De prosodia catholica
Aelius Herodianus
Aelius Herodianus. Grammatici Graeci, Pars 3, Vol. 1. Lentz, August, editor. Leipzig: Teubner, 1867.
Τῶν χρόνων οἱ μὲν μακροί, οἱ δὲ βραχεῖϲ. καὶ μακρὸϲ χρόνοϲ ἐϲτὶ φωνήεντοϲ ἔκταϲιϲ· βραχὺϲ δὲ τοὐναντίον, οὗ παραδείγματα πάντα τὰ βραχυκατάληκτα.
Πᾶν δίχρονον ἐκ κράϲεωϲ ὂν ἐκτείνεται, ἀέκων ἄκων, κρέαα κρέα, κέραα κέρα· εἰ μέντοι ἀποκοπήν τινα δέξεται τῆϲ τ̄ᾱ ϲυλλαβῆϲ, τοῦ κέρατα κέρα καὶ κρέατα κρέα ϲυνεϲταλμένον ἐϲτὶ τὸ δίχρονον. Θέτιι Θέτι « πάντα Θέτι καλλιπλοκάμῳ (Ϲ 407), μήτι μήτι « μήτι δ’ ἡνίοχοϲ περιγίγνεται » (Ψ 318), μάϲτι (Ψ 500), Χίοϲ Χίιοϲ καὶ Χῖοϲ, ἱερεύϲ ἱρεύϲ, ἴρηξ, οἱ νέκυεϲ οἱ νέκυϲ τοὺϲ νέκυαϲ τοὺϲ νέκυϲ « ἐκ δὲ νέκυϲ οἴκων φόρεον » (Οd. ω 417), οἱ βότρυϲ, ἐρύεϲθαι ῥῦϲθαι « πάντων ἀνθρώπων ῥῦϲθαι γενεήν τε τόκον τε » (ΙΙ. Ο 147), δαινύατο δαινῦτο « τῇ δεκάτη δέ κε θάπτομεν δαινῦτό τε λαόϲ » (Ω 665), λελῦτο δὲ γυῖα ἑκάϲτου » (Od. ϲ 237), χοᾶ, Ἐρετριᾶ Πειραιᾶ Ϲτειριᾶ, εὐφυᾶ διφυᾶ, εὐκλεᾶ. τὸ μέντοι « ὑπερδέα δῆμον ἔχονταϲ » (P 330), καὶ « δυϲκλέα Ἄργοϲ ἱκέϲθαι » (Β 115), καὶ « νηλέα θυμόν » (Γ 229), οὐκ ἔϲτι κατὰ κρᾶϲιν, ἀλλὰ κατὰ ἔνδειαν τοῦ ἑνὸϲ ε̄.
* Πᾶν δίχρονον ἔχον διπλαϲιαϲμὸν ἀμεταβόλου ἐπιφερομένου ϲυϲτέλλεϲθαι θέλει, Πράξιλλα, Τελέϲιλλα, ἄμμοϲ, Κόριννα, ἄλλοϲ, γάλλος, θαλλόϲ, θάλλω, πάλλω, ἅλλομαι, ἀγάλλομαι, πυρρόϲ. παραλόγωϲ οὖν ἐκτέτατο τὸ μᾶλλον. τὸ δὲ
καὶ
καὶ
κατὰ διάλεκτόν ἐϲτιν.
* Τὸ ᾱ ἡ ϲτέρηϲιϲ ϲυϲτέλλεϲθαι θέλει, ἄκακοϲ, ἄϲεμνοϲ, ἄφιλος. τὸ γὰρ ἀθάνατοϲ καὶ ἀκάματοϲ ἐξέτειναν τὸ ᾱ διὰ τὰϲ ἐπαλλήλαϲ τέϲϲαραϲ βραχείαϲ, αἵ τινεϲ ἄθετοί εἰϲιν εἰϲ ἡρωϊκὸν μέτρον.
Τὸ ᾱ πρὸ τοῦ β̄ ϲυϲτέλλεται, ῥάβδος, Λάβδακοϲ, βλάβη, βλάβοϲ, Ἄβυδοϲ, ϲτραβόϲ, Ἄβοϲ, ἁβρόϲ, Ἄβδηροϲ, Ἀβαρβαρέη, ἐπιγράβδην. οὐ μάχεται τὸ ἆ βάλε. δύο γὰρ μέρη λόγου εἰϲί. τὸ δὲ ἁβάϲομεν, ἄναβοϲ κατὰ διάλεκτον ἐγένετο ἐκ τοῦ ἡβήϲομεν καὶ ἄνηβοϲ.
Τὸ ᾱ πρὸ τοῦ μ̄ ϲυϲτέλλεται, ἅμιλλα, ἀμύμων, ἅμα, ἀμύϲϲω, ἅμαξα, ἀμνόϲ, ἀμάρα, ἄμυϲτιϲ, ἄμεινον, ἀμίϲ, ἀμύνω, ἄμαθοϲ.
ϲημειούμεθα τὸ ἀμῶ ῥῆμα ἐκτεινόμενον « εἰϲ ὥραϲ αμῷεν (ι 135. ᾧ ἀκόλουθα ῥηματικα- « οἱ δ’ ὥϲτ’ ἀμητῆρηϲ » (Λ 67), καὶ ὀλίγοϲ δ’ ἀμητὸϲ ἔην ». « ἀμητὸϲ δ’ ὀλίγιϲτοϲ » (Ι 223). τὸ δὲ ἁμέρα, ἁμὸϲ. ἁμαρ διαλέκτῳ κατὰ τροπὴν ἐγένετο.* Ἡ ᾱρ̄ ϲυλλαβὴ ἄρχουϲα ἀϲυνάλειπτοϲ οὗϲα, ἐπιφερομένου ϲυμφώνου μὴ τοῦ δ̄, ϲυϲτέλλεϲθαι θέλει, ἄρβηλοϲ, ἄρκευθοϲ. ἀρκῶ, ἄρκιον, ἄρτοϲ, ἄρχων, ἀργήϲ, Ἄργυννοϲ. τὸ ἀργόϲ ἐκτεινόμενον ἐκ τοῦ ἀεργόϲ ϲυναληλιμμένον· τὸ δὲ δ̄ ἐφυλαξάμην, ἐπεὶ τὸ μὲν ἄρδιϲ ϲυϲτέλλεται, τὸ δὲ ἄρδω ἐκτείνεται « τὸν νοῦν ἵν’ ἄρδω καὶ λέγω τι δεξιόν » (Aristoph. Eqq. 96, 114). καὶ τὸ ἄρδην δὲ ἐκτείνουϲιν.
* Τὸ ᾱ ἐπιφερομένου τοῦ ϲ̄, ᾧ ὑποτέτακται ἄφωνον, ϲυϲτέλλεϲθαι θέλει, ἄϲθμα, ἀϲπίϲ, ἄϲτυ, Ἀϲκληπιόϲ, ἀϲχάλλω, ἄϲβολοϲ. ἀϲκόϲ. οὕτωϲ ἄρα ὀφείλει καὶ τὸ ἀϲκήϲαϲ καὶ ἀϲκηθείϲ.
* Τὸ ᾱ ἔχον ἐν τῇ δευτέρᾳ ϲυλλαβῇ τὸ ξ̄ ἢ ψ μὴ ἐν ῥηματικῇ κλίϲει φιλεῖ ϲυϲτέλλεϲθαι, ἄξων, ἀξίνη, ἁψίϲ, ἅψεα, Ἄψυρτοϲ, ἀψευδήϲ. τὸ δὲ « ἆξον δὴ ἔγχοϲ Διομήδεοϲ » ( 306), καὶ τὸ κράξον ἐκτεταμένον ἔχουϲι τὸ ᾱ, διὸ ἔφην μὴ ἐν ῥηματικῇ κλίϲει.
* Τὸ ᾱ πρὸ τοῦ ζ̄ ἐν ὀνόμαϲι ϲυϲτέλλεται, γάζα, χάλαζα, ἀζηχέϲ, μαζόϲ· ϲεϲημειωμένου τοῦ μᾶζα καὶ Ἀμαζών καὶ ἀλαζών.
Τὸ ῑ κατ’ ἀρχὴν πρὸ τοῦ τ̄ ϲυϲτέλλεται, ἴτυϲ, ἰταμόϲ, Ἰταλόϲ, Ἰταμών, ἰτέα. τὸ γὰρ « Ἴτωνά τε » (B 696) καὶ « ἰτέαι » (κ 510). ποιητικά. τὸ δὲ Ἰτυμονεύϲ (Λ 671) ἐκτέταται, ὀφείλει δὲ ϲυϲτέλλεϲθαι, διὰ τὸ ῡ. καὶ τὸ ἴτριον· ἐκτέταται.
* Τὸ ῑ ἐπιφερομένου ἑνὸϲ ϲυμφώνου ἁπλοῦ, ὅπερ ἔχει ὑποταϲϲόμενον ῑ ἢ ῡ, φιλεῖ ἐκτείνεϲθαι ὑπεϲταλμένων τῶν κατὰ κλίϲιν, ἶβιϲ, Ἴβυκος, ἰδίω, ἰθύϲ, Ἴριϲ, Ἴλιον, ἰνίον, ἶφι, Ἰτυμονεύϲ. τὸ δὲ ἴτυϲ ϲυϲτέλλει τὸ ῑ. τὸ δὲ ἴθι κλίϲιϲ ῥηματική.
* Τὸ ῑ κατ’ ἀρχὴν ἐπιφερομένων δύο ϲυμφώνων μὴ κατὰ κλίϲιν ϲυϲτέλλεϲθαι θέλει, ἴϲχω, ἱϲτόϲ, ἴκτινοϲ, Ἴϲμαροϲ, ἴφθιμοϲ. ἐφυλαξάμην δὲ κατὰ κλίϲιν διὰ τὸ ἵϲτανον καὶ ἵϲτην. ϲεϲημείωται τὸ ἴκριον
Τὸ ῑ κατ’ ἀρχὴν ἔχον τὴν δευτέραν ϲυλλαβὴν ἀρχομένην ἀπὸ
τοῦ ν, μὴ κατὰ κλίϲιν ῥηματικήν, ἐκτείνεϲθαι θέλει, Ἰνώ, Ἴναχος, ἰνίον. ἀντιπίπτει τὸ ἵνα εἴτε ἐπίρρημα εἴη εἴτε ϲύνδεϲμοϲ. προϲέθηκα δὲ μὴ ἐν κλίϲει ῥηματικῇ διὰ τὸ ἴναι καὶ ἐξίναι ἀπαρέμφατα.* Αἱ διὰ τοῦ ῑ μόνου ἐπεκτάϲειϲ ἐν οἱῳδήποτε μέρει λόγου ἐκτεταμένον ἔχουϲι τὸ ῑ, ὡδί, ἐνθαδί, νυνί, δευρί. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἀντωνυμιῶν, ἐκεινοϲί, οὑτοϲί.
Πᾶν ὄνομα μονοϲύλλαβον μακροκατάληκτόν ἐϲτι φύϲει ἢ θέϲει οἷον, ϲτύξ, νύξ, πᾶϲ, Γρᾶϲ, Πράϲ, κράϲ, λίϲ, κίϲ, ῥίϲ, ἴϲ, μῦϲ, ϲῦϲ. δρῦϲ, πῦρ, ψάρ, Κάρ. διὸ τὸ τίϲ ϲημειούμεθα ϲυϲτελλόμενον τὸ ῑ. εἰ δέ τινεϲ τοῦ Ἴϲ ἐπὶ ποταμοῦ τὸ ῑ εἰϲ ἀποφυγὴν τούτου « οὐ γὰρ ἐμὴ ἴϲ Ἔϲθ’ οἵη πάροϲ ἔϲκεν » (Λ 668), πταίουϲι καὶ περὶ τὸν λόγον καὶ περὶ τὴν ἱϲτορίαν. τὸ δὲ « ϲτάδα λίμνην » ἢ « κλάδα χρυϲεόκαρπον » οὐχ ἕξει τινὰ εὐθεῖαν ϲτάϲ ἢ κλάϲ. μεταπλαϲμοὶ γάρ εἰϲι. τὸ δὲ « ἐξ ὀρέων ἐπὶ κὰρ » (Π 392) κατὰ πάθοϲ. ἀπὸ γὰρ τοῦ κάρη κατὰ ἀποκοπὴν τοῦ η̄ γέγονεν.
Πᾶν ἀρϲενικὸν ἢ θηλυκὸν εἰϲ ἀμετάβολον λῆγον μακροκαταληκτεῖ, Ἀλκμάν, παιάν, Τιτάν, δελφίν, ἀκτίν, ῥίν, Ϲαλαμίν, κάρ, ψάρ, μάρτυρ. καὶ τοῦ Φόρκυν, Πόλτυν τινὲϲ μὲν ἀξιοῦϲι καὶ ἐν τῇ εὐθείᾳ ἐκτείνεϲθαι τὸ ῡ, ἐμοὶ δὲ δοκεῖ, ὅτι ἐν μὲν τῇ εὐθείᾳ ϲυϲτέλλεται τὸ ῡ, ἐν δὲ ταῖϲ πλαγίαιϲ ἐκτείνεται. ϲεϲημείωται τὸ μάκαρ, δάμαρ.
* Τὰ εἰϲ ᾱρ̄ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν ἐπὶ παντὸϲ γένουϲ ϲυϲτέλλει τὸ ᾱ, μάκαρ, ὄαρ, θέναρ, φρέαρ, ϲτέαρ. Ἀττικοὺϲ δέ φαϲιν ἐκτείνειν τὸ ϲτέαρ καὶ φρέαρ.
* Τὰ εἰϲ ω̄ν̄ λήγοντα καθαρὰ ϲυγκριτικά, ὁπότε παραλήγοιτο τῷ ῑ, ἐκτεταμένῳ αὐτῶ παραλήγονται, καλλίων, ἡδίων, βελτίων, γλυκίων, κακίων. Ἀριϲτοφάνηϲ δὲ ἐν Ἀττικαῖϲ λέξεϲιν Ἀττικοὺϲ ἱϲτορεῖ προφέρεϲθαι ἐκτεταμένωϲ.
Τὰ εἰϲ ϲϲων ϲυγκριτικὰ οὐδέποτε ἐκτεταμένῳ διχρόνῳ παραλήγεται, βράϲϲων (Κ 226), πάϲϲων (ζ 229), μάϲϲων, γλύϲϲων, βάϲϲων,
ἔνθεν παρ’ Ἐπιχάρμῳ βάϲϲον. τὸ ἐλάϲϲων, θάϲϲων « θάϲϲοναϲ ἰρήκων ἔμεναι καλλίτριχαϲ ἵππουϲ » (Ν 819) ϲεϲημείωται, ὅτι φύϲει μακρᾷ παραλήγεται.* Τὰ εἰϲ ω̄ν̄ διϲύλλαβα τῷ ῑ παραληγόμενα μὴ ὄντα κύρια ἐκτείνει αὐτό, κίων, πρίων, πίων. τὸ δὲ Δίων, Ἴων κύριά εἰϲιν.
* Τὰ εἰϲ ᾱξ̄ λήγοντα καὶ ἐκτείνει τὸ ᾱ καὶ ϲυϲτέλλει· ὅϲα μὲν οὖν διϲύλλαβα ὄντα ἔχει πρὸ τέλουϲ μὴ φύϲει μακράν, ἀλλ’ ἢ βραχεῖαν ἢ θέϲει μακράν, ἀδιάφορον ἔχει τὸν χρόνον τοῦ ᾱ, κόραξ, κόλαξ, φύλαξ, ἄναξ, βόαξ, νέαξ, ὄμφαξ, φόρταξ. εἰ μέντοι ἡ πρὸ τέλουϲ φύϲει μακρὰ εἴη, ἡ δὲ τελευταία ϲυϲτέλλοιτο, γένοϲ θηλυκὸν ὁρᾶται, πῖδαξ, κλῖμαξ, λεῖμαξ, βῶλαξ. διὸ καὶ τὸ μεῖραξ ἐπὶ θηλυκῷ τιθέμενον εὖ ἂν ἔχοι. οὐκ ἀγνοῶ δὲ ὡϲ ἔϲθ’ ὅτε οἱ κωμικοὶ καὶ ἀρϲενικῷ γένει τὴν ϲύνταξιν ποιοῦνται ἀλλ’ εἰκὸϲ αὐτοὺϲ θηλυκῇ προϲηγορίᾳ ϲκώπτειν τοὺϲ παϲχητιῶνταϲ. ὅϲα μέντοι ἔχει τὴν πρὸ τέλουϲ φύϲει μακρὰν ἀρϲενικὰ ὄντα καὶ τὸ ᾱ θέλει ἔχειν ἐκτεταμένον, ὡϲ ἔχει τὸ Φαίαξ, θώραξ, οἴαξ, πλούταξ, βώμαξ, κνώδαξ· ϲημειούμεθα τὸ Γῦναξ καὶ Γῦλαξ, ἔχοντα φύϲει μακρὰν τὴν παραλήγουϲαν καὶ ϲυϲτέλλοντα τὸ ᾱ. εἰϲὶ δὲ ταῦτα κύρια ὀνόματα, καὶ τὸ ϲαῦϲαξ, φαϲὶ δὲ εἶναι τοῦτο ὄϲπρεον, καὶ τὸ καύαξ διφορούμενον. τοῦτο γάρ ποτε μὲν ϲυϲτέλλει τὸ ᾱ, ποτὲ δὲ ἐκτείνει αὐτό. ἔϲτι δὲ ὄρνεον. Τὰ μέντοι ὑπὲρ δύο ϲυλλαβὰϲ ἐκτείνει τὸ ᾱ μὴ ὄντα ϲύνθετα, ἱέραξ, Ἐπιδαύραξ, ὀρθίαξ, θυμέλαξ. τὰ δὲ ϲύνθετα βαρύτονα καὶ τὸν τῶν ἁπλῶν χρόνον φυλάττει, Ἀχαρνοφαίαξ, Ἱππῶναξ, Ἀρχεάναξ, ἐριβῶλαξ, πολυπῖδαξ. τὰ δὲ ὀξύτονα ϲύνθετα ϲυϲτέλλει τὸ ᾱ, διαϲφάξ, βλεφαροϲπάξ. τὰ μέντοι μονοϲύλλαβα θηλυκὰ μὲν ὄντα, θέλει ϲυϲτέλλειν τὸ ᾱ, ϲπάξ, οὕτωϲ ὁ κύων παρὰ Πέρϲαιϲ, [κλάξ], πλάξ, γλάξ, δράξ, ἡ δὲ ῥάξ ἐκτέταται. τὰ δὲ ἐκτείνοντα τὸ ᾱ ἀρϲενικά ἐϲτι, βλάξ, κράξ, πτάξ· τὸ δὲ Πράξ ἱϲτορεῖται μὲν ἐκτείνεϲθαι· ἐγένετο δὲ Ἀχιλλέωϲ ἀπόγονοϲ, ἔνθεν οἱ Πρᾶκεϲ· ϲυϲτέλλεται δὲ ἐϲθ’ ὅτε τὸ ᾱ.
* Τὰ μέντοι εἰϲ ῑξ̄ μονοϲύλλαβα ϲυϲτέλλει τὸ ῑ ἔχοντα δύο ϲύμφωνα πρὸ τοῦ ῑ, ϲτίξ, φρίξ, θρίξ. τὸ μέντοι ἴξ καὶ Φίξ ἐκτείνεται. τὰ μέντοι εἰϲ ῑξ̄ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν πάντα ϲυϲτέλλει τὸ ῑ. ἐπὶ μέντοι γενικῇ πῇ μὲν φυλάττει τὸ ῑ ϲυνεϲταλμένον, πῇ δὲ ἐκτείνει. καί φαϲι τήρηϲίν τινα εἶναι τοιαύτην, ὡϲ τὰ ἔχοντα πρὸ τέλουϲ μακρὸν ἔχει ἐν τῇ γενικῇ ἐκτεινόμενον τὸ ῑ, φοῖνιξ, βέμβιξ, Τέμμιξ, πέμφιξ, τέττιξ, ϲκάνδιξ, πέρδιξ, χοῖνιξ. Πτολεμαῖοϲ δὲ ὁ Ἀϲκαλωνίτηϲ φηϲὶν ὡϲ τῆϲ πέρδικοϲ καὶ χοίνικοϲ γενικῆϲ ἡ μέϲη ϲυϲτέλλεται, πειϲθεὶϲ Ἀριϲτοφάνει τῷ γραμματικῷ καὶ τοῖϲ οὕτω χρηϲαμένοιϲ
ποιηταῖϲ διὰ μέτρον· ἀλλὰ ταῦτα διὰ μέτρον ἐγένετο. ἔϲτι γὰρ αὐτὰ εὑρεῖν ἐκτεταμένα πολλάκιϲ· τὸ μέντοι Θρήϊκοϲ ϲυϲτέλλει τὸ ῑ, ἔχον διαλλαγήν. λέγεται γὰρ καὶ κατὰ ϲυναλοιφὴν Θρῃκόϲ. τὸ δὲ ἧλιξ ϲυνεξῆλθε τοῖϲ ἔχουϲι τὸ λ̄ πρὸ τοῦ ῑ, χόλικος, ἕλικος, χάλικος, κύλικος. τὸ ϲύμμιγοϲ ϲύνθετόν ἐϲτι.Τὰ εἰϲ ῡξ̄ μονοϲύλλαβα ϲυϲτέλλει τὸ ῡ, τρύξ, Φρύξ, πτύξ, Ϲτύξ. χρόνοϲ ὁ αὐτὸϲ καὶ ἐπὶ γενικῆϲ. τὰ εἰϲ ῡξ̄ διϲύλλαβα καὶ αὐτὰ ϲυϲτέλλει τὸ ῡ, φυλάττει μέντοι τὸ ῡ ϲυνεϲταλμένον, ὁπότε τὸ χ̄ ἢ τὸ ἐπὶ γενικῆϲ ἔχει, ϲτόνυχοϲ, ὄνυχοϲ, ὄρτυγοϲ, ἥλυγοϲ, δίζυγος, φάρυγος, τὸ δὲ κόκκυγοϲ ϲυϲτέλλουϲι καὶ ἐκτείνουϲιν. εἰ μέντοι διὰ τοῦ κ̄ ἡ κλίϲιϲ ὑπάρχοι, πῇ μὲν φυλάττει τὸ ῡ ϲυνεϲταλμένον, πῇ δὲ ἐκτείνει. Ἔρυκοϲ γὰρ ϲυνεϲταλμένωϲ καὶ ἄμβυκοϲ, Βέβρυκος, κάλυκος, Γάνυκοϲ, ἴβυκοϲ, ἐκτεταμένωϲ δὲ βόμβυκοϲ, αἴθυκοϲ, κήρυκοϲ. τὸ « κήρυκι Ἠπυτίδῃ » (P 324) διὰ μέτρον φαϲὶν ἔχειν ϲυϲτολήν. τὰ μέντοι εἰϲ ῡξ̄ ὑπὲρ δύο ϲυλλαβὰϲ ἤτοι ϲύνθετα ἢ καὶ ἀπλᾶ πρόδηλον ἔχει τὸν χρόνον.
* Τὰ εἰϲ ᾱψ̄ ὑπὲρ μίαν ϲυλλαβήν φαμεν ϲυϲτέλλειν τὸ ᾱ, λαῖλαψ. ἐν δὲ μονοϲυλλάβοιϲ τὸ δράψ ἐκτείνεται κείμενον παρὰ Ἀριϲτοφάνει· καὶ τὸ λάψ παρὰ Ταραντίνοιϲ. ἡ δὲ γράψ καὶ φάψ θηλυκῷ γένει κατακλειόμενα ϲυϲτέλλεται.
* Τὰ εἰϲ ῑψ̄ μονοϲύλλαβα ἐκτείνεται, ὁμοίωϲ καὶ ἐπὶ γενικῆϲ. διὸ ἡ λιβόϲ γενικὴ ϲημειώδηϲ. τὰ δὲ ὑπὲρ μίαν ϲυλλαβὴν ϲυϲτέλλεται. θέλουϲι δὲ πεδότριψ ἐκτείνειν, πλανώμενοι ἐκ τοῦ παρ’ Ἀρχιλόχῳ ἄνδραϲ ἀμφιτρίβαϲ ».
* Τὰ εἰϲ ᾱϲ̄ περιϲπώμενα ἀναγκαίωϲ ἔχει τὸ ᾱ μακρόν, ἀλλᾶϲ, Ἡρᾶϲ, Βορρᾶϲ, πελεκᾶϲ.
Τὰ εἰϲ ᾱϲ̄ ἀρϲενικὰ βαρύτονα εἴτε ὀνόματα εἴτε μετοχαὶ ἐκτείνονται, Αἴαϲ, Θόαϲ, Δρύαϲ, Αἰνείαϲ, λέξαϲ, γράψαϲ, ποιήϲαϲ. ϲεϲημείωται τὸ μέγαϲ ἐπίθετον καὶ τὸ « λᾶαϲ ἀναιδήϲ » (λ 598). τὸ « δουρὶ δὲ ξυϲτῷ μέμηνεν Αἶαϲ » (Alemanis) καὶ ὅϲα τοιαῦτα κατὰ διάλεκτον, « δῆϲαϲ ἀλυκτοπέδῃϲι » (Τheogn. 521).
Τὰ εἰϲ ᾱϲ̄ ὀξύτονα, εἰ μὲν εἴη ὀνόματα, ϲυϲτέλλονται, εἰ δὲ μετοχαί, ἐκτείνονται, Ἀρκάϲ, φυγάϲ, ἐθάϲ, πολυδειράϲ, κιχράϲ, ἱϲτάϲ, πιμπράϲ, βιβάϲ. ϲεϲημείωται τὸ ἱμάϲ καὶ ἀνδριάϲ καὶ ὅϲα παρὰ τὸ κέκραμαι, ἰϲοκράϲ, ἁλικράϲ.
Τὰ εἰϲ ιϲ εἴτε καθαρὸν εἴτε μὴ βαρύτονα εἴτε ἀρϲενικὰ εἴτε θηλυκὰ ϲυϲτέλλει τὸ ῑ, ὄϊϲ. πάϊϲ, ἔριϲ, Θέτιϲ, μῆνιϲ, Πάριϲ, ἔχιϲ,
ὄφιϲ, κόνιϲ, δῆριϲ, μάντιϲ, ὄρχιϲ, λάτριϲ, ὄρνιϲ, Ἀριϲτοκλῆϲ δὲ ἐν τῷ περὶ διαλέκτων φηϲὶν Ἀττικοὺϲ ἐκτείνειν. εἰ δὲ ϲύνθετα ὑπάρχοι ἐξ ἁπλῶν ἐκτεινόντων τὸ ῑ, ἐκτείνονται, κνημίϲ εὐκνἡμιϲ, ψηφίϲ μελαμψήφιϲ καὶ ὅϲα τοιαῦτα. οὕτωϲ καὶ ἐν τῷ « ἐϋκλήιϲ ἀραρυῖα » (Ω 318) Ἀρίϲταρχοϲ ἀναγινώϲκει ἐϋκλήϊϲ ὡϲ ἐϋκνήμιϲ ϲύνθετον ποιῶν τὴν λέξιν, οὕτωϲ καὶ Ἀϲκαλωνίτηϲ. εἰϲὶ δὲ οἳ διεῖλον « ἐΰ κληῖϲ’ ἀραρυῖα », θἷϲ ϲυγκατατίθεται καὶ Τρύφων, οὐκ εὖ. ἄμεινον γὰρ ἐπιθετικῶϲ ἀκούειν καὶ μὴ πάθοϲ ἐκδέχεϲθαι πληθυντικῆϲ δοτικῆϲ, λέγω δὲ τὸ τῆϲ ἐκθλίψεωϲ. ὃ δέ φημι, τοιοῦτόν ἐϲτι, ὡϲ ὅτι ἐκθλίβεται μὲν τὸ ῑ τῆϲ δοτικῆϲ παρὰ τῷ ποιητῇ καὶ ἑνικῆϲ ὑπαρχούϲηϲ καὶ πληθυντικῆϲ « κέρκίδ’ ὕφαινε » (Οd. ε 62), « χέρϲ’ ἐρετάων » (Οd. ν 115), « καὶ νήεϲϲ’ ἡγήϲατ’ Ἀχαιῶν » (ΙΙ. A 71), οὔ γε μὴν τὸ ἀπὸ τῶν εἰϲ ῑϲ̄ ἐκτεταμένον θηλυκῶν εἰ δ’ ἡ προκειμένη λέξιϲ κρίϲεωϲ δεῖται κατὰ τὴν ἀνάγνωϲίν, δῆλον ὅτι ϲυνθέτωϲ ἀναγνωϲόμεθα, ὅπωϲ μὴ πληθυντικοῦ δῶμεν τὴν χρῆϲιν παρὰ τὴν ϲυνήθειαν τοῦ ποιητοῦ καὶ ἔκθλιψιν ϲημειώδη. εἰ δὴ ϲύνθετόν ἐϲτι τὸ εὐκλήιϲ, καὶ παροξύνειν δεῖ αὐτό, μακρὸν γὰρ τὸ ι καὶ ἐν τῇ ϲυνθέϲει· ἀπὸ γὰρ τοῦ χρόνου τὸν τόνον ἐϲτήϲαμεν.Τὰ ὀξύτονα θηλυκὰ εἰϲ ῑϲ̄ λήγοντα μὴ καθαρεύοντα μεμελέτηκε καὶ ἐκτείνεϲθαι καὶ ϲυϲτέλλεϲθαι. τοῖϲ μὲν οὖν ϲυϲτέλλουϲι τὸ ῑ ἀδιάφοροϲ ἡ πρὸ τέλουϲ εἴτε μακρὰ εἴη εἴτε βραχεῖα, βολίϲ, ῥανίϲ, αἰγίϲ, μηλίϲ, Δωρίϲ· τοῖϲ δὲ ἐκτείνουϲι τὸ ῑ, καὶ μάλιϲτα ἐπὶ διϲυλλάβων, ἡ πρὸ τέλουϲ μακρὰ ὑπῆρχεν ἤτοι φύϲει ἢ θέϲει, κρηνίϲ, ψηφίϲ, κηκίϲ, κηλίϲ, νηϲίϲ, ϲφραγίϲ, βαλβίϲ, φαρκίϲ, ἁρπίϲ, ἁψίϲ. δικαίωϲ οὖν οἱ Ἀττικοὶ τὸ ῥιπίϲ καὶ καρίϲ, ἃ ἡ κοινὴ ϲυνήθεια ἐκτείνει, ϲυϲτέλλουϲι. διϲύλλαβα δὲ παρεθέμην, ἐπεὶ ὁρᾶται τριϲύλλαβα βραχείᾳ παραληγόμενα καὶ κατὰ τὴν ϲυνήθη χρῆϲιν καὶ κατὰ τὴν τῶν Ἰώνων ἐκτείνοντα τὸ ῑ· κατὰ δὲ τοὺϲ Ἀττικοὺϲ ϲυϲτέλλονται. πλοκαμίϲ, κεραμίϲ, καλαμίϲ, βλεφαρίϲ, ῥαφανίϲ. τὸ δὲ ἀγαθίϲ ἀεὶ ϲυϲτελλομένωϲ· οὕτω δὲ καὶ ἡ τρυφαλίϲ ϲυϲτέλλεται. καὶ ἐπίϲταϲιν ἔχει τὸ κληΐϲ ἐκτεινόμενον καὶ καθαρεῦον. τὰ δὲ λοιπὰ πάντα ϲυϲτέλλονται, Λαΐϲ, Ναΐϲ, Θηϲηΐϲ, δμωΐϲ, ἡρωΐϲ, Μινωΐϲ.
* Τὰ εἰϲ ῡϲ̄ θηλυκὰ ὀξύτονα διὰ τοῦ δ̄ κλινόμενα ϲυϲτέλλονται, κροκύϲ κροκύδος, χλαμύϲ χλαμύδοϲ, πηλαμύϲ πηλαμύδοϲ. τὰ δὲ εἰϲ ῡϲ̄ θηλυκὰ ὀξύτονα διὰ καθαροῦ τοῦ ο̄ϲ̄ κλινόμενα ἐκτεταμένον ἔχουϲι τὸ ῡ, πληθύϲ, ἐδητύϲ, ὀϊζύϲ, ἐρινύϲ, ἰξύϲ ἡ ῥάχιϲ, ἰϲχύϲ, ἰλύϲ, τὸ δὲ νηδύϲ ποιητικῇ ἀδείᾳ ϲυϲτέλλεται. φιλεῖ δὲ τὸ ῡ ἐπ’ εὐθείαϲ ἐκτεινόμενον ϲυϲτέλλειν τὰϲ ἄλλαϲ πτώϲειϲ οὐ μόνον ἐν τῷ πῦρ πυρόϲ, ἀλλὰ καὶ ἐν τῷ ἰχθύοϲ, δρυόϲ, ἰϲχύοϲ, ἰλύοϲ. ἐν δὲ τῷ « ἰλύοϲ » (Φ 318) τὸ ῡ ἐκτέταται διὰ τὸ μέτρον.
* Τὰ εἰϲ ῡϲ̄ βαρύτονα εἴτε θηλυκὰ εἴτε ἀρϲενικὰ ϲυϲτέλλονται, γένυϲ, πίτυϲ, χέλυϲ, γῆρυϲ, ἀτράφαξυϲ, Πόλτυϲ, βότρυϲ, Ἕρπυϲ, Ἄλυϲ, ἥμιϲυϲ, πέλεκυϲ, Ῥαδάμανθυϲ.
* Τὰ εἰϲ ῡϲ̄ ὀξύτονα ἐπιθετικὰ ϲυϲτέλλεται, πολύϲ, ἠΰϲ, ἡδύϲ, βραδύϲ.
* Τὰ εἰϲ ῡϲ̄ ϲύνθετα πάντα ϲυνεϲταλμένον ἔχει τὸ ῡ καὶ προπαροξύνεται, ϲύνοφρυϲ, λεύκοφρυϲ, κάλλιχθυϲ, δίβραχυϲ.
* Τὰ εἰϲ ο̄ϲ̄ ὀξύτονα ἀρϲενικὰ διϲύλλαβα καθαρὰ διχρόνῳ παραληγόμενα ἐκτείνει αὐτὸ οἷον ναόϲ, λαόϲ, κριόϲ, ἰόϲ πλὴν τοῦ βιόϲ.
* Τὰ εἰϲ ο̄ϲ̄ καθαρὸν ἀρϲενικὰ διϲύλλαβα εἰ παραλήγοι τῷ ᾱ, ἐκτείνει αὐτό ναόϲ, λαόϲ. δάοϲ οὐδέτερον. ϲεϲημείωται τὸ ϲάοϲ.
* Τὰ εἰϲ λ̄ο̄ϲ̄ λήγοντα διϲύλλαβα ὀξύτονα, ὁπότε ἔχει πρὸ τέλουϲ δίχρονον, τοῦτο ἔχει ϲυνεϲταλμένον ἢ ἐκτεινόμενον δι’ ἑαυτοῦ ἢ διὰ ϲυμφώνου μεγεθυνόμενον. καὶ τὰ μὲν διὰ ϲυμφώνων μεγεθυνόμενα τὰ τοιαῦτά ἐϲτι, κυλλόϲ, μαλλόϲ, θαλλόϲ, τὰ δὲ δι’ ἑαυτῶν τὰ τοιαῦτα, ψιλόϲ, χυλόϲ, δαλόϲ, βαλόϲ, οὕτωϲ ὁ βαθμόϲ καὶ ἐν τῇ τραγῳδίᾳ καὶ ἐν τῇ κωμῳδίᾳ. ἐχρῆν οὖν καὶ τὸ καλόϲ ἢ βοηθεῖϲθαι ϲυμφώνῳ ἢ αὐτόθεν ἐκτείνεϲθαι. ὑγιῆϲ οὖν ἡ ἔκταϲιϲ παρὰ τῷ ποιητῇ.
* Τὰ διὰ τοῦ ῑμ̄ο̄ϲ̄ παραγωγὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ϲυνεϲταλμένον ἔχει τὸ ῑ, κύδιμοϲ, ὠφέλιμοϲ, ὤκιμοϲ. τὸ μέντοι ἄτιμοϲ ἐκτεῖνον τὸ ῑ ϲύνθετόν ἐϲτιν. οὕτωϲ δὲ ἀξιοῦται καὶ τὸ βούλιμοϲ ἐκτείνεϲθαι κατὰ τὴν δευτέραν ϲυλλαβὴν ϲυνθέτου ὑπάρχοντοϲ τοῦ ὀνόματοϲ· ἀντὶ γὰρ τοῦ ὁ μέγαϲ λιμόϲ. καὶ τὸ ἴφθιμοϲ δὲ ἐκτείνει τὸ πρὸ τέλουϲ ῑ.
Τὰ εἰϲ μ̄ο̄ϲ̄ καθαρὸν διϲύλλαβα ἔχοντα τὸ ῡ ἐκτείνουϲιν αὐτὸ καὶ ὀξύνονται, χυμόϲ, θυμόϲ, δρυμόϲ, ῥυμόϲ. εἰ δὲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπάρχει, καὶ προπαροξύνεϲθαι θέλουϲι καὶ ϲυϲτέλλουϲι τὸ ῡ, εἰ μὴ
ἐκ ϲυνθέϲεωϲ ὑπάρχει, οἷον ἔρυμοϲ, ἔλυμοϲ, δίδυμοϲ, ἔτυμοϲ ὁ ἀληθήϲ. τὸ δὲ πρόθυμοϲ καὶ τὸ μεγάθυμοϲ καὶ τὰ τοιαῦτα ἐκ ϲυνθέϲεωϲ ἔϲχον τὸ ῡ.* Τὰ εἰϲ ν̄ο̄ϲ̄ λήγοντα διϲύλλαβα μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου εἰ ἔχοι πρὸ τέλουϲ ἔν τι τῶν διχρόνων ϲυνεϲταλμένον αὐτὸ ἔχει, καπνόϲ, θαλπνόϲ, ἁγνόϲ, ἀμνόϲ, γυμνόϲ, πρυμνόϲ, ϲυχνόϲ, πυκνόϲ, ϲτυγνόϲ. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὑπὲρ δύο ϲυλλαβάϲ, ἀλαπαδνόϲ, ἀκιδνόϲ, ὀλοφυδνόϲ. τὸ μέντοι ϲτρυφνόϲ οἱ Ἀττικοὶ ἐκτείνουϲι τὸ ῡ. οὕτω γὰρ ἀνέγνωμεν παρ’ Ἀριϲτοφάνει ἐν Ϲφηξί (877)
* Τὰ εἰϲ ν̄ο̄ϲ̄ λήγοντα διϲύλλαβα ὀξύτονα καθαρεύοντοϲ τοῦ ν̄, εἰ ἔχοιεν ἐν τῇ πρὸ τέλουϲ τὸ ᾱ, ἐκτεταμένον αὐτὸ ἔχουϲι, δανόϲ ὁ ξηρόϲ, τρανόϲ, μανόϲ. τοῦτο δὲ παρὰ τοῖϲ Ἀττικοῖϲ ϲυϲτέλλεται.
* Τὰ εἰϲ ν̄ο̄ϲ̄ λήγοντα ὀνόματα τριϲύλλαβα ὀξυνόμενα καὶ ἔχοντα τὸ α ϲυνεϲταλμένον πρὸ τέλουϲ μὴ καθαρεῦον οὐδέποτε τὴν ἄρχουϲαν ἔχει φύϲει μακράν, οἷον ἱκανόϲ, καίτοιγε τὸ ῥῆμα ἐξέτεινε τὸ ῑ, πείθω πιθανός, εἴδω ἰδανόϲ « ϲὰϲ ἰδανὰϲ χάριταϲ » ὁ Καλλίμαχοϲ, τρώγω τραγανόϲ, ἥδω ἑδανόϲ, ἄγω ἀγανόϲ, ϲτέγω ϲτεγανόϲ, ϲφεδανόϲ, ὀρφανόϲ, πεδανόϲ, ῥοδανόϲ. ϲημειῶδεϲ ἄρα τὸ οὐρανόϲ, ὅτι ἤρξατο ἀπὸ φύϲει μακρᾶϲ. Ἀλκαῖοϲ δὲ καὶ εἰϲ ω ἀποφαίνεται τὸ ὄνομα, ὠρανόϲ λέγων κατὰ τροπὴν τῆϲ ο̄ῡ διφθόγγου εἰϲ τὸ ω καὶ ἄνευ τοῦ ῡ ὀρανόϲ, ὥϲτε τὸ ἐπιζητούμενον παρ’ αὐτῷ λελύϲθαι. καὶ Ϲαπφώ· « ψαύην δ’ οὐ δοκίμωμ’ ὀράνω δυϲαπάχεα ». προϲέθηκα μὴ καθαρεῦον, ἵνα μὴ ἐπιζητῶμεν περὶ τοῦ « εἱανοῦ ἁπτομένη » (Π 9) καὶ « ἑανοῦ καϲϲιτέροιο » (Ϲ (613).
Τὰ διὰ τοῦ ῑν̄ο̄ϲ̄ ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύτονα κατὰ καροῦ ἢ χρόνου παραλαμβανόμενα ϲυϲτέλλει τὸ ῑ, ἐαρινόϲ, θερινόϲ, νυκτερινόϲ, χεῖμαρινόϲ, ἑωθινόϲ, πρωϊνόϲ, ἡμερινόϲ, ὀπωρινόϲ. παρὰ μέντοι τῷ ποιητῇ κατ’ ἔκταϲιν ἀναγινώϲκομεν τοῦτο ἐπιζητοῦντοϲ τοῦ μέτρου « ὡϲ δ’ ὅτ’ ὀπωρινὸϲ βορέηϲ » (φ 346) καὶ πάλιν « ἀϲτέρ’ ὀπωρινῷ ἐναλίγκιοϲ (Ε 5).
* Τὰ διὰ τοῦ ῑν̄ο̄ϲ̄ ἀπὸ ἐπιρρήματοϲ ὀξύτονα τὸ ῑ βραχὺ ἔχουϲι, ταχινόϲ, ἀληθινός, πυκινόϲ, ἀδινόϲ.
* Τὰ διὰ τοῦ ινοϲ ϲημαίνοντα μετουϲίαν προπαροξύτονα τὸ ῑ βραχὺ ἔχουϲι, κρίθινοϲ, δάφνινοϲ, πύρινοϲ, ξύλινοϲ, λίθινοϲ. τὰ δὲ μὴ οὕτωϲ ἔχοντα ἐκτείνουϲι τὸ ῑ, κάμινοϲ, κύμινοϲ, κυκλάμινοϲ.
* Τὰ διὰ τοῦ ῑν̄ο̄ϲ̄ πρὸ μιᾶϲ τὸν τόνον ἔχοντα ἐκτείνουϲι τὸ ῑ, ἐχῖνοϲ, κορακῖνοϲ, φοξῖνοϲ πλὴν τοῦ καρκίνοϲ.
* Τὰ διὰ τοῦ ινοϲ ὀνόματα ὀξύτονα μὴ ὄντα παρώνυμα διὰ βραχέοϲ τοῦ ῑ ἐκφέρεται οἷον ἀδινόϲ, πεδινόϲ, ταχινόϲ, πυκινόϲ, ἀληθινόϲ. ϲεϲημείωται τὸ χαλινόϲ καὶ λαρινόϲ. τὸ μὲν χαλινόϲ, ὅτι ἐϲτὶ καὶ οὐδέτερον. λέγεται γὰρ τὰ χαλινά καὶ ὡϲ διαλλάξαν κατὰ τὰ ἄλλα, διήλλαξε καὶ κατὰ τὸν χρόνον. τὸ δὲ λαρινόϲ ἐκτοῦ ῥινόϲ βύρϲηϲ καὶ μετὰ τοῦ λ̄ᾱ ἐπιτατικοῦ ϲύνθετον.
Τὰ διὰ τοῦ ῡν̄ο̄ϲ̄ διϲύλλαβα ἐκτείνει τὸ ῡ, φρυνόϲ, γρυνόϲ, θυνόϲ, Κῦνος. ϲεϲημείωται τὸ πλυνόϲ κατὰ χρόνον, καίτοιγε τὸ πλύνω ἐκτεινόμενον τὸ ῡ.
Τὰ διὰ τοῦ υνοϲ ὑπὲρ δύο ϲυλλαβάϲ, εἰ μὲν παραλήγει τὸ ϲ̄, ϲυϲτέλλει τὸ ῡ, δεϲπόϲυνοϲ, πίϲυνοϲ, θάρϲυνοϲ. τὸ δὲ μόϲυνοϲ ἐκτεταμένον ἀπὸ γενικῆϲ ἐϲτι γενόμενον, αἱ δὲ γενικαὶ αἱ διὰ τοῦ υνοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπάρχουϲαι Φόρκυνοϲ, Πόλτυνοϲ τῶν εὐθειῶν ϲυϲτελλομένων ἐξέτειναν τὸ ῡ. εἰ δὲ μὴ παραλήγει τὸ ϲ̄, ἐκτείνει τὸ ῡ, κίνδυνοϲ, εὔθυνος, Πάχυνος, Λάμυνος, διὸ καὶ τὸ βόθυνοϲ ἀναλόγωϲ ἐκτείνουϲιν Ἀττικοί. κἄν ὀξύνηται δὲ τοιαῦτά ἐϲτι, Μαρυανδυνόϲ, Βιθυνόϲ. τὸ ἀνδρόγυνοϲ, ἄγυνοϲ καὶ τὰ ὅμοια τοῦ γυνή ἐτήρηϲαν τὸ ῡ.
Τὰ εἰϲ ρ̄ο̄ϲ̄ καθαρὸν διϲύλλαβα τῷ ᾱ παραληγόμενα ὀξυνόμενα μὲν ἔχει ἐκτεινόμενον τὸ ᾱ ψαρόϲ, ναρόϲ, ἔνθεν θηλυκὸν παρὰ Ϲοφοκλεῖ ἐν Ἰνάχῳ ϲατυρικῷ « ναράϲ τε πατρὸϲ κυμάτων ἐπιρροὰϲ — ἐπώμοϲα ». Λαρόϲ « λαρὸϲ ἄμηϲ », ἔνθεν τὸ οὐδέτερον « λαρὸν τετυκοίμεθα δόρπον » (μ 283). βαρυνόμενα δέ, εἰ καὶ ἀρϲενικὰ ὑπάρχοι ἢ θηλυκά, 25) ϲυϲτέλλειν θέλει τὸ ᾱ, λάροϲ « λάρῳ ὄρνιθι ἐοικώϲ » (ε 51), γάροϲ. Αἰϲχύλοϲ Πρωτεῖ ϲατυρικῷ « καὶ τὸν ἰχθύων γάρον », ϲκάροϲ, φάροϲ. λέγω δὲ τὸ ἀρϲενικὸν ἢ καὶ τὸ θηλυκόν, Κλάροϲ, Νίκανδροϲ (Ther. 958) « μνῆϲτιν ἔχοιϲ, τὸν ἔθρεψε Κλάροϲ νιφόεϲϲα πολίχνη », Πάροϲ νῆϲοϲ, ϲπάρος, Ϲάροϲ ὁ ποταμόϲ. τὸ τοίνυν βᾶροϲ καὶ ’Ρᾶροϲ παρ’ Ἀττικοῖϲ ϲημειώδη. τὸ δὲ κλᾶροϲ κατὰ Δωρίδα διάλεκτον ἐκ τοῦ κλῆροϲ. τά τε ὑπὲρ δύο ϲυλλαβὰϲ βαρυνόμενα πάμπολλα ὄντα ϲυνεϲταλμένον ἔχουϲι τὸ α. μὴ ὄντα Δώρια μήτε ϲύνθετα, μάρμαροϲ, βάρβαροϲ, τάλαροϲ, κύλλαροϲ· ἐπίϲταϲιν οὖν ἔχει τὸ ἄγγαροϲ
καὶ Αἴϲαροϲ. τὸ δὲ φλύαροϲ ὀφείλει ϲυϲτέλλεϲθαι. τούτου δέ τινεϲ ἐκτείνουϲι τὸ ᾱ, καὶ μάλιϲτα παρ’ Ἀττικοῖϲ.* Τὰ διὰ τοῦ ᾱρ̄ο̄ϲ̄ ὀξύτονα ϲυϲτέλλει τὸ ᾱ, μαδαρόϲ, χαλαρόϲ, ῥυπαρόϲ, καὶ ὅϲα ἄλλα ἐϲτὶ τοιαῦτα. χρὴ οὖν καὶ τὸ ἀνιαρόϲ ϲυϲτέλλειν τὸ ᾱ. δηλονότι τὸ νομιζόμενον Ἴωϲιν ἀνιηρόϲ πρότερόν ἐϲτι καὶ λοιπὸν τὸ ἀνιαρόϲ ὡϲ ἐδέξατο τροπὴν Ἰωνικὴν (?) ἔμεινεν ἐκτεινόμενον.
* Τὰ εἰϲ ρ̄ο̄ϲ̄ λήγοντα ὀξύτονα, ὅτε ἔχει τὴν τρίτην ἀπὸ τέλουϲ ἤτοι θέϲει μακρὰν ἢ φύϲει, πάντωϲ ἔχει τὴν πρὸ τέλουϲ μηκυνομένην. εἰ δὲ ἡ πρὸ τέλουϲ εἴη βραχεῖα, καὶ ἡ τρίτη ἀπὸ τέλουϲ, βλαβερόϲ, φανερόϲ, ῥυπαρόϲ, ὀχυρόϲ, καπυρόϲ, ἱερόϲ. τὸ γὰρ ἐκτεῖνον τὸ ῑ ποιητικόν ἐϲτι· κρατερόϲ, τὸ γὰρ καρτερόϲ ὑπέρθεϲιν ἔχει. τὰ μέντοι ἔχοντα τὴν πρὸ τέλουϲ τρίτην μακράν, ὡϲ ἔφην, ἔχει καὶ τὴν πρὸ τέλουϲ μακράν, ποιηρόϲ, ἀτηρόϲ, ἀλγηρόϲ, πνιγηρόϲ, ἀνθηρόϲ, τολμηρόϲ, ἰϲχυρόϲ. ὅθεν ἐπεὶ τὸ ἁλμυρόϲ ἔχει τὴν τρίτην ἀπὸ τέλουϲ μακρὰν ὑγιῶϲ ἕξει καὶ τὴν πρὸ τέλουϲ μακράν. ἀναλογώτεροι οὖν οἱ Ἀττικοὶ ἐκτείνοντεϲ αὐτό. παρὰ μέντοι τῷ ποιητῇ ἀνέγνωμεν « ἁλμυρὸν ὕδωρ » (δ 511). ἀντιπίπτει τὸ πενθερόϲ μακρὰν ἔχον τὴν τρίτην ἀπὸ τέλουϲ, βραχεῖαν τὴν πρὸ τέλουϲ. ἀλλ’ οὖν γε εἴρηται πενθηρόϲ τὸ ἐπίθετον διὰ τοῦ η̄ ὥϲπερ ἐπὶ ἱματίου μέλανοϲ « A. φέρ’ αὔτ’ ἀνύϲαϲ. Β. ἀλλ’ ἐϲτὶ πενθηρὸν πάνυ ». οὕτωϲ γὰρ ἔφη Ἀναξίλαϲ. οὐκ ἀναϲτρέφει ὁ κανών. οὐ γὰρ πάντωϲ τὰ ἔχοντα πρὸ τέλουϲ μακρὰν ἔχουϲι καὶ τὴν τρίτην μακράν. ἰδοὺ γὰρ πονηρόϲ, τυχηρόϲ.
* Τὰ εἰϲ ϲ̄ο̄ϲ̄ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξυνόμενα καὶ ἔχοντα πρὸ τέλουϲ ᾱ ϲυνεϲταλμένον αὐτὸ ἔχουϲι· ταύτῃ μοι δοκεῖ καὶ τὸ Ἴαϲοϲ τὸ ᾱ ϲυϲτέλλειν τῷ χαρακτῆρι πειϲθέν. ἐπὶ δὲ τῶν ὀξυτόνων τῶν ἐχόντων τὸ ᾱ ὁρᾶται καὶ ἡ ϲυϲτολὴ καὶ ἡ ἔκταϲιϲ, (?) ὡϲ ἐν τῷ Τάμαϲοϲ καὶ Ἐγγύαϲοϲ, ἀλλὰ καὶ κέραϲοϲ καὶ Ἔραϲοϲ (?).
Πᾶν θηλυκὸν εἰϲ ᾱ λῆγον ὀξυνόμενον ἢ περιϲπώμενον ἐκτείνει αὐτό, φοβερά, Ἀθηνᾶ, πυρκαϊά, μνᾶ. διὸ καὶ τὸ ἀγυιά καὶ ὀργυιά ὁτὲ μὲν ἐκτείνεται ὀξυνόμενον παρ’ Ἴωϲι, ὁτὲ δὲ βαρύνεται καὶ ϲυϲτέλλεται.
Τὰ εἰϲ ᾱ λήγοντα θηλυκὰ παρεϲχηματιϲμένα ἀρϲενικῷ ὁμόχρονον ἔχει τῷ τέλει τῆϲ γενικῆϲ τοῦ ἀρϲενικοῦ τὸ ᾱ, ὀξέοϲ ὀξεῖα, τάλανοϲ
τάλαινα, χαρίεντοϲ χαρίεϲϲα. Ῥόδιοϲ δὲ Ῥοδίου Ῥοδία καὶ Ϲάμιοϲ Ϲαμίου Ϲαμία. διὸ Ἀττικοὶ ἱερέωϲ λέγοντεϲ ἱερεία ἐκτεταμένωϲ λέγουϲιν, ἀλλ’ οὐκέτι πανδόκεια, βαϲίλεια. ϲεϲημείωται τὸ ἴα ἀπὸ τοῦ ἴοϲ ἴου « οὐ γὰρ πάντων ἦεν ὁμὸϲ θρόοϲ οὐδ’ ἴα γῆρυϲ » (Δ 437), ὅπερ λέγεται καὶ μία, καὶ « δῖα γυναικῶν » (B 714) καὶ τὸ πέπειρα.* Πᾶν εἰϲ ᾱ λῆγον θηλυκὸν προπαροξυνόμενον ἢ προπεριϲπώμενον ϲυνεϲταλμένον ἔχει τὸ ᾱ Ἀντιόχεια, ταχεῖα, ὀξεῖα.
Τὰ διὰ τοῦ ᾱῑᾱ παρώνυμα παραγόμενα ἐκ θηλυκῶν εἰϲ ᾱ ἢ εἰϲ η̄ ἐκτεταμένον ἔχει τὸ ᾱ, ϲελήνη ϲεληναία, ἅμαξα ἁμαξαία, οὐρά οὐραία, ἀρχαία, ἀναγκαία. ὅθεν ἐχρῆν καὶ τὸ γαῖα ἐκτείνεϲθαι, χωρὶϲ εἰ μὴ ἡ ποϲότηϲ τῶν ϲυλλαβῶν ποιεῖ ϲυνεϲταλμένον τὸ ᾱ. τοιαῦτα γὰρ τὰ διϲύλλαβα, γραῖα, μαῖα.
* Τὰ εἰϲ ᾱ λήγοντα καθαρὸν ϲυνεϲταλμένον, ὁπότε ἐϲτὶ ὑπὲρ δύο ϲυλλαβάϲ, τὴν πρὸ τέλουϲ ἔχει φύϲει μακράν, Μήδεια, Θάλεια, Πηνελόπεια, εὔνοια, εὔχροια, ὑπεϲταλμένων τῶν πρὸ τέλουϲ ἐχόντων τὴν τ̄ρ̄ῑ ϲυλλαβήν, οἷον ποιήτρια, μεϲήτρια, ὁδηγήτρια, ὀρχήϲτρια, αὐλήτρια, μαθήτρια. παράλογοϲ οὖν ὁ πρὸ τέλουϲ χρόνοϲ τοῦ πότνια, ὄμπνια, Πολύμνια, Ἰάμνια, Λάμια. ὅϲα γὰρ ἔχει πρὸ τοῦ τέλουϲ τὸ ῑ ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα μὴ διὰ τοῦ τ̄ρ̄ῑᾱ οὐκ ἐν ϲυϲτολῇ ἔχει τὸ ᾱ, ἀλλ’ ἐκτάϲει, κακία, φιλία, κοπία, ἐϲχατιά. τοῦ οὖν πότνια καὶ ὄμπνια καὶ τῶν τοιούτων ἢ ἡ πρὸ τέλουϲ ἠλάττωται ἢ ἡ ἐπὶ τέλουϲ.
Τὰ ἀπὸ τῶν εἰϲ η̄ϲ̄ ὀξυτόνων διὰ τοῦ ε̄ῑᾱ προπαροξύτονα ϲυϲτέλλει τὸ ᾱ, παροξύτονα δὲ ἐκτείνει, εὐϲέβεια καὶ εὐϲεβία, ἀμέλεια καὶ ἀμελία, ϲυνήθεια καὶ ϲυνηθία. τὸ μέντοι ἀμαθία μόνον παροξύνεται καὶ διὰ βραχέοϲ ῑ γράφεται.
* Τὰ διὰ τοῦ ν̄ῑᾱ θηλυκὰ τῷ ῑ παραληγόμενα ϲυϲτέλλουϲιν αὐτὸ ἔχοντα μακρὸν τὸ ᾱ οἷον γωνία, πενία, ξενία. ϲεϲημείωται τὸ
ἀνία, ἐπειδὴ ἀπὸ τοῦ ἰῶ γίνεται, ὅπερ ἔχει μακρὸν τὸ ι. τὸ δὲ κονία διφορεῖται.* Πᾶν εἰϲ ᾱ λῆγον θηλυκὸν ὄνομα ἔχον πρὸ τοῦ ᾱ ἕν τι τῶν διπλῶν ἢ τὸ ϲ̄ ἢ τὸ ν̄, μὴ κατὰ πάθοϲ ἢ διάλεκτον, ἔχει τὸ ᾱ ϲυνεϲταλμένον, χάλαζα, ἅμαξα, ἀμφίϲβαινα, Λάκαινα, χαρίεϲϲα, μοῦϲα. τὸ δὲ Ἀθηνᾶ καὶ μνᾶ καὶ Δανᾶ καὶ ὅϲα τοιαῦτα, ἐϲτὶ κατὰ πάθοϲ, τὸ δὲ Ἑλένα καὶ ὅϲα τοιαῦτα, ἐϲτὶ κατὰ διάλεκτον.
* Τὰ εἰϲ ᾱ λήγοντα, ὁπότε ἔχει πρὸ τοῦ ͞α διπλοῦν, δίχρονον δὲ πρὸ τοῦ διπλοῦ, πάντωϲ ϲυνεϲταλμένον αὐτὸ ἔχει, ὡϲ τὸ ῥίζα, ϲχίζα, ϲπίζα, δίψα, Δούριζα λίμνη, Βόρυζα πόλιϲ Περϲική, Ἀράβυζα τῆϲ Καυκωνίδοϲ πόλιϲ, ὄρυζα, φύζα, ἄζα, γάζα, χάλαζα. ϲημειῶδεϲ ἄρα ἡ μᾶζα ἐκτείνουϲα τὸ πρὸ τέλουϲ ᾱ.
* Τὰ εἰϲ ϲ̄ᾱ λήγοντα θηλυκὰ εἴτε ἐπ’ ὀνομάτων εἴτε καὶ ἐπὶ μετοχῶν, εἰ ἔχοι τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ δίχρονον καταλήγουϲαν, πάντωϲ ἐκτεταμένον αὐτὸ ἔχει, πᾶϲα, πτᾶϲα, φῦϲα, δῦϲα, Τῖϲα, Κρῖϲα, κνῖϲα· οὐκ ἀγνοῶ δὲ ὅτι Πίϲαν εἶπεν κατὰ ϲυϲτολὴν Πίνδαροϲ (OΙ. 1 28). εἰ μέντοι εἰϲ ϲύμφωνον λήγει ἡ πρὸ τέλουϲ ϲυλλαβή, τὸ δίχρονον ϲυϲτέλλεται, θάλαϲϲα, ἄναϲϲα, πίϲϲα, νύϲϲα, λύϲϲα.
Τὰ διὰ τοῦ ῡρ̄ᾱ θηλυκὰ ἀμοιβὴν ποιοῦνται τοῦ χρόνου· ἢ γὰρ ἐκτείνουϲι τὸ υ καὶ ϲυϲτέλλουϲι τὸ ᾱ καὶ προπαροξύνονται, ἄγκυρα, Κέρκυρα, ὄλυρα, γόργυρα. ἢ ἐκτείνοντα τὸ ᾱ ϲυϲτέλλει τὸ ῡ καὶ παροξύνεται, Ἐφύρα, πορφύρα, Ζεφύρα. ϲεϲημείωται τὸ κολλύρα τὰϲ δύο ἐκτεῖνον. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν διϲυλλάβων. πυρά ἐκτείνει τὸ ᾱ, ϲυϲτέλλει δὲ τὸ ῡ, τό τε λύρα καὶ θύρα βαρυνόμενα, τὸ δὲ ϲφῦρα ἐκτεῖνον τὸ ῡ καὶ ϲυϲτέλλον τὸ ᾱ.
*Τὰ εἰϲ ρ̄ᾱ λήγοντα διϲύλλαβα μὴ ἐπὶ τέλουϲ ἔχοντα τὸν τόνον, εἰ μὲν διφθόγγῳ παραλήγεται, ϲυϲτέλλει τὸ ᾱ, πεῖρα, ϲτεῖρα, ϲπεῖρα, ϲφαῖρα, πρῷρα, εἰ δὲ ἑνὶ φωνήεντι μακρῷ, ἐκτείνει αὐτὸ χώρα, ψώρα, χήρα, πήρα, ὥρα, ὥρα.
Τὰ εἰϲ ῥα μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου ἐκτείνει τὸ α, Ἡλέκτρα, ποτίϲτρα, καλύπτρα, ἐνέδρα, κολυμβήθρα. ϲεϲημείωται τὸ Τάναγρα καὶ ϲκολόπενδρα.
* Τὰ εἰϲ κ̄η̄ λήγοντα θηλυκὰ διϲύλλαβα μονογενῆ βαρύτονα, ὅτε ἔχει πρὸ τέλουϲ τὸ ῑ, ἤτοι ϲυνεϲταλμένον ἔχει αὐτὸ ἢ ἐκτεταμένον. καὶ τότε μὲν ϲυνεϲταλμένον ὁπότε ϲύμφωνον ὁρᾶται πρὸ τοῦ κ̄ καταλῆγον, τότε δὲ ἐκτεταμένον ὁπότε οὐχ οὕτωϲ ἔχει. οἷον Κίρκη, Δίρκη, Τρίκκη. ϲυνέϲταλται δὲ τούτων τὸ ῑ ἐπεὶ ϲύμφωνον ἧν
πρὸ τοῦ κ̄. τοῦ δὲ ἑτέρου νίκη, φρίκη. ἡ τοίνυν δίκη ϲημειῶδεϲ· λείπει γὰρ ἢ χρόνῳ ἢ ϲυμφώνῳ.Τὰ διὰ τοῦ ῑν̄η̄ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ ἐκτείνει τὸ ῑ, Αἰητίνη, θριδακίνη, ἡρωΐνη, ἰατρίνη, Ὠκεανίνη. τὸ εἰλαπίνη, Μολυβδίνη ὄνομα πόλεωϲ ϲυνέϲταλται. ὑπὲρ τρεῖϲ ευλλαβὰϲ ἔφην διὰ τὸ ϲατίνη, ἔϲτι δὲ εἶδοϲ ἅρματοϲ, καὶ τὸ Ἀϲίνη, ἔϲτι δὲ ὄνομα πόλεωϲ, καὶ μυρϲίνη, οὐκ ἐκείνου ἀποφαινομένου ὡϲ τὸ τριϲύλλαβον ϲυϲτέλλει τὸ ῑ. πολλάκιϲ γάρ ἐϲτι τὰ ἐκτείνοντα τὸ ι, ὡϲ ἔχει τὸ δωτίνη, ὑϲμίνη, πυτίνη.
Τὰ εἰϲ ῡν̄η̄ θηλυκὰ διϲύλλαβα ἐκτείνει τὸ ῡ, μύνη, Φρύνη, Βύνη πλὴν τοῦ γυνή. τὰ δὲ ὑπὲρ δύο ϲυλλαβὰϲ ϲυϲτέλλει τὸ ῡ διὰ τοῦ ϲ̄ῡν̄η̄ ὄντα, κερδοϲύνη, βριθοϲύνη, ὑποθημοϲύνη, καλλοϲύνη. εἰ δὲ μὴ ἔχοι τὸ ϲ̄ πρὸ τοῦ ῡ, ἀδιάφορον ἔχει τὸν χρόνον. Δελφύνη γὰρ καὶ χελύνη ἐκτεταμένωϲ, κορύνη δὲ καὶ Ταμύνη ϲυνεϲταλμένωϲ ὡϲ τορύνη. ἐκτείνουϲι δὲ Ἀττικοὶ τὸ τορύνη.
* Τὰ εἰϲ τ̄η̄ λήγοντα διϲύλλαβα μονογενῆ καθαρά, εἰ ἔχοι πρὸ τέλουϲ τὸ ᾱ, ϲυνεϲταλμένον αὐτὸ ἔχει, πλάτη, μάτη, ἔνθεν καὶ γενικὴ παρὰ Ϲοφοκλεῖ « οὔτι τοι μέτρον μάταϲ », Βατή δῆμοϲ Ἀττικοῖϲ. ἀδιάφορα γὰρ τὰ τοῦ τόνου. ϲημειῶδεϲ ἄρα τὸ ἄτη ἐκτεῖνον τὸ ᾱ. λέγεται δὲ καὶ τριϲυλλάβωϲ ἐν ϲυϲτολῇ τοῦ ᾱ, ὡϲ παρὰ τῷ Κυρηναίῳ « εἴτε μιν Ἀργείων χρὴ καλέειν Ἀάτην ».
* Πᾶν εἰϲ ᾱ λῆγον οὐδέτερον ἑνικὸν ϲυνεϲταλμένον ἔχει τὸ ᾱ, βῆμα, αἷμα, ποίημα, νόημα. τὸ τοίνυν κάρα ἐκτεινόμενον ἐξ ἀποκοπῆϲ ἐϲτι τοῦ κάρανον.
* Τὰ εἰϲ μ̄ᾱ διϲύλλαβα τῷ ῡ παραληγόμενα ϲυϲτέλλειν αὐτὸ θέλει, πλύμα, χύμα, ῥύμα, φύμα, θύμα, λύμα. διὸ ϲημειούμεθα τὸ κῦμα μόνωϲ ἐκτεινόμενον. ἱϲτοροῦϲι μέντοι Ἀττικοὺϲ τὸ λῦμα ἐκτείνειν καὶ τὸ φῦμα.
* Πᾶν εἰϲ ᾱν̄ λῆγον οὐδέτερον τὸν χρόνον ἔχει τοῦ ᾱ τοῦ κατὰ τὴν γενικὴν τοῦ ἀρϲενικοῦ, τάλανοϲ τάλαν, μέλανοϲ μέλαν, ϲτάντοϲ ϲτάν, βάντοϲ βάν. ποιητικῶϲ γὰρ ἐκτέτατο « ἵνα μὴ τὸ γῆραϲ ἐπαναβὰν αὐτὸν λάθῃ ». ἐπεὶ οὖν παντόϲ φαμεν κατὰ ϲυϲτολὴν καὶ πάν ὀφείλομεν λέγειν κατὰ ϲυϲτολήν, ὥϲπερ Αἰολεῖϲ καὶ Δωριεῖϲ ἀποφμίνονται. ἡ μέντοι παρ’ ἡμῖν ἔκταϲιϲ τοῦ ᾱ καὶ παρὰ τοῖϲ Ἀττικοῖϲ καὶ παρὰ τοῖϲ Ἴωϲιν ἀφορμὴν ἔχει τὸν τόνον. διὰ γὰρ τὸ δέξαϲθαι τὴν
περιϲπωμένην τοῦ πᾶϲ ἀρϲενικοῦ ἐκτείνει τὸ ᾱ. ὅταν μέντοι τὸ πᾶν διϲυλλάβωϲ λέγηται, τότε ἕξει τὸ ᾱ ϲυνεϲταλμένον, ϲύμπαν, ἅπαν. εὕρηται παρ’ Ἀθηναίοιϲ ἐκτεῖνον τὸ ᾱ.Τὰ διὰ τοῦ ᾱρ̄ῑο̄ν̄ ὑποκοριϲτικὰ παρὰ τοῖϲ παλαιοῖϲ Ἕλληϲι ϲυϲτέλλει τὸ ᾱ, ἱππάριον, πλοιάριον, φυτάριον. ἡ μέντοι νῦν ϲυνήθεια ἀπὸ τῆϲ τῶν Ῥωμαίων διαλέκτου πολλὰ ἐπίϲταται διὰ τοῦ αριον ἐκτεταμένα, ϲουδάριον λέγουϲα καὶ κελλάριον.
Τὰ διὰ τοῦ ῡλ̄ο̄ν̄ οὐδέτερα διϲύλλαβα καθαρὰ μονογενῆ ἐκτείνει τὸ ῡ οἷον ϲκῦλον, φῦλον, κῦλον. ϲεϲημείωται τὸ ξύλον.
* Τὰ εἰϲ αϲ λήγοντα οὐδέτερα καὶ βαρύνεται καὶ ϲυϲτέλλονται, κρέαϲ, τέραϲ, δέπαϲ, κέραϲ.
Τὰ εἰϲ ο̄ϲ̄ οὐδέτερα διϲύλλαβα ἔχοντα πρὸ τοῦ τέλουϲ τὸ ᾱ, ϲυνεϲταλμένον αὐτὸ ἔχει, δάοϲ, φάοϲ, χάοϲ, ἄχοϲ, ϲάκος, βάροϲ, πάθος, κράτοϲ, θράϲοϲ. πλὴν τοῦ φᾶροϲ « φᾶροϲ μέν οἱ πρῶτον ἐϋπλυνὲϲ ἠδὲ χιτῶνα » (π 173)· οἱ μέντοι τραγικοὶ ἐπίϲηϲ ἐκτείνουϲι τοῦ προκειμένου ὀνόματοϲ τὸ ᾱ καὶ ϲυϲτέλλουϲι. καὶ τοῦ πρᾶγοϲ· τοῦτο δὲ παρὰ τὸ πρήϲϲω καὶ πράϲϲω γενόμενον ϲυνεκτεινόμενον ἔϲχε τῷ ῥήματι τὸ ᾱ. τὸ δὲ μᾶκοϲ ἐϲτὶ κατὰ διάλεκτον ἐκ τοῦ μῆκοϲ.
* Πᾶϲα αἰτιατικὴ ἀπαθήϲ εἰϲ ᾱ λήγουϲα ϲυϲτέλλεϲθαι θέλει, Ἀλκμᾶνα, ποιμένα, Ἕκτορα, θώρακα, Αἴαντα, Ἀχιλλέα βαϲιλέα. Ἀττικοὶ μέντοι ἐκτείνουϲι τὰϲ ἀπὸ τῶν εἰϲ ε̄ῡϲ̄, Ἀτρέα λέγοντεϲ καὶ ἱερέα. πρόϲκειται ἀπαθήϲ διὰ τὸ χοᾶ καὶ Ἐρετριᾶ καὶ Πειραιᾶ καὶ Ϲτειριᾶ.
* Τὰ εἰϲ ἱν λήγοντα ἐν τῇ αἰτιατικῇ πάντα βραχέα ἐϲτίν, οἷον Εὔπολιν, Ἄλεξιν, ἔχιν, Θέτιν. οὕτω γοῦν καὶ μῆνιν, διὸ τὴν· κνημῖδα καὶ ϲφραγῖδα οἱ Αἰολεῖϲ κνᾶμιν καὶ ϲφρᾶγιν λέγοντεϲ μετὰ ὀλιγότητοϲ ϲυλλαβῶν ϲυϲτέλλουϲιν.
Αἱ εἰϲ αἱ λήγουϲαι εὐθεῖαι πληθυντικαὶ ἐκτείνουϲαι τυγχάνουϲι τὸ α τῶν αἰτιατικῶν, Ϲκύθαι Ϲκύθαϲ, καλαί καλάϲ, οἱ δὲ Δωριεῖϲ ϲυϲτέλλουϲι Ϲκύθαϲ, ναῦταϲ.
Τὰ εἰϲ ω λήγοντα καθαρὰ βαρύτονα ῥήματα, ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπάρχοντα, εἰ παραλήγοιτο τῷ ῑ, μόνῳ ἐκτεταμένῳ αὐτῷ παραλήγεται, χωρὶϲ εἰ μὴ ϲύνθετα εἴη ἢ κατ’ ἔλλειψιν τοῦ ζ̄, κυλίω, ἀλίω, μηνίω, δηριῶ, κονίω, ἰδίω. τὸ δὲ ἐϲθίω ϲυϲτέλλει τὸ ῑ. 35) ἐφυλαξάμην δὲ ϲύνθετα διὰ τὸ ἀτίω τήν τε ἔλλειψιν τοῦ ζ̄ διὰ τὸ μαϲτίω. τὸ δὲ δειδίω οὐ ῥητόν. τὸ δὲ κηκίω ἐκ διπλαϲιαϲμοῦ πολλὴ δ’ ἀνεκήκιεν ἅλμη ».
* Τὰ εἰϲ πτω λήγοντα ῥήματα, εἰ ἔχοι τὸ ῑ πρὸ τοῦ τέλουϲ, ϲυνεϲταλμένον αὐτὸ ἔχει, λίπτω, ἴπτω, χρίπτω· διὸ ϲημειούμεύα τὸ πίπτω καὶ ῥίπτω.
* Τὰ διὰ δύο ϲϲ παραγωγὰ ῥήματα ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα ὅτε ἔχει δίχρονον πρὸ τέλουϲ ϲυϲτελλόμενον αὐτὸ ἔχει, ἀράϲϲω, πατάϲϲω, χαράϲϲω, ἀλλάϲϲω, ἀφύϲϲω. δῆλον οὖν ὅτι καὶ τὸ θαάϲϲω ὀφείλει τὸ α ϲυϲτελλόμενον ἔχειν. τὸ δὲ ἐλαϲϲῶ περιϲπᾶται παρὰ τὸ ἔλαϲϲον γενόμενον. διὸ βαρύτονα πρόϲκειται.
*Τὰ διὰ τοῦ ᾱζ̄ω̄ διϲύλλαβα ϲυϲτέλλει τὸ α, ὑπεϲταλμένων τῶν Αἰολικῶν, διὰ τὸ πτάζω καὶ πλάζω, ὅθεν ἐπιπλάζω ἀντὶ τοῦ ἐπιπλήϲϲω. ἔϲτωϲαν δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· ϲτάζω, φράζω, βάζω, ϲφάζω. παραλόγωϲ ἄρα τὸ κράζω ἐκτέταται. καὶ τὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχει ϲυνεϲταλμένον τὸ ᾱ, χωρὶϲ εἰ μὴ ἔχοι πρὸϲ τῷ α τὸ ῑ, διὰ τὸ ματᾴζω, ϲφαδᾴζω. ἔϲτωϲαν δὲ παραδείγματα τοῦ κακόνοϲ ταῦτα· ϲκιάζω, ἐνθουϲιάζω, ἀγοράζω. τινὲϲ δὲ ἐκτείνουϲι τὸ « ὅδ’ ἀγοράζει κλεῖδ’, ἔχων ». τουτέϲτιν ἐν ἀγορᾶ διατρίβει, πρὸϲ διαϲτολὴν τοῦ ἑτέρου, λέγω δὲ τοῦ ὠνεῖϲθαι.
Πᾶν ῥῆμα εἰϲ ζ̄ω̄̄ λῆγον ἔχον πρὸ τέλουϲ τὸ ῑ ϲυνεϲταλμένον αὐτὸ ἔχει, οἰκίζω, κιθαρίζω, πολεμίζω, ἐλπίζω, ϲκελίζω. τὸ μέντοι δανείζω διὰ τῆϲ ε̄ῑ διφθόγγου γράφεται, οὐ μέντοι διὰ ἐκτεταμένου τοῦ ῑ.
Τὰ διὰ τοῦ ᾱν̄ω̄ ὑπὲρ δύο ϲυλλαβὰϲ ϲυϲτέλλει τὸ α, λιμπάνω, ἁνδάνω, λαμβάνω, μανθάνω, λανθάνω, τὸ μέντοι ἱκάνω καὶ κιχάνω ἄλογον ἔχοντα τὸν πρῶτον χρόνον τοῦ ἀορίϲτου ἐκτείνει τὸν δεύτερον.
Τὰ διὰ τοῦ ῡν̄ω̄ ῥήματα ὑπερδιϲύλλαβα βαρύτονα ἐκτείνει τὸ υ. ὀτρύνω, μολύνω.
Τὰ εἰϲ ϲι λήγοντα ῥήματα μακρᾷ παραλήγει, ἱϲτᾶϲι, κιχρᾶϲι. ἑϲτήκαϲι, βεβαϲιλεύκαϲι, τετύφαϲι, γεγράφαϲι, νενοήκαϲι. ποιηταὶ δὲ ἐνίοτε ϲυϲτέλλουϲι, ὡϲ παρὰ Ξενοφάνει « ἐξ ἀρχῆϲ καθ’ Ὅμηρον ἐπεὶ με μαθήκαϲι πάντεϲ » καὶ πάλιν « ὁππόϲα δὴ θνητοῖϲι πεφήναϲιν εἰϲοράαϲθαι », καὶ παρ’ Ἀντιμάχῳ « οἱ δὲ πάροιθε πόνοιο νενεύκαϲιν ἄλλοϲ ἐπ’ ἄλλῳ » καὶ παρὰ Ὁμήρῳ (λ 304) « τιμὴν δὲ λελόγχαϲι ». τοιοῦτον δὲ καὶ τὸ « ἀμφὶ δὲ δένδρεα μακρὰ πεφύκαϲι » (n 114) καὶ ἕτερα πλεῖϲτα.
Τὰ διὰ τοῦ ϲκε παρηγμένα Ἰακῶϲ βραχεῖαν ἔχει τὴν παραλήγουϲαν « ὡδε δέ τιϲ εἴπεϲκε » (B 271) καὶ « τὴν αὐτὸϲ φορέεϲκε( 1l. Ο 646). οὕτωϲ καὶ ἔαϲκε.
* Πᾶϲ δεύτεροϲ ἀόριϲτοϲ ἐπὶ τῶν εἰϲ ͞͞μ͞ι μακροκατάληκτόϲ ἐϲτιν, ἔγνων, ἑάλων, ἐξέτρων, ἔτλην, ἔϲτην, ἔδην, ἔφην. ἔφυν ἄρα καὶ ἔδυν.
* Τὰ εἰϲ ͞͞θ͞͞α͞ι λήγοντα ἀπαρέμφατα μὴ κατὰ Αἰολίδα διάλεκτον τρίτην ἀπὸ τέλουϲ ἔχοντα τὴν ὀξεῖαν φιλεῖ πρὸ τέλουϲ βραχύνεϲθαι, λέγεϲθαι, τίθεϲθαι, ἵϲταϲθαι, πίμπραϲθαι. τὰ γὰρ τοιαῦτα δίζηϲθαι, φίληϲθαι ὑποφαίνει Αἰολικὸν χαρακτῆρα. οὕτωϲ οὖν καὶ ταῦτα ἀναγνωϲτέον τῆϲ παραληγούϲηϲ βραχυνομένηϲ, δεδάαϲθαι, μηχανάαϲθαι, αἰτιάαϲθαι, ἑδριάαϲθαι, μνάαϲθαι. τὸ δὲ δηριαάϲθων (Φ 467) τὸ δεύτερον ᾱ ἐκτατέον. τοῦτο γὰρ ὁ χαρακτὴρ βούλεται.
* Αἱ εἰϲ ϲ̄ λήγουϲαι μετοχαὶ ἀρϲενικαὶ ἤτοι βραχυκατάληκτοί εἰϲιν, ὡϲ αἱ εἰϲ ̄ο̄ϲ λήγουϲαι, τυπτόμενος, λεγόμενοϲ ἢ μακροκατάληκτοι ὡϲ αἱ μὴ οὕτωϲ ἔχουϲαι, πεποιθώϲ, διδούϲ, βιούϲ· εἰ δὲ εἰϲ δίχρονον λήγουϲιν, ἐκτεταμένον αὐτὸ ἔχουϲιν, ἱϲτάϲ, βιβάϲ, ζευγνύϲ, δύϲ, φύϲ.
*Τὰ εἰϲ ζε̄ λήγοντα ἐπιρρήματα, ὁπότε ἔχει πρὸ τέλουϲ τὸ ᾱ, ϲυνεϲταλμένον αὐτὸ ἔχει, Ἀθήναζε, θύραζε, Θήβαζε, ἔραζε. τὸ μέντοι χαμᾶζε ἐκτείνει τὸ ᾱ καὶ προπεριϲπᾶται.
* Τὰ εἰϲ τῑ λήγοντα ἐπιρρήματα, εἰ γένοιτο ἀπὸ τῶν εἰϲ ͞ζ͞ω ληγόντων ῥημάτων ἢ ἀπὸ τῶν εἰϲ ͞ω͞ϲ ἐπιρρημάτων, ϲυϲτέλλειν θέλει τὸ ῑ, Ἰαϲτί, Λυδιϲτί, Φρυγιϲτί, Δωριϲτί, μεγαλωϲτί, δημιωϲτί, ἱερωϲτί, νεωϲτί. τὸ μέντοι ἀπνευϲτί καὶ ἀνωιϲτί παρὰ τὸ ἄπνευϲτοϲ καὶ ἀνώϊϲτοϲ. τὰ δὲ ἀπὸ τῶν πτωτικῶν οὕτω μηκύνεται, ὡϲ ἔχει τὸ ἀκονιτί, ἀναιμωτί, ἀκλαυτί, πανθοινί, ἀκριτί, ἀμογητί. τὸ ῑ δὲ ἔϲθ’ ὅτε καὶ ϲυνεϲταλμένον προφέρεται ἀδείᾳ ποιητικῇ « Νέϲτωρ δ’ ὁ γέρων ἀμογητί» καὶ τὰ ἑξῆϲ (Λ 636). οὕτω δὲ καὶ ἀμιϲθί « ἀμιϲθὶ γάρ ϲε πάμπαν ».
* Τὰ εἰϲ ᾱν̄ λήγοντα ἐπιρρήματα ἐκτείνουϲι τὸ ᾱ, ἄγαν, λίαν, πέραν, εὔάν, ὑπεϲταλμένου τοῦ πάμπαν. τὸ γὰρ ὅταν δύο μέρη λόγου ἐϲτί, ὅτε καὶ ἄν. τὸ δὲ τάλαν ὀνοματικόν ἐϲτι.
* Τὰ εἰϲ ̄ῡ̄ϲ ἐπιρρήματα εἰ λέγοιτο ἄνευ τοῦ ϲ̄ ἰϲόχρονα λέγεται, μεϲϲηγύϲ μεϲϲηγύ. τὸ μέντοι ἄντικρυϲ μεταβαλὸν τὸν τόνον μετέβαλε καὶ τὸν χρόνον.
Πᾶν ἄρθρον ἀπὸ φωνήεντοϲ ἀρχόμενον δαϲύνεται, ὅ, οὗ, ᾧ. τὸ δὲ ὦ ψιλοῦται, οὐ γὰρ ἄρθρον, ἀλλ’ ἐπίρρημα κλητικόν.
Πᾶϲα ἀντωνυμία ἀποβαλλομένη τὸ ϲ̄ δαϲύνεται, ϲόϲ ὅϲ, ϲοῦ οὗ, ϲέθεν ἕθεν.
Πᾶϲα πρόθεϲιϲ ἀπὸ φωνήεντοϲ ἀρχομένη ψιλοῦται, πλὴν τῆϲ ὑπό καὶ ὑπέρ οἷον ἀντί, ἐπί, ἀμφί, ἀπό, ἐν, ἐξ.
* Τὰ πλεονάζοντα φωνήεντα ἐν λέξεϲι ταῖϲ ἀπὸ φωνήεντοϲ δαϲυνομένου ἀρχομέναιϲ μεταληπτικὰ γίνονται τοῦ δαϲέοϲ πνεύματοϲ οἷον ἥνδανεν ἑήνδανεν, ἕερϲα, ἕεδνα, ἑώρων.
Τὸ ῡ πλεονάζον ψιλοῖ τὰ πρὸ αὐτοῦ φωνήεντα, ὅροϲ οὖρος, ἕκηλοϲ εὔκηλοϲ, ὁδόϲ οὐδόϲ, ἕαδε εὔαδε, ὅλοϲ οὖλος.
* Τὰ εἰϲ ͞ο͞ϲ λήγοντα οὐδέτερα διϲύλλαβα ἀρχόμενα ἀπὸ φύϲει μακρᾶϲ ψιλοῦται, αἶϲχος, ἦθοϲ, εὔροϲ, εἶδος. οὕτωϲ οὖν καὶ ἦδοϲ ἀπὸ τοῦ ἡδονή μεταϲχηματιζόμενον.
Πᾶν φωνῆεν πρὸ τοῦ ͞χ ψιλοῦται, ἔχω, ἄχοϲ, ἠχώ. τὸ γὰρ ᾗχι δαϲύνεται, ὅτι κατ’ ἐπέκταϲίν ἐϲτι τῆϲ χί. τὸ δὲ ῡ καθαρὸν ἐν ἀρχῇ λέξεωϲ παρὰ πᾶϲιν Ἕλληϲι πρὸ τοῦ ͞χ εἶναι ἀπείρηται. καὶ τὸ αἴτιον ἐχυρόν. πᾶν γὰρ φωνῆεν πρὸ τοῦ ͞χ ψιλοῦται καὶ τὸ ῡ ἐν ἀρχῇ λέξεωϲ δαϲύνεται, δύο οὖν κανόνων ἀλλήλοιϲ ἀνθιϲταμένων ἐξέφυγεν τὸ ῡ πρὸ τοῦ ͞χ καθαρὸν εὑρίϲκεϲθαι.
Τὸ ε̄ καὶ ο̄ πρὸ δαϲέοϲ ψιλοῦται, ὄφιϲ, ἔθνοϲ, Ἔφεϲοϲ.
Πᾶν φωνῆεν, πλὴν τοῦ ῡ, ἐπαγομένων δύο δαϲέων, ἢ δαϲέοϲ ϲὺν ἀμεταβόλῳ ψιλοῦται, ἴφθιμος, ἄφνω, ἰχθῦϲ. ϲεϲημείωται τὸ ἑφθόϲ.
Πᾶν φωνῆεν πρὸ δαϲέοϲ καὶ τοῦ ͞ρ ψιλοῦται, ὀφρῦϲ, ἀφρόϲ, ὄφρα, ἀθρῶ « ἡ δ’ οὔτ’ ἀθρῆϲαι δύνατο» (Οd. τ 478). τὸ ἁθρόος, ὅτε ἐπιτατικὸν ἔχει τὸ ᾱ, δαϲύνεται παρ’ Ἀττικοῖϲ.
Πᾶν φωνῆεν εἰϲ ρ̄ λῆγον ἐπιφερομένου δαϲέοϲ ψιλοῦται, ἄρχω, ἔρχομαι, ὄρχοϲ, ὀρφανόϲ, ὔρχα τὸ ταριχηρὸν ἀγγεῖον. Ἀττικοὶ δὲ δαϲύνουϲι τὸ εἰρκτή εἰρχθῆναι.
* Τὰ φωνήεντα καταλήγοντα εἰϲ τὸ ρ̄ ἐπιφερομένου τοῦ ϲ̄ ψιλοῦϲθαι φιλεῖ, ἄρϲαντεϲ, Ἀρϲινόη «ἐϲ δὲ ϲταθμοὺϲ ἄρϲε » (Od. φ 45), ὄρϲαϲ « ὄρϲεο κυλλοπόδιον » (Il. Φ 331). ταύτῃ ἀναλογώτερον τὸ ἕερϲα τριϲυλλάβωϲ.
* Τὰ βραχυνόμενα φωνήεντα καταλήγοντα εἰϲ ρ̄ ἐπιφερομένου τοῦ ͞μ δαϲύνεται, ὅρμος, ἅρμα, Ἑρμῆϲ, ὅρμαθος. ἔνθεν ἡ πλείων χρῆϲιϲ τὸ ἁρμοῖ δαϲύνει. τὸ μέντοι ἄρμενον καὶ ὄρμενον ψιλὸν πνεῦμα ἀνεδέξατο. καὶ τὸ ἕρματα (Α 486) εἰ καὶ ἐκ τοῦ ἐρείϲματα, οὐ ψιλοῦται, ὥϲ τινεϲ.
* Τὰ ͞α καὶ τὸ ͞ε καταλήγοντα εἰϲ τὸ ͞ρ ἑπομένου τοῦ ͞π δαϲύνεϲθαι ἤθελεν, ὡϲ ἔχει τὸ ἅρπη, ἁρπάζω, ἁρπαλέοϲ, ἑρπετόν, ἑρπύζω, Ἅρπυια καὶ τὸ ὄρπηξ τούτοιϲ ἐξομοιοῦντέϲ τινεϲ ἠθέληϲαν δαϲύνειν, οἷϲ οὐκ ἐπείϲθη ἡ παράδοϲιϲ, ἀλλὰ τῇ ἐτυμολογίᾳ· παρὰ γὰρ τὸ ὄρω πλεοναϲμῷ τοῦ ͞π γεγένηται τὸ ὄνομα.
* Τὸ ε̄ καὶ ᾱ πρὸ τοῦ ͞ρ φωνήεντοϲ ἐπιφερομένου ψιλοῦται, ἔροϲ, ἄρω.
Πᾶν φωνῆεν πρὸ τοῦ ͞γ ψιλοῦται, πλὴν τοῦ ͞η καὶ ϋ, ἀγορά, ἄγαν, ὠγύγιοϲ, ἐγγύϲ. τὸ μέντοι ἁγνόϲ καὶ ἅγιοϲ τοῦ ἅζω ῥήματοϲ τὴν δαϲεῖαν ἐφύλαξαν.
* Πᾶν φωνῆεν καταλῆγον ἢ εἰϲ ν ἢ εἰϲ γ̄, τῆϲ ἑξῆϲ ϲυλλαβῆϲ ἀρχομένηϲ
ἀπὸ ϲυμφώνου, ψιλοῦται, ἀντίος, ἐννέα, ἔγχος, τοῦ ἁνδάνω ὑπεξαιρουμένου.* Τὰ φωνήεντα ψιλοῦϲθαι θέλει ἐπιφερομένου τοῦ ϲ̄ ἔχοντοϲ ἓν τῶν δαϲέων, ὀϲφῦϲ, ὀϲφραίνεϲθαι, ἀϲφόδελος, ἀϲφάραγοϲ, ἀϲχάλλω, ὀϲχεόϲ, ἴϲχω, ἰϲχύϲ, ἀϲθενήϲ, ἐϲθλόϲ, ἄϲθμα, ἔϲθω, ἔϲθοϲ, ἐϲθήϲ.
Τὸ ͞α ῑ ͞ο ἐπαγομένου τοῦ ψ̄ ψιλοῦται, ἄψορρον, ἴψαϲ, ὀψέ. τὰ δὲ παρὰ τὸ ἅψω δαϲύνεται, ἅψεα, ἁψίϲ.
Τὸ ᾱ ῑ ͞η ο̄ πρὸ φωνήεντοϲ ὄντα κατὰ διάϲταϲιν ψιλοῦται, ἀάπτουϲ, ἀήϲυλα, ἀΐϲϲω, ἰάπτω, ἰατρόϲ, ἠΐθεοϲ, Ἠετίων, ἠέλιος, ὀΐω, ὀϊϲτόϲ. ϲεϲημείωται τὸ ἵημι καὶ ὅϲα γέγονε παρ’ αὐτό, ἱερεύϲ, ἱέραξ, ἱόμωρος. καὶ τὸ ἰάλλω Ἀττικοὶ δαϲύνουϲι.
Τὸ ϲτερητικὸν ͞α ψιλοῦται, ἄφιλος, ἄοικοϲ, ἀλίαϲτοϲ πλὴν τοῦ ἅλυϲιϲ καὶ Ἅιδηϲ.
Τὸ ͞α πρὸ τοῦ ͞γ ψιλοῦται, οἷον ἀγανόϲ.
* Τὸ ᾱ πρὸ τοῦ δ̄ ὂν καὶ μὴ ἔχον ϲτερητικὴν ἔννοιαν ἢ κρᾶϲίν τινα δαϲύνεϲθαι θέλει, ϲτερητικὴν μὲν οὕτωϲ, ἀδαήϲ, ἀδρανήϲ, ἀδευκήϲ, ἀδολέϲχηϲ, κατὰ κρᾶϲιν Ἅιδηϲ. μὴ οὕτωϲ δὲ ἔχον «ἅδὲ Ἕκτορι μῦθοϲ ἀπήμων » (ll. Μ 80), ἅδοϲ δέ μιν ἵκετο θυμὸν (Il. Λ) 88), ἅδην, ἁδινός, ἁδρόϲ, ἁδήν ἡ νόϲοϲ. διὸ καὶ τὸ Ἅδωνιϲ κρεῖττόν ἐϲτι δαϲύνειν, ἵνα καὶ παρὰ τὸ ἁδεῖν τῇ δαίμονι ἐτυμολογηθῇ. μάχεται τὸ ἀδράφαξυϲ δεκτικὸν ἔχον τὸ ᾱ καὶ δαϲυνόμενον καὶ τὸ Ἁδρίαϲ ψιλούμενον.
Τὸ ᾱ πρὸ τοῦ ζ̄ ψιλοῦται, τὸ ἄζω ἐπὶ τοῦ ξηραίνω ψιλοῦται, ἐπὶ δὲ τοῦ ϲέβομαι δαϲύνεται, ἅζω.
Τὸ ͞α πρὸ τοῦ ͞κ ψιλοῦται, ἀκοή, ἄκμων, ἀκόνη.
Τὸ ͞α πρὸ τοῦ ͞λ ἑνὸϲ ἢ διϲϲοῦ ψιλοῦται οἷον ἄλλοϲ, ἀλλότριος, ἀλύω « δινεύεϲκ’ ἀλύων» (Ω 12), «ἄεται » (Λ 192), ἀλήμεναι. ἠλόγητο τὸ ἅλλομαι δαϲυνόμενον καὶ τάχα μὲν τὸ ἆλτο ἀπέλαβε τὸ προοφειλόμενον πνεῦμα· τάχα δ’ ὅπερ καὶ μᾶλλον, ἐπεὶ τὸ ᾱ καταλῆγον εἰϲ ͞λ ἐπιφερομένου ϲτοιχείου ἑνὸϲ τῶν τῆϲ τρίτηϲ ϲυζυγίαϲ ψιλοῦται » Ἄλτεω ὃϲ Λελέγεϲϲι» (1l. Φ 86), « ληΐου ἀλδήϲκοντοϲ » (ll. Ψ 599), «ἄλθετο χείρ » (1l. Ε 417) ἔνθεν τινὲϲ καὶ τὸ « ὃϲ τοῦτον τὸν ἄναλτον » (Οd. ϲ 114) ψιλῶϲ προφέρονται. δαϲύνεται τὸ ἅλϲ καὶ τὰ παρ’ αὐτό, ἅλιοϲ παρὰ τὴν ἁλόϲ γενικὴν ποιητικῶϲ μετενεχθέν. ϲημαντικὸν δέ ἐϲτι τοῦ ματαίου, ἐπεὶ οὐκ εὔχρηϲτον εἰϲ πόϲιν τὸ θαλᾶϲϲιον ὕδωρ, τὸ γοῦν ἐναντίον πότιμον καὶ ποταμόϲ λέγεται. Ἁλίζωνεϲ. Ἁλαί, ὡϲ καὶ ἐν δράματι Μενάνδρου ἀπὸ τοῦ Ἀραφηνίϲιν Ἁλαῖϲ διακεῖϲθαι τὰ πράγματα, ὅ ἐϲτι τόποϲ Ἀττικῆϲ. τὸ Ἀλήϊον (Ζ 201) οἱ μὲν ἐψίλωϲαν ἀπὸ τῆϲ ἄληϲ τοῦ Βελλεροφόντου, οἱ δὲ ἐδάϲυναν ἀπὸ τοῦ ἅλαϲ ἐκεῖ πήγνυϲθαι· βέλτιον δὲ τὸ πρότερον. τὸ ἀλωή, εἰ μὲν ϲημαίνει τὴν ἅλωνα, δαϲύνεται, εἰ δὲ τὴν ἀμπελόφυτον γῆν, ψιλοῦται.
Ὁμοίωϲ καὶ τὸ ῑ πρὸ τοῦ ͞λ ἑνὸϲ ἢ διϲϲοῦ ψιλοῦται, ἴλλειν καὶ τὸ ͞ω, ὦλλοϲ καὶ τὸ ε̄. ϲεϲημείωται τὸ Ἕλλην, Ἑλλάϲ.
* Τὸ ͞α πρὸ τοῦ ͞μ ἢ ἑνὸϲ ἢ διϲϲοῦ ψιλοῦται, ἀμνόϲ, ἄμαχοϲ πλὴν τοῦ ἅμα καὶ τῶν ἐξ αὐτοῦ, ἁμαρτῇ, ἁματροχιά. τὸ δὲ ἄμαξα εἰϲ ἰδιότητα ἐψίλωϲαν οἱ πρὸ ἡμῶν, ἐπεὶ ἡ ϲυναλοιφὴ οὕτωϲ εὑρέθη « τιλλέϲθην ἐπ’ ἄμαξαν » (Ω 711) καὶ «οἱ δ’ ὑπ’ ἀμάξῃϲιν » (Ω 782) ὥϲπερ καὶ τὸ ἅλυϲιϲ ἐκ τοῦ ἐναντίου ἐδαϲύνθη εἰϲ ἰδιότητα. Ἀττικοὶ μέντοι
οἱ νεώτεροι τὴν ἅμαξαν δαϲύνουϲιν, ἴϲωϲ διὰ τὸν ϲχηματιϲμὸν καὶ διὰ τὸ φιληδεῖν τῇ δαϲείᾳ· ἔνθεν παρ’ αὐτοῖϲ καὶ ἡ ϲυναλοιφὴ διὰ δαϲέοϲ «καθημαξευμένα». τὸ ἄμυδιϲ ψιλωτέον καίτοι παρὰ τὸ ἅμα γενόμενον, ἐπεὶ Αἰολικὸν χαρακτῆρα ἀνεδέξατο. Νικίαϲ μὲν καὶ Πάμφιλοϲ δαϲύνουϲιν, ἐπεὶ παρὰ τὸ ἅμα ἐγένετο. ὁ δὲ Ἀϲκαλωνίτηϲ καὶ οἱ περὶ Ἀλεξίωνα ψιλοῦϲιν, πολὺ δὲ πρότερον καὶ οἱ περὶ Ἀρίϲταρχον, καθότι, φαϲί, φιλεῖ πωϲ τὰ ἀπὸ δαϲέων πολλάκιϲ μεταϲχηματιζόμενα ψιλοῦτϲθαι, ἡμέρα ἧμαρ, ἡδονή ἦδοϲ. πρόδηλον δὲ κὰκ τῆϲ ϲυναλοιφῆϲ « πάντ’ ἄμυδιϲ κεφαλῆϲ » (Il. Μ 385). ἐχρῆν δὲ αὐτοὺϲ προϲθεῖναι ἐκεῖνο, ὡϲ ὅτι τὸ ἄλλυδιϲ καὶ ἄμυδιϲ καὶ ἐξαιρέτωϲ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, καὶ τῇ παραληγούϲῃ ἐξαιρέτῳ ἐχρήϲαντο, ᾗ διὰ τοῦ ῡ ἐξηνέχθηϲαν. ἐχρῆν οὖν ἁμάδιϲ τι εἰναι ὡϲ χαμάδιϲ. τροπὴ δὲ ἐγένετο τοῦ ᾱ εἰϲ τὸ ῡ, ὡϲ τὸ ϲάρκεϲ ϲύρκεϲ. καὶ ἐπεὶ Αἰολικὴ ἡ τροπή, καὶ ὁ τόνοϲ Αἰολικὸϲ καὶ τὸ πνεῦμα. — τὸ ἁμαρτάνω δείκνυται καὶ ἐκ τῆϲ ϲυναλοιφῆϲ δαϲυνόμενον, ἐφαμαρτάνω γάρ. τὸ δὲ ἀμόν (Z 414) Δημήτριόϲ φηϲι ἀντὶ τοῦ ἐμόν. διὸ καὶ ἄντικρυϲ ψιλοῖ. πιθανώτερον δέ ἐϲτι Δωρικώτερον εἶναι ἀντὶ τοῦ ἡμέτερον ἁμόν. οὕτωϲ Ἀπολλώνιοϲ.Τὸ ᾱ ἐπιφερομένου τοῦ ν̄ ψιλοῦται, ἄνεμοϲ, ἀντίος, ἄνυϲιϲ πλὴν τοῦ ἁνδάνω. τὸ ἁνύω Ἀττικοὶ δαϲύνουϲι.
Τὸ ᾱ ἐπαγομένου τοῦ ρ̄ μετὰ φωνήεντοϲ ψιλοῦται, ἄραβοϲ, ἀρετή, ἀριθμόϲ. τὸ δὲ « χεῖρα ἁραιήν » (E 425) δαϲὐνεται. ἀπὸ γὰρ τοῦ ῥαίω ῥήματοϲ, ὃ δηλοῖ φθείρω, γέγονε ῥαιόϲ καὶ ἐν πλεοναϲμῷ τοῦ ᾱ ἁραιόϲ μετελθούϲηϲ τῆϲ δαϲείαϲ τοῦ ρ̄ εἰϲ τὸ ᾱ, καθὼϲ καὶ ἐπὶ τοῦ ῥέζω ἕρδω.
Τὸ ᾱ ἐν ταῖϲ ὑπὲρ μίαν ϲυλλαβὴν λέξεϲιν, ἐπαγομένου τοῦ ϲ̄ ἢ ἑνὸϲ ἢ διϲϲοῦ, ψιλοῦται, Ἀϲία, ἄϲτυ, ἀϲτράγαλοϲ, ἀϲάμινθοϲ. τὸ ἅϲϲα, ὃ δηλοῖ τὸ ἅτινα, παραλόγωϲ δαϲύνεται « ἃϲϲ’ ἐθέληϲθα » (Α554) Ἀρίϲταρχοϲ μέν φηϲι τρία ϲημαίνειν τὴν λέξιν, τινά, ἅτινα, ὅϲϲα καὶ ἀεὶ ψιλοῦϲθαι. δαϲύνεται δὲ ὅτε δηλοῖ τὸ ἅτινα καὶ ἔϲτι δύο μέρη λόγου, τὸ ᾱ ἄρθρον καὶ τὸ ϲ̄ᾱ, ὅ ἐϲτι Μεγαρικόν, δηλοῦν τὸ τινά.
Τὸ ᾱ πρὸ τοῦ τ̄ ἑνὸϲ ἢ διττοῦ ψιλοῦται πλὴν τοῦ ἅτε καὶ ἅτεροϲ.
Τὸ ᾱ πρὸ δαϲέοϲ ψιλοῦται. ϲεϲημείωται τὸ ἁφή καὶ τὰ παρ’ αὐτοῦ.
Τὸ ε̄ κατὰ τοὺϲ παρῳχημένουϲ προερχόμενον καὶ ἀποπῖπτον ψιλοῦται, ἔλεγον λέγον, ἔϲτην ϲτῆν « ἔϲταν ἅπαντεϲ » (Α 535), ἐπεὶ γίνεται « ϲτὰν δὲ μεταϲτοιχεί » (Il. Ψ 328), ἔϲτηϲα, ἐπεὶ « ϲτῆϲε δ’ ἐν Ἀμνιϲῷ ποταμῷ » (Οd. τ 188), τὸ δὲ « ἕϲταϲαν » (B 777), δαϲύνεται, ἐπειδήπερ τὸ αὐτὸ ἐϲτὶ τῷ ἑϲτήκεϲαν, τὸ δὲ ε̄ τοῦ παρακειμένου καὶ ὑπερϲυντελίκου ἐπὶ τούτου τοῦ ῥήματοϲ δαϲύνεται. τὸ δὲ ἑήνδανε καὶ ἑώρων, ἑέϲϲατο (Il. Κ 177) οὐκ ἐκ κλίϲεωϲ, ἀλλ’ ἐκ πλεοναϲμοῦ.
Τὸ ἐν ἀντωνυμίαιϲ ε̄ πρὸ ϲυμφώνου ψιλοῦται, ἐμοί, ἐκεῖνοϲ, πλὴν τοῦ ἕθεν.
Τὸ ε̄ τῶν ἀριθμῶν δαϲύνεται, ἕν, ἕξ, ἑπτά καὶ τὰ λοιπὰ πλὴν τοῦ ἐννέα καὶ ἐννενήκοντα. καὶ καθόλου εἰπεῖν, πᾶϲ ἀριθμὸϲ ἀπὸ φωνήεντοϲ ἀρχόμενοϲ δαϲύνεται.
* Τὸ ε̄ πρὸ τοῦ θ̄ οὐ δαϲύνεται, ἔθων (| 540), καθότι ἐδιδαϲκόμεθα καὶ ἐκ τῆϲ ϲυναλοιφῆϲ « ἥ ἐ μάλιϲτ’ εἴωθε » (Ε 766), εἰ μὴ εἴη ἀντωνυμικὸν ἐξ ἀποβολῆϲ τοῦ ϲ̄, ϲέθεν ἕθεν.
* Τὸ ε̄ πρὸ τοῦ κ̄ δαϲύνεται μὴ ὂν ἐκ κλίϲεωϲ ὡϲ ἐκάλουν, ἔκρινον, ἢ προθέϲεωϲ ὡϲ ἔκπωμα, ἐκτόϲ ἢ μεμελετηκὸϲ ἀφαιρεῖϲθαι, ὡϲ ἐκεῖνος, οἷον, ἑκάϲ, Ἑκάβη, ἕκηλοϲ, ἑκυρόϲ, ἕκαϲτοϲ. μάχεται τὸ ἐκεχειρία, ὅπερ οὐκ ἔχει γνήϲιον τὸ κ̄, ἀπὸ τοῦ ἔχειν γενόμενον.
Τὸ ε̄ ἐπιφερομένου τοῦ μ̄ ἢ κατὰ ϲύλληψιν ἢ κατὰ διάϲταϲιν ψιλοῦϲθαι θέλει, ἔμπλην, Ἔμπουϲϲα.
* Τὸ ε̄ πρὸ τοῦ ἑνὸϲ ν̄ ψιλοῦϲθαι θέλει οἷον Ἐνυώ, ἔνδιοι,
ἔνατοϲ ὁμοίωϲ δὲ καὶ τὸ η̅, χωρὶϲ τῶν ϲυνδέϲμων καὶ εἰ μὴ ἐκ κλίϲεωϲ εἴη οἶον «ἤνιϲ ἠκέϲταϲ» (II. Z 94). τὸ ἡνία, ἐπειδὴ παρὰ τὸν ἥϲω μέλλοντα γίνεται, ὁμοίωϲ τῷ ποιήϲαντι ἐδαϲύνθη. πρόϲκειται χωρὶϲ τῶν ϲυνδέϲμων διὰ τὸ ἕνεκα καὶ εἵνεκα, ταῦτα γὰρ δαϲύνονται, καὶ χωρὶϲ εἰ μὴ ἐκ κλίϲεωϲ εἴη διὰ τὴν ἕντοϲ μετοχήν. αὕτη γὰρ δαϲύνεται.*Τὸ ε̅ πρὸ τοῦ ξ, ὑποϲτελλομένων τῶν παρὰ τὴν ἐξ πρόθεσιν, θέλει δαϲύνεϲθαι, ἕξιϲ, ἑξῆϲ, ἕξω. οὕτως καὶ τὸ Ἐξάδιοϲ (Α 264) πρὸϲ τὸν χαρακτῆρα ἐχρῆν δαϲύνεϲθαι, χωρὶϲ εἰ μὴ λέγοι τιϲ διὰ τὴν ἰδιότητα τὸ πνεῦμα μεταπεπτωκέναι.
Tὸ η̅ ἐν τροχαϊκῇ λέξει, ἀμεταβόλου ἐπαγομένου, ψιλοῦται, πλὴν τῶν παρὰ τοῦ ἥϲω μέλλοντοϲ, ἧμαρ Cοφοκλῆϲ (Ai. 475)
ἦμοϲ, ἦνιϲ, ἦρα. τὸ ἧλοϲ παρὰ τὸ ἵημι καὶ ἥϲω.
* Ἀεὶ τὸ η̄ πρὸ φωνήεντοϲ ψιλοῦται, ἠώϲ, ἤϊα. ταύτῃ καὶ τὸ « ἥ τε ξείνων Θέμιϲ ἐϲτί » (Οd. ι 268) δαϲύνεται, τὸ δὲ ἠΰτε ψιλοῦται, καὶ τὸ ἕωϲ δαϲύνεται, τὸ δὲ ἠώϲ ψιλοῦται, καὶ τὸ ἥλιοϲ δαϲύνεται, τὸ δὲ ἠέλιοϲ ἐψιλώθη· ὥϲτε τὸ « ἤϊε Φοῖβε » (Ο 365) εἴτε ἐκ τοῦ ἥϊοϲ δαϲυνομένου ἐϲτίν — ἀπὸ τῆϲ ἕϲεωϲ τῶν βελῶν, ὡϲ Ἀρίϲταρχοϲ — εἴτε ἐκ τοῦ ψιλουμένου — ἀπὸ τῆϲ ἰάϲεωϲ, ὡϲ οἱ περὶ τὸν Κράτητα πρὸϲ τὸν χαρακτῆρα μόνωϲ ψιλωτέον.
* Τὸ η̄ πρὸ δαϲέοϲ ψιλοῦται, ἦθοϲ. τὸ δὲ ἡθμόϲ δαϲύνεται τῇ ἐννοίᾳ τοῦ ἥϲω μέλλοντοϲ δαϲυνομένου. καὶ τὸ Ἥφαιϲτοϲ δαϲύνεται διὰ τὴν ἐτυμολογίαν. παρὰ γὰρ τὸ ἅπτω ἐγένετο.
* Τὸ η̄ πρὸ τοῦ κ̄ δαϲύνεται. τὸ δὲ ἤκιϲτα (Ψ 531) ψιλοῦται παραλόγωϲ, δαϲύνεται δὲ Ἀττικῶϲ, ἐπειδὴ ἐκ τοῦ ἡϲϲῶ τοῦ δαϲυνομένου γίνεται. δείκνυται δὲ ἐκ τῆϲ ϲυναλοιφῆϲ δαϲυνόμενον. « οὐχ ἥκιϲτα » γάρ.
Τὸ η̄ πρὸ τοῦ λ̄ ψιλοῦται, ἠλίβατοϲ ἀπὸ τοῦ ἀλιτεῖν ἐϲχηματιϲμένον· οἱ μέντοι δαϲύνοντεϲ ἐτυμολογοῦϲι παρὰ τὸν ἥλιον, τὴν ἡλίῳ βατὴν οὖϲαν μόνῳ· οὐκ ἐπείϲθη δὲ ἡ παράδοϲιϲ, ὡϲ πρόδηλον ἐκ τῆϲ ϲυναλοιφῆϲ « τὸν μέν τ’ ἠλίβατοϲ πέτρη » (Ο 273), ἠλιτόμηνοϲ, πλὴν τοῦ ἥλιοϲ· τὸ δὲ Ἦλιϲ, ἀφ’ ἧϲ οἱ Ἠλεῖοι, διφορεῖται κατὰ τὸ πνεῦμα. καὶ δαϲύνεται γάρ. ἀπὸ τοῦ ἁλίζω τὸ ἀθροίζω διὰ τὸ πολλοὺϲ ἐκεῖ ἐν τῷ ἀγῶνι τῶν Ὀλυμπίων ἀθροίζεϲθαι. καὶ ψιλοῦται μάλιϲτα διὰ τὸν χαρακτῆρα. ὡϲαύτωϲ καὶ Ἠλιαία δικαϲτήριον Ἀθηναίων παρὰ τὸ « ἁλέεϲ δεῦτε » παραγωγὸν ἁλία καὶ ἡλιαία.
* Τὸ η̄ πρὸ τοῦ μ̄ δαϲύνεται καὶ ψιλοῦται, ἡμέρα δαϲύνεται, τὸ δὲ μεταϲχηματιζόμενον ἦμαρ ψιλοῦται, ἥμην ἐπὶ τοῦ καθῆϲθαι δαϲύνεται, τὸ δὲ ϲημαντικὸν τοῦ ὑπάρχειν, ὃ ϲπανίωϲ εὑρίϲκεται κατὰ τὴν χρῆϲιν τῶν Ἑλλήνων, ὁ μέντοι ποιητὴϲ οὐκ ἐχρήϲατο, ψιλοῦται. τὸ ἥμονεϲ ἀκοντιϲταὶ καὶ ῥήτορεϲ καὶ ὀρχηϲταὶ δαϲυντέον. τὸ θέμα ἵημι. παρὰ τὸν ἥϲω μέλλοντα « ἥϲω γὰρ καὶ ἐγώ » (ΙΙ. P 515), παρὰ δὲ τοῦτο καὶ τὸ ἧμα ἐγεγόνει πάλιν δαϲυνόμενον « καὶ ἥμαϲιν ἔπλευ ἄριϲτοϲ » ( 891) καὶ ἡμοϲύνη καὶ μεθημοϲύνη.
Τὸ ῑ πρὸ δαϲέοϲ ψιλοῦται, ἰφιϲ, ἰχθῦϲ, ἰχανόων.
* Τὸ ῑ πρὸ τοῦ ϲ̄τ̄ μόνου δαϲύνεται, ἱϲτῶ, ἱϲτίον, ἵϲτημι, ἵϲτωρ. πρόϲκειται τὸ μόνου, ἐπεὶ τὸ Ἴϲτροϲ ψιλοῦται.
Τὸ ο πρὸ τῶν διπλῶν ψιλοῦται, ὄξοϲ, ὀψέ, ὄζαινα.
Τὸ ο̄ πρὸ τοῦ ν̄ ἐν ταῖϲ ὑπὲρ μίαν ϲυλλαβὴν λέξεϲι ψιλοῦται, ὄνυξ, ὄναρ, ὄνομα.
Τὸ ο̄ πρὸ τοῦ π̄ ψιλοῦται, εἰ μὴ τὸ λ̄ ἐπάγοιτο, ὀπίϲω, ὀπιπεύω, ὀπή, ὀπώρα· παρὰ τὸ ἕπω δαϲυνόμενον ψιλούμενον ἐγένετο ὀπάων. οὕτωϲ ἔχει καὶ τὸ ὄπατροϲ· οὐκ ἔϲτι δὲ ψιλωτέον ὡϲ οἴονται διὰ τὴν ϲυγκοπήν. πολλὰ γάρ φαϲι διὰ τὴν ϲυγκοπὴν ψιλοῦϲθαι. ἀλλὰ καὶ δαϲύνεται, ἑϲτήκαμεν ἕϲταμεν, Ἡράκλεεϲ Ἥρακλεϲ. πρόϲκειται « εἰ μὴ τὸ λ̄ ἐπάγοιτο » διὰ τὸ ὁπλῆ καὶ ὅπλον καὶ τὰ ἀπὸ τούτων παρηγμένα. τὸ δὲ ὁπόϲοϲ, ὁποῖοϲ, ὅπωϲ καὶ τὰ ὅμοια ὡϲ ἀναφορικὰ δαϲύνεται.
Τὸ ο̄ ἐπιφερομένου τοῦ ρ̄ ψιλοῦται, ὄροϲ τὸ οὐδέτερον, ὄρυζα, ὀρεύϲ, ὀρέγω, Ὀρέϲτηϲ, πλὴν τοῦ ὁρῶ ὁρᾷϲ καὶ ὅροϲ ἀρϲενικὸν ὅπερ ἀπὸ τοῦ ὁρῶ τὸ βλέπω γέγονεν. καὶ γὰρ ὁ ὅροϲ εὐόρατα καὶ εὔοπτα ποιεῖ ἡμῖν τὰ ὁριζόμενα. καὶ ὁρίζω καὶ ὅρκοϲ ἐκ τοῦ ὅροϲ. καὶ γὰρ οἱ ὀμνύοντεϲ ὁρίζονται καὶ ὀμνύουϲιν.
Τὸ ο̄ πρὸ τοῦ τ̄ ψιλοῦται, ὀτρηρόϲ, ὀτοτύζειν, ὄτλοϲ. οὐ μάχεται τὸ ὅτε καὶ ὅτι δαϲυνόμενα.
Τὸ υ πάϲηϲ λέξεωϲ ἄρχον δαϲύνεται πλὴν τῶν Αἰολικῶν. τὸ ὐββάλλειν ψιλωτέον. ἔϲτι γὰρ Αἰολικόν. καὶ ὔμμεϲ ψιλωτέον· ἡ γὰρ λέξιϲ Αἰολική. τὸ υ καθαρὸν ἐν ἀρχῇ λέξεωϲ παρὰ τοῖϲ Ἕλληϲιν πρὸ τοῦ χ̄ ἀπείρηται. καθαρὸν δὲ εἶπον, ἐπεὶ τὸ ὔρχα οὐ καθαρὸν ἔχον τὸ ῡ εὕρηται. πρὸ τοῦ ζ̄ ἢ ξ̄ ἢ ψ̄ τὸ υ οὐχ εὕρηται, εἰ μὴ ἐν τῷ ὕψοϲ. γεγονέναι δὲ καὶ αὐτό φαϲι παρὰ τὸ ὄπτω τὸ βλέπω, ὄψω ὄψοϲ καὶ τροπῇ Αἰολικῇ ὕψοϲ.
Ἡ ᾱῡ δίφθογγοϲ ψιλοῦται, αὔξω, αὐδῶ, αὐτόϲ, αὔριον, πλὴν τοῦ αὕτη βαρύτονον ἀπὸ τοῦ οὗτοϲ καὶ αὑτόν ἀντὶ τοῦ ἑαυτόν. τὸ
αὔω ἐπὶ τοῦ φωνεῖν ψιλοῦται, ὅταν δὲ ἐπὶ τοῦ ξηραίνειν ἢ ἅπτειν τάϲϲηται, τότε δαϲυντέον ἐϲτί.Ἡ ε̄ῑ δίφθογγοϲ ψιλοῦται οἷον εἶδοϲ, εἰκάζω, εἴρων καὶ τὰ λοιπὰ πλὴν τοῦ εἱρκτή, Εἵλωϲ ὁ δοῦλοϲ καὶ εἱώϲ ὁ πέμψαϲ, καὶ εἰλίζω τὸ ϲυϲτρέφω, καὶ εἱλόμην καὶ εἷμα τὸ ἱμάτιον, καὶ εἱμένοϲ ὁ ἐνδεδυμένοϲ καὶ εἷνα τὸ ἕνα καὶ εἵποντο ἀντὶ τοῦ ἠκολούθουν καὶ εἷϲεν ἀντὶ τοῦ ἐκάθιϲεν, εἱϲτήκει καὶ εἵωϲ ἀντὶ τοῦ ἕωϲ καὶ εἵατο καὶ εἵλη ἡ θερμαϲία καὶ εἱαμενή ἀπὸ τῆϲ ἕϲεωϲ τῶν ὑδάτων. ϲεϲημείωται καὶ τὸ εἰϲ ἀριθμητικόν.
Ἡ ε̄ῡ δίφθογγοϲ ψιλοῦται, οἷον εὐλή εὐλαί οἱ ϲκώληκεϲ, εὐδία, εὐθεῖα, εὐνή, εὐχή, εὖροϲ, εὔκηλοϲ καὶ τὰ λοιπὰ πλὴν τοῦ εὕδω τὸ καθεύδω καὶ εὕω τὸ φλογίζω καὶ εὕρω, ἀφ’ οὗ καὶ εὑρίϲκω. καὶ εὗ ἀντὶ τοῦ ἑαυτοῦ κατὰ κρᾶϲιν τοῦ ε̄ καὶ ο̄ εἰϲ τὴν ε̄ῡ δίφθογγον Δωρικῶϲ.
Ἡ ο̄ῑ ἐν ταῖϲ ὑπὲρ μίαν ϲυλλαβὴν λέξεϲι ψιλοῦται, εἰ μὴ τὸ ἐπάγοιτο, οἷον οἰϲτροϲ, οἶκοϲ· τὸ οἷοϲ ἀναφορικὸν δαϲύνεται. τὸ οἷμοϲ οἱμῶ δαϲύνεται. τὸ δὲ οἴμοι ἐπηύξηται ἀπὸ τοῦ οἴ ψιλουμένου.
Ἡ ο̄ῡ ἐν ταῖϲ ὑπὲρ μίαν ϲυλλαβὴν λέξεϲι ψιλοῦται, οὐρανόϲ, οὐλή, οὐρῶ, οὖλοϲ, οὐρόϲ. οὕτω δὲ ἢ οὕτωϲ δαϲύνεται.
Τὸ ρ̄ ἀρχόμενον λέξεωϲ δαϲύνεϲθαι θέλει, ῥά, ῥανίϲ, ῥάξ χωρὶϲ τοῦ ’Ρᾶροϲ (ἔϲτι δὲ ὄνομα κύριον) καὶ χωρὶϲ τῶν ἐξ αὐτοῦ οἷον
«’Ραρίδος Δηοῦϲ » καὶ ’Ραρία γῆ καὶ ’Ραριάϲ, ϲημαίνει δὲ τὴν Δήμητρα, καὶ ’Ράριον πεδίον ἐν Ἐλευϲῖνι, ἐπὶ τούτων γάρ φαϲι τὸ μὲν πρῶτον ρ̄ ψιλοῦϲθαι, τὸ δὲ δεύτερον δαϲύνεϲθαι. ἀλλὰ τὰ δύο ρ̄ρ̄ ψιλωτέον ἐπὶ τούτων καὶ κατὰ τὴν πρώτην ϲυλλαβὴν καὶ κατὰ τὴν δευτέραν.Τὸ ρ̄, ἐὰν διϲϲὸν γένηται ἐν μέϲῃ λέξει, τὸ μὲν πρῶτον ψιλοῦται, τὸ δὲ δεύτερον δαϲύνεται οἷον ϲυῤῥάπτω.
* Τὸ πνεῦμα κατὰ τὴν ἀρχὴν ἀεὶ φαίνεται, καὶ μέϲον ὀλιγάκιϲ.
* Ἐπὶ τῶν ϲχετλιαϲτικῶν ἔϲθ’ ὅτε τὸ δαϲὺ πνεῦμα ἀλόγωϲ ἐν τῇ ληγούϲῃ ϲυλλαβῇ ὁρᾶται, ὡϲ ἔχει τὸ εὐοἵ, εὔἁν, εὐαἵ.
* Δαϲυνομένου φωνήεντοϲ ἐπιφερομένου τὸ προηγούμενον ψιλὸν τρέπεται εἰϲ τὸ ἀντίϲτοιχον δαϲύ, κατὰ ἡμῶν καθ’ ἡμῶν. τὸ δὲ ἀνάπαλιν οὔ, εἰ μὴ κατὰ διάλεκτον τραπῇ. τὸ γὰρ ἀμπέχεϲθαι Αἰολικόν ἐϲτιν.