De prosodia catholica
Aelius Herodianus
Aelius Herodianus. Grammatici Graeci, Pars 3, Vol. 1. Lentz, August, editor. Leipzig: Teubner, 1867.
Περὶ ἄρθρων.
Πᾶν ἄρθρον ὀξύνεται, χωρὶϲ τῶν γενικῶν καὶ δοτικῶν· αὗται γὰρ περιϲπῶνται, τοῦ τῷ, τῆϲ τῇ, τοῖν ταῖν, τῶν, τοῖϲ ταῖϲ. καὶ τὰ τούτων δὲ ὑποτακτικά, ἀποβολῇ τοῦ τ̄ γινόμενα, περιϲπῶνται. ὁμοίωϲ καὶ τὸ κλητικὸν ὦ ἄρθο μὲν οὐκ ἔϲτιν, ἀλλ’ ἐπίρρημα, περιϲπᾶται δὲ ὅμωϲ καὶ ψιλοῦται τῶν ἀπὸ φωνηέντων ἀρχομένων ἄρθρων δαϲυνομένων
« ᾡ ἐχαριϲάμην ». τὰ δὲ λοιπὰ πάντα ὀξύνονται, ὅ, τόν, οἵ, τούϲ, οὕϲ, ἣ, ἥν, τήν, τά, ἃ.Πᾶϲα πρωτότυποϲ ἀντωνυμία ἑνικὴ ἀπαθήϲ, ὑπεϲταλμένων τῶν καλουμένων μονοπροϲώητων, ὀξύνεϲθαι θέλει κατὰ πᾶϲαν πτῶϲιν ἐν τοῖϲ τριϲὶ προϲώποιϲ, πλὴν τῆϲ εἰϲ ο̄ῡ γενικῆϲ, ἐγώ, ϲύ, ἵ. ἐπεκτεινομένη δὲ ἡ ἐγώ παρ’ Ἀθηναίοιϲ ἐν τῷ ἔγωγε τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, ὡϲ καὶ ἡ ἔμοιγε δοτική. ἡ δὲ ϲύγε φυλάττει τὸν τόνον. ὀξύνονται αἱ δοτικαὶ καὶ αἰτιατικαὶ εἴτε διϲυλλάβωϲ εἴτε μονοϲυλλάβωϲ προφερόμεναι, μέ ἐμέ ϲέ ἕ, μοί ἐμοί ϲοί. ἡ δὲ τοῦ τρίτου οἷ ἔχει περιϲπωμένην, ὀφείλουϲα καὶ αὐτὴ ὀξύνεϲθαι. τὰ γὰρ· ἀπὸ τοῦ ϲ̄ ἀρχόμενα καὶ τὰ κατὰ ἀποβολὴν τοῦ ϲ̄ ἀπὸ δευτέρων γινόμενα ὁμοτονεῖ. καὶ τὰ παραδείγματα πρόκειται. αἱ γενικαὶ μοῦ ἐμοῦ ϲοῦ οὗ περιϲπῶνται. εἴπομεν γὰρ ὅτι ἡ διὰ τοῦ ῡ δίφθογγοϲ ἀπέϲτραπται τὴν ὀξεῖαν τάϲιν χωρὶϲ τῆϲ οὔ ἀποφάϲεωϲ καὶ τοῦ ἰδού δεικτικοῦ καὶ τοῦ ἰού ϲχετλιαϲτικοῦ. αἱ δὲ ἐκ τούτων διαλυθεῖϲαι ἢ πλεονάϲαϲαι τῷ ῑ ἢ κατὰ φωνὴν παραχθεῖϲαι εἰϲ θ̄ε̄ν̄ πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον ἐμέο ἐμεῖο, ἐμέθεν. ἡ δὲ ἐμεῦ ϲυνῃρημένη παρ’ Ἴωϲι
περιϲπᾶται « ἐμεῦ δ’ ἕλετο μέγαν ὅρκον » (Od. δ 746). ὁμοίωϲ τοῦ δευτέρου καὶ τοῦ τρίτου, ϲέο ϲεῖο ϲεῦ ϲέθεν, ἕο εἷο εὗ ἕθεν.Αἱ δυϊκαὶ πρώτου καὶ δευτέρου προϲώπου κοιναὶ καὶ ἀπαθεῖϲ βαρύνονται, νῶϊ, ϲφῷϊ. καὶ αἰτιατικῇ ταύταϲ κατὰ ἀποβολὴν τοῦ ῑ μονοϲυλλάβωϲ Ἀθηναῖοι προφέρουϲι, νώ ϲφώ, οὐκέτι περιϲπωμένωϲ, καίτοι τῷ λόγῳ τῆϲ ἀποκοπῆϲ ὀφειλούϲαϲ περιϲπᾶϲθαι ὡϲ τὸ Ποϲειδῶ κυκεῶ. ἀλλ’ οὐδὲν δυϊκῶν εὐθεΐαϲ πτώϲεωϲ καὶ αἰτιατικῆϲ εἰϲ ω̄ περιϲπᾶται, ὅθεν ὠξύνθηϲαν μετὰ τὴν ἀποκοπήν. αἱ δὲ τούτων γενικαὶ νῶϊν ϲφῶῖν προπεριϲπῶνται. ταύταϲ δὲ κατὰ ϲυναίρεϲιν Ἀττικοὶ προφέρονται μονοϲυλλάβωϲ, τοῦ ῑ γραφομένου μὴ ϲυνεκφωνουμένου. ὧν καὶ ἡ περιϲπωμένη μένει μετὰ τὴν ϲυναίρεϲιν οἷον νῶν ϲφῷν. Αἱ τρίτου προϲώπου ὀξύνονται πᾶϲαι καὶ ἐγκλίνονται πᾶϲαι, αἰτιατικῆϲ μὲν ϲφωέ « τίϲ τάρ ϲφωε θεῶν ἔριδι ξυνέηκε μάχεϲθαι »; (Α 8). εὐθεῖα γὰρ τούτου οὐκ ἔϲτι, διότι οὐδεμία ἐϲτὶν εὐθεῖα ἀντωνυμίαϲ ἐγκλινομένηϲ. γενικῆϲ καὶ δοτικῆϲ ϲφωΐν « καί ϲφϊν δὸϲ ἄγειν » (Α 338) τόνῳ μὲν μόνῳ τῆϲ τοῦ δευτέρου διήνεγκεν. ὥϲτε ὅτε μὲν περὶ Ἀθηνᾶϲ καὶ Ἥραϲ Ζεὺϲ πρὸϲ τὴν Ἴρίν φηϲιν, ἐγκλιτικῶϲ ἀναγινώϲκομεν « γυιώϲω μέν ϲφωϊν ὑφ’ ἅρμαϲιν ὠκέαϲ ἵππουϲ » (Θ 402). τρίτου γὰρ προϲώπου. ὅτε δὲ πρὸϲ αὐτὰϲ ἡ Ἶριϲ, ὀρθοτονοῦντεϲ προπεριϲπῶμεν « γυιώϲειν μὲν ϲφῶϊν ὕφ’ ἅρμαϲιν ὠκέαϲ ἵππουϲ » (Θ 416).
Πληθυντικὴ ἀντωνυμία ἀπαθὴϲ μὴ κατὰ διάλεκτον ἐκφερομένη, ἀλλὰ κοινῶϲ καὶ Ἀττικῶϲ περιϲπᾶται, ἡμεῖϲ ὑμεῖϲ ϲφεῖϲ, ἡμῶν ὑμῶν ϲφῶν, ἡμᾶϲ ὑμᾶϲ, ἡμῖν ὑμῖν. ϲημειώδηϲ κἀνταῦθα ἡ τοῦ τρίτου ϲφίν καὶ βραχυνομένη καὶ ὀξυνομένη, δέον ἀκολούθωϲ τοῖϲ τοῦ πρώτου καὶ δευτέρου ἐκτείνεϲθαι καὶ περιϲπᾶϲθαι. ἐν ἑνικοῖϲ ἡ οἱ παραλόγωϲ περιεϲπάϲθη. οὕτωϲ ἐκ τοῦ ἐναντίου ἡ ϲφίν πληθυντικὴ ϲυϲταλεῖϲα ὠξύνθη· ὥϲτε ἀμοιβὴ τῶν τόνων ἐν αὐταῖϲ γέγονεν. βαρύνεται δὲ ἡ ϲφίν ἐν τῇ ϲφίϲιν καὶ διϲυλλαβήϲαϲα ἐπεκτείνεται. τὴν ϲφᾶϲ οἱ μὲν ὀξύνουϲιν, οἱ δὲ περιϲπῶϲι.
Αἱ ἀντωνυμίαι μονοπρόϲωποι ὑπὲρ μίαν ϲυλλαβὴν οὖϲαι, μὴ ἐπεκτεταμέναι διὰ τοῦ ῑ, βαρύνονται χωρὶϲ τῆϲ αὐτόϲ. αὕτη γὰρ μόνη ὀξύνεται. αἱ δὲ βαρύνονται οὗτοϲ ἐκεῖνοϲ ὅδε. κλίϲιν δὲ εἴϲ τε τὰϲ πτώϲειϲ καὶ εἰϲ τὰ γένη καὶ εἰϲ ἀριθμοὺϲ αὗται κατὰ τὴν ὀνομάτων ἔχουϲιν ἀναλογίαν τῶν οὕτωϲ παρηγμένων, λέγω δὲ τὸ τόϲοϲ τοϲοῦτοϲ τοϲόϲδε, τόϲη τοϲαύτη τοϲήδε, τόϲον τοϲοῦτον τοϲόνδε. Αἱ δὲ διὰ τοῦ ῑ ἐπεκτεταμέναι ὀξύνονται, οὑτοϲί, ἐκεινοϲί, ὁδί. Αἱ μονοϲύλλαβοι κατ’ εὐθεῖαν μὲν καὶ αἰτιατικὴν ὀξύνονται, ὅϲ, ἕ, μίν, νίν, κατὰ δὲ γενικὴν καὶ δοτικὴν περιϲπῶνται, οὗ οἷ.
Αἱ δὲ ϲύνθετοι τῶν ἀντωνυμιῶν τὸν αὐτὸν ταῖϲ ἁπλαῖϲ τόνον φυλάττουϲιν, ἐμοῦ αὐτοῦ ἐμαυτοῦ, ἐμοὶ αὐτῷ ἐμαυτῷ, ἐμὲ αὐτόν
ἐμαυτόν. ὁμοίωϲ ἐπὶ δευτέρου καὶ τρίτου καὶ ἐπὶ θηλυκῶν ὁμοίωϲ. αἱ γὰρ οὐδέτεραι κατὰ γενικὴν καὶ δοτικὴν τῷ ἀρϲενικῷ ὁμοφωνοῦϲιν, ἣ δὲ αἰτιατικὴ τῶν οὐδετέρων ἐκλέλοιπεν. ἐπεὶ ὁμόφωνοι μὲν ἐν οὐδετέροιϲ ἡ εὐθεῖα καὶ αἰτιατική, οὐδέποτε δὲ εὐθεῖα ἀντωνυμίαϲ ϲυντίθεται, ἔνθεν ϲυνεκλείπει ἡ αἰτιατική. εἰ δὲ ἅπαξ που παρ’ Εὐριπίδῃ εὕρηται τὸ ϲεαυτό (fr. 694 Nauck)καὶ παρὰ Θιλήμονι τὸ αὐτό, ἀλλ’ οὐ τὸ ϲπάνιον τοῦ ὅλου κατέϲτηϲε κανόναϲ.
Ἡ ὁ δεῖν περιϲπᾶται, κλίνεται δὲ τοῦ δεῖνοϲ τῷ δεῖνι, τὸν δεῖνα. ἡ ὁ δεῖνα προπεριϲπᾶται, κλίνεται δὲ τοῦ δείνατοϲ, τῷ δείνατι. εἰϲὶ δὲ κοιναὶ τῶν τριῶν γενῶν.
Αἱ κτητικαὶ τῶν ἀντωνυμιῶν, ὀνομάτων ἔχουϲαι χαρακτῆρα, καὶ τὴν τῶν ὀνομάτων ἀναλογίαν ἔχουϲιν. ἡ μὲν οὖν τῶν ἑνικῶν εὐθειῶν ὀξύνεται, ἀπὸ τῆϲ ἐμοῦ ὁ ἐμόϲ καὶ κατ’ ἀκολουθίαν ταύτηϲ καὶ ἡ αἰτιατικὴ ἐμόν, ἡ δὲ γενικὴ καὶ δοτικὴ περιϲπᾶται, ἐμοῦ, ἐμῷ. οἱ δὲ ἀριθμοὶ καὶ τὰ γένη ἀκολούθωϲ τονοῦνται, ὡϲ καὶ τὰ εἰϲ ο̄ϲ̄ ὀνόματα. ὁμοίωϲ καὶ ἡ ϲόϲ καὶ ἑόϲ.
Αἱ διὰ τοῦ τεροϲ, αἵτινέϲ εἰϲι δυϊκαὶ ἢ καὶ πληθυντικαί, πᾶϲαι τρίτην ἀπὸ τέλουϲ ἔχουϲι τὴν ὀξεῖαν, δυϊκαὶ μὲν ἀπὸ τῆϲ νῶϊ νωΐτεροϲ καὶ ἀπὸ τῆϲ ϲφῶϊ ϲφΐτερος. ἀπὸ γὰρ τῆϲ τοῦ τρίτου δυϊκῆϲ οὐ γίνεται κτητικὴ παραγωγή, διότι αἱ μὲν τοῦ τρίτου δυϊκαὶ πᾶϲαι ἐγκλίνονται, ἀπὸ δὲ ἐγκλινομένων οὐ γίνεται κτητικὴ ἀντωνυμία. πληθυντικαὶ δὲ ἀπὸ μὲν τῆϲ ἡμῶν ἡμέτεροϲ καὶ ἀπὸ τῆϲ ὑμῶν ὑμέτεροϲ καὶ ἀπὸ τῆϲ ϲφῶν ϲφέτερος. ἀπὸ δὲ τῆϲ ἡμῶν καὶ ὑμῶν ἐγένετο ἐθνικὴ παραγωγή, ἡμεδαπόϲ καὶ ὑμεδαπόϲ, αἵτινεϲ ὠξύνθηϲαν
τῷ χαρακτῆρι τῶν ὁμοίων τοῦ ἀλλοδαπόϲ καὶ παντοδαπόϲ καὶ τηλεδαπόϲ.Πρόθεϲιϲ εἴρηται ἐκ τοῦ πάϲηϲ λέξεωϲ ἐθέλειν προτίθεϲθαι, λέγω δὲ ὀνομάτων περὶ Ἀριϲτάρχου, ῥημάτων καταγράφω, μετοχῶν καταγράψαϲ — λέγομεν δὲ ὅτι οὐκ ἔϲτιν ἡ κατά πρόθεϲιϲ ἐν τῷ καταγράφω, καταγράψαϲ, ἀλλὰ μέροϲ ἐϲτὶ τοῦ ῥήματοϲ, εἰ καὶ μετὰ προθέϲεωϲ ἐγένετο ἡ ϲύνθεϲιϲ. ὥϲπερ γὰρ ἐν τῷ εὐγενήϲ οὐκ ἔϲτι τὸ ε̄ῡ ἐπίρρημα, ἀλλὰ μέροϲ ἐγένετο τοῦ ὀνόματοϲ, εἰ καὶ ἀπὸ ἐπιρρήματοϲ ἐγένετο ἡ ϲύνθεϲιϲ, οὕτω καὶ ἐν τῷ καταγράφω οὐ λέγομεν, ὅτι πρόθεϲίϲ ἐϲτιν ἡ κατά, ἀλλὰ μέροϲ τοῦ ῥήματοϲ, εἰ καὶ ἀπὸ προθέϲεωϲ ἐγένετο ἡ ϲύνθεϲιϲ — ἀντωνυμιῶν περὶ ἐ μοῦ, ἄρθρων τῶν προτατικῶν περὶ τοῦ ϲτεφάνου.
* Οὐδεμία πρόθεϲιϲ διὰ δαϲέοϲ ϲυμφώνου ἐκφέρεται, ἀλλὰ μόνον τὸ ἀμφί. λέγεται δ’ ἔϲθ’ ὅτε καὶ ἀμπί ἐν ϲυνθέϲει διὰ τοῦ π̄ καὶ ἴϲωϲ ἀναλογώτερον.
* Οὐδεμία πρόθεϲιϲ μονοϲύλλαβοϲ εἰϲ φωνῆεν λήγει, ἀλλὰ μόνον ἡ πρό.
* Οὐδεμία πρόθεϲιϲ εἰϲ διπλοῦν λήγει, ἀλλὰ μόνη ἡ ἐξ.
* Αἱ εἰϲ ᾱ λήγουϲαι προθέϲειϲ ϲύμφωνον ἔχουϲι πρὸ τοῦ α, ἀλλὰ μόνη ἡ διά τὸ ᾱ καθαρεύει.
* Οὐδεμία πρόθεϲιϲ διϲύλλαβοϲ εἰϲ ϲύμφωνον καταλήγει, ἀλλὰ μόνη ἡ ὑπέρ.
* Αἱ ὑπὲρ μίαν ϲυλλαβὴν προθέϲειϲ εἰϲ φωνῆεν λήγουϲι δίχρονον ὑπεϲταλμένηϲ τῆϲ ἀπό καὶ ὑπό· ἀναλογώτεροι ἄρα οἱ Αἰολεῖϲ τὴν ὑπό ὕπα λέγοντεϲ, τὴν δὲ ἀπό ἄπυ, ἴϲωϲ ἵνα τὸ ῡ ληκτικὸν γένηται τῆϲ προθέϲεωϲ ὡϲ τὸ ᾱ καὶ ῑ.
Πᾶϲα πρόθεϲιϲ εἶτε μονοϲύλλαβοϲ εἴτε διϲύλλαβοϲ ὀξύνεται — εἰ μὴ κατὰ ἀναϲτροφὴν παραληφθῶϲι· τότε γὰρ βαρύνονται αἱ διϲύλλαβοι οἷον « ἄϲτυ κάτα Ξάνθοιο » — ὅθεν καὶ ἡ ἀπό καὶ ὑπό, μηδεμιᾶϲ ληγούϲηϲ λέξεωϲ εἰϲ ο̄ ὀξυνομένηϲ, διὰ τὸ εἶναι προθέϲειϲ ὠξύνθηϲαν· διὸ ϲημειούμεθα τὴν αὐτό ἀντωνυμίαν, ὅτι ὠξύνθη διὰ τὴν αὐτόϲ ἀρϲενικήν.
διὰ δὲ τὴν αὐτὴν αἰτίαν ἐγένετο, ὅτι ἡ ὑπέρ πάλιν ὠξύνθη καὶ ταῦτα μηδεμιᾶϲ λέξεωϲ εἰϲ ε̄ρ̄ ληγούϲηϲ μετὰ βραχείαϲ καὶ ὀξυνομένηϲ. καὶ διὰ τοῦτο καὶ τὸν αὐτάρ ϲύνδεϲμον τῷ λόγῳ τῶν ϲυμπλεκτικῶν πάλιν ὠξύνομεν, ἐπειδὴ πᾶϲ ϲύνδεϲμοϲ ϲυμπλεκτικὸϲ ὀξύνεται χωρὶϲ τοῦ ἤτοι.Εὶϲὶ δὲ προθέϲειϲ δέκα καὶ ὀκτώ. τούτων αἱ μὲν ὀρθοτονούμεναι δέκα, ἀνά, διά, ἀμφί, ἀντί, ϲύν, ἐξ, εἰϲ, ἐν, πρόϲ, πρό. ἐγκλινόμεναι δὲ καὶ ἀναϲτρεφόμεναι ὀκτώ, κατά, μετά, παρά, περί, ἀπό, ἐπί, ὑπό, ὑπέρ.
Καθόλου δὲ αἱ ἀναϲτρεφόμεναι διϲύλλαβοί τε εἶναι θέλουϲι καὶ δίχρονοι· ὅθεν τριχρονοῦϲαι ἡ ἀντί καὶ ἀμφί οὐκ ἀναϲτρέφονται, οὐδὲ αἱ τῷ ι πλεονάζουϲαι, καταί, παραί, ὑπαί, ὑπείρ. ϲημειούμεθα τὴν διά χώραν ἔχουϲαν ἀναϲτροφῆϲ καὶ μὴ ἀναϲτρεφομένην διὰ τὴν πρὸϲ τὸν Δία « Δία δ’ οὐκ ἔχε νήδυμοϲ ὕπνοϲ » (Β 2) ϲυνέμπτωϲιν καὶ τὴν ἀνά μὴ ἀναϲτρεφομένην, ἵνα μὴ ϲημαίνῃ τὸν ἄνακτα ὡϲ ἐν τῷ « Ζεῦ ἄνα Δωδωναῖε Πελαϲγικέ » (Π 233) ἢ τὸ ῥῆμα « ἀλλ’ ἄνα, εἰ μέμονάϲ γε » (Ι 247). ἡ δὲ ἐν πλεονάϲαϲα τῷ ῑ ἀνεϲτράφη « ᾧ ἔνι κούρη κοιμᾶτο » (ζ 15). καὶ τὰϲ μονοϲυλλάβουϲ δὲ ἐὰν ἐπὶ τέλει ὦϲι ϲτίχου, ἀναϲτρέφουϲιν οἷον « ἐλθὼν δ’ ἀργυρότοξοϲ Ἀπόλλων Ἀρτέμιδι ξύν » (ο 410)· ῥώννυται γὰρ ὁ τόνοϲ τῆϲ ϲύν προθέϲεωϲ, ἵνα νοῆται ἡ ἀναϲτροφή. τοιοῦτό ἐϲτι καὶ τὸ « οὐ μέν μοι κακὸϲ εἴδεται οὐδὲ κακῶν ἔξ » (Ξ 472).
Ἡ ἀνά ὀρθοτονουμένη οἰκείᾳ πτώϲει αἰτιατικῇ « ἀνὰ ϲτρατόν » (Α 10). κατὰ δὲ Ἀττικοὺϲ καὶ Ἴωναϲ δοτικῇ « χρυϲέῳ ἀνὰ ϲκήπτρῳ » (Α 15) ἀντὶ τῆϲ ϲύν.
Ἡ διά ὀρθοτονουμένη οἰκείαιϲ πτώϲεϲι γενικῇ καὶ αἰτιατικῇ « διὰ προμάχων » (Δ 495) « διὰ δρυμὰ πυκνά » (Λ 118).
Ἡ ἀμφί ὀρθοτονουμένη οἰκείαιϲ πτώϲεϲι γενικῇ, δοτικῇ καὶ αἰτιατικῇ.
Ἡ ἀντί ὀρθοτονουμένη οἰκείᾳ πτώϲει γενικῇ.
Ἡ ϲύν καὶ ξύν ὀρθοτονουμένη οἰκείᾳ πτώϲει δοτικῇ.
Ἡ ἐξ καὶ ἐκ ὀρθοτονουμένη οἰκείᾳ πτώϲει γενικῇ.
Ἡ εἰϲ καὶ ἐϲ ὀρθοτονουμένη οἰκείᾳ πτώϲει αἰτιατικῇ καὶ γενικῇ Ἀττικῶϲ.
Ἡ ἐν ὀρθοτονουμένη οἰκείᾳ πτώϲει δοτικῇ καὶ γενικῇ Ἀττικῶϲ.
Ἡ πρόϲ ὀρθοτονουμένη γενικῇ καὶ δοτικῇ καὶ αἰτιατικῇ.
Ἡ πρό ὀρθοτονουμένη γενικῇ.
Ἡ κατά ἐγκλινομένη καὶ ἀναϲτρεφομένη γενικῇ καὶ αἰτιατικῃ.
Ἡ μετά ἐγκλινομένη καὶ ἀναϲτρεφομένη γενικῇ, δοτικῇ καὶ αἰτιατικῇ. τὸ δὲ « μετά ϲφιϲιν » ἀντὶ τοῦ ἐν.
Ἡ παρά ἐγκλινομένη καὶ ἀναϲτρεφομένη γενική, δοτικῇ καὶ αἰτιατικῇ.
Ἡ περί ἐγκλινομένη καὶ ἀναϲτρεφομένη γενικῇ, δοτικῇ καὶ αἰτιατικῇ.
Ἡ ἐπί ἐγκλινομένη καὶ ἀναϲτρεφομένη γενικῇ καὶ δοτικῇ καὶ αἰτιατικῇ ϲυντάϲϲεται.
Ἡ ὑπό ἐγκλινομένη καὶ ἀναϲτρεφομένη γενικῇ, δοτικῇ καὶ αἰτιατικῇ.
Ἡ ἀπό ἐγκλινομένη καὶ ἀναϲτρεφομένη γενικῇ.
Ἡ ὑπέρ ἐγκλινομένη καὶ ἀναϲτρεφομένη γενικῇ καὶ αἰτιατικῇ.
* Ὅταν πρόθεϲιϲ τὴν ϲύνταξιν ἔχῃ πρὸϲ τὸ ἐπιφερόμενον, τὸν ἰδιον τόνον φυλάττει, ἅτε δὴ ἐπέχουϲα τὴν τάξιν « νήπιοι, οἳ κατὰ βοῦϲ Ὑπερίονοϲ Ἠελίοιο — ἤϲθιον (α 8).
Ἐὰν μεταξὺ πέϲωϲιν ὀνόματοϲ καὶ ῥήματοϲ ἢ μετοχῆϲ, πρὸϲ διάφορον ϲημαϲίαν ἢ ἀναϲτρέφονται ἢ οὔ, οἷον « Ἰθάκην κατακοιρανέουϲιν »
(α 247)· εἰ μὲν πρὸϲ τὴν Ἰθάκην ϲυντάττοιϲ τὴν κατά, ἵνα τοπικὴν δηλώϲῃϲ ϲχέϲιν κατὰ Ἰθάκην, ἀναϲτρέψειϲ τὴν πρόθεϲιν· εἰ δὲ πρὸϲ τὸ κοιρανέουϲιν, ἵνα πλείονα ἔμφαϲιν δηλώϲῃϲ τῆϲ τῶν μνηϲτήρων ἐπικρατείαϲ, ὅπερ καὶ μᾶλλον δοκεῖ, ὀρθοτονήϲειϲ τὴν πρόθεϲιν. τὸ αὐτὸ καὶ ἐν τῷ « εὗρε δὲ Πατρόκλῳ περικείμενον » (Τ 4)· εἰ γὰρ περὶ τῷ Πατρόκλῳ κείμενον, καὶ ἀναϲτραφήϲεται ὁ τόνοϲ· εἰ δὲ τῷ Πατρόκλῳ περικείμενον, ἵνα ᾖ οἷον περικεχυμένον αὐτῷ, ὀρθοτονηθήϲεται, ἔμφαϲιν γὰρ πλείονα δηλοῖ.Εἰ δὲ μεταξὺ πέϲῃ δύο ὀνομάτων ἡ πρόθεϲιϲ, τοῦ μὲν κυρίου ὄντοϲ, τοῦ δὲ προϲηγορικοῦ, ἢ ἐπιθετικοῦ καὶ προϲηγορικοῦ, ἐν πᾶϲι τούτοιϲ ἀναϲτρέφειν δεῖ τὴν πρόθεϲιν, ἵνα τῆϲ ὅληϲ ϲυντάξεωϲ προηγήϲηται· « ποταμοῦ ἄπο Ϲελλήεντοϲ » (Μ 97) ἀπὸ τοῦ ποταμοῦ. « Ξάνθῳ ἔπι δινήεντι » (E 479) ἐπὶ τῷ δινήεντι ποταμῷ· «μάχῃ ἔνι κυδιανείρῃ » (Z124) ἐν τῇ κυδιανείρῃ μάχῃ.
Ὁμοίωϲ καὶ ἐὰν μεταξὺ δύο κυρίων ᾖ ἢ προϲηγορικῶν, ἀναϲτρέφεται. ϲυνδέϲμου ϲυμπαραλαμβανομένου μετὰ τὴν πρόθεϲιν· «νηῶν ἄπο καὶ κλιϲιάων » (B 91), «Ἀγαμέμνονοϲ πέρι καὶ Ἀχιλῆοϲ», ἵνα πάλιν προηγῆται ἡ πρόθεϲιϲ· εἰ δὲ μὴ μεταξὺ εἴη, ὑποταγείη δὲ τούτῳ, οὗπερ ἔδει αὐτὴν προηγεῖϲθαι, μηδενὸϲ λόγου μεταξὺ πίπτοντοϲ, πάλιν ἀναϲτρέφεται «ᾧ ἔπι πόλλ᾽ἐμόγηϲα» (A 162)· τὸ γὰρ ἑξῆϲ ἐϲτιν ἐφ᾽ᾦ
πόλλ’ ἐμόγηϲα. « θεῶν ἄπο μήδεα εἰδώϲ » (ζ 12) ἀπὸ θεῶν εἰδώϲ μήδεα. εἰ δὲ μεταξὺ τῆϲ προθέϲεωϲ καὶ τοῦ προϲηγορικοῦ ὀνόματοϲ ἢ ῥήματοϲ, πρὸϲ ὃ τὴν ϲύνταξιν ἔχει ἡ πρόθεϲιϲ, ἕτερον μέροϲ λόγου πέϲῃ, ὡϲ ἐπὶ τοῦ « τῷ δ’ ἐπὶ Τυδείδηϲ ἦλθε κρατερὸϲ Διομήδηϲ » (Η 163, Ψ 290)· ἔϲτι γὰρ τὸ ἑξῆϲ ἐπὶ τούτῳ δὲ ὁ Τυδείδηϲ ἦλθε· οὐκ ἀναϲτρέφεται ἡ πρόθεϲιϲ διὰ τὸ μεϲοϲυλλαβῆϲαι τὸν δέ. τοιοῦτό ἐϲτι καὶ τὸ « ἦλθε δ’ ἐπὶ πτωχὸϲ πανδήμιοϲ » (ϲ 1).Εἰ μέντοι ἐν τέλει ϲτίχου εἴη ἢ ἁπλῶϲ ἐν τελει ὀνόματοϲ, μεθ’ ἣν τίθεται ϲτιγμή, ἀναϲτρέφεται πάντωϲ οἷόν ἐϲτι « τῶν πάντων δ’ ἔπτυϲε πουλὺ κάτα ». ἀναϲτρέφομεν γὰρ τὴν πρόθεϲιν, τοῦ ἑξῆϲ ὄντοϲ κατέπτυϲε, κἂν μεϲοϲυλλαβήϲῃ τινὰ μόρια. διὸ ϲημειοῦνται τὴν παρὰ τῷ Πλάτωνι ἀνάγνωϲιν « ἀρετῆϲ δ’ αὖ πέρι », διότι ἀνεϲτράφη ἡ πρόθεϲιϲ, μεϲοϲυλλαβοῦντοϲ τοῦ δέ ϲυνδέϲμου καὶ τοῦ αὖ. τὸ γὰρ ἑξῆϲ ἐϲτι περὶ ἀρετῆϲ δ’ αὖ.
* Ὅταν πρόθεϲιϲ ἀντὶ ἑτέραϲ προθέϲεωϲ παραλαμβάνηται, οὐκ ἀναϲτρέφεται οἷον « οἱ περὶ μὲν βουλήν » (Α 258)· ἡ περί γὰρ ἀντὶ ἑτέραϲ κεῖται τῆϲ ὑπέρ.
* Ὅταν παρέλκῃ ἡ πρόθεϲιϲ, οὐ ποιεῖται ἐναλλαγὴν ὡϲ ἐν τῷ « τοὺϲ δ’ ἄρ’ ὑπὸ τρόμοϲ εἷλεν » (Ε 862) βαρυτονητέον τὴν ὑπό παρέλκεται γάρ.
Καὶ πᾶϲα δὲ πρόθεϲιϲ ῥῆμα ϲημαίνουϲα βαρύνεται « ἔνθ’ ἔνι μὲν φιλότηϲ (Ξ 216) « πάρα δ’ ἀνήρ, ὃϲ καταθήϲει » (π 45).
Αἱ ϲυναληλιμμέναι οὐκ ἀναϲτρέφονται, εἰ μὴ ϲτιγμῆϲ ἐπιφέροιτο ἀνάπαυϲιϲ ἢ κινδυνεύοι τὸ ϲημαινόμενον λυμαίνεϲθαι « τῇϲι παρ’ εἰνάετεϲ »
(Ϲ 400)· τὸ γὰρ ἑξῆϲ παρὰ τῇϲι· « νῆαϲ ἐπ’ ἐϲϲεύοντο » (Β 150) ἐπὶ τὰϲ νῆαϲ· οὐκ ἀναϲτρέφονται οὖν διὰ τὴν ϲυναλοιφήν· ἐν μέντοι τῷ « ἄϲτυ κάτ’· αὐτὰρ μῆλα κακοὶ φθινύθουϲι νομῆεϲ » (ρ 246) ἀναϲτρέφεται ἡ κατά, διότι μετ’ αὐτὴν κεῖται ϲτιγμή. καὶ ἐν τῷ « ϲτεῦτο γὰρ Ἡφαίϲτοιο παρ’ οἰϲέμεν » (Ϲ 191) τὴν παρά ἀναϲτρέφουϲιν, ἵνα ᾖ παρὰ τοῦ Ἡφαίϲτου οἰϲέμεν καὶ μὴ νομίζηται τοῦ Ἡφαίϲτου ὅπλα παροιϲέμεν.