De prosodia catholica
Aelius Herodianus
Aelius Herodianus. Grammatici Graeci, Pars 3, Vol. 1. Lentz, August, editor. Leipzig: Teubner, 1867.
Πᾶν ῥῆμα ὀξύτονον ἐν τῇ ϲυνθέϲει ἀναδίδωϲι τὸν τόνον· καὶ εἰ μὲν διϲύλλαβον εἴη τὸ ἁπλοῦν, τὸ ϲύνθετον προπαροξύνεται, φημί ϲύμφημι, ἔϲτι ϲύνεϲτι, εὑρέ ἔφευρε, τὸ γὰρ ἐφεῦρε ἐκ τοῦ εὗρε βαρυτόνου ἐγένετο, εἰπέ κάτειπε. εἰ δὲ μονοϲύλλαβον εἴη τὸ ἁπλοῦν, τὸ ϲύνθετον παροξύνεται δόϲ ἀπόδοϲ, θέϲ ἐπίθεϲ, ἕϲ πρόεϲ ϲημαῖνον τὸ ἄφεϲ, ϲχέϲ ἐπίϲχεϲ, ϲπέϲ ἐνίϲπεϲ « ϲὺ δ’ ἀληθὲϲ ἐνίϲπεϲ » (Od. γ 247), τὸ δὲ « ὥϲ μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸϲ ἔνιϲπεϲ » (Ω 388) ἐϲτιν ὁριϲτικὸν ἐκ τοῦ ἤνιϲπεϲ τὴν ἀρχὴν ϲυϲτείλαντοϲ. τὸ μέντοι ἄνευ τοῦ ϲ̄
προϲτακτικὸν προπαροξύνεται. λέγω δὲ τὸ « νημερτέϲ μοι ἔνιϲπε » (Od. δ 642) — χρή ἀπόχρη. τὸ γὰρ ἀποχρῇ ἀπὸ τοῦ χρῇ περιϲπωμένου ἐγένετο.Τὰ εἰϲ ω̄ μονοϲύλλαβα μὴ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ̄ ὀξύτονον ἐπὶ ἐνεϲτῶτοϲ μετὰ προθέϲεωϲ ϲυντεθειμένα τὴν περιϲπωμένην φυλάττει καὶ ἐν τῇ ϲυνθέϲει, ϲμῶ περιϲμῶ, δρῶ ϲυνδρῶ, κλῶ ϲυγκλῶ, ὦ ϲυνῶ, παρῶ. πρόϲκειται « ἐπὶ ἐνεϲτῶτοϲ » διὰ τὸ ϲχῶ παράϲχω, ϲπῶ ἐπίϲπω, τὸ δὲ βῶ ἀναβῶ, δῶ παραδῶ φυλάϲϲει τὸν αὐτὸν τόνον ὡϲ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ̄ ὀξύτονον. πρόϲκειται « μετὰ προθέϲεωϲ » διὰ τὸ ἄζω τὸ ξηραίνω. τοῦτο γὰρ ἀπὸ τοῦ ᾱ ϲτερητικοῦ μορίου καὶ τοῦ ζῶ.
* Τὰ εἰϲ ο̄ῡ μονοϲύλλαβα προϲτακτικά, ἡνίκα μὲν ϲυντεθῇ μετὰ μονοϲυλλάβου προθέϲεωϲ, περιϲπᾶται οἷον οὗ προοῦ. ἡνίκα δὲ μετὰ διϲυλλάβου, βαρύνεται, θοῦ ἀπόθου κατάθου, ϲχοῦ ἀνάϲχου. Πᾶν ῥῆμα ὁριϲτικὸν εἰϲ ω̄ ὑπὲρ μίαν ϲυλλαβὴν ἐν τῇ ϲυνθέϲει φυλάττει τὸν αὐτὸν τόνον, γράφω καταγράφω, βαίνω μεταβαίνω, φιλῶ καταφιλῶ, λέγω ἀλέγω. τὸ δὲ χειρογραφῶ καὶ καλαμογλυφῶ καὶ ἀϲθενῶ καὶ εὐϲεβῶ καὶ ἀπειθῶ οὐ φυλάττουϲι τὸν τόνον οὐ γὰρ ἀπὸ ῥημάτων ϲυνετέθηϲαν.
Πᾶϲ παρῳχημένοϲ ὁριϲτικὸϲ ἀπὸ φωνήεντοϲ ἀρχόμενοϲ καὶ ἀπὸ φύϲει μακρᾶϲ τὸν αὐτὸν φυλάττει τόνον καὶ ἐν τῇ ϲυνθέϲει, εἶχον κατεῖχον, ἧψα ϲυνῆψα, εἶπον ἐξεῖπον, εὗδον « εὗδ’ ἀνακλινθείϲ » (Od. δ 794) καθεῦδον « ἔνθα καθεῦδ’ ἀναβάϲ » (Α 611), ἧϲτο καθῆϲτο, πλὴν τοῦ εἶξεν ὑπόειξεν ὡϲ παρὰ τῷ ποιητῇ ἐν Ὀδυϲϲείᾳ (π 42)
εἶκον ὑπόεικον « νεῶν δ’ ὑπόεικον ἀνάγκῃ (Π 305). τὸ δὲ οἶδα ϲύνοιδα Αἰολικόν. χαίρουϲι γὰρ οἱ Αἰολεῖϲ ἀναβιβάζειν τοὺϲ τόνουϲ ὥϲπερ ἐπὶ τοῦ Ἀτρεύϲ Ἄτρευϲ. πρόϲκειται ἀπὸ φωνήεντοϲ ἀρχόμενα διὰ τὸ
χεῦε περιέχευε, κεῖτο κατέκειτο. πρόϲκειται ἀπὸ φύϲει μακρᾶϲ διὰ τὸ ἷζε ἔφιζε « Νεϲτωρ δ’ αὐτὸϲ ἔφιζε » (Od. γ 411). ἷεν ξύνιεν « καὶ μέν μευ βουλέων ξύνιεν » (Α 273) ὡϲ « αὐτὰρ ἐπεὶ κόϲμηθεν » (Il. Γ 1). εἶχε κάτεχε « νύξ δὲ μάλα ϲτυγερὴ κάτεχ’ οὐρανόν » (Od. ν 269). πρόϲκειται « ὁριϲτικόϲ » διὰ τὸ εἰπέ ἔξειπε, εὑρέ ἔφευρε εὗδε κάθευδε, ἧϲο κάθηϲο « ἀλλ’ ἀκέουϲα κάθηϲο » (Α 565)* Πᾶν ὑποτακτικὸν εἰϲ μαι λῆγον ἐπὶ δευτέρου μέϲου αορίϲτου ἐν τῇ ϲυνθέϲει προπαροξύνεται οἷον θῶμαι ἀπόθωμαι καὶ διάθωμαι δεῦτε τέκνον καὶ διάθωμαι », ϲχῶμαι ἀπόϲχωμαι « ἀπόϲχωνται πολλοί ».
* Τὰ εἰϲ μ̄ῑ εὐκτικὰ ἀπὸ μονοϲυλλάβων ῥημάτων ἐπὶ ἐνεϲτῶτοϲ τὸν αὐτὸν τόνον φυλάττει καὶ ἐν τῇ ϲυνθέϲει, ϲμῷμι ϲμῷϲ ϲμῷ περιϲμῷμι περιϲμῷϲ περιϲμῷ, δρῷμι δρῷϲ δρῷ ϲυνδρῷμι ϲυνδρῷϲ ϲυνδρῷ. πρόϲκειται « ἐπὶ ἐνεϲτῶτοϲ » διὰ τὸ ϲχοῖμι ϲχοῖϲ ϲχοῖ ἐπίϲχοιμι ἐπίϲχοιϲ ἐπίϲχοι. τὸ δὲ « ἐπίϲχοιεϲ » (Ξ 241) ἀπὸ τοῦ ἐπίϲχοιϲ πλεοναϲμόϲ ἐϲτι τοῦ ε̄ ἢ ϲυϲτολὴ τοῦ ἐπιϲχοίηϲ.
* Τὰ ϲύνθετα προϲτακτικὰ βραχυκατάληκτα ὡϲ ἐπὶ πλεῖϲτον ἀναπέμπει τὸν ἑαυτῶν τόνον, τὰ δὲ μακροκατάληκτα τὸν αὐτὸν τοῖϲ ἁπλοῖϲ φυλάττει τόνον. βραχυκατάληκτα μὲν λέγε κατάλεγε, ϲπεῖρε κατάϲπειρε, ἧϲο κάθηϲο. μακροκατάληκτα δὲ νοοῦ διανοοῦ, ποίει περιποίει.
* Πᾶν ἀπαρέμφατον ϲυντιθέμενον φυλάττει τὸν αὐτὸν τόνον, ἴϲχειν ἐπίϲχειν, ϲχεῖν ἐπιϲχεῖν, πτέϲθαι ἐπιπτέϲθαι, ϲχέϲθαι ἀποϲχέϲθαι « τότ’ ἂν οὔτοι ἀποϲχέϲθαι » (Od. ι 211), ἧϲθαι καθῆϲθαι, κεῖϲθαι κατακεῖϲθαι.
Οὐδεμία μετοχὴ περιϲπᾶται, εἰ μὴ ἐκ ϲυναιρέϲεωϲ εἴη. αὗται δὲ ᾗ εἰϲ ων λήγουϲαι, ἀρϲενικαὶ οὖϲαι ἢ οὐδέτεραι, ἢ εἰϲ ο̄ῡν̄ μόνωϲ οὐδέτερον
ἢ ἐνεϲτῶτόϲ εἰϲιν ὁ ποιέων ὁ ποιῶν καὶ τὸ ποιέον τὸ ποιοῦν, ὁ βοάων ὁ βοῶν καὶ τὸ βοάον τὸ βοῶν, ὁ χρυϲόων ὁ χρυϲῶν καὶ τὸ χρυϲόον τὸ χρυϲοῦν, ἤγουν μέλλοντοϲ τῆϲ πέμπτηϲ ϲυζυγίαϲ, κερῶν, ϲπερῶν, κτενῶν, ἐπεὶ καὶ τούτων ῥήματα περιϲπῶνται — ποιῶ, βοῶ, χρυϲῶ, κερῶ, ϲπερῶ, κτενῶ. — βαρύνεται δὲ ἡ εἰϲ ω̄ν̄ μετοχή, ὅτε τὸ ῥῆμα βαρύνεται, τύπτω τύπτων, γράφω γράφων, γράψω γράψων, ποιήϲω ποιήϲων. ὀξύνονται δὲ αἱ εἰϲ ω̄ν̄ δευτέρου ἀορίϲτου λαβών, τυπών, φαγών, μεθ’ ὧν καὶ ἐών καὶ ἰών καὶ κιών, πλὴν τοῦ πέφνων βαρυνομένου ὁμοίωϲ τῷ τέμνων καὶ κάμνων, τὸ δὲ ἑκών ἠκολούθηϲε τοῖϲ προειρημένοιϲ ἀπὸ τοῦ εἴκω τὸ ὑποχωρῶ. ἐπειδὴ δὲ αἱ εἰϲ ω̄ν̄ λήγουϲαι καὶ ἐπὶ τέλουϲ ἔχουϲαι τὸν τόνον ἄδηλον εἴτε ὀξύνονται εἴτε περιϲπῶνται, ἐκ τῆϲ κλίϲεωϲ διατελείϲθωϲαν. ὧν μὲν γὰρ αἱ πλάγιοι φύϲει μακρᾷ παραλήγονται, τούτων πάντωϲ καὶ αἱ εὐθεῖαι περιϲπῶνται οἷον βοῶντοϲ βοῶν, χρυϲοῦντοϲ χρυϲοῦν, κεροῦντοϲ κερῶν, κτενοῦντοϲ κτενῶν. ὧν δὲ μόνον ἐϲτὶ τὸ ο̄ ἐν τῇ παραληγούϲῃ, τούτων αἱ εὐθεῖαι ὀξύνονται, δευτέρου οὖϲαι ἀορίϲτου, λαβόντοϲ λαβών, δραμόντοϲ δραμών.Αἱ δὲ εἰϲ ᾱϲ̄ αἱ μὲν τοῦ πρώτου ἀορίϲτου πᾶϲαι πρὸ μιᾶϲ ἔχουϲι τόν τόνον τελέϲαϲ, ποιήϲαϲ, τύψαϲ, γεμίϲαϲ, ϲαλπίϲαϲ, λεπίϲαϲ, καλλωπίϲαϲ, βρίϲαϲ, κτίϲαϲ, λακτίϲαϲ, μεθ’ ὧν καὶ ἡ ἴϲαϲ
ἀπὸ τοῦ ἴϲημι. αἱ δὲ τοῦ δευτέρου ἀορίϲτου ἢ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ τῶν εἰϲ μι πᾶϲαι ὀξύνονται, ϲτάϲ, φθάϲ, ἱϲτάϲ, κιχράϲ.Αἱ δὲ εἰϲ ε̄ῑϲ̄ καὶ εἰϲ ο̄ῡϲ̄ καὶ εἰϲ ω̄ϲ̄ καὶ εἰϲ ῡϲ̄ πᾶϲαι ὀξύνονται, τυφθείϲ, δαρείϲ, τυπείϲ, τιθείϲ, διδούϲ, βιούϲ, πεποιηκώϲ, τετυφώϲ, τετυπώϲ, ἑϲτώϲ, βεβώϲ, πηγνύϲ, ὀλλύϲ, ὀμνύϲ.
Αἱ δὲ εἰϲ μ̄ε̄ν̄ο̄ϲ̄ παϲαι προπαροξύνονται χωρὶϲ τῶν τοῦ παρακειμένου, τυπτόμενος, γραφόμενοϲς, τυψόμενος, τυψάμενος, γραψάμενος, τυπούμενοϲ· αἱ γὰρ τοῦ παρακειμένου πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον, τετυμμένος, πεποιημένοϲ, πεφιλημένος, πεπταμένος, χωρὶϲ εἰ μὴ πάθωϲι· τότε γὰρ ἀναβιβάζουϲι καὶ αὗται τὸν τόνον μὴ οὖϲαι ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ ὡϲ ὦρκα ὦρμαι ὄρμενοϲ, ἥδω ἥϲω ἧϲμαι ἡϲμένοϲ καὶ ἄϲμενοϲ, καὶ βεβλημένοϲ βλήμενοϲ καὶ ἄρχμενοϲ καὶ δέγμενοϲ καὶ ἄλμενοϲ καὶ ἐμπλήμενος, εἴτε παρακειμένου εἶεν παθητικοῦ εἴτε ἄλλου χρόνου, εἰκότωϲ προπαροξύνονται. πρόϲκειται « μὴ οὖϲαι ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ » διὰ τὸ ἀκάχω ἀκαχήϲω ἠκάχημαι ἠκαχημένοϲ ἀκαχημένος. τὸ γὰρ οὐτάμενοϲ καὶ ἐληλάμενος
οὐ κατὰ πάθοϲ γίνονται προπαροξυτόνωϲ ἀπὸ τοῦ οὐταϲμένοϲ καὶ ἐληλαϲμένοϲ, ἐπειδὴ ὡϲ ὄντα ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ ὤφειλον τὸν αὐτὸν τόνον φυλάξαι, ἀλλ’ ἀπὸ τῶν εἰϲ μ̄ῑ εἰϲίν, ὡϲ ἀπὸ τοῦ οὔτημι καὶ ἐλήλημι, ἵνα ὦϲιν ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ ὥϲπερ ἵϲτημι ἵϲταμαι ἱϲτάμενοϲ.Αἱ εἰϲ η̄ λήγουϲαι θηλυκαὶ παροξύνονται, τυπτομένη, τετυμμένη.
Αἱ εἰϲ ᾱ θηλυκαὶ προπαροξύνονται ἢ προπεριϲπῶνται. καὶ προπεριϲπῶνται μέν, ὅϲαι ἀπὸ ὀξυτόνων εἰϲὶν ἀρϲενικῶν ἢ περιϲπωμένων, νοῶν νοοῦϲα, εὐφρανῶν εὐφρανοῦϲα , τυπείϲ τυπεῖϲα, τετυφώϲ τετυφυῖα. προπαροξύνονται δέ, ὅϲαι ἀπὸ βαρυτόνων εἰϲὶν ἀρϲενικῶν, λέγων λέγουϲα, τύψων τύψουϲα, ποιήϲαϲ ποιήϲαϲα.
Αἱ οὐδέτεραι μετοχαὶ ὁμοτονοῦϲι τοῖϲ ἰδίοιϲ ἀρϲενικοῖϲ, ὁ τύπτων τὸ τύπτον, ὁ ποιῶν τὸ ποιοῦν, ὁ λαβών τὸ λαβόν, ὁ ποιήϲαϲ τὸ ποιῆϲαν, εἰ καὶ μὴ τὸν αὐτὸν διὰ τὸν κανόνα.
Αἱ ϲυντιθέμεναι μετοχαὶ οὐκ ἀναβιβάζουϲι τὸν τόνον, λέγων καταλέγων, φέρων περιφέρων, ἐλθών ἀνελθών, ϲπών μεταϲπών, πατῶν περιπατῶν. εἰ δὲ ἀναβιβάζουϲι τὸν τόνον, οὐκέτι μένουϲι μετοχαί, ἀλλ’ ὀνόματα γίνονται, τλάϲ Ἄτλαϲ, βάϲ Ἄβαϲ, φάϲ Περιφαϲ, χωρὶϲ τῆϲ ἑκών καὶ ἀέκων. καὶ ἔϲτιν εἰπεῖν διαφόρουϲ λύϲειϲ,
ὧν πρώτη ἐϲτὶν αὕτη. αἱ μετοχαὶ ἢ ἁπλαῖ εἰϲιν ἢ παραϲύνθετοι, οὐδέποτε δὲ ϲύνθετοι· ἐπειδὴ οὖν ἡ ἀέκων ϲύνθετόϲ ἐϲτιν, οὐδὲ γὰρ ἔχει ῥῆμα προϋπάρχον ἐν ϲυνθέϲει, ἵνα παραϲύνθετον αὐτὴν εἴπωμεν, ἀλλ’ ἐν τῇ μετοχῇ ἐγένετο ἡ ϲύνθεϲιϲ οἷον ἑκών ἀέκων, τούτου χάριν ἐν τῇ ϲυνθέϲει ἀνεβίβαϲε τὸν τόνον, ἵνα δείξῃ, ὅτι ϲύνθετόϲ ἐϲτι καὶ οὐ παραϲύνθετοϲ ὡϲ ἄλλαι μετοχαί. δευτέρα δὲ αἰτία ἐϲτὶν αὕτη· ἐκ τοῦ εἴκω τὸ ὑποχωρῶ γέγονε ἡ ἑκών κατὰ πάθοϲ τουτέϲτι κατὰ ἀποβολὴν τοῦ ῑ, καὶ ἐπειδὴ τὸ εἴκω ῥῆμα ϲυνέϲτειλε τὴν παραλήγουϲαν ἐν τῇ ἑκών μετοχῇ, τούτου χάριν ὠξύνθη ὁμοίωϲ ταῖϲ ἄλλαιϲ μετοχαῖϲ ταῖϲ βραχείᾳ παραληγομέναιϲ, φημὶ δὴ ταῖϲ τοῦ δευτέρου ἀορίϲτου, ἀλλ’ ἐπειδὴ ἡ ἑκών οὐκ ἔϲτι δευτέρου ἀορίϲτου, ἀλλ’ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ, δηλονότι οὐκ ὤφειλεν ὀξύνεϲθαι ὁμοίωϲ ἐκείναιϲ. Επειδὴ οὖν παραλόγωϲ ϲυνέδραμεν ἐκείναιϲ καὶ ὠξύνθη ἡ ἑκών μετοχή, τούτου χάριν ἐν τῇ ϲυνθέϲει, φημὶ δὴ ἐν τῇ ἀέκων ἐβαρύνθη, ἵνα τὴν παράλογον τάϲιν τοῦ ἁπλοῦ ἐκφύγῃ, φημὶ δὴ τὴν ὀξεῖαν. — ἄξιον δέ ἐϲτι ζητῆϲαι, διὰ τί ἡ ἑκών μετοχὴ ἐν τῇ ἀέκων ἀναβιβάϲαϲα τὸν τόνον ἔμεινε μετοχὴ καὶ οὐκ ἐγένετο ὄνομα; καὶ ἔϲτιν εἰπεῖν, ὅτι λέξιϲ ἐκ τῆϲ ᾱ ϲτερήϲεωϲ ϲυντιθεμένη καὶ φυλάττουϲα τὸ τέλος, φυλάττει καὶ τὸ αὐτὸ μέροϲ τοῦ λόγου οἷον δοῦλοϲ ἄδουλοϲ, φίλοϲ ἄφιλοϲ, ϲεμνόϲ ἄϲεμνοϲ, κακόϲ ἄκακοϲ, ψευδήϲ ἀψευδήϲ, ϲαφήϲ ἀϲαφήϲ· τὸ γὰρ τλάϲ Ἄτλαϲ καὶ τὸ βάϲ Ἄβαϲ φυλάξαντα τὸ τέλοϲ καὶ μὴ φυλάξαντα τὸ αὐτὸ μέροϲ τοῦ λόγου, ἀλλὰ γενόμενα ὀνόματα οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχουϲι τὴν ᾱ ϲτέρηϲιν, ἀλλὰ τὴν ᾱ ἐπίταϲιν οἱονεὶ ὁ πάνυ καρτερῶν, πάνυ βαίνων· ἐπειδὴ οὖν ἡ ἀέκων ἐφύλαξε τὸ τέλοϲ τῆϲ ἑκών, τούτου χάριν καὶ τὸ αὐτὸ μέροϲ τοῦ λόγου ἐφύλαξε καὶ ἔμεινε μετοχή.