De prosodia catholica
Aelius Herodianus
Aelius Herodianus. Grammatici Graeci, Pars 3, Vol. 1. Lentz, August, editor. Leipzig: Teubner, 1867.
Περὶ ἐπιρρημάτων.
Τῶν ἐπιρρημάτων τὰ μὲν ἀπὸ πτωτικῶν ϲύνταξιν ἐπιρρηματικὴν μετῆλθον, τὰ δὲ θεματικά εἰϲιν.
Τὰ ἐπιρρήματα ἀπὸ παϲῶν τῶν πτώϲεων γίνεται. πολλὰ μὲν οὖν ἐπιρρήματα ὁμοφωνοῦϲι τῇ εὐθείᾳ τῶν ἑνικῶν οὐδετέρων « ψεύϲομαι
ἢ ἔτυμον ἐρέω » (Κ 534, δ 140), « ἠὲ νέον μεθέπειϲ » (α 175), « νέον δ’ ἀπέληγεν ἐδωδῆϲ » (Ω 475), « οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάαϲθαι » (Ρ 19), « Ἕκτωρ δ’ ἐχάρη μέγα μῦθον ἀκούϲαϲ » (Γ 76), « οὐ μὲν καλὸν ἀτέμβειν » (Od. φ 312), « δείδω μὴ καὶ τεῖχοϲ ὑπέρμορον ἐξαλαπάξῃ (Υ 30), « ὡϲ καὶ νῦν Αἴγιϲθοϲ ὑπέρμορον » (α 34)· δύναται δὲ ταῦτα καὶ κατὰ διάλυϲιν ἀναγινώϲκεϲθαι ὁμοίωϲ τῷ « μὴ καὶ ὑπὲρ μοῖραν Ἄϊδοϲ » (Υ 336). πολλὰ δὲ καὶ τῇ εὐθείᾳ τῶν πληθυντικῶν οὐδετέρων « ἤ μευ καλὰ πατὴρ ὡϲ κήδεαι » (Od. ρ 397), « οὐ μὲν καλὰ χόλον τόνδ’ ἔνθεο » (ll. Ζ 326), « δεῖξ’ ἐνδέξια πᾶϲιν » (Η 184), « ἔνθα κεν Ἀργείοιϲιν ὑπέρμορα νόϲτοϲ ἐτύχθη » (Β 155), « πυκνὰ μάλα ϲτενάχοντα » (Θ 417), « πύκα ποιητοῖο » (Ϲ 608) μὴ φυλάξαν τὴν φωνὴν τοῦ ὀνόματοϲ, ἀλλὰ ἀποβολῇ τοῦ ν̄ πεποιηκὸϲ βαρύτονον· ὠκέα ὦκα, ϲαφέα ϲάφα, κρατέα κράτα καὶ ἐν ὑπερθέϲει κάρτα, ἀντία οἷον « ἀντί’ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουϲα » (Il. Γ 425) καὶ ἄντα, καὶ τούτων ἀνεβιβάϲθη ὁ τόνοϲ μετὰ τὴν ὑπεξαίρεϲιν τοῦ ε̄ ἢ τοῦ ῑ. τὸ δὲ θαμά ὀξότονον ἀπὸ θαμόϲ ὀξυτόνου. « καλλιγραφεῖϲ καὶ ταχύτατα διαλέγῃ ». ἀπὸ τοῦ ἐτεόν ὀξυτόνου « ἀλλ’ ἐτεὸν μὲν ἐοικότεϲ » καὶ ἐτεά. καὶ ἀπὸ τοῦ ἐτόϲ πάλιν ὀξυτόνου ἐτά ὀξυτόνωϲ, ὡϲ « ἐτὰ Τημενίδεω χρύϲεον γένοϲ » καὶ ἐπὶ πάντων ὁμοίωϲ.Τὰ εἰϲ ή μετὰ τοῦ ι, εἰ ἀπὸ δοτικῶν εἴη μηδὲ θαυμαϲτικά, ἢ βαρύνεται ἢ περιϲπᾶται, οὐδέποτε δὲ ὀξύνεται. περιϲπᾶται μὲν διπλῇ καὶ τριπλῇ, πεζῇ, πῇ, ὁμαρτη καὶ ἁμαρτῇ, κομιδῇ, διχῇ, τριχῇ, τετραχῇ, ἀλλαχῇ, μοναχῇ, ἡϲυχῇ, ὁμῇ, ϲιωπῇ, ἐνωπῇ. βαρύνεται δὲ πάντῃ, ἄλλῃ, ταύτῃ· τοιοῦτόν ἐϲτι καὶ τὸ ἀμηγέπῃ παρ' 'Αττικoῖc. τὸ ἤδη τῶν βαρυτονουμένων χωρὶϲ τοῦ ι̅ γράφεται καὶ τὸ νῦν δή, ὅτε ϲημαίνει τὸ πρὸ ὀλίγου «οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος» (ω 260), ἐϲτὶ ϲύνθετον ὡϲ καὶ τὸ δηλαδή ὀξυνόμενον. τὸ δὲ μή ἀπαγορευτικὸν καὶ νή καὶ ἥ ἀντὶ τοῦ ὡϲ καὶ φή «φὴ νέοϲ οὐκ ἀπάλαμνοϲ» χωρὶϲ τοῦ γράφεται καὶ ὀξύνεται. καὶ τὰ καθαρεύοντα μὴ δηλοῦντα χρόνον ὀξύνεται οἷον ἰή ὠή ίωή. ὥστε λοιπὸν εἴ τι εἰϲ η̅ λήγει καὶ ἐπὶ τέλει τὸν τόνον ἔχει, τοῦτο καὶ περιϲπᾶται καὶ τὸ ι̅ ἔχει προϲγεγραμμένον.
Καὶ τὸ ἰδίᾳ δὲ καὶ δημοϲίᾳ ἀπὸ δοτικῆϲ γέγονε· καὶ τὸ κατωκάρᾳ παρ' Ἀθηναίοιϲ «κατωκάρᾳ ῥίψαϲ με βουκολήϲεται» (Arist. Ρac. 153) ἐπίρρημά ἐϲτι ϲύνθετον καὶ ϲὺν τῷ ι̅ γράφεται. τὸ ἁμᾷ οἱ Δωριεῖϲ περιϲπῶϲι καὶ τὸ παντᾷ ὥϲπερ καὶ τὸ κρυφᾷ παρά Πινδάρῷ (Olymp. I 75)· τοιοῦτόν δέ ἐϲτι καὶ τὸ ἁμᾷ (Pyth. III 65) ἀπὸ τοῦ ἁμῇ γινόμενον. ζητεῖται δὲ ἐν τῷ περιϲπωμένῳ ἁμᾷ, εἰ προϲτεθήϲεται τὸ ι̅.
Ἔϲτι δέ τινα καὶ παρ’ αἰτιατικῆϲ γεγονότα, οἷον τὸ πέραν καὶ πέρην « ἀλλ’ ὅϲοι ναίουϲι πέρην » (Β 535) καὶ μετὰ προθέϲεωϲ « ἀντιπέραν λεύϲϲοϲα πυρὸς ϲέλαϲ » καὶ ἀπὸ δοτικῆϲ « ἐπίϲχεϲ αὐτοῦ, μὴ πέρᾳ προβῇϲ λόγου » Κρατῖνοϲ ἐν Εὐνείδαιϲ. καὶ τὸ πρῴην δὲ παρ’ αἰτιατικην ϲχηματίζουϲι — ἐκ τῆϲ πρό προθέϲεωϲ γέγονε προΐα, ἐξ οὗ καὶ ἡ αἰτιατικὴ προΐαν καὶ ἐκτάϲει τοῦ ο̄ εἰϲ ω̄ πρωιαν καὶ Ἰωνικῶϲ πρωΐην καὶ κατὰ ϲυναίρεϲιν τοῦ ω̄ καὶ τοῦ ῑ εἰϲ τὴν ̄ῳ δίφθογγον πρῴην — « τῇδε πρῴαν » καὶ τὸ « ἀκὴν ἐγένοντο ϲιωπῇ » (Il. Γ 95) καὶ « ἀκμήν τοι βρύα τῆμοϲ ἐπὶ ϲτήθεϲϲι κέχυνται ». ὡϲ παρὰ ἀεικέϲ ὄνομα ὀξύτονον ἐπίρρημα τὸ « οὔ οἱ ἀεικὲϲ ἀμυνομένῳ περὶ πάτρηϲ τεθνάμεν (Ο 496) καὶ τὸ « ἐπιεικὲϲ ὀπυιέμεν ἐϲτὶν ἑκάϲτῳ (β 207) καὶ τὸ « ὗε δ’ ἄρα Ζεὺϲ ϲυνεχέϲ » (Μ 25) ἀτρεκέϲ, διαμπερέϲ, οὕτωϲ ἔδει καὶ παρὰ τὸ ἀληθέϲ ὄνομα τὸ ἐπίρρημα ὀξύνεϲθαι. ἀλλὰ καὶ παρ’ Ἀθηναίοιϲ διαϲτολῆϲ ἔτυχεν καὶ ἐπὶ μὲν τοῦ ὀνόματοϲ ὀξύνεται, ἐπὶ δὲ τοῦ ἐπιρρήματοϲ βαρύνεται· « ἄληθεϲ, ὦ παῖ τῆϲ ἀρουραίαϲ θεᾶϲ; » Ἀριϲτοφάνηϲ Βατράχοιϲ (840) καὶ ἐν Νεφέλαιϲ (840) « τί δ’ ἂν παρ’ ἐκείνων καὶ μάθοι χρηϲτόϲ τιϲ ἄν; ἄληθεϲ; ὅϲα περ ἔϲτ’ ἐν ἀνθρώποιϲ ϲοφά ». τοιοῦτό ἐϲτι καὶ τὸ ἐπιτηδέϲ ὀξυνόμενον, ἐπιρρηματικῶϲ προπαροξυνόμενον. καὶ τὸ αὐτοετέϲ ὁμοίωϲ. καὶ τὸ χάριεν δὲ παρ’ αὐτοῖϲ προπαροξυνόμενον, ὅτε καὶ ἐπιρρηματικῶϲ λέγεται· ὄνομα δὲ ὂν παροξύνεται. καὶ τὸ ϲφόδρα βαρύνεται ἐπίρρημα ὄν, καὶ τὸ ἠρέμα παροξύνεται, ἐπίρρημα ὄν, δέον προπαροξύνεϲθαι ὡϲ τὸ ᾕϲυχα, πλὴν εἰ μὴ παρὰ τὸ ἠρεμῶ γέγονεν ὡϲ ἀτρεμῶ ἀτρέμα, ϲιγῶ ϲῖγα, ἀντῶ ἄντα· τό τε ἡϲυχῇ περιϲπᾶται παραλόγωϲ, εἰ μὴ ϲυνεξέδραμε τοῖϲ εἰϲ χ̄ῃ̄ ἐπιρρήμαϲι περι
ϲπωμένοιϲ, τριχῇ, τετραχῇ, πενταχῇ. καὶ τὸ αὐθημερόν ὀξύνεται ἀπὸ τοῦ αὐθήμεροϲ προπαροξυνομένου. ἔϲτι τινὰ ϲύνθετα ἀναβιβάζοντα τὸν τόνον ὡϲ τὸ παντάπαϲι, πάμπαν. τὰ παρὰ τὸ ἧμαρ ϲυντιθέμενα φυλάττει τοῦ ἁπλοῦ τὸν τόνον, αὐτῆμαρ, ἐννῆμαρ, ἑξῆμαρ, ποϲϲῆμαρ. τὰ μὲν οὖν ἐξ ὀνομάτων γενόμενα ἐπιρρήματα τοιαῦτά ἐϲτι. λοιπὸν καὶ περὶ τῶν θεματικῶν λεκτέον.Πᾶν μονοϲύλλαβον ἐπίρρημα, εἰ μὲν ἔχει φύϲει βραχεῖαν, δῆλον ὡϲ ὀξύνεται, πάξ, μάψ, λάξ, χθέϲ, ἄψ, δάξ παρὰ τὸ δήκω, ὅπερ καὶ ὀδάξ λέγεται, μίξ, πύξ, πρίν, δίϲ, τρίϲ, ψό παρὰ τῷ Ϲοφοκλεῖ ἐν ποιμέϲι μόνον εἰϲ ο̄ λῆγον ἐπίρρημα, καὶ εἴτι ὅμοιον. Τούτοιϲ ὁμοίωϲ ὀξύνεται καὶ τὰ ἐπιτατικὰ καὶ ϲτερητικὰ μόρια, ζά, δά, δύϲ, νό, νέ, νή, ἐρί, ἀρί, ἃ οὐδέποτε καθ’ αὐτὰ λέγονται, ἀλλ’ ἐν ϲυνθέϲει. τῶν δὲ μακρὰν ἐχόντων φύϲει τὰ μὲν περιϲπᾶται, τὰ δὲ ὀξύνεται. τὰ πυϲματικὰ περιϲπᾶται, πῇ, ποῦ, πῶϲ. ταῦτα δὲ ἀοριϲτούμενα ἐγκλίνεται· οὔ πωϲ ἐϲτ’ Ἀγέλαε » (χ 136), « ἀλλά που ἄλλῃ », « οὐ γάρ πω τοιούτουϲ ἴδον » (Α 262). τὸ δὲ πῶ ϲυνταϲϲόμενον τῇ οὐ ἀποφάϲει καὶ τῇ μή ἀπαγορεύϲει ὑπιϲχνεῖται τὸ μετὰ ταῦτα γίνεϲθαι τὸ ϲυνταϲϲόμενον αὐτοῖϲ πρᾶγμα, οἷον οὔπω ἔφαγον, οὔπω ἐδείπνηϲα· μέλλων γάρ τιϲ δειπνεῖν τοῦτο ἀποφαίνεται. τὸ γὰρ οὐ δειπνῶ ἀπόφαϲιν
ὑπιϲχνεῖται τελείαν, τὸ δὲ οὔπω δειπνῶ τὸ μέλλον ὑπιϲχνεῖται. ἀνταποδοτικὰ δὲ ταῦτα γινόμενα μεταβάλλει τὸν τόνον, ὅπωϲ, ὅπῃ, ὅποι, ὅπου. ἐκ δὲ τοῦ πω καὶ τοῦ μάλα τὸ πώμαλα προπαροξύνουϲιν Ἀθηναῖοι καὶ ἔτι τὸ πώποτε ἐκ τοῦ πω καὶ τοῦ ποτέ. τὸ δὲ πῶϲ ποτε περιϲπᾶται.Τὰ ἔχοντα δίχρονον ἐκτεταμένον περιϲπᾶται, « ἆ δειλὲ πάντων » « ἆ γῆραϲ » καὶ τὸ βᾶ ἐν τῇ ϲυνηθείᾳ παρὰ ἀρχαίοιϲ ἔκπληξιν δηλοῦν, καὶ νῦν χρονικόν, γρῦ, μῦ, κρῖ καὶ εἴ τι ὅμοιον. ὁπότε δὲ ϲυϲτέλλεται, ὀξύνεται, μά, μύ τὸ θρηνητικόν. τὸ δὲ αἴ ὀξύνεται ὡϲ ἔχον τὸ ῑ.
Τὰ μέντοι τὸ η̄ ἔχοντα μονοϲύλλαβα μὴ προϲκειμένου τοῦ ῑ ὀξύνεται ὡϲ καὶ ἤδη εἶπον, νή, μή, πλήν καὶ τὸ δήν καὶ τὸ ἥ ἰϲοδυναμοῦν τῷ ὡϲ « ἥ θέμιϲ ἐϲτί » ( Β 37), φή ἀντὶ τοῦ καθάπερ « φὴ νέοϲ οὐκ ἀπάλαμνοϲ ». τὸ δὲ ᾗ ἀντὶ τοῦ ὅπου καὶ ἀντὶ τοῦ καθά τοῦ ῑ προϲκειμένου περιϲπᾶται ὡϲ καὶ τὸ πῇ τὸ ἐρωτηματικὸν καὶ αὐτὸ ϲὺν τῷ ῑ καὶ τὸ κῇ ἀντὶ τοῦ ἐκεῖ τροπῇ τῆϲ εἰ διφθόγγου εἰϲ ῃ Αἰολικῶϲ καὶ βῆ μίμημα φωνῆϲ ἀλόγου ἰϲοδυναμοῦν τῷ βληχᾶϲθαι.
Τὰ ἔχοντα τὸ ω̄ ὀξύνεται καὶ περιϲπᾶται· τὸ τώϲ ἀνταποδοτικόν « τὼϲ δέ ϲ’ ἀπεχθήρω » (Γ 415). τὸ τώ, ὅτε τὸ διό ϲημαίνει « τὼ οὐκ
ἂν βαϲιλῆαϲ » (Β 250). τὸ ὥϲ ἀεὶ ὀξύνεται, κἂν ἐν ἀρχῇ κἂν ἐν μέϲῳ κἂν ἐν τέλει ᾗ, πλὴν μόνον ὅτε ϲημαίνει τὸ οὕτωϲ, ὁπότε γε ὑποτάϲϲοιτο ϲυνδέϲμῳ, ὡϲ Ἀρίϲταρχοϲ καὶ Τυραννίων, ἢ ὡϲ ἐγὼ ἡγοῦμαι τὸ ὅμωϲ. τότε γὰρ περιϲπᾶται. ὀξύνεται μὲν ἐν ἀρχῇ οὕτωϲ « ὣϲ δὲ λέων ἐχάρη (Γ 23) κοιμιζομένηϲ ἐν τούτῳ τῆϲ ὀξείαϲ διὰ τὸ μὴ εἶναι τὸ δέ ἐγκλιτικόν. καὶ ἐν μέϲῳ « ὣϲ ἀεὶ τὸν ὁμοῖον ἄγει ὣϲ τὸν ὁμοῖον » (ρ 218) « τὼϲ δέ ϲ’ ἀπεχθήρω, ὣϲ νῦν ἔκπαγλα φίληϲα » (Γ 415) καὶ ἐν τέλει « Τρῶεϲ μὲν κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴϲαν ὄρνιθεϲ ὥϲ » (Γ 2). τοῦ δὲ περιϲπωμένου, ὅτε δηλοῖ τὸ ὅμωϲ « ἀλλὰ καὶ ὡϲ ἐθέλω δόμεναι πάλιν, εἰ τόγ’ ἄμεινον » (Α 116) « ἀλλὰ καὶ ὧϲ ἱππεῦϲι μετέπρεπον ἡμετέροιϲιν — καὶ πεζόϲ περ ἐών, ἐπεὶ ὣϲ ἄγε νεῖκοϲ Ἀθήνη » (Λ 720 et 721), τὸ μὲν πρότερον ὧϲ περιϲπωμένωϲ, τὸ δὲ ἕτερον κατ’ ἔγκλιϲιν, ἐπειδήπερ τὸ μεταφραϲτικὸν αὐτοῦ ἐϲτιν, ἐπεὶ οὕτωϲ ἦγε τὸ νεῖ κοϲ Ἀθήνη. « ἀλλὰ καὶ ὧϲ ἱππεῦϲι μετέϲϲομαι » (Δ 322) « ἐμὲ δ’ οὐδ’ ὧϲ θυμὸϲ ἀνῆκεν».Καὶ τὸ ὦ κλητικὸν περιϲπᾶται « ὦ ἄνθρωπε ». ὅτε δὲ ϲχετλιαϲτικόν, ὀξύνεται « ὢ τί ϲ’ εἴπω » (Ar. Nub. 1378) καὶ ὅτε προϲγράφεται αὐτῷ τὸ ῑ καὶ ταὐτὸν ϲημαίνει τῷ ὥϲπερ « ἀλλ’ ἔχον ὥτε τάλαντα γυνὴ χερνῆτιϲ ἀληθήϲ » (Μ 433) καὶ ᾥπερ· γίνεται δὲ οὕτωϲ· ὡϲείτε καὶ ὡϲείπερ καὶ ἀποβολῇ τοῦ ϲ̄ καὶ κράϲει τοῦ ω̄ καὶ ε̄ εἰϲ τὴν ῳ̄ δίφθογγον διὰ τὴν τοῦ ῑ ϲυναίρεϲιν ᾥτε καὶ ᾥπερ.
Τὸ μέντοι πρῴ μονοϲύλλαβον παρ’ Ἀττικοῖϲ ὀξύνεται, ἐπεὶ ἐκ τοῦ πρωΐ διϲυλλάβου ὀξυνομένου κατὰ ϲυναίρεϲιν γέγονε. τὸ δὲ πρῴν περιϲπᾶται « οὐ πρῴν μὲν ἡμῖν ὁ τραγῳδὸϲ ἤγειρεν » (Callim. chol. fr. 18 Mein.), ἐπεὶ ἐκ τοῦ πρῶϊν.
Τὰ ἔχοντα τὴν ο̄ῑ δίφθογγον ἢ τὴν ε̄ῑ περιϲπᾶται. Ἀριϲτοφάνηϲ ἐν Βατράχοιϲ (199) « ἵζω ’πὶ κώπην, οἷπερ ἐκέλευϲάϲ με ϲύ ». ποῖ, εἷ « εἷ τὰ τῶν χοιραγχᾶν ». Ϲώφρων. « πεῖ γὰρ ἀ ἄϲφαλτοϲ ». κεῖ παρὰ Ἀρχιλόχῳ. ὅτε δὲ ἐπίρρημά ἐϲτιν εὐκτικόν, τὸ εἴ ὀξύνεται ὁμοίωϲ τῷ ϲυνδέϲμῳ « εἴγ’ ὤφελεϲ ». τὸ γὰρ ϲτοιχεῖον περιϲπᾶται. καὶ τὸ φνεί παρ’ Ἀριϲτοφάνει· ἔϲτι δὲ μίμημα φωνῆϲ ὀρνέου. καὶ πάντα ὅϲα εἰϲ τὴν διὰ τοῦ ῡ δίφθογγον περιϲπᾶται, εὖ, φεῦ, ποῦ, οὗ τὸ δαϲυνόμενον. κἂν ὑπὲρ μίαν ϲυλλαβὴν εἴη, ὁμοίωϲ περιϲπᾶται πλὴν τῶν ἀναφορικῶν, αὐτοῦ, τηλοῦ, ἀγχοῦ, πανταχοῦ, ἀλλαχοῦ, ὁμοῦ καὶ τὰ λοιπὰ πάντα. ϲημειωτέον ἰδού ἰού καὶ οὐ ἀρνητικόν. ταῦτα γὰρ
ὀξύνεται. τὰ δὲ ἀναφορικὰ βαρύνεται, ὅπου, ὅκου. καὶ τὸ βαύ κατὰ μίμηϲιν κυνὸϲ ὀξύνεται « βαὺ βαὺ καὶ κυνὸϲ φωνὴν ἱείϲ ». ἐξ οὗ καὶ τὸ βαύζω ῥῆμα.Τὰ τὴν ᾱῑ δίφθογγον ἔχοντα ὀξύνεται, οἷον αἴ τάλαϲ καὶ αἴ τὸ εὐκτικόν, ὅπερ ἀπὸ τοῦ εἴ γέγονε Δωρικῇ τροπῇ τοῦ ε̄ εἰϲ ᾱ ὡϲ κύπειρον κύπαιρον, καὶ τὸ ναί ϲυγκαταθέϲεωϲ.
Ταῦτά ἐϲτι μονοϲύλλαβα.
Οὐδὲν τῶν ὑπὲρ μίαν ϲυλλαβὴν εἰϲ ᾱ ληγόντων ἐπιρρημάτων περιϲπᾶται, ἀλλὰ ὀξύνεται, ὡϲ τὸ ἀναφανδά, τριχθά, δηθά ἢ βαρύνεται ὡϲ τὸ αἶψα, ἤλιθα, αὐτίκα.
Τὰ εἰϲ ᾱ διϲύλλαβα, ὑπεϲταλμένων τῶν εἰϲ δ̄ᾱ καὶ θ̄ᾱ, βαρύνεϲθαι θέλει, ῥέα ῥεῖα, ϲάφα, μίγα, ὅπερ μίγδα λέγεται, ἅμα, κάρτα, τέττα, ἔμπα, ὅπερ καὶ ϲύνδεϲμόϲ ἐϲτιν, αἶψα, ὦκα, ἦκα, οἷα ἀντὶ τοῦ καθά, εἷα τὸ παρακελευϲτικὸν ἐπίρρημα, ὄκκα τὸ ὅτε παρ’ Ἀλκμᾶνι. καὶ τὸ τρόπα δὲ ὀφείλει βαρύνεϲθαι, ἔϲτι δὲ παιδιά· τινὲϲ δὲ ὤξυναν. ϲυντιθέμενα δὲ διϲύλλαβα προπαροξύνεται, ἄναντα, πάραντα. τὰ εἰϲ δ̄ᾱ ἐπὶ παιδιᾶϲ κείμενα, παραληγόμενα τῷ ῑ καὶ ν̄ παροξύνεται, βαϲιλίνδα, χυτρίνδα, φαινίνδα, ὀϲτρακίνδα, μυῖνδα ἀπὸ τοῦ μύειν τοὺϲ ὀφθαλμοὺϲ καὶ ἐρωτώμενον λέγειν τίνα τάδε καὶ πόϲα τάδε, ἔϲτ’ ἂν ἐπιτύχῃ, δραπετίνδα, ποϲίνδα, ἐπαιτίνδα, ξιφίνδα, δαληκίνδα, φυγίνδα. τὸ ϲκαπέρδα ἐπὶ παιδιᾶϲ μὲν κεῖται, ὄνομα δέ ἐϲτι καὶ οὐκ ἐπίρρημα. τὰ δὲ λοιπὰ τῶν εἰϲ δᾶ ὀξύνεται, χωρὶϲ εἰ μὴ πρὸ τοῦ δ̄ ἕν τι τῶν μέϲων, ἀναφανδά, καναχηδά, παμπηδά,
ἀποκριδά. τὸ δὲ κρύβδα καὶ μίγδα πρὸ τοῦ δ ̄ α ̄ μέϲον ἔχουϲι τὸ β̄ καὶ γ̄. τὸ χύδα οἱ μὲν ὤξυναν, οἱ δὲ ἐβάρυναν, ὅπερ καὶ ἐπεκράτηϲεν. τὰ εἰϲ θ ̄α ̄, εἰ μὲν πρὸ τοῦ θ̄ τὸ χ̄, ὀξύνετάι, τριχθά, τετραχθά. εἰ δὲ μὴ ἔχῃ, βαρύνεται, ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα προπαροξύνεται, ὑπεϲταλμένου τοῦ ἐνταῦθα προπεριϲπωμένου, ἔνθα, πρόϲθα, πάροιθα, ἄτερθα, ὄπιϲθα, ὔπιϲθα, ἤλιθα, ὕπαιθα « ὁ δ’ ὕπαιθα λιάϲθη » (Ο 520), μίνυνθα. τὰ εἰϲ χ̄ᾱ λήγοντα ἐπὶ ποϲότητοϲ βαρύνεται, δίχα « δίχα δέ ϲφιν ἥνδανε βουλή » (Ϲ 510), τρίχα· τὸ « διὰ τρίχα κοϲμηθέντεϲ » (Β 655) οὐ ϲύνθετον. ἔμελλε γὰρ προπαροξύνεϲθαι ὡϲ διάνδιχα, ἀλλ’ ἔϲτι τὸ ἑξῆϲ διακοϲμηθέντεϲ τρίχα. τὰ γὰρ ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται, τέτραχα, πένταχα, ἕξαχα. τὰ διὰ τοῦ δ ̄ε ̄ι ̄α ̄ δίφθογγον ἔχοντα ὑπὲρ δύο ϲυλλαβὰϲ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, διχάδεια, τροπάδεια, ἐγκρικάδεια, καταλοφάδεια « βῆν δὲ καταλοφάδεια φέρων » (Od. κ 169), κρυφάδεια. τὰ εἰϲ ᾱ λήγοντα, ὅτε δικαταληκτοῦντα καὶ εἰϲ ϲύμφωνον λήγει, πρὸ μιᾶϲ ἔχει τὸν τόνον, ἀτρέμα καὶ ἀτρέμαϲ, ἠρέμα καὶ ἠρέμαϲ, ὑπόδρα καὶ ὑποδράξ λέγεται, χωρὶϲ δὲ τοῦ ξ̄ παροξύνεται. καὶ τὰ εἰϲ κ̄ᾱ τῷ ι ̄ παραληγόμενα πρὸ μιᾶϲ ἔχει τὸν τόνον, κἂν ἁπλᾶ ᾖ κἂν ϲύνθετα, αὐτίκα, παραυτίκα, ἡνίκα, πηνίκα, ὁπηνίκα.Τὰ εἰϲ τ̄ε̄ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ πάντα προπαροξύνεται, ἄλλοτε, ἐνίοτε, ἑκάϲτοτε, ἔκτοτε. μόνον τὸ ἠΰτε πρὸ μιᾶϲ ἔχει τὸν τόνον· τὸ δὲ αἴτιον, ὅτι μόνον τῷ ῡ παραλήγεται, τὰ γὰρ ἄλλα ο̄. τὰ δὲ διϲύλλαβα μὴ ἔχοντα τὸ τ̄ πρὸ τοῦ ε̄ καὶ αὐτὰ βαρύνεται, ὑπεϲταλμένων ὀλίγων, τῆλε, πόϲε, κεῖϲε, ὧδε, βάλε. τὸ δὲ εἴθε
καὶ αἴθε βαρύνεται μέν, οὐ περιϲπᾶται δὲ ὡϲ τὸ τῆλε καὶ ὧδε, ἀλλὰ παροξύνεται, ὅτι περιττή ἐϲτιν ἡ θ̄ε̄ ϲυλλαβή. τὸ μέντοι ὀψέ ὀξύνεται· ἔϲτι δὲ μόνον εἰϲ ψ̄ε̄ λῆγον ἐπίρρημα, ὅπερ ἐν ϲυνθέϲει φιλεῖ τρέπειν τὸ ε̄ εἰϲ ῑ· διὸ τὸ « ὀψὲ δύων » (Φ 232) ἐν δυϲὶ μέρεϲι λόγου· εἰ γὰρ ἦν ϲύνθετον, διὰ τοῦ ῑ ἐγράφετο ὀψιδύων ὡϲ ὀψιμαθήϲ, ὀψιτέλεϲτον. οὕτωϲ δὲ καὶ τὸ « ὀψὲ δύοντα Βοώτην » (ε 272). ἤδη μέντοι Αἰολεῖϲ καὶ ἐν ἁπλῇ προφορᾷ διὰ τοῦ ῑ αὐτὸ ἀποφαίνονται « ὄψι γὰρ ἄρξατο ». καὶ τὸ αἰέ ὀξύνεται, ὃ χωρὶϲ τοῦ ν̄ καὶ μετὰ τοῦ ν̄ λέγεται. δωδεκαχῶϲ δὲ λέγεται ἀεί τὸ ἐπίρρημα. αἰεί αἰέν. παρὰ Δωριεῦϲιν· παρὰ δὲ Ἀττικοῖϲ κατὰ ϲυϲτολὴν τοῦ ᾱ ἀεί. ἀλλὰ καὶ κατ’ ἔκταϲιν τοῦ ᾱ ἀεί. παρὰ δὲ Αἰολεῦϲιν τῆϲ ἀρχούϲηϲ ἐχούϲηϲ τὴν ᾱῑ δίφθογγον, τοῦ δὲ τέλουϲ τὸ ῑ ϲυϲτελλόμενον βαρυτόνωϲ αἶι· λέγεται δὲ παρ’ αὐτοῖϲ καὶ ϲὺν τῷ ν̄ αἶιν. γίνεται δὲ παρ’ αὐτοῖϲ καὶ κατὰ ϲυϲτολὴν τῆϲ ἀρχούϲηϲ ἄϊν καὶ ἀποβολῇ τοῦ ν̄ ἄϊ βαρυτόνωϲ. Λάκωνεϲ δὲ αἰέϲ φαϲίν. λέγεται δὲ καὶ αἰέ δίχα τοῦ ν̄ καὶ τοῦ ϲ̄ διὰ τῆϲ ᾱῑ διφθόγγου κατ’ ἀρχὴν καὶ διὰ τοῦ ε̄ κατὰ τὸ τέλοϲ. Βοιωτοὶ δὲ ἠΐ διὰ τοῦ ἤ καὶ μακροῦ τοῦ ῑ κατὰ τὴν λήγουϲαν· λέγεται δὲ καὶ αἰή διὰ τοῦ η̄ παρὰ Ταραντίνοιϲ φυλαττομένηϲ τῆϲ κατ’ ἀρχὴν ᾱῑ διφθόγγου τροπῇ τῆϲ ε̄ῑ διφθόγγου εἰϲ η̄. — τὰ δὲ ἔχοντα τὸ τ̄, πυϲματικὰ μὲν ὄντα ἢ ἀνταποδοτικὰ ἢ ἀναφορικά, βαρύνεται, πότε, τότε, ὅτε, εὖτε, ὃ ἐκ τοῦ ὅτε καὶ πλεοναϲμῷ τοῦ ε̄ καὶ κράϲει τοῦ ε̄ο̄ εἰϲ τὴν ε̄ῡ δίφθογγον Δωρικῶϲ γίνεται. ἀόριϲτα δὲ ὀξύνεται καὶ ἐγκλίνεται, ὡϲ τὸ « ὣϲ Ἕκτωρ ὁτὲ μὲν μετὰ πρώτοιϲι φάνεϲκεν » (Il. Λ 64) ὀξυτόνωϲ δεῖ ἀναγινώϲκεϲθαι.Τὰ εἰϲ δ̄ε̄ ἐπιρρήματα, τὴν εἰϲ τόπον ϲχέϲιν ϲημαίνοντα, τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, οἴκαδε, ἄγραδε, ἅλαδε, Παλλήναδε, φύγαδε « ὁ μὲν φύγαδ’ αὖθιϲ ὑποϲτρέψαϲ » (Λ 446), ὃ ἰϲοδυναμεῖ τῷ εἰϲ φυγήν, οὐ μὴν τὸ « τοὺϲ ἕλεν, οἱ δ’ ἄλλοι φύγαδε μνώοντο(Π 697) ἀντὶ γὰρ αἰτιατικῆϲ οὐ μετὰ τῆϲ εἰϲ, διὸ καί τινεϲ ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου εἰϲίν, ἤτοι κατὰ μεταπλαϲμὸν γενομένηϲ τῆϲ αἰτιατικῆϲ ποιητικῶϲ ὡϲ ϲκέπην ϲκέπα, φυγήν φυγα, ἢ ὡϲ οἴεται ὁ Ἀϲκαλωνίτηϲ ἀπ’ εὐθείαϲ τῆϲ φύξ, ὡϲ Ϲτύξ Ϲτύγα, τοῦ δ ̄ε ̄ ἐνθάδε παρέλκοντοϲ. ἢ ἐπίρρημά ἐϲτι ταὐτὸ ϲημαῖνον τῇ αἰτιατικῇ, ὡϲ καὶ ἄλλα παραγωγὰ ἐπιρρήματα ἰϲοδυναμοῦντα τοῖϲ πρωτοτύποιϲ « Ἴδηθεν μεδέων » (Il. Γ 276), « δόρυ δ’ ἔκβαλεν ἔκτοϲε χειρόϲ » (Od. 2 277). ἀλλ’ οὖν γε ὡϲ ἂν ἔχῃ, οὐκ ἐναντιοῦται τὸ τοῦ τόνου· ἤτοι γὰρ δύο τόνοι ἔϲονται φύγα δέ, ὡϲ Οὔλυμπον δέ, ἢ εἷϲ ὡϲ ἄγραδε. τὸ γοῦν ἅλαδ’ ἑλκομενάων » (Il. Ξ 100) δύναται καὶ δύο μέρη λόγου εἶναι, ὡϲ οἶκον δέ, ἐντελοῦϲ οὔϲηϲ τῆϲ αἰτιατικῆϲ, ἢ πάλιν κατὰ παραγωτήν, ὡϲ ἄγραδε ἅλαδε. τὸ οἶκον δέ, ἀγρὸν δέ δύο μέρη λόγου, τὴν ἰδίαν ἕκαϲτον ἔχον προϲῳδίαν, ἰϲοδυναμοῦντα τοῖϲ ἐπιρρήμαϲι, τὸ ἀγρὸν δὲ τῷ ἄγραδε, τὸ οἶκον δὲ τῷ οἴκαδε. οὕτωϲ Ἄϊδοϲ δέ, οὐκ Ἄϊδοϲ δῶ. τὸ ἐνθάδε παροξυνόμενον οὐκ ἀντίκειται· οὐδὲν γὰρ πλέον ϲημαίνει τοῦ ἐνταῦθα, ὥϲτε περιττὴ ἡ ϲυλλαβή, οὐδὲ τῆϲ παραγωγῆϲ τὸ ᾱ,
ἀλλὰ τοῦ πρωτοτύπου. τοιοῦτό ἐϲτι καὶ τὸ πηνικάδε ἀπὸ τοῦ πηνίκα. τὰ γὰρ φωνὴν παραχθέντα εἰϲ δ̄ε̄, μηδὲν πλέον τοῦ πρωτοτύπου ϲημαίνοντα, πρὸ μιᾶϲ ἔχει τὸν τόνον, τοιόϲδε, τοϲόϲδε, τηλικόϲδε. οὕτωϲ οὖν καὶ ἐπὶ τῶν ἐπιρρημάτων, τημόϲδε, τηνικάδε, ἐνθάδε. οὐδὲν γὰρ πλέον δηλοῖ τοῦ τῆμοϲ, τηνίκα, ἔνθα.Τὰ εἰϲ ζ̄ε̄, εἰ μὲν ἔχει πρὸ τέλουϲ βραχὺ τὸ ᾱ, τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν οἷον ἔραζε, θύραζε· παραιτητέον δὲ τοὺϲ περιϲπῶνταϲ τὸ θύραζε· Ἀθήναζε, Ὀλυμπίαζε, Θήβαζε, Ἀφίδναζε, μέταζε μόνον τῶν εἰϲ ᾱζ̄ε̄ ἐπὶ χρόνου τεθειμένον « μέταζε χατίζων » (Hesiod. opp. 396) παρὰ πρόθεϲιν παρηγμένον. τὰ φύϲει μακρᾷ παραληγόμενα προπαροξύνεται ἢ προπεριϲπᾶται· προπαροξύνεται μὲν ὅϲα ἔχει βαρύτονον τὸ πρωτότυπον, ὡϲ παρὰ τὸ Οἰνόη Οἰνόηζε, προπεριϲπᾶται δὲ τὰ ἀπὸ ὀξυτόνων, ὡϲ παρὰ τὸ Ἀχαρνή Ἀχαρνῆζε, κεφαλή κεφαλῆζε, χαμαί χαμᾶζε.
Τὰ εἰϲ ϲ̄ε̄ τοῖϲ εἰϲ θ̄ε̄ν̄ ὁμοτονεῖ· ἐπεὶ γὰρ τὸ πάντοθεν προπαροξύνεται, διὰ τοῦτο καὶ πάντοϲε, ἔκτοθεν ἔκτοϲε, ἄλλοθεν ἄλλοϲε, ἑτέρωθεν ἑτέρωϲε, ἀμφοτέρωθεν ἀμφοτέρωϲε, ἑκατέρωθεν ἑκατέρωϲε. προπεριϲπᾶται δὲ τὸ Θριῶϲε, ἐπεὶ καὶ τὸ Θριῶθεν ὁμοίωϲ, ἐκεῖθεν ἐκεῖϲε. τό τε κυκλόθεν παροξύνεται καὶ τὸ κυκλόϲε, τηλόθεν τηλόϲε, ὁμόθεν ὁμόϲε.
Τὰ εἰϲ θ̄ε̄ν̄ πάντα διϲύλλαβα μὲν ὄντα πρὸ μιᾶϲ ἔχει τὸν τόνον,
οἷον νέρθεν, πόθεν, πρόϲθεν, ὅθεν, τόθεν, κεῖθεν, γῆθεν, δῆθεν, κρῆθεν « ἀπὸ κρῆθεν » (Π 548). τὰ δὲ ὑπὲρ δύο ϲυλλαβὰϲ εἰ ἔχοι πρὸ τοῦ θ̄ ϲύμφωνον, τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, ὕπερθεν, ἔνερθεν, ὄπιϲθεν. καὶ τὰ τῷ ο̄ παραληγόμενα παροξύνεϲθαι θέλει, πλὴν τῶν ἐχόντων ἐγκειμένην πρόθεϲιν ἢ παρ’ ὄνομα ἐπιμεριζόμενον παρηγμένων· ταῦτα γὰρ προπαροξύνεται· τὸ μὲν γὰρ ἔνδοθεν, ἔκτοθεν, ἀπόπροθεν πρόθεϲιν ἕκαϲτον ἔχει καὶ ἔτι τὸ πάροιθεν πλεονάϲαν τὸ ῑ. τὸ δὲ ἄλλοθεν, ἑκάϲτοθεν ὀνόματα ἔχει ἐπιμεριζόμενα. τὰ δὲ λοιπὰ πάντα παροξύνεται, ἀγρόθεν, οὐρανόθεν, κυκλόθεν, Λεϲβόθεν, Ἰλιόθεν, Ἀβυδόθεν, ποντόθεν, αὐτόθεν, πρυμνόθεν — τὸ δὲ πρύμνηθεν τῷ η̄ παραληγόμενον προπαροξύνεται — τηλόθεν καὶ ἄλλα μυρία. ϲημειούμεθα τὸ οἴκοθεν, πάντοθεν προπαροξυνόμενα. τὰ μέντοι τῷ ᾱ μακρῷ παραληγόμενα ἢ τῷ η̄ ἢ τῷ ω̄, εἰ μὲν πρωτότυπον αὐτῶν βαρύτονον ᾖ, τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, εἰ δὲ ὀξύτονον, προπεριϲπᾶται. τῶν μὲν προπαροξυνομένων ὑποδείγματα πρῷρα πρῴραθεν, Φθία Φθίαθεν, Πιερία Πιερίαθεν, τὸ δὲ Πιερίηθεν τροπῇ τοῦ ᾱ εἰϲ η̄, Ὀλυμπία Ὀλυμπίαθεν, θύρα θύραθεν, Ἀφίδνηθεν, Αἰγίνηθεν, κλιϲίηθεν, Μυκήνηθεν, Ἴδηθεν, πρύμνηθεν, τὸ μέντοι πρυμνόθεν διὰ τοῦ ο̄ παροξύνεται. τῶν δὲ προπεριϲπωμένων ὑποδείγματα ταῦτα, Ὑϲιαί ὀξυτόνωϲ, προπεριϲπωμένωϲ Ὑϲιᾶθεν, Θεϲπιᾶθεν, Πλαταιᾶθεν, Δεκελιᾶθεν, παρὰ δὲ Καλλιμάχῳ Δεκελειόθεν, ἀρχῆθεν, ὅτι ἀρχή. ἔϲω ἔϲωθεν, ἔξω ἔξωθεν, πρόϲω πρόϲωθεν, ἄνω ἄνωθεν, κάτω κάτωθεν, προτέρωθεν, ἑκατέρωθεν, ὁποτέρωθεν, ἑτέρωθεν, ἀμφοτέρωθεν, καὶ ὡϲ ἀπὸ τοῦ ἀπῶ μὴ εἰρημένου τὸ ἄπωθεν. διὰ τοῦτο ἀπὸ μὲν τοῦ ἕωϲ βαρυτόνου τὸ ἕωθεν, ἀπὸ δὲ τοῦ ἠώϲ ὀξυτονουμένου ἠῶθεν προπεριϲπᾶται ὡϲ ἀπὸ τοῦ Πυθώ Πυθῶθεν διὰ τοῦ ω̄ ὡϲ Κριῶθεν καὶ μετὰ ϲυϲτολῆϲ Πυθόθεν ὡϲ Λεϲβόθεν καὶ Θριώ ὄνομα δήμου Ἀττικοῦ Θριῶθεν, μεθ’ ὧν τηλῶθεν ποιητικῶϲ ἐκτεταμένον. παρὰ τὸ ἄνευ ἄνευθεν φυλάττει τοῦ πρωτοτύπου τὸν τόνον. ὁμοίωϲ ἄτερ ἄτερθεν. τὸ ἐντεῦθεν προπεριϲπᾶται παρὰ τὸ ἐνταῦθα, καὶ παρὰ τὸ ἐκεῖ περιϲπώμενον ἐκεῖθεν προπεριϲπώμενον. παρὰ τὸ ἐγγύϲ ὀξύτονον ἐγγύθεν παροξυνόμενον καὶ ἀπὸ τοῦ πρωΐ πρωΐθεν. τὸ ἕκαθεν καὶ ἀνέκαθεν προπαροξύτονα, οὐκ οὖν παρὰ τὸ ἑκάϲ ὀξυνόμενον γενόμενα.Τὰ εἰϲ θ̄ῑ καὶ εἰϲ ϲ̄ῑ τὸν τῶν εἰϲ θ̄ε̄ν̄ ἐπιρρημάτων ἔχει τόνον, οἷον οἴκοθεν οἴκοθι, ἀγρόθεν ἀγρόθι, οὐρανόθεν οὐρανόθι, ὑψόθι, αὐτόθι, Ὀλυμπίαθεν Ὀλυμπίαϲιν, θύραθεν θύραϲι, Θήβηθεν Θήβηϲι, Ἀθήνηϲι, Ἀλωπεκῆθεν Ἀλωπεκῆϲιν, Ἑρχιᾶθεν Ἑρχιᾶϲι, Πλατειᾶθεν Πλατειᾶϲιν, Θριᾶθεν Θριᾶϲι, Θριῶθεν Θριῶϲιν. Τὸ ὥραϲι «μὴ ὥραϲ’ ἵκοιϲθε» (Arist. Lysistr. 1037) προπαροξύνεται
μὲν εὐλόγωϲ παρὰ βαρυτόνου τοῦ ὥρα, οὐκ ἔχει δὲ προϋποκείμενον εἰϲ θ̄ε̄ν̄.Τὰ εἰϲ ο̄ῑ ἐπιρρήματα, ὅτε δηλοῖ τὴν ἐν τόπῳ ἢ τὴν εἰϲ τόπον ϲχέϲιν, ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα, περιϲπᾶται, Μεγαροῖ, Πυθοῖ, Φρεαροῖ, Παιανιοῖ, Ἁθμονοῖ, οὐδαμοῖ, μηδαμοῖ, πανταχοῖ, ἑκαϲταχοῖ, ἐνταυθοῖ, ὃ τὴν αὐτὴν ἔχει ϲημαϲίαν τῷ ἐνταῦθα τῷ πρωτοτύπῳ. τὰ δὲ διϲύλλαβα τῶν εἰϲ ο̄ῑ βαρύνεται καὶ περιϲπᾶται· περιϲπᾶται μέν, ὅτε ἔχει πρωτότυπον ὀξύτονον, παρὰ τὸ ϲφίγξ ϲφιγγοῖ, ἰϲθμόϲ ἰϲθμοῖ, βυθόϲ βυθοῖ, τὸ ἁρμοῖ ϲυμπεριϲπᾶται τῷ ἁρμῷ. ἔϲτι δὲ τὸ ἁρμοῖ Ϲυρακουϲίων· ἁρμόϲ γὰρ ἁρμοῦ ἁρμῷ καὶ ϲυϲτολῇ ἁρμοῖ ὡϲ παρὰ Καλλιμάχῳ
οὕτωϲ Θέων ὁ Ἀρτεμιδώρου. τὰ δὲ ἀπὸ βαρυτόνων βαρύνεται, ἔξω ἔξοι, πέδον πέδοι « πέδοι δὲ βᾶϲαι» Αἰϲχύλοϲ Προμηθεῖ δεϲμώτη (v. 280), ἔνδον ἔνδοι «ἔνδοι Πραξινόα» ὁ Θεόκριτοϲ (XV 1) οἶκοϲ οἴκοι.
Τὰ ϲχετλιαϲτικὰ τῶν εἰϲ ο̄ῑ καὶ ᾱῑ ἄλογον ἔχει τὸν τόνον. ἃ μὲν γὰρ αὐτῶν περιϲπᾶται, ὡϲ τὸ ὀτοτοῖ ἔχον ϲυμπαρακείμενον καὶ τὸ ἀταται, καὶ τὸ οὐαῖ καὶ αἰαῖ, ϲαβοῖ τε καὶ αἰβοῖ καὶ τὸ ϲαβαῖ παρ’ Εὐπόλιδι ἐν Βάπταιϲ. τὸ δὲ εὐαί παρὰ τῷ αὐτῷ ὀξύνεται «εὐαὶ ϲαβαῖ» ὡϲ τὸ αἴ, οὐαί, βαβαί βαρύνεται δὲ τὸ οἴμοι ὤμοι. τὸ
δὲ ὦ πόποι δυϲὶ τόνοιϲ χρῆται. Ἀρίϲταρχοϲ δέ φηϲιν ἀπίθανον εἶναι τὸ τὸν Δία ὦ πόποι οἷον ὦ θεοί λέγειν· ἀλλ’ ἐπεὶ ἔδει τὸ πόποι ϲχετλιαϲτικὸν ὑπάρχον καὶ ἄνευ τοῦ ὦ λέγεϲθαι καὶ ἐπεὶ παράκειται αὐτῷ τὸ παπαῖ, ὥϲτε εἰ μὴ ὀνοματικόν ἐϲτιν, ὀφείλει περιϲπᾶϲθαι ὡϲ εἶναι δύο περιϲπωμέναϲ ὦ ποποῖ, λέγομεν βαρυνεϲθαι αὐτό ὡϲ τὸ ὦ φίλοι, ἐκ τοῦ ὑπολαβεῖν ὄνομα εἶναι τὸ πόποι. καὶ τὸ ἰατταταῖ δὲ περιϲπᾶται καὶ τὸ ἀππαπαῖ· ἡ δὲ ϲυνήθεια ὀξύνει τὸ παπαί καὶ ἀταταί. καὶ καθόλου δὲ οὐ δεῖ τὰ ϲχετλιαϲτικὰ τῶν ἐπιρρημάτων οἱονεὶ βακχικὰ ὄντα ὑπὸ τὴν ἔντεχνον ἀκολουθίαν ἄγειν, εἴγε οὐδὲ μέρη λόγου τινὲϲ ταῦτα ἐνόμιϲαν· παϲχούϲηϲ γὰρ ψυχῆϲ ἢ διακόρου ὑπὸ οἴνου οὔϲηϲ ἄλογοι δηλονότι καὶ αἱ ἐκφωνήϲειϲ αὐτῆϲ. διὸ ἐπ’ αὐτῶν ἔϲθ’ ὅτε τὸ δαϲὺ πνεῦμα ἀλόγωϲ ἐν τῇ ληγούϲῃ ϲυλλαβῇ ὁρᾶται, ὡϲ ἔχει τὸ εὐοἵ εὔἁν, εὐαἵ. τὸ γὰρ λέγειν ὅτι εὖ ϲοι ἦν καὶ κατὰ ἔλλειψιν τοῦ ϲ̄ γέγονε εὐ οἵ καὶ κατὰ ϲυναφὴν εὐοἵ ἀμφίβολον, εἰ μὴ ἄρα παρὰ τὸ εὐοἵ Εὔϊοϲ παρῆκται. τὸ δὲ χαμαί ὀξύνεται, οὐκ ὂν ϲχετλιαϲτικόν. τὸ δὲ πάλαι χρονικὸν βαρύνεται καὶ ϲυντιθέμενον προπαροξύνεται, πρόπαλαι, τρίπαλαι.Τὰ εἰϲ ο̄ῡ περιϲπῶνται, πανταχοῦ, ἀγχοῦ « ἀγχοῦ δ’ ἱϲταμένη » (B 172), ὁμοῦ, αὐτοῦ ἀντὶ τοῦ εἰϲ τὸν τόπον αὐτόν « αὐτοῦ πρόϲθε ποδῶν » (χ 4), ὑψοῦ « ὑψοῦ δ’ ἐπὶ ψαμάθοιϲι » (Α 486) τηλοῦ, ἀλλαχοῦ, οὐδαμοῦ, ἑκαϲταχοῦ ὡϲ παρὰ Δημοϲθένει (p. 308, 28) « καὶ ἔτι τὰϲ ἑκαϲταχοῦ βραδυτῆταϲ» καὶ τὰ λοιπὰ πλὴν τοῦ ἰδού τὸ δεικτικόν, ἰού τὸ ϲχετλιαϲτικὸν καὶ οὔ τὸ ἀρνητικόν. τοῦτο δὲ καὶ ἐν τῇ ϲυνεπείᾳ ὀξύνεται. οὐ μάχεται τὸ ὅπου βαρυνόμενον, ἀλλ’ ἀνέδωκε τὸν τόνον ὁμοίωϲ τῷ πῇ ὅπῃ, ποῦ ὅπου.
Ὀλίγα ἐϲτὶν εἰϲ ε̄ῡ. τὸ μὲν εὖ περιϲπᾶται καὶ τὸ φεῦ. καὶ τὸ ἄνευ βαρύνεται καὶ τὸ ὑπέρφευ ϲυντεθέν. τὸ ἐλελεῦ περιϲπᾶται.
Τὰ εἰϲ ε̄ῑ δίφθογγον λήγοντα ἐπιρρήματα ὀξυνόμενα δύο ἐϲτί, τὸ ἀεί καὶ τὸ ἐπεί χρονικὸν « ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦϲ » (θ 452). ἔϲτι γὰρ ὁ ἐπεί καὶ ϲύνδεϲμοϲ. βαρύτονα δὲ τὸ ἄγρει, ὃ κατὰ ϲυνεκδρομὴν τοῦ ῥήματοϲ πληθυντικῶϲ εἴρηται « ἀγρεῖθ’ αἱ μὲν δῶμα κορήϲατε » (υ 149), ὁ δέ γε Ἀντίμαχοϲ ἀργεῖτε ἔφη ὑπερβιβάϲαϲ τὸ ρ̄. καὶ ἔτι τὸ οἴκει παρὰ Μενάνδρῳ ἀντὶ τοῦ οἴκοι. περιϲπώμενα δὲ τοπικὰ Δώρια, τηνεῖ, τουτεῖ, πεῖ, αὐτεῖ. τὸ δὲ ἐκεῖ ἀποκέκοπται.
Τὰ διὰ τοῦ ῑ ἐπεκτεταμένα δεικτικῶϲ ὀξύνεται, δευρί, νυνί, οὑτωϲί, ὡδί, ἐνθαδί, ἐντευθενί. τὸ κοΐ μίμημά ἐϲτι φωνῆϲ ἀλόγου ζῴου. ἐχρήϲατο δὲ καὶ Ἀριϲτοφάνηϲ τῇ λέξει. καὶ τὰ παρωνύμωϲ παρηγμένα ὀξύνεται, ἅπερ τινὲϲ διὰ τῆϲ ε̄ῑ διφθόγγου, τινὲϲ δὲ διὰ τοῦ ῑ γράφουϲι μακροῦ, πάνδημοϲ πανδημεί, ἄπνευϲτοϲ ἀπνευϲτί, ἀναιμωτί, ἀκλαυτί, ἀνιδρωτί, ἀπηρωτί, ἀπαυϲτί, ἀγελαϲτί, αὐτονυχί, ἀκονιτί, πανθοινί, ἀκριτί, ἐρρεντί παρὰ Ἀλκαίῳ. ἀπὸ τοῦ ἔρρω ἢ ἐρρῶ περιϲπωμένου ἡ μετοχὴ ἐρρείϲ ἐρρέντοϲ ἐρρεντί ὡϲ παρὰ τὸ ἐθέλοντοϲ ἐθελοντί, ἀμιϲθί, ἀμογητί. τὸ δὲ ῑ ἐϲθ’ ὅτε καὶ ϲυνεϲταλμένον προφέρεται ἀδείᾳ ποιητικῇ « Νέϲτωρ δ’ ὁ γέρων ἀμογητί » (Λ 636) « ἀμιϲθὶ γάρ ϲε πάμπαν » (Archil.). Τὰ δὲ εἰϲ βραχὺ ῑ καταλήγοντα διϲύλλαβα ὄντα βαρύνεϲθαι θέλει, ἔτι, αὖθι, νόϲφι, ἶφι, ἄγχι, μέχρι, ἄχρι, κεῖθι, πόθι, ἄρτι, ἦρι, ὕψι — τινὲϲ δὲ τοῦτο ὀξύνουϲι — ᾗχι τὸ γενόμενον εἐπεκτάϲει τῆϲ χ̄ῑ ϲυλλαβῆϲ, οἱ Δωριεῖϲ ᾇχι λέγουϲι διὰ τοῦ ᾱ « ᾇχι Λίχα μέγα ϲᾶμα
Ἀρίϲταρχοϲ τὸ ᾗχι ἄνευ τοῦ ῑ φηϲί καθάπερ καὶ τὸ ἧφι βίηφι, ἡ μέντοι
παράδοϲιϲ ἔχει τὸ ῑ. ναίχι, ὅπερ παροξύνεται διὰ τῆϲ χ̄ῑ ἐπεκεταμένον. ἐχρῆν δὲ καὶ τὸ οὐχί βαρύνεϲθαι· ἔϲτι γὰρ ἐπέκταϲιϲ τῆϲ οὔ. ἀλλ’ ἐπειδὴ παραλόγωϲ ὀξύνεται πρὸ τῆϲ ἐπεκτάϲεωϲ — ὤφειλε γὰρ περιϲπᾶϲθαι, ἐπεὶ πᾶϲα ϲυλλαβὴ τελικὴ εἰϲ ο̄ῡ λήγουϲα καὶ ἐφ’ ἑαυτῆϲ τὸν τόνον ἔχουϲα περιϲπᾶται — τούτου χάριν παραλόγωϲ ὀξύνεται καὶ μετὰ τὴν ἐπέκταϲιν· οὐδέποτε δὲ ἀποβολὴν τοῦ ῑ πάϲχει. ὀξύνεται δὲ καὶ τὸ οὐκί καὶ τὸ πρωΐ. καὶ τὸ γίγγρι ἐπιφώνημά τι ὂν ἐν καταμωκήϲει λεγόμενον, εἰ ὠξύνετο, οὐκ ἄτοπον. ἀχαρακτἠριϲτον γάρ ἐϲτιν. τὸ δὲ « χῶρι διατμήγουϲι » (Callim. fr. 48 Bentl.) βαρύνεται. τὰ ὑπὲρ δύο ϲυλλαβὰϲ εἰϲ τ̄ῑ ὀξύνεται, Ἰαϲτί, Ἰαονιϲτί, Δωριϲτί, Ϲυριϲτί, Ἀττικιϲτί, Μεγαριϲτί, Θρᾳκιϲτί, Περϲιϲτί, Ϲκυθιϲτί, Λυδιϲτί, Φρυγιϲτί, μεγαλωϲτί, ἱερωϲτί, νεωϲτί, δημιωϲτί. εἰ δὲ μὴ ἔχοι τὸ ϲ̄ πρὸ τοῦ τ̄, βαρύνεϲθαι θέλει, ἕκητι. τὸ δὲ ἀπαρτί παρ’ Ἀθηναίοιϲ ὀξύνεται καὶ τὸ ἐγκυτί « ϲὺ δ’ ἐγκυτὶ τέκνον ἐκέρϲω » (Callim. fr. 311 Bentl.). τὸ ἱνατί καὶ διατί καὶ ἐν τῇ ϲυνεπείᾳ ὀξύνεται. Καὶ τὰ ἀπὸ τῶν εἰϲ ῑϲ̄ κατ’ ἀποβολὴν τοῦ ϲ̄ βαρύνεται, πολλάκι, τουτάκι, θαμάκι, δυάκι, τριάκι, ἑξάκι.Τὰ εἰϲ ῡ λήγοντα διϲύλλαβα, μὴ καθαρεύοντα μηδὲ μελετήϲαντα τὸ ϲ̄ ἔχειν, βαρύνεται, κόκκυ τὸ ἐλάχιϲτον, πάγχυ, πρόχνυ, δεῦρυ, πῆλυ, ἄρρυ ἐπίφθεγμα τῶν ἐρετῶν. τὸ ἰύ, ὃ λέγεται καὶ ἰηΰ, ὀξυνόμενον καθαρεύει ἐπὶ θαύματοϲ κείμενον. τὸ δὲ ἔϋ βαρύνεται· ἔϲτιν ἐΰϲ ἐΰ εὖ καὶ ἀπὸ τοῦ εὖ κατὰ διάλυϲιν τῆϲ ε̄ῡ διφθόγγου εἰϲ ε̄ καὶ
ϋ ἔϋ. εἶπον δὲ μὴ μελετήϲαντα τὸ ϲ̄ ἔχειν, διὰ τὸ ἰθύϲ ἰθύ, εὐθύϲ εὐθύ ὀξυνόμενα· διϲύλλαβα διὰ τὸ μεταξύ, μεϲϲηγύ καὶ τὸ ἀντικκρύ, ὅτε χωρὶϲ τοῦ ϲ̄· ὅτε γάρ ἐϲτι μετὰ τοῦ ϲ̄, προπαροξύνεται· ὡϲ καὶ τὸ ἐμβραχύ ϲημαῖνον τὸ ἁπαξαπλῶϲ ἢ καθάπαξ.* Τὰ Αἰολικῶϲ διὰ τοῦ ῡϊ̄ ἐκφερόμενα βαρύνεται καὶ τοπικὴν ϲχέϲϲιν δηλοῖ οἷον πήλυϊ, ἄλλυϊ, ἀτέρυϊ, τούτυϊ· τὸ ὀτοτύϊ παρὰ τὸ ὀτοτοῖ παροξυνόμενον ἀπολογίαν ἔχει ὡϲ οὐκ ἔϲτιν τοπικὸν οὔτε Αἰολικόν, ϲχετλιαϲτικὸν δέ· τὰ ϲχετλιαϲτικὰ οὐ πεφρόντικε τῆϲ ἀκριβοῦϲ ἐξετάϲεωϲ, ὡϲ πολλάκιϲ διείληπται.
* Τὰ εἰϲ ο̄ λήγοντα ἐπιρρήματα ὑπὲρ μίαν ϲυλλαβὴν οὐκ ἔϲτιν ὅτι μὴ τὸ δεῦρο βαρυνόμενον. τὸ γὰρ εἰϲ ὅ δύο μέρη λόγου εἰϲίν καὶ τὸ ἀπό πρόθεϲίϲ ἐϲτιν ἰϲοδυναμοῦϲα τῷ ἄποθεν ἐπιρρήματι. τὸ γοῦν δεῦρο παρακελευϲματικὸν ὂν ἔχει τὸ δεῦτε πληθυντικόν· γίνεται δὲ καὶ δευρί παρὰ Ἀττικοῖϲ· ποιητικῶϲ δὲ κατ’ ἐπεέκταϲιν τοῦ ο̄ εἰϲ ω̄ δεύρω. ὅπερ εἴρηται παρὰ τῷ ποιητῇ ἅπαξ ἐν τῷ « ἦ δεύρω μὲν ἕποντο » (Γ 240), ἐνίοτε καὶ δεῦρυ.
Πᾶν ἐπίρρημα εἰϲ ω̄ λῆγον παραγωγόν, μὴ Δώριον πρὸ μιᾶϲ ἔχει τὸν τόνον, ἄνω, κάτω, ἔξω, εἴϲω, πρόϲω καὶ πόρϲω καὶ τροπῇ Ἀττικῇ τοῦ ϲ̄ εἰϲ ρ̄ ὡϲ ἄρϲην ἄρρην πόρρω, ἄφνω· παρὰ τὸ ἀφανήϲ ἀφανῶϲ ὡϲ εὐϲεβήϲ εὐϲεβῶϲ καὶ ϲυγκοπῇ καὶ ἀποβολῇ τοῦ ϲ̄ καὶ ἀναδρομῇ τοῦ τόνου διὰ τὸν χαρακτῆρα ἄφνω. ἑκαϲτέρω τὸ πορρωτέρω ἀπὸ τοῦ ἑκάϲ, ὃ ϲημαίνει τὸ ἄποθεν, καὶ οὐ παρὰ τὸ ἑκάτεροϲ, ἑκατέρω γὰρ ἦν. πορρωτέρω, ἐγγυτέρω, ἀνωτάτω, ἐγγυτάτω, ἀπωτέρω, περαιτέρω. τὸ δὲ ἄνεῳ προπαροξύνεται· τὸ ἰώ ὀξύνεται, ἀνακλητικὸν ὂν καὶ οὐκ ὂν παραγωγόν· καὶ τὸ ἐπιϲχερώ ὀξύτονον. τὸ δὲ
τουτῶ αὐτῶ κατὰ ἀποκοπὴν τῆϲ θ̄ε̄ν̄ ϲυλλαβῆϲ καὶ ἐκτάϲει τοῦ ο̄ εἰϲ ω̄ Δώριά ἐϲτιν.Τὰ εἰϲ ᾱν̄ λήγοντα καὶ μακρὸν ἔχει τὸ ᾱ καὶ βαρύνεται, λίαν, ἄγᾶν, εὔἁν, πέραν, ὅπερ Ἰωνικῶϲ πέρην λέγεται « πέρην κλυτοῦ ὠκεανοῖο » Διονύϲιοϲ. τὸ πάμπαν καὶ τάλαν ϲυϲτέλλει τὸ ᾱ. τὸ δὲ ὅταν δύο μέρη λόγου, ὅτε καὶ ἄν. τὸ δοάν ὀξυνόμενον πλεοναϲμὸν ἔχει τοῦ ο̄, δήν δάν δοάν. τὸ ὦ τᾶν δύο περιϲπωμέναϲ ἔχει.
* Ϲπάνια τὰ εἰϲ ε̄ν̄ λήγοντα ἐπιρρήματα τὰ μὴ ἔχοντα πρὸ τοῦ ε̄ τὸ θ̄ καὶ εὐαρίθμητα· ἔϲτι γὰρ τὸ ἔπειτεν ἀπὸ τοῦ ἔπειτα γεγονόϲ καὶ εἶεν, ὅ τινεϲ ὀξύνουϲιν. καὶ τὸ αἰέν ὁμότονον καὶ ὁμόϲημον τῷ ἀεί.
Τὰ εἰϲ δ̄η̄ν̄ πάντα βαρύνεται, κλίδην, μίγδην, ἐμπλήγδην, ἅδην, ἐπαΐγδην, βάδην, χύδην, κρύβδην, φύρδην, ϲποράδδην, ἀλλάγδην, παμπήδην, διαρρήδην καὶ ἄλλα μυρία. καὶ τὰ εἰϲ η̄ν̄ ἐπιρρήματα μὴ προηγουμένου τοῦ δ̄ πρῷην, μάτην, βύζην, ἔμπλην καὶ ἄντην βαρύνεται· τὸ γὰρ ἀκμήν, ἐθελοντήν, ἑκονττήν ὀνοματικά· διὸ καὶ ϲυνοξύνονται τοῖϲ ὀνόμαϲιν. τὸ δὲ ἠμήν ὁρκκικὸν ἐπίρρημα ὀξύνεται. ὁ δὲ ποιητὴϲ ἀεὶ διὰ τοῦ ε̄ προφέρεται « ἡ μέν μοι πρόφρων » (A 77) « ἠμὲν ἐμοὶ δώϲειν » (Ξ 275). τὸ δὲ ἐχρῆν περιϲπώμενον οὐκ ἐπίρρημα, ἀλλὰ ῥῆμα.
* Τὰ εἰϲ ῑν̄ ἐπιρρήματα ἐκ πλεοναϲμοῦ ἔχει τὸ ν̄ οἷον αὖθι αὖθιν, οὕτω γὰρ λέγεται παρὰ Ῥηγίνοιϲ. πάλι πάλιν, πέρυϲι πέρυϲιν, ὃ
καὶ πέρυτιϲ λέγεται Δωρικῶϲ. αἶιν, ὅπερ ἀπὸ τοῦ ἀεί παρὰ Αἰολεῦϲι γέγονεν. νυνίν, οὑτωϲίν.Τὰ εἰϲ δ̄ο̄ν̄ ὀξύνεται, χανδόν, ϲχεδόν, βοτρυδόν « βοτρυδὸν δὲ πέτονται ἐπ’ ἄνθεϲιν εἰαρινοῖϲι ». ἔϲτι δὲ μονῆρεϲ τὸ βοτρυδόν. τὰ γὰρ εἰϲ δ̄ο̄ν̄ ἐπιρρηήματα ὀξυνόμενα οὐ θέλει ἀπὸ τῶν εἰϲ ῡϲ̄ ὀνομάτων παράγεϲθαι καὶ πρὸ τέλουϲ ἔχειν τὸ ῡ· ὁ μέντοι Εὐφορίων παρὰ τὸ εἰϲ ῡϲ̄ παραγωγὸν ποιήϲαϲ ἐπίρρημα οὐκ ἔδωκε πρὸ τέλουϲ τὸ ῡ, ἀλλὰ τὸ η̄ « πάντα δέ οἱ νεκυηδὸν ἐλευκαίνοντο πρόϲωπα ». ἀγεληδόν, ϲωρηδόν, ποταμηδόν, κιονηδόν, ταυρηδόν, κρουνηδόν, βομβηδόν, ἰλαδόν, ἐνωπαδόν, ϲτοχανδόν, φανδόν, ἑλκηδόν, παραϲταδόν, παρακλιδόν, ῥυδόν « ῥυδὸν ἀφνειοῖο » (o 426), ἀμφαδδόν· καὶ ἐν ϲυνθέϲει φυλάϲϲουϲι τὸν τόνον οἷον αὐτοϲχεδόν. μόνον τὸ ἔνδον βαρύνεται, διότι μόνον παρὰ προθέϲεωϲ καὶ ὅτι μόνον τοπικὸν τῶν εἰϲ δ̄ο̄ν̄. λήγει δὲ καὶ δ̄ο̄ϲ̄, ἔνδοϲ γὰρ λέγεται πολλάκιϲ καὶ εἰϲ δ̄ο̄ῑ ἔνδοι. τέϲϲαρϲιν οὖν διαφοραῖϲ διαλλάξαν οὐδὲν θαυμαϲτὸν εἰ καὶ κατὰ τόνον διήλλαξεν. εἰδέναι δὲ δεῖ ὡϲ τὰ εἰϲ δ̄ο̄ν̄ ϲπανίωϲ κατ’ ἀρχὴν λέξεωϲ ϲυντίθενται, ὡϲ ἔχει τὸ ἐνδόμυχοϲ, ἐνδόπυροϲ, ἔνδορχιϲ. Τὰ εἰϲ ο̄ν̄ ἐπιρρήματα μὴ ἔχοντα πρὸ τοῦ ο̄ δ̄ ἀλλ’ ἢ ἕτερον ϲύμφωνον ἢ τὸ ῑ βαρύνεται, ϲήμερον, αὔριον, πόρϲιον, ἔγγιον, μᾶλλον, ἧττον, ἄϲϲον. τὸ δὲ αὐθημερόν ὀξύνεται ἀπὸ τοῦ αὐθήμεροϲ προπαροξυνομένου.
* Εἰϲ ῡν̄ λῆγον οὐδέν ἐϲτιν, εἰ μὴ τὸ βίϲχυν βαρύτονον μόνον ὄν.
Τὰ εἰϲ ω̄ν̄ πάντα ὀξύνονται, ἐμποδών, ἐκποδών, ἐκδεξιῶν, ἐξαριϲτερών, τελευτών. καὶ τὸ χρεών μετοχικὸν ὀξύνεται, τὸ δὲ ἀκέων καὶ αὐτὸ μετοχικὸν παροξύνεται.
* Οὐδὲν εἰϲ ο̄ῡν̄ ἐπίρρημα, ἀλλὰ μόνον τὸ ἀθροῦν· ὅπερ καὶ ἐπεκταάϲεϲι ποιητικαῖϲ κέχρηται καὶ παραθέϲει ἄρθρου ἑνικοῦ καὶ πληθυντικοῦ. παραιτοῦμαι δὲ αἰϲχοῦν, ὃ εἴρηται παρὰ τῷ τοὺϲ εἴλω ταϲαίμην· ἀλλὰ μιϲχοῦν καθήμενοι· ἐπεὶ ὀνοματκά ἐϲτι.
Τὰ εἰϲ ξ̄ λήγοντα ἐπιρρήματα ὀξύνεϲθαι θέλει πλὴν τῶν ἀπὸ προθέϲεωϲ· ταῦτα γὰρ βαρύνεται, εὐράξ, μουνάξ, ὀκλάξ, ὀδάξ, ἐναλλάξ, αὐτοδάξ, ἐπιτάξ, κοάξ, ὑποδράξ, ἰατταταιάξ, διαμπάξ, βεβρεκέξ, κουρίξ, ἀπρίξ, ἀναμίξ, ἐπιμίξ. τὸ δὲ πέριξ βαρύνεται ἀπὸ προθέϲεωϲ ὄν καὶ πάρεξ· τὸ δὲ πάρεξ βαρυνόμενον καὶ γενικῇ ϲυνταϲϲόμενον ἔχει τι παράϲημον, ὡϲ καὶ παρὰ δύο προθέϲειϲ ἐγένετο. ὁπότε γὰρ ὀξύνεται, οὐ φαμὲν εἶναι ἐπίρρημα, ἀλλὰ δύο προθέϲειϲ. ϲημειούμεθα δὲ καὶ τὸ ἅπαξ βαρυνόμενον. διὸ ἐν τῇ ϲυντάξει μεταλαμβάνει τὸν ἴδιὸν τόνον ἁπαξἅπαντεϲ, ἁπαξἁπλῶϲ κεκοιμιϲμένου τοῦ τόνου.
Εἰϲ ρ̄ λήγοντα ἐπιρρήματα ὀξύτονα οὐκ ἔϲτιν καὶ τὰ ἁπλᾶ βαρύτονα ϲπάνια καὶ μονήρη ὡϲ ἔχει τὸ νύκτωρ μόνον εἰϲ ω̄ρ̄ καὶ τὸ ἄτερ μόνον εἰϲ ε̄ρ̄. τὸ γὰρ Δάματερ κλητική ὡϲ τὸ Ἥρακλεϲ, καὶ ἄφαρ. τὸ γὰρ αὐτῆμαρ, ποϲϲῆμαρ, ἐννῆμαρ ϲύνθετα παρώνυμά εἰϲιν.
Τὰ εἰϲ ᾱ̄ϲ μὴ παραληγόμενα τῷ ε̄ ϲὺν ἐμεταβόλῳ ὀξύνεται, ἑκάϲ, ἀνεκάϲ, ἀγκάϲ, ἐντυπάϲ, ἀνδρακάϲ. τὸ μέντοι πέλαϲ βαρύνεται καὶ τὸ ἀτρέμαϲ « ἀτρέμαϲ ἦϲο » (Β 200), ὅπερ καὶ χωρὶϲ τοῦ ϲ̄ λέγεται ἀτρέμα. τὸ δὲ ἅλιοϲ παρ’ Ἱππώνακτι προπαροξύνεται ἀπὸ τοῦ ἅλιϲ πλεονάϲαν τὸ ᾱ.
* Τὰ εἰϲ ε̄ϲ̄ λήγοντα ἐπιρρήματα ἁπλᾶ φυϲικῶϲ οὐκ ἔϲτιν, εἰ μὴ τὸ ἐχθέϲ διϲύλλαβον καὶ χθέϲ μονοϲύλλαβον καὶ ἐνδελιϲτέϲ ὀξύτονον παρὰ Ϲυρακοϲϲίοιϲ, ὃ καὶ ἐλλιϲτέϲ λέγεται· τὸ γὰρ ἀέϲ ἀπὸ τοῦ ἀεί· τὸ δὲ ἄληθεϲ, ἐπίτηδεϲ ὀνοματικὰ καὶ βαρύτονα.
Τὰ εἰϲ η ̄ϲ ̄ βαρύνεται, ἔμπηϲ, ἐξαίφνηϲ, ἐξαπίνηϲ, ἐξείηϲ· τὸ δὲ ἑξῆϲ τὸ ἀπ’ αὐτοῦ περιϲπᾶται. καὶ τὸ ἀκαρήϲ ὀξυνόμενον ὀνοματικόν ἐϲτιν ὅμοιον τῷ εὐρυπυλήϲ.
Τὰ εἰϲ ͞ι͞ϲ λήγοντα διϲύλλαβα βαρύνεται, μόλιϲ, μόγιϲ, ἅλιϲ, ἄνιϲ ἀντὶ τοῦ χωρίϲ, μέχριϲ καὶ τὸ παρ’ αὐτὸ ἄχριϲ. λέγεται δὲ καὶ μέχρι καὶ ἄχρι ἄνευ τοῦ ͞ϲ, αὖθιϲ, ὃ λέγεται καὶ αὖθι καὶ αὖθιν. μόνα τὸ χωρίϲ καὶ ἀμφίϲ ὀξύνονται. τὰ δὲ ὑπὲρ δύο ϲυλλαβὰϲ εἰϲ ͞ι͞ϲ λήγοντα, ὑπεϲταλμένων τῶν διὰ τοῦ α ̄δ ̄ι ̄ϲ ̄ καὶ α ̄κ ̄ι ̄ϲ ̄ ὀξύνονται, ἐγκυτίϲ, ὃ χωρὶϲ τοῦ ϲ̄ Καλλίμαχοϲ εἶπεν « ϲὺ δ’ ἐγκυτὶ τέκνον ἐκέρϲω»,
λικριφίϲ, κραταιΐϲ, αὐτονυχίϲ. λέγεται δὲ καὶ αὐτονυχιδίϲ καὶ αὐτονυχί, παμπηδονίϲ, λέγεται δὲ καὶ πάμπαν καὶ παμπήδην καὶ παμπηδόν, ϲολικρίϲ (? ), ἀμφικελεμνίϲ. τὸ μέντοι πέρυτιϲ προπαροξυνόμενον Δώριόν ἐϲτιν ἐκ τοῦ πέρυϲι μεταποιηθὲν καὶ οὐ μάχεται. τὰ διὰ τοῦ α ̄κ ̄ι ̄ϲ ̄ παροξύνεται, πολλάκιϲ, ὀλιγάκιϲ, τοϲαυτάκιϲ. καὶ τὰ εἰϲ δ ̄ι ̄ϲ ̄ τριϲύλλαβα τῷ ᾱ παραληγόμενα παροξύνεται, χαμάδιϲ, φυγάδιϲ, ὀκλάδιϲ, κρυφάδιϲ, ἐϲχάδιϲ ( ?), πτακάδιϲ, μιγάδιϲ, ἁμάδιϲ. τὸ ὠμαδίϲ ὀξύνεται καὶ ἴϲωϲ ἐκ τοῦ κατωμαδίϲ ἀφῃρέθη. τὸ οἴκαδιϲ ϲεϲημείωται προπαροξυνόμενον. τὰ δὲ ὑπερτριϲύλλαβα ἢ ὅϲα μακρᾷ φύϲει ἢ θέϲει παραλήγεται, πάντα ὀξύνεται, λαθρηδίϲ, κωπηδίϲ, αἰφνηδίϲ, ϲτοιχηδίϲ, ἀντηδίϲ, ἀμοιβηδίϲ· λέγεται καὶ ἀμοιβηδόν, ἐπαμοιβαδίϲ « ἀλλήλοιϲιν ἔφυν ἐπαμοιβαδίϲ » (Od. ε 481), ἐμβολαδίϲ, κατωμαδίϲ, ἀμφουδίϲ, ἐπουδίϲ, ἀκροπουδίϲ. Τὰ δὲ τῶ ῡ παραληγόμενα προπαροξύνεται, ἄλλυδιϲ, ἄμυδιϲ Αἰολικὸν ἔχον τὸ πνεῦμα.* Τὰ εἰϲ ͞δ͞ι͞ϲ ἐπιρρήματα ἔχοντα πρὸ τοῦ ͞δ τὴν ᾱ͞ν ϲυλλαβὴν Δώριά ἐϲτι καὶ παροξύνεται, χαμάνδιϲ, ἀγράνδιϲ, Ὀλυμπιάνδιϲ.
Τὰ εἰϲ ο̄ϲ ̄ ἀπὸ προθέϲεωϲ παραχθέντα, εἰ ἔχοι τὸ τ̄, ὀξύνεται, ἐντόϲ, ἐκτόϲ. τὰ δὲ ἄλλα βαρύνεται, πάροϲ, ἦμος, τῆμος, ὁπῆμοϲ, τημοῦτοϲ, κῆχος. « ποῖ κῆχοϲ; εἰϲ οὐρανόν » καὶ Ἀριϲτοφάνηϲ
«ποῖ κῆχος, εὐθὺ Ϲικελίαϲ» καὶ παρὰ Φερεκράτει « ποῖ κῆχοϲ, » τὸ πῇ κῇ· πῇ ἐγγύϲ πῇ ἄγχοϲ, ὅπερ ἐϲτὶν ἐν τῷ ἔναγχοϲ· ἐλλείψει τοῦ γ κῆχοϲ. τὸ δὲ ἔναγχοϲ προπαροξύνεται· τὸ εἰκόϲ ὀξυνόμενον οὐδέτερον ἦν μετοχὴ οὐδετέρου γένουϲ εἰϲ ϲύνταξιν ἐπιρρηματικὴν ἐλθοῦϲα. τὸ γοῦν ἔνδοϲ, ἔξοϲ βαρύτονα Δώρια.Τὰ εἰϲ ͞υ͞ϲ ϲυϲτελλόμενον ἔχοντα τὸ ῡ ὀξύνεϲθαι θέλει, πλὴν εἰ μὴ τριϲύλλαβα ὄντα ἀπὸ προθέϲεωϲ ἄρχοιτο, ἐγγύϲ, εὐθύϲ, ἰθύϲ, μεϲϲηγύς, ἃ εἰ λέγοιτο ἄνευ τοῦ ϲ̄ ἰϲόχρονα λέγεται ἰθύ εὐθύ μεϲϲηγύ. τὸ δὲ ἄντικρυϲ καὶ ϲύνεγγυϲ πρόθεϲιν ἔχει. τὸ ἀντικρύ ὀξυνόμενον ἐκτείνει τὸ ῡ. τὸ ἀλλῦϲ μακρὸν ἔχον τὸ ῡ περιϲπᾶται.
Τὰ εἰϲ ͞χ͞ω͞ϲ ἐπὶ ποϲότητοϲ περιϲπᾶϲθαι θέλει, διχῶϲ, τριχῶϲ, τετραχῶϲ, ἑξαχῶϲ, ἑπταχῶϲ, ποϲαχῶϲ. τὸ ἐξόχωϲ, ἡϲύχωϲ βαρύνεται· ἀπὸ ὀνομάτων γάρ.
Τὰ καλούμενα τῆϲ μεϲότητοϲ ἀπὸ γενικῶν πληθυντικῶν γενόμενα καὶ τὸν αὐτὸν τόνον αὐταῖϲ ἔχει, εἴτε παρ’ ὀνόματα γένοιτο εἴτε παρὰ μετοχάϲ, εἴτε παρ’ ἀντωνυμίαϲ, κούφων κούφωϲ, βαρέων βαρέωϲ, καλῶν δὲ καλῶϲ περιϲπωμένωϲ καὶ ϲεμνῶν ϲεμνῶϲ ἀϲέμνων ἀϲέμνωϲ, καὶ τὰ παρὰ τὸ πᾶϲ δὲ καὶ μέγαϲ πάντων μεγάλων ὁμοίωϲ πάντωϲ, μεγάλωϲ ὡϲ καὶ ἐξόχων ἐξόχωϲ καὶ ἡϲύχων ἡϲύχωϲ. τὸ
δὲ αὐτάρκωϲ, εὐώδωϲ τῷ μὲν λόγῳ περιϲπαϲθήϲεται, ἐπεὶ καὶ αἱ γενικαὶ αὐτῶν, ὁ δὲ Ἀρίϲταρχοϲ βαρύνει. καὶ τὴν κακοηθῶν γενικὴν καὶ αὐθαδῶν βαρύνειν μεμελετήκαϲι παραλόγωϲ, αἷϲ ϲυμβαρύνουϲι καὶ τὰ ἐπιρρήματα, κακοήθωϲ, αὐθάδωϲ. ὁ δὲ Ἀρίϲταρχοϲ παὶ τὸ νοϲώδων ἐβάρυνεν ἀλόγωϲ. καὶ ἀπὸ μετοχῶν, ἀγαπώντων ἀγαπώντωϲ, ἐπαρκούντων ἐπαρκούντωϲ, προϲηκόντων προϲηκόντωϲ. παρὰ τὸ ζάφελοϲ προπαροξυνόμενον ὀφείλει καὶ τὸ ζαφελῶϲ ἐπίρρημα βαρύνεϲθαι, ὡϲ ἀπὸ τοῦ ζάθεοϲ ζαθέωϲ· οὐ γάρ ἐϲτι παρὰ τῷ ποιητῇ ζαφελήϲ. περιεϲπάϲθη δὲ τὸ ζαφελῶϲ, ἐπεὶ τὰ διὰ τοῦ λ ̄ω ̄ϲ ̄ ἐπιρρήματα παραληγόμενα τῷ ͞ε ὡϲ ἐπὶ τὸ πλεῖϲτον φιλεῖ περιϲπᾶϲθαι, ἐντελῶϲ, ἐπιμελῶϲ, ἀμελῶϲ, οἷϲ καὶ τὸ ζαφελῶϲ ϲυνεξέδραμε. πρόϲκειται « ὡϲ ἐπὶ τὸ πλεῖϲτον » διὰ τὸ εὐτραπέλωϲ, ἰκέλωϲ. τὸ νουνεχόντωϲ ἀπὸ δύο κατὰ διάϲταϲιν λέξεων παρήχθη, τῆϲ νοῦν καὶ τῆϲ ἐχόντων. τὸ ἕωϲ καὶ ἀνταποδοτικὸν τὸ τέωϲ πρωτότυπά ἐϲτι καὶ οὐχ ὡϲ τὰ λοιπὰ παρῆκται. τὸ ὥϲ παρ’ εὐθεῖαν γέγονε τὸ ὅϲ, ὅθεν καὶ ὀξύνεται καὶ ϲυνετέθη καθώϲ. καὶ τὸ οὕτωϲ καὶ τὸ αὕτωϲ βαρύνεται. οὐκ ἔϲτι δὲ τὸ οὕτωϲ ἀπὸ τῆϲ γενικῆϲ, ἀλλ’ ἀπὸ εὐθείαϲ γίνεται. εἰ γὰρ ἀπὸ γενικῆϲ, ὤφειλεν εἶναι τούτωϲ. καὶ ὅτε μὲν ἐπιφέρεται ϲύμφωνον, ἐξέρχεται τὸ ϲ̄. ὅτε δὲ φωνῆεν, φυλάττεται τὸ ϲ̄. ἔϲτι δὲ οὕτωϲ ἀναλογώτερον τοῦ οὕτω· ἐπειδὴ τὰ ἀπὸ τριγενῶν ὀνομάτων γινόμενα μεϲότητοϲ ἐπιρρήματα εἰϲ ωϲ λήγειν ὀφείλει· ὅταν δὲ μὴ τριγενῆ ᾗ, εἰϲ ͞ω λήγει, κύκλοϲ κύκλῳ. ἴδωμεν οὖν, εἰ τοῦτο τριγενέϲ. οὗτοϲ αὕτη τοῦτο. οὕτωϲ ἄρα τὸ ἀνάλογον. τὸ δὲ οὕτω ἀπὸ τοῦ οὕτωϲ γέγονε κατ’ ἀποβολὴν τοῦ ϲ.Τὰ εἰϲ ͞ω͞ϲ μέγα ἐπιρρήματα ἐπὶ τέλουϲ ἔχοντα τὸν τόνον περιϲπῶνται ἀληθῶϲ, ἀψευδῶϲ πλὴν τοῦ ὥϲ. Δωριεῖϲ δὲ τὰ ἀπὸ τῶν εἰϲ ο̄ϲ ὀξυτόνων ἐπιρρήματα ὀξύνουϲι ϲοφόϲ ϲοφώϲ, καλόϲ καλώϲ.
Πᾶϲ ϲύνδεϲμοϲ μονοϲύλλαβοϲ μὴ ἔχων φύϲει μακρὰν ὀξύνεται, γάρ, τάρ, ἄρ, ῥά, δέ, τέ, μέν, κέν, ἄν, πέρ.
Οἱ δὲ εἰϲ ᾱ λήγοντεϲ καὶ ὑπὲρ μίαν ϲυλλαβην ὄντεϲ πάντεϲ βαρύνονται, ὡϲ ἔχει τὸ ἆρα, ὅτε διαπορητικόϲ ἐϲτι, ἐκτείνων τὸ πρῶτον ͞α, καὶ ὁ ϲυλλογιϲτὸϲ καὶ παραπληρωματικὸϲ ἑκάτερον ϲυϲτέλλων. τοιοῦτοϲ καὶ ὁ κᾶτα μακρὸν ἔχων τὸ ᾱ τὸ πρῶτον, ὄφρα, ἵνα, ἔμπα, ἕνεκα, οὕνεκα, δῆτα. ὅθεν ϲημειούμεθα τὸν ἀλλά ὀξυνόμενον. καθόλου γὰρ οἱ ϲυμπλεκτικοὶ ὀξύνονται, μέν, δέ, τέ, καί, ἠμέν, ἠδέ, ἀτάρ, αὐτάρ· οὕτωϲ οὖν καὶ ὁ ἀλλά. ϲημειούμεθα ἐν τοῖϲ ϲυμπλεκτικοῖϲ τὸν ἤτοι βαρυνόμενον, ὃϲ οὐ μόνον ϲυμπλεκτικόϲ ἐϲτιν, ἀλλὰ καὶ διαζευκτικόϲ οἷον « ἤτοι ἄξιον ἢ οὐκ ἄξιον».
Πᾶϲ ϲύνδεϲμοϲ εἰϲ ϲ̄ λήγων μακροκατάληκτοϲ βαρύνεται, εἰϲὶ δὲ
ϲπάνιοι, ὅπωϲ, ἔμπηϲ, ὅμωϲ ὅτε ϲύνδεϲμοϲ, ὅτε δὲ ἐπίρρημα, περιϲπᾶται ὁμῶϲ ὡϲ ϲαφῶϲ.Καὶ οἱ παραπληρωματικοὶ πάντεϲ ὀξύνονται, δή, θήν, νύ, τάρ, ἄρ, ῥά, τοί, γέ, πέρ, ἄν, κέν, μήν. Ὁ δὲ αὖ καὶ ὁ οὖν περιεϲπάϲθηϲαν διὰ τὸ τὴν εἰϲ ῡ λήγουϲαν δίφθογγον ἀποϲτρέφεϲθαι τὴν ὀξεῖαν, ὡϲ πολλάκιϲ εἴπομεν.
Πᾶϲ αἰτιολογικὸϲ ϲύνδεϲμοϲ ὑπὲρ μίαν ϲυλλαβὴν βαρύνεται, οὕνεκα, ἕνεκα, ὄφρα, ἵνα, ὅτι, χάριν, δηλοῖ γὰρ οὐκ ὄνομα μόνον, ἀλλὰ καὶ ϲύνδεϲμον αἰτιολογικὸν « χάριν Δίωνοϲ » ἀντὶ τοῦ ἕνεκα Δίωνοϲ.
Ὁ εἰ ϲυναπτικὸϲ καὶ ὁ ἐπεί παραϲυναπτικὸϲ ϲυνεϲτηκὸϲ παρὰ τὴν ἐπί πρόθεϲιν καὶ τὸν εἰ ϲύνδεϲμον ϲυναπτικὸν ὀξύνονται· τούτῳ ἠκολούθηϲε καὶ ὁ ἐάν, ὅτι καὶ αὐτὸϲ ϲύνδεϲμόϲ ἐϲτιν ἀπὸ τοῦ εἰ ϲυναπτικοῦ ϲυνδέϲμου καὶ τοῦ ἄν παραπληρωματικοῦ. ὁμοίωϲ καὶ ὁ ἤν καὶ ὁ ἐπήν καὶ ὁ ἐπεάν καὶ ὁ μήν· ἔτι δὲ καὶ ὁ ἁλλαμήν εἴτε δύο λέξειϲ εἶεν εἴτε μία, ὀξύνεται. ὁ εἰδή καὶ ἐπειδή δύο μέρη λόγου ἐϲτὶν ὀξυνόμενα. ὁμοίωϲ καὶ ὁ εἴπερ καὶ ὁ ἐπείπερ καὶ ἐπειδήπερ. ἀλλ’ ἐπειδὴ ἐγκλιτικόϲ ἐϲτιν ὁ πέρ, ἐγείρει τὴν πρὸ αὐτοῦ βαρεῖαν εἰϲ ὀξεῖαν ὡϲ ὁ κέ ἐν εἶκε, αἴκε.
Πᾶϲ ϲύνδεϲμοϲ δίφθογγον ἔχων τὴν διὰ τοῦ ῑ ὀξύνεται, τοί, δαί, εἰ.
Ὁ μῶν παρ’ Ἀθηναίοιϲ διαπορητικὸϲ ὢν περιϲπᾶται· ἀπὸ γὰρ τοῦ μὴ καὶ τοῦ οὖν ϲύγκειται, Δωρικώτερον τραπείϲηϲ τῆϲ ο̄ῡ διφθόγγου εἰϲ τὸ ω̄, τὴν δὲ οὖν εἴπομεν περιϲπᾶϲθαι. Οὕτωϲ δὲ καὶ ὁ οὖν ϲυνταϲϲόμενοϲ τῇ οὐ ἀποφάϲει ἐν τῷ οὔκουν, ὅτε μὲν παραπληροῖ, ὀξύνει τὴν οὐ ἀπόφαϲιν οὔκουν ὡϲ εὔρουν· ὅτε δὲ τὴν ἰδίαν ἔχει δύναμιν, τουτέϲτιν ϲυλλογιϲτικόϲ ἐϲτι, φυλάττει τὴν ἰδίαν περιϲπωμένην, ὡϲ χρυϲοῦν, οὕτωϲ καὶ οὐκοῦν.
Ὁ ἠ ὀξύνεται ἢ περιϲπᾶται. διαζευκτικὸϲ μὲν οὖν ὑπάρχων ἢ
παραδιαζευκτικὸϲ ἢ διαϲαφητικὸϲ ὀξύνεται πάντωϲ· εἰ δὲ καὶ πλεονάζει τὸ ε̄, ἐπὶ τέλουϲ ἔχει τὴν ὀξεῖαν. διαζευκτικὸϲ μὲν « ἢ νύξ ἐϲτιν ἢ ἡμέρα »· τὸ γὰρ ἕτερον ἀληθέϲ, τὸ δὲ ἕτερον ψευδέϲ. καὶ τὸπαραδιαζευκτικὸϲ δὲ « Φαίδων ἢ περὶ ψυχῆϲ » «ἢ νέοϲ ἠὲ παλαιόϲ » (Ξ 108) ἢ γὰρ τὸ ἓν ἢ καὶ τὸ ἕτερον ἢ καὶ ἀμφότερα· ἡ γὰρ τῶν διαζευκτικῶν δύναμιϲ τοιαύτη ἐϲτί. διαϲαφητικὸϲ δὲ « πλουτεῖν ἢ πένεϲθαι » ὃϲ καὶ τὸ περ λαμβάνει, ἤπερ πένεϲθαι.
διαϲαφεῖ γὰρ τὸ ἕτερον, ὅπερ αἱρεῖται.
Ἡνίκα εὑρέθη διαπόρηϲιϲ μετὰ διαζεύξεωϲ, τότε τὸν μὲν πρῶτον η̄ ὀξυτονητέον, τὸν δὲ δεύτερον περιϲπαϲτέον οἷον
ἐναντία γὰρ ταῦτα μαχόμενα καὶ ἅμα εἶναι οὐ δυνάμενα. καὶ διὰ τοῦτο ἐρώτηϲιϲ καὶ ἀπορία μετὰ διαζεύξεωϲ. τοιοῦτό ἐϲτι καὶ τὸ
διαζευκτικῆϲ οὖν οὔϲηϲ τῆϲ τάξεωϲ τῶν διαπορητικῶν, ὁ μὲν πρότεροϲ ὀξύνεται, ὁ δὲ δεύτεροϲ περιϲπᾶται. οὗτοϲ δὲ ὁ περιϲπώμενοϲ, ἐὰν προϲλάβῃ τὸ ε̄, φυλάττει τὴν περιϲπωμένην. οἷόν ἐϲτιν·
μὲν πρότερον ϲύνδεϲμον βαρυτονητέον, τὸν δὲ δεύτερον περιϲπαϲτέον. διαπορητικὴ γάρ ἐϲτιν ἡ ϲύνταξιϲ.
Ὅτε δὲ μόνωϲ ἐρωτηματικόϲ ἐϲτιν ὁ ἢ χωρὶϲ διαζεύξεωϲ, κἂν ἅπαξ κἂν πολλάκιϲ παραληφθῇ, περιϲπᾶται, μὴ οὔϲηϲ τῆϲ ἐρωτήϲεωϲ ἐν διαζεύξει. ἐν μὲν γὰρ τῷ « ἢ δολιχὴ νοῦϲοϲ ἢ Ἄρτεμιϲ ἰοχέαιρα » διαζευκτικὸν τὸ αἰφνιδίωϲ τελευτῆϲαι τοῦ μακροχρονεῖν. ὅθεν ὁ πρῶτοϲ ἐγκλίνεται, ὁ δὲ δεύτεροϲ περιϲπᾶται. ἐν μέντοι τοῖϲ ὑποκειμένοιϲ ἔπεϲι πάντεϲ περιϲπῶνται ἐρωτηματικοὶ ὄντεϲ, οὐκ ἐν διαζεύξει·
ἢ τῷ Ἀχιλλεῖ ἢ τοῖϲ Μυρμιδόϲιν, ἀντὶ τοῦ τούτῳ κἀκείνοιϲ.
ἐνταῦθα μὲν βεβαιωτικόϲ ἐϲτιν ὁ ἢ μεθ’ ὑπερωτήϲεωϲ· ἔϲτι δὲ καὶ μόνωϲ διαβεβαιωτικὸϲ χωρὶϲ ἐρωτήϲεωϲ·
ἀλλὰ κἂν ὑποτάϲϲηται τῷ ἐπεί διαβεβαιωτικὸϲ ὤν, ὁμοίωϲ περιϲπᾶται
Ὅτε παραπληροῖ μετὰ τί τὸ πυϲματικόν, ὀξύνεται