουντίϲ, Ϲκιλλουντίϲ, Ϲoλουντίϲ, Ταυλαντίϲ, Τευθραντίϲ, Φλιουντίϲ. Τὸ δὲ Ϲάργαντιϲ πόλιϲ Αἰγύπτου Βαρύνεται ὡϲ καὶ Bούναρτιϲ πόλϲ Λἄιβύηϲ ρ παραληγόμενον.

    Τὰ εἰϲ ιϲ θηλυκὰ ἀπὸ τῶν εἰϲ ηϲ ἀρϲενικῶν γινόμενα πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον, ὁ κυνηγέτηϲ ἡ κυνηγἔ τιϲ, ὁ δεϲπότηϲ ἡ δεϲπότιϲ, ἀΐτηϲ, ἀῖτιϲ, ὁ πολίτηϲ ἡ πολῖτιϲ, πολιήτϲ πολιῆτιϲ. Γέτηϲ Γἐτιϲ· οὕτψϲ δὲ ἐκαλεῖτο ἡ γυνὴ τοῦ Φλίππου τοῦ Ἀμύντου, Μακέτηϲ Μακέτιϲ, ἀγρότηϲ ἀγρότι, ἀτροιώτηϲ ἀγροιῶτιϲ, Καϲϲαγέτηϲ Μαϲϲαγέτιϲ καὶ Μαϲϲαγῆ τιϲ, ἴϲωϲ διὰ τὸ μέτρον. πρεϲβύτηϲ πρεϲβῦτιϲ, ἀλείτηϲ ἀλεῖτιϲ, ἀγυιάτηϲ ἀ γυιᾶτιϲ, ὡϲ καὶ τὰ προπύλαια ηοῦ ἀγυιέωϲ ἀγυιάτιδεϲ θεραπεῖαι λέγονται, Αλὐϲονῖτιϲ Λυκόφρων (v. 44) «ὁ τῆϲ θαλάϲϲηϲ Αὐϲονίτιδοϲ μυχούϲ ». Αἰανῖτιϲ διὰ διφθόγγου. Ϲοφοκλῆϲ δὲ Ἀανῖτιν γράφει δίχα τοῦ ι. Ζεφυρῖτιϲ Ἀφροδίτη καὶ Ἀρϲινόη, ὡϲ Καλλίμαχοϲ. Κυκνῖτιϲ ἧϲ ὁ κύκνοϲ ἐβαϲίλευϲε. Ϲοφοκλῆϲ ἐν Πηλεῖ. καὶ ἐν Ποιμέϲι κβοὴν κυκνῖτιν » Ἀϲκαωνῖτιϲ, Nαρβ ωνῖτιϲ, Καρκινῖτιϲ, πόλιϲ Ϲκυθική, Λυχνῖτιϲ Ἀρμενίαϲ χώρα. Μενελαῖτιϲ χώρα Αἰγύπτου, Ποταμῖτιϲ γυνὴ Βήλου ἣ καὶ Ἀερία· οὕτω δ’ ἐκλήθη καὶ ἡ Αἴγυπτοϲ. Πιτανῖτιϲ χώρα καὶ νύμφη. Πορφυρῖτιϲ πόλιϲ Ἀραβίαϲ κατὰ Αἴγυπτον, Προϲωπῖτιϲ πόλιϲ Αἰγύπτου, Ϲκιρῖτιϲ ἡ δωδεκάπολιϲ τῆϲ Κρίαϲ. Ϲφραγῖτιϲ ἐκαλεῖτο ἡ Κύμη Χαλκῖτιϲ νῆοϲ ἐν ἑνδεκάτῳ γεωγραφοιμένων ι πρὸϲ εὗρον ϲτάδια ἑκατὸν δέααοϲ αὐτῇ παράκειται Πιτυώδηϲ καὶ ἄλλη Πρῶτα λεγομένη· ἀπὸ δὲ τόλιν ϲτάδια τεϲϲράκοντα ». ἔϲτι Ἰταλίαϲ· ἔϲτι .καὶ χώρα ἐν Ϲκυτραμωτῖτιϲ. χώρα πληϲίεν τῆϲ εκάτῃ (p. 768) « Γερραῖοι δ’ εἰϲ· αρωνεῖτιϲ, Ϲαλωνεῖτιϲ, ἠερόϲ, Δερεᾶτιϲ Ἄρτεμιϲ, Καρυᾶ, Μαλεᾶτιϲ, Μιδεᾶτιϲ, δυρἅτιϲ, Πιϲἀτιϲ, Πλαταιᾶτιϲ, ocl Trach. 638). Ϲπαρτιᾶτιϲ, Αἰγινῆτιϲ, κωμήτηϲ κωμῆτιϲ, » ὡϲ ἀπὸ Πειρήτηϲ ἀρϲενικοῦ, ρὰ Ϲοφοκλεῖ, Κουρήϲ Κουρῆτιϲ. ιώτηϲ νηϲιῶτιϲ, Ἀδραλιῶτιϲ, αλιῶτιϲ. Μαιώτηϲ ἔθνοϲ Ϲκυθιληθῆναι ἀπὸ τοῦ μαῖαν εἶναι τοῦ Εὐξείνου πόντου. Μαρεῶτιϲ λίμνη. Μαϲϲαλιῶτιϲ, Πελαϲγιῶτιϲ, ῷθιῶτιϲ. χωρὶϲ τῶν ἀπὸ τῆϲ κοίτηϲ καὶ πωλῶ· ταῦτα γὰρ προπαροξύνονται, ἄκοιτιϲ, παράκοιτιϲ, ἀρτόπωλιϲ, λαχανόπωλιϲ, ἀλφιτόπωλιϲ. τὸ μέντοι δολόμητιϲ οὐκ ἔϲτι θηλυκόν, ἀλλὰ καὶ ἀρϲενικόν. καὶ ἴϲωϲ μῆτιϲ ἔγκειται ὡϲ τὸ πολύμητιϲ δολόμητιϲ. καὶ ἔϲτι ϲύνθετον. τὸ Ϲκυθίϲ δὲ διϲυλλαβοῦν ὀξύνεται ὡϲ τὸ Περϲίϲ.

    --- Ἔτι τὰ νομιζόμενα ἀπὸ τῶν εἰϲ η ἀρϲενικῶν γεγενῆϲθαι πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον οἷον ἡ πλευρῖτιϲ, ἡ φρενῖτιϲ, ἡ νεφρῖ τιϲ. ταῦτα ὡϲ ἀπὸ τῶν εἰϲ ηϲ ἀρϲενικῶν δοκοῦϲιν εἰναι ὡϲ ἀπὸ τοῦ ὁ πλευρίτηϲ καὶ ὁ φρενίτηϲ καὶ ὁ νεφρίτηϲ, εἰϲὶ δὲ ὀνόματα νοϲημάτων.

    Τὰ εἰϲ φιϲ διβράχεα ὸξύνεται, ῥα φίϲ, γλυφίϲ, ϲταφίϲ, ϲτροφίϲ. ϲεϲημείωται τὸ ὄφιϲ. εἰ δὲ ἡ παραλήγουϲα εἴη φύϲει ἢ θέϲει μακρὰ ἐν διϲυλλάβοιϲ παροξύνεται ἡ προπεριϲπᾶται, ἰφιϲ, Μέμφιϲ η διασημοτάτη Αιγύπτου μητρόπολις. το δε Κηφία ως εθνικόν οξύ νεται, ώς και Δελφίς.

    Τα είς, φις υπέρ δύο συλλαβάς οξύνεται, ει μη κύρια είη, άστα- φία, κροταφίο, ελαφία. Κερκαφία : Κερκαφίδες δε από Κερκάφου αι Ρόδιαι γυναίκες. και' Ακραιφία λίμνη ως εθνικά. το δε Όνουφιο ως κύριον προπαροξύνεται και Μώμεμφιο. Ἡρόδοτος δευτέρα (c. 163). Πάρεμφισ' είci δε πόλεις Αιγύπτου.

    Τα εις χις οξύνεται, ει μη ονόματα πόλεων ή νήσων είη, Κολχίο. Αντιοχίς ή μήτηρ του Αντιόχου και εθνικόν της πόλεως Αντιοχείας και φυλής όνομα, παννυχία, Τραχίο πόλις Θεσσαλίας υπό την Οίτης υπό Ηρακλέους κτισθείσα και ονομασθείσα ούτως διά την τραχύτητα. Δουλιχίο, Ερυοιχία το δε ράχια και έχεις ζεσημείωται. το μέν του Ζούχις πόλις Λιβύης περί την Cύρτιν. Сτράβων επτακαιδεκάτω (p. 834). Tρήχιο πόλις Αιγύπτου, Βήχιο πόλις Αιγύπτου η πρότε ρον Mέτηλις. Βωγχια πόλις Αιθιοπίας προς το τρίτο καταρράκτη. Ξούχια πόλις Λιβύης. 'Αρτεμίδωρος. Ατάρβηχιο πόλις εν τη Προσω πίτιδι νήσω, Τεύωχιο πόλις Aίγυπτία. έστι και λιμήν ομώνυμος. Ύδελχιο: επί πόλεων και νήσων.

    Τα εις ισ θηλυκά επί τέλους έχοντα τον τόνον και εις α ποιούντα την αιτιατικήν οξύνονται, ρανίο, κρηπίο, κνημίς, αψία.

    Ει δε εις ιν έχουσι την αιτιατικήν, περισπώνται, Βενείο, Μολία, Τοτίο, Αταργατιο.