De prosodia catholica
Aelius Herodianus
Aelius Herodianus. Grammatici Graeci, Pars 3, Vol. 1. Lentz, August, editor. Leipzig: Teubner, 1867.
Πᾶν ῥῆμα βαρύνεται ἢ περιϲπᾶται· γράφω, τύπτω, ποιῶ, βοῶ. ὀξύνεται δὲ οὐδέποτε κατὰ τὴν κοινὴν ϲυνήθειαν, εἰ μὴ παρὰ Δωριεῦϲι τὰ ϲυνηρημένα ἀπαρέμφατα εἰϲ ε̄ῑν̄ ἀφαιρέϲει τοῦ ῑ, ποιέν ἀντὶ τοῦ ποιεῖν, δαϲμοφορέν ἀντὶ τοῦ δαϲμοφορεῖν. ϲεϲημείωται δέ τινα ῥήματα ὀξύτονα. ἐν μὲν προϲτακτικοῖϲ μονοϲυλλάβωϲ τὸ δόϲ, θέϲ, ἕϲ τὸ ἀπόλυϲον, ϲχέϲ, ϲπέε, φρέϲ, ἅπερ διὰ τὴν βραχυκαταληξίαν οὐδὲ
περιϲπᾶται. ὅθεν ἐν τῇ ϲυνθέϲει εὐλόγωϲ ἀνεβίβαϲε τὸν τόνον ἀπόδος, κατάθεϲ, ἐπίϲχεϲ, ἐπίϲπεϲ, πρόεϲ « ἀλλὰ ϲὺ μὲν νῦν τήνδε θεῷ πρόεϲ » (Α 127), ἐπίφρεϲ. διϲύλλαβα δὲ τὸ ἐλθέ, εὑρέ, εἰπέ, ἃ καὶ αὐτὰ ϲυντεθέντα κατὰ φύϲιν βαρὺν ἀπείληφε τὸν τόνον, κάτελθε, ἔξειπε, ἔφευρε. τὸ δὲ λαβέ καὶ ἰδέ ὀξυνόμενα Ἀττικά ἐϲτι. τὰ γὰρ κοινὰ τούτων βαρύνεται. ταῦτα μὲν ἐν προϲτακτικοῖϲ. ἐν δὲ ὁριϲτικοῖϲ τὸ χρή « οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα » (B 24), καὶ τὸ φημί καὶ εἰμί καὶ τὰ τούτων κινήματα, φήϲ φηϲί, ὅπερ πάλιν ἀποκοπὲν ὀξύνεται· τὸ γὰρ « φὴ ἐκεῖνοϲ » ἀντί τοῦ φηϲί. φατόν φατόν φαμέν φατέ φαϲίν καὶ τὸ τούτου προϲτακτικοῦ δεύτερον φαθί ὡϲ παρ’ Ἀριϲτοφάνει (Eqq. 22)οὕτω ἐπεκράτηϲε λέγεϲθαι. πάλιν εἰμί, εἴϲ « αἵματόϲ εἰϲ ἀγαθοῖο » (δ 611), ἐϲϲί, ἐϲτί, ἐϲτόν, ἐϲτόν, ἐϲμέν, ἐϲτέ εἰϲί. καὶ ταῦτα δέ, λέγω δὴ τὸ φημί καὶ εἰμί, ϲυντιθέμενα βαρύνεται εύμφημι, ϲύνειμι. ἔτι καὶ τὸ ἠμί, ὅπερ ταὐτὸν δύναται τῷ φημί — Ἀριϲτοφάνηϲ
Βατράχοιϲ (37) « παῖ, ἠμί, παῖ », ἐξ οὗ τὸ ἢ τὸ ϲημαῖνον τὸ εἶπον οἷον « ἦ καὶ κυανέῃϲιν ἐπ’ ὀφρύϲι νεῦϲε Κρονίων » (Α 528) καὶ « ἦ ῥα καὶ ἐξ ὀχέων » (Δ 419) — ὀξύνεται. ταῦτά ἐϲτι τῶν ῥημάτων τὰ ὀξυνόμενα. εἰ δέ τί ἐϲτιν ἄλλο ἐπὶ τέλουϲ ἔχον τὸν τόνον, περιϲπᾶται ποιῶ νοῶ, ποιοῦ νοοῦ, ποιεῖν νοεῖν καὶ τὰ τοιαῦτα.Πᾶν ῥῆμα εἰϲ ω̄ μονοϲύλλαβον περιϲπᾶται, ζῶ, κλῶ, κνῶ, θλῶ, δρῶ, ἐὰν βῶ, ἐὰν ϲτῶ. λείπεται τοίνυν διαϲαφηνίϲαι τὴν τῶν εἰϲ ω̄ ληγόντων ἐνεϲτώτων τάϲιν κατὰ τὰϲ ἑαυτῶν ϲυζυγίαϲ.
Τὰ εἰϲ β̄ω̄ λήγοντα βαρύνεται. τότε περιϲπᾶται, ὅτε ἐν ταῖϲ δυϲὶ ϲυλλαβαῖϲ ἔχει τὸ β̄, ἢ ὄνομα προϋπάρχει ἢ τὸ ο̄ ἔχει ἐν τῇ παραληγούϲῃ ἢ τὸ ω̄ μέγα. καὶ βαρύνεται μὲν ταῦτα, λείβω καὶ κατὰ ἀποβολὴν τοῦ λ̄ εἴβω, τρίβω, ϲτείβω, φέρβω, ἀμείβω, ϲέβω, φέβω τὸ φοβοῦμαι, ῥέμβομαι, θλίβω, ϲτίλβω. περιϲπᾶται δὲ ταῦτα ὡϲ ἔχοντα ἐν δυϲὶ ϲυλλαβαῖϲ β̄ βαυβῶ τὸ καθεύδω, βομβῶ, βιβῶ τὸ περιπατῶ. ἔτι περιϲπῶνται τὰ ἔχοντα προϋπάρχοντα ὀνόματα, φόβοϲ φοβῶ, ἀϲεβήϲ ἀϲεβῶ, εὐϲεβήϲ εὐϲεβῶ, θόρυβοϲ θορυβῶ, κόλυμβοϲ κολυμβῶ, λαβή λαβῶ. τὸ γὰρ λάβω ὑποτακτικόν ἐϲτι τοῦ ἔλαβον. Ἔτι περιϲπῶνται τὰ ἔχοντα ο̄ μικρὸν ἢ ω̄ μέγα ἐν τῇ παραληγούϲῃ, ϲοβῶ, ϲτροβῶ, κολοβῶ, λωβῶ.
Τὰ εἰϲ π̄ω̄ λήγοντα βαρύνονται, εἰ μὴ παραλήγοιτο τῷ ῡ ἢ τῷ ω̄, ἢ εἰ μὴ παρώνυμα εἴη ἢ ἐν τῇ πρώτῃ καὶ δευτέρα ϲυλλαβῇ ἔχοι τὸ π̄ θάλπω, λάμπω, πέμπω, λείπω, μέλπω, βλέπω, ἐρείπω τὸ καταβάλλω, ἕρπω, δρέπω, ἕπω, τρέπω, ϲκέπω, λέπω, ἔπω τὸ ἐνέπω. πρόϲκειται « εἰ μὴ ἔχοι ἐν τῇ πρὸ τέλουϲ τὸ ῡ ἢ τὸ ω̄ » διὰ τὸ γνυπῶ τὸ γονυπετῶ καὶ κλωπῶ τὸ κλέπτω, ὅθεν καὶ κλώψ. τὸ δὲ « εἰ μὴ παρώνυμα εἴη» διὰ τὸ κόποϲ κοπῶ, ἰπόϲ ἡ παγίϲ ἰπῶ τὸ βλάπτω,
λύπη λυπῶ, τρύπη τρυπῶ, κτύποϲ κτυπῶ, ῥύποϲ ῥυπῶ. πρόϲκειται δὲ « εἰ μὴ ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ ϲυλλαβῇ ἔχει τὸ π̄ » διὰ τὸ πιπῶ καὶ ὀπιπῶ τὸ περιβλέπομαι. τὸ δὲ πίπτω βαρύνεται ἔχον τὸ τ̄.Τὰ εἰϲ φ̄ω̄ λήγοντα βαρύνεται, εἰ μὴ παραλήγοιτο τῷ ο̄ μικρῷ ἢ τῷ ω̄ μεγάλῳ ἢ παρώνυμα εἴη, γράφω, γλύφω, νήφω ἐπὶ τοῦ φρονῶ, νείφω δὲ ἐπὶ τοῦ χιονίζω, δέφω, τρέφω, ϲτρέφω, ϲτέφω, ψέφω, ἀλείφω, κνιφω, ϲτύφω, τύφω, μέμφω, ἀφ’ οὗ τὸ μέμφομαι εὔχρηϲτον. ϲεϲημείωται τὸ διφῶ τὸ ζητῶ Ἰλιάδοϲ Π (747) « τήθεα διφῶν » ζητῶν ἐρευνῶν. Καλλίμαχοϲ « μηδ’ ἀπ’ ἐμεῦ διφᾶτε μέγα ψοφέουϲαν ἀοιδήν » καὶ ἀμφαφῶ. καὶ ἴϲωϲ παρώνυμα εἴη ἀπὸ τοῦ ἁφή ἁφῶ καὶ διαφῶ καὶ κράϲει διφῶ τὸ τῇ ἀφῇ ὑποβάλλω καὶ ἀμφαφῶ. πρόϲκειται « εἰ μὴ παρώνυμα εἴη » διὰ τὸ τρυφή τρυφῶ, κορυφή κορυφῶ, ϲοφόϲ ϲοφῶ, ζωγράφοϲ ζωγραφῶ, ψόφοϲ ψοφῶ, ἁφή ψηλαφῶ. τὸ δὲ ϲτρωφῶ καὶ ῥοφῶ ἔχουϲιν ο̄ καὶ ω̄.
Τὰ εἰϲ π̄τ̄ω̄ βαρύνεται, εἰ μὴ προκατάρχοι ὄνομα ἢ διαϲτολὴ γένοιτο ϲημαινομένου, ϲκάπτω, θάπτω, βλάπτω, κλέπτω, ϲκέπτω, χαλέπτω, πίπτω, ἵπτω, λίπτω, ἴπτω τὸ βλάπτω, ὅπερ ψιλοῦται· ἐπὶ γὰρ τοῦ πετῶ δαϲύνεται καὶ περιϲπᾶται, χρίπτω, νίπτω, ἐνίπτω τὸ ἐπιπλήττω, ϲκηρίπτω, ῥίπτω. τὸ γὰρ ῥιπτῶ Ἀττικὸν ἢ ποιητικόν. κόπτω, ὄπτω τὸ βλέπω. τὸ δὲ ὀπτῶ πρὸϲ διαϲτολὴν τοῦ ὄπτω, ϲκώπτω, θρύπτω, θύπτω τὸ τυφῶ, κύπτω, κρύπτω, ῥύπτω, δύπτω, καλύπτω, κορύπτω, τύπτω. τὸ δὲ τυπτῶ τυπτήϲω Ἀττικῶϲ. πρόϲκειται « εἰ μὴ προκατάρχεται ὄνομα » διὰ τὸ ἄβλεπτοϲ ἀβλεπτῶ, ἄπεπτοϲ ἀπεπτῶ, ἀλείπτηϲ φιλαλειπτῶ.
Τὰ εἰϲ γ̄ω̄ διϲύλλαβα η ̄ παραληγόμενα ἀπὸ ϲυμφώνου ἀρχόμενα
βαρύνεται, θήγω, λήγω, τμήγω. τὸ δὲ ἡγῶ, ἀφ’ οὗ τὸ ἡγοῦμαι, περιϲπᾶται, ἀπὸ φωνήεντοϲ ἀρχόμενον.Τὰ εἰϲ γ̄ω̄ ὑπερδιϲύλλαβα ἔχοντα ὀνόματα προκατάρχοντα ϲύνθετα διὰ τοῦ γ̄ο̄ϲ̄ παρηγμένα τῷ η̄ παραληγόμενα περιϲπᾶται, ποδηγόϲ ποδηγῶ, φορτηγόϲ φορτηγῶ, ϲτρατηγόϲ ϲτρατηγῶ, κυνηγόϲ κυνηγῶ. τὸ δὲ ἀρήγω οὐκ ἀπὸ τοῦ ἀρηγόϲ, ἀλλ’ αὐτὸ ἀπ’ ἐκείνου. τὸ δὲ κεκλήγω, ᾧ ἀκόλουθοϲ μετοχὴ ἡ κεκλήγων βαρυνομένη, ἔνθεν τὸ κεκλήγοντεϲ (Μ 125), καὶ πεπλήγω, ἔνθεν τὸ « ἐπέπληγον πόδεϲ ἵππων » (Il. Ε 504) ποιητικῶϲ βαρύνονται ἀπὸ τῶν παρακειμένων γεγονότα.
Τὰ εἰϲ γ̄ω̄ ὑπερδιϲύλλαβα τῷ ᾱ παραληγόμενα περιϲπᾶται μὴ ὄντα ϲύνθετα παρὰ πρόθεϲιν ϲμαραγῶ, πλαταγῶ, λαλαγῶ. καὶ καθόλου τὰ εἰϲ ᾱγ̄ω̄ περιϲπᾶται, ἀγῶ « εὖτ’ ἂν τόδ’ ἀγᾷ χρέοϲ ἀνδρόϲ», τραγῶ. τὸ δὲ ἄγω βαρύνεται καὶ τὰ ἀπ’ αὐτοῦ ϲύνθετα διάγω, ἀνάγω, κατάγω, παράγω, μετάγω, εἰϲάγω, ἐνάγω, ἐξάγω, προϲάγω, προάγω, ϲυνάγω.
Τὰ εἰϲ γ̄ω̄ μὴ παρώνυμα ἢ κατὰ παραγωγὴν γινόμενα ἀπὸ βαρυτόνου βαρύνονται, ὁπότε μὴ πρὸϲ διαϲτολὴν παραλαμβάνοιτο ἢ παραλήγοιτο τῷ η̄ ἢ τῷ ᾱ, ψέγω, φλέγω, λέγω, εἴργω, πνίγω, ἀμέλγω, ἀλέγω, ὀρέγω. πρόϲκειται « μὴ παρώνυμα » διὰ τὸ τρύγη τρυγῶ, ἄλγοϲ ἀλγῶ, ϲιγή ϲιγῶ, ῥῖγοϲ ῥιγῶ. « μὴ ἀπὸ βαρυτόνου » δὲ « ῥήματοϲ παραχθένταν διὰ τὸ λέγω ἀλογῶ. « μὴ πρὸϲ ἀντιδιαϲτολὴν» πρόϲκειται διὰ τὸ ἄγω καὶ ἀγῶ τὸ καταπλήττομαι, ἐξ οὗ τὸ
ἄγημι ἄγαμαι. « ἢ εἰ μὴ παραλήγοιτο τῷ ᾱ ἢ τῷ η̄ » διὰ τὸ ϲμαραγῶ καὶ ἡγῶ, ὅθεν τὸ ἡγοῦμαι.Τὰ εἰϲ γ̄ω̄ ἰαμβικά, εἰ μὲν ἔχοι πρὸ τοῦ τέλουϲ τὸ ε̄, βαρύνεται, εἰ δὲ ἄλλο τι, περιϲπᾶται, φλέγω, λέγω, ϲτέγω, οἷϲ ὅμοιον τὸ ἀλέγω, ὀρέγω. μογῶ δὲ καὶ ϲτυγῶ καὶ τρυγῶ καὶ ϲφριγῶ μὴ τὸ ε̄ ἔχοντα περιϲπῶνται.
Τὰ εἰϲ γ̄ω̄ ἔχοντα πρὸ τοῦ γ̄ ϲύμφωνον βαρύνεται, εἰ μὴ παρ’ ὄνομα γένοιτο, εἴργω, ϲτέργω, ἀμέλγω, ϲφίγγω, μίϲγω, τέγγω. τὸ δὲ ἀλγῶ ἔχει τὸ ἄλγοϲ καὶ τὸ ἀργῶ τὸ ἀργόϲ καὶ τὸ γεωργῶ τὸ γεωργόϲ καὶ κακουργῶ τὸ κακοῦργοϲ. τὸ δὲ ἀμέργω οὐκ ἔχει· τὸ γὰρ ἀμόργη ἐκ τοῦ ἀμέργω γίνεται.
Τὰ εἰϲ γ̄ω̄ διϲύλλαβα παραληγόμενα φύϲει μακρᾷ ὅτε ἀπὸ ϲυμφώνου ἄρχοιτο, βαρύνεται, εἰ μὴ παρ’ ὄνομα εἴη, τρώγω, ϲμώγω, φεύγω, τμήγω, λήγω, θήγω. τὸ μέντοι ῥιγῶ ἔχει τὸ ῥῖγοϲ. τὸ δὲ λωγῶ οὐ γνήϲιον ἔχει τὸ ω̄, ἀλλὰ ποιητικόν.
Τὰ εἰϲ γ̄ω̄ ὑπερδιϲύλλαβα μὴ παρ’ ὄνομα ϲύνθετα, εἰ παραλήγοιτο φύϲει μακρᾷ, βαρύνεται ἐπείγω, ἀρήγω, ἐρεύγω, ἀνώγω. τὸ δὲ παιδαγωγῷ ἔχει τὸ παιδαγωγόϲ.
Τὰ εἰϲ κ̄ω̄ διϲύλλαβα ἔχοντα τὸ ε̄ ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ βαρύνεται, εἰ μὴ ἄρχοιτο ἀπὸ τριῶν ϲυμφώνων ἢ παρ’ ὄνομα εἴη, ῥέγκω, δέρκω, πλέκω, τέκω, πέκω τὸ ξηραίνω καὶ πείκω καὶ πέκτω, κρέκω, δέκω, ἕλκω, ἑλκήϲω· τοῦτο δὲ ἀπὸ περιϲπωμένου τὸ ἑλκῶ. δείκω τὸ δεικνύω, εἴκω. τοιαῦτα καὶ τὰ ὑπερδιϲύλλαβα τῷ ε̄ παραληγόμενα ὀλέκω, ἐρείκω τὸ ϲχίζω, ἐνέκω. πρόϲκειται « εἰ μὴ παρ’ ὄνομα εἴη » διὰ τὸ ἑλκόω ἑλκῶ ἕλκοϲ καὶ πελεκῶ πέλεκυϲ καὶ « μὴ ἄρχοιτο ἀπὸ τριῶν ϲυμφώνων » διὰ τὸ ϲπλεκῶ τὸ ϲυνουϲιάζω, ὅθεν τὸ διαϲπλεκῶ.
Τὰ εἰϲ κ̄ω̄ διϲύλλαβα τῷ η̄ παραληγόμενα ἀπὸ ϲυμφώνου ἀρχόμενα βαρύνεται, ἀπὸ δὲ ἡμιφώνου περιϲπῶνται· καὶ βαρύνονται μὲν ταῦτα, τήκω, δήκω ὅθεν ἔδακον, μεθ’ ὧν καὶ ἥκω. περιϲπᾶται δὲ ταῦτα, ληκῶ, ϲφηκῶ, μηκῶ.
Τὰ εἰϲ κ̄ω̄, εἰ μὴ τῷ ϲ̄ παραλήγοιτο ἢ τῷ η̄, περὶ ὧν προείρηται, πάντωϲ περιϲπᾶται, κακῶ, ἀρκῶ, ναρκῶ, ϲαρκῶ, φαικῶ, δοκῶ, κυκῶ, μυκῶ, οἰκῶ καὶ παροικῶ. τὸ δὲ διώκω καὶ ἥκω καὶ ἐρύκω βαρύνεται. τὸ δὲ ἀϲκῶ, ϲφηκῶ περιϲπᾶται.
Τὰ εἰϲ ϲ̄κ̄ω̄ βαρύνεται, εἰ μὴ κατάρχοιτο ὄνομα, δράϲκω, γηράϲκω, πιπράϲκω, διδάϲκω, τιτρώϲκω, γινώϲκω, βιβρώϲκω, ἀρέϲκω, πιφαύϲκω, κικλήϲκω, θνήϲκω, μιμνήϲκω, ἀλδήϲκω, πιπίϲκω, ἀέϲκω, μαχέϲκω, ἐΐϲκω « ἐΐϲκω πηγεϲιμάλλῳ » (Il. Γ 197) καὶ ἀποβολῇ τοῦ ε̄ « εἴ κέ ϲε τῷ ἴϲκοντεϲ » (Λ 799). δειδίϲκω, εὑρίϲκω, τελίϲκω, γαμίϲκω, κυΐϲκω, ὀφλίϲκω, ἀφ’ οὗ τὸ ὀφλιϲκάνω, ἁλίϲκω, ἀραρίϲκω, ϲτερίϲκω, μεθύϲκω, βόϲκω βοϲκήϲω· τοῦτο δὲ ὡϲ ἀπὸ περιϲπωμένου ἐγένετο βοϲκῶ βοϲκήϲω. τὸ μέντοι διϲκῶ καὶ ἀϲκῶ καὶ διαϲκῶ ἔχουϲι τὸ δίϲκοϲ καὶ ἀϲκόϲ, καὶ τὸ βοϲκῶ τὸ βοϲκόϲ καὶ ἱπποβοϲκῶ ἱπποβοϲκόϲ.
Τὰ εἰϲ κ̄τ̄ω̄ μὴ παρ’ ὄνομα γινόμενα βαρύνεται, τίκτω, πέκτω τὸ κτενίζω. τὰ δὲ περιϲπώμενα ἔχουϲιν ὄνομα, εὔτακτοϲ εὐτακτῶ, ἄτακτοϲ αἰακτῶ, ὑλακή ὑλακτῶ. τούτοιϲ ἠκολούθηϲε καὶ τὸ ἀγανακτῶ.
Τὰ εἰϲ χ̄ω̄ διϲύλλαβα ἀρχόμενα ἀπὸ ϲυμφώνου μὴ διὰ τοῦ η̄ παραληγόμενα φύϲει μακρᾷ βαρύνεται· εἰ δέ τι περιεϲπάϲθη, τοῦτο ἐκ
βαρυτόνου παρήχθη ὡϲ ἐπὶ τοῦ τρέχω τροχῶ, ἢ παρ’ ὄνομα ἐγένετο, τεῦχοϲ τεύχω, καὶ τὸ ϲτοιχῶ καὶ τὸ μοιχῶ ἀπὸ τοῦ ϲτοῖχοϲ καὶ μοιχόϲ. βαρύνεται δὲ ταῦτα, ϲτείχω, τεύχω, ψύχω, τρύχω, ϲμύχω, βρύχω, λείχω, γλίχω, ὅθεν τὸ γλίχομαι. οὐκ ἀντιπίπτει τὸ αὐχῶ. ἀπὸ φωνήεντοϲ γάρ, ᾧ ἠκολούθηϲε καὶ τὸ καυχῶ. τὸ δὲ βληχῶ ἔχει η̄.Τὰ εἰϲ χ̄ω̄ διϲύλλαβα τῷ η̄ παραληγόμενα ἀπὸ ϲυμφώνου ἀρχόμενα, εἰ μὴ πεποιημένην φωνὴν ϲημαίνοι, βαρύνεται, νήχω, ἐξ οὗ τὸ νήχομαι, ϲμήχω, τρήχω τὸ κτυπῶ, ἐξ οὗ τὸ « τετρήχει δ’ ἀγορή » (B 95), λήχω, ἀφ’ οὗ τὸ ἔλαχον. τὸ δὲ βληχῶ πεποιημένην φωνὴν δηλοῖ. τὸ δὲ ἠχῶ ἀπὸ φωνήεντοϲ ἤρξατο.
Τὰ εἰϲ χ̄ω̄ διϲύλλαβα μὴ ἔχοντα πρὸ τοῦ χ̄ τὸ ϲ̄ περιϲπᾶται, εἰ ἔχοι τὴν πρὸ τέλουϲ μὴ φύϲει μακράν, ὑπεϲταλμένων τῶν ἐχόντων τὸ ε ̄ ἢ τὸ ᾱ πρὸ τέλουϲ, λοχῶ, τροχῶ, ὀρχῶ, ὅθεν ὀρχοῦμαι, κιχῶ, ὀχῶ, ϲτιχῶ, διχῶ, τριχῶ, τύχω. τὸ δὲ ἴϲχω ἔχει ϲ̄. καὶ τὸ ϲμήχω· ἔχει τὴν παραλήγουϲαν φύϲει μακράν. τὸ δὲ τρέχω ἔχει ε̄ καὶ τὸ ἄρχω ᾱ.
Τὰ εἰϲ χ̄ω̄ ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ ε̄ ἔχοντα βαρύνεται, εἰ μὴ παρ’ ὄνομα γένοιτο, τρέχω, βρέχω, δέχω, ὅθεν δέχομαι ἐν χρήϲει, ἔχω, ϲπέρχω, εὔχω, ὅθεν εὔχομαι, ἔρχω, ὅθεν ἔρχομαι, ἐλέγχω, τεύχω. τὸ δὲ τευχῶ περιϲπώμενον ὅτι τεῦχοϲ.
Τὰ εἰϲ χ̄ω̄ διϲύλλαβα ἔχοντα τὸ ᾱ ἐν τῇ πρὸ τέλουϲ βαρύνεται, ἄχω ἄχομαι, μαχῶ, ὅθεν τὸ μάχομαι καὶ μαχέομαι μαχοῦμαι, ὅθεν μαχήϲομαι μέλλων, ἄρχω, πάϲχω, μεθ’ ὧν καὶ τὸ ἴϲχω. τὸ δὲ βακχῶ περιϲπᾶται ὡϲ ἔχον τὸ βάκχοϲ.
Τὰ διὰ τοῦ ᾱχ̄ω̄ τριϲύλλαβα βαρύνεται, ϲτενάχω « βαρὺ δὲ ϲτενάχοντοϲ ἄκουϲα » (Od. θ 95) « ἐπεϲτενάχοντο δ’ ἑταῖροι » (Ιl. Δ 154), ἰάχω « ἡμεῖϲ δὲ ἰάχοντεϲ » (Od. δ 454), « τρὶϲ δ’ ἄϊεν ἰάχοντοϲ »
(ΙΙ. Λ 463), « ϲμερδαλέα ἰάχων » (Ε 304), « φθέγξομ’ ἐγὼν ἰάχουϲα » (Ιl. φ 341). ταῦτα δὲ καὶ ὡϲ ἀπὸ περιϲπωμένων μέλλοντα ποιοῦϲιν, ἰαχήϲω, ϲτεναχήϲω.Τὰ εἰϲ χ̄ω̄ ὑπερδιϲύλλαβα φύϲει μακρᾷ παραληγόμενα ἢ παρ’ ὄνομα ὄντα ἢ διὰ τοῦ ῑχ̄ω̄ περιϲπᾶται, ϲτοναχῶ, ϲυμμαχῶ, γνωϲιμαχῶ, ἡνιοχῶ, ὀμιχῶ τὸ οὐρῶ — ἔϲτι δὲ καὶ βαρύτονον ῥῆμα οἷον ὀμιχῶ ὁ μέλλων ὀμίξω ὡϲ παρ’ Ἱππώνακτι οἷον « ὤμιξεν αἷμα καὶ χολὴν ἐτίληϲεν » (Bergk 55) καὶ τὸ ἀναρριχᾶϲθαι δὲ τοῖϲ Ἀττικοῖϲ παρὰ τὸ ἀρχαῖόν ἐϲτι γενόμενον ἀραχνιῶ καὶ ἐν ὑπερθέϲει τῶν ϲτοιχείων ἀναρριχῶ, τοῦ μὲν ν̄ εἰϲ τὴν χώραν τοῦ ρ̄ τεθέντοϲ, τοῦ δὲ ῑ ἀμοιβαίωϲ καὶ τοῦ ρ̄ εἰϲ τὴν χώραν τοῦ ν̄, τοῦ δὲ χ̄ πληϲίον τοῦ ω̄. ϲεϲημείωται τὸ ϲτενάχω καὶ ἰάχω. τὸ δὲ διδάχω διδάξω οὐκ ἐν χρήϲει ὂν βαρύνεται.
Τὰ εἰϲ δ̄ω̄ διϲύλλαβα παραληγόμενα τῷ η̄ βαρύνεται, ἥδω ἥδομαι, κήδω κήδομαι, τὸ δὲ πηδῶ περιϲπᾶται.
Τὰ εἰϲ δ̄ω̄ διϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ εἰϲ τὸ ε̄ καταλήγουϲαν περιϲπᾶται, ἐδῶ ἐδήϲω, μεθῶ, ἐξ οὗ τὸ μεδέων, μεδήϲω. ταῦτα δὲ βαρύτονα λέγονται ἔδω καὶ μέδω. ἔτι βαρύνεται τὸ ῥέδω καὶ ϲκέδω.
Πᾶν εἰϲ δ̄ω̄ λῆγον ἔχον τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ φωνῆεν λήγουϲαν μετὰ βραχείαϲ οὐ βαρύνεται, ἀλλὰ περιϲπᾶται, ὡϲ ἔχει τὸ ϲταφιδῶ, ὁμαδῶ, κελαδῶ. τὸ δὲ κελάδων κελάδοντοϲ « πὰρ ποταμὸν
κελάδοντα » (Ιl. C 576) ὡϲ ἀπὸ βαρυτόνου τὸ φείδω φείδομαι — τὸ δὲ ἀπ’ αὐτοῦ μεταγόμενον φιδῶ ἀφ’ οὗ πεφιδήϲεται ϲυϲτέλλον τὴν παραλήγουϲαν περιϲπᾶται — ψεύδω ψεύδομαι, ϲπεύδω ϲπεύδομαι, ἐρείδω ἐρείδομαι, ἀείδω, αἴθω ἐπὶ τοῦ αἰϲχύνομαι, ὅπερ καὶ περιϲπᾶται — παραλήγουϲι διφθόγγῳ.Τὰ εἰϲ δ̄ω̄ ἔχοντα ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ ε̄, ᾧ ὑποτέτακται ἢ ϲύμφωνον ἢ ὑποτακτικον φωνῆεν, βαρύνεται, εἰ μὴ παρ’ ὄνομα εἴη, ϲπένδω, ἔρδω, ἀμέρδω τὸ ϲτερίϲκω, εὕδω, ϲπεύδω, φείδω, δείδω τὸ φοβοῦμαι, εἰδῶ καὶ εἰδῶ. τὸ δὲ κερδῶ, ὅτι κέρδος, περιϲπᾶται.
Τὰ εἰϲ δ̄ω̄ παραληγόμενα τῷ ο̄ περιϲπᾶται, ϲποδῶ, ποδῶ, οἰδῶ τὸ οἰδαίνω, ἀοιδῶ, ὅθεν ἀοιδιῶ.
Τὰ εἰϲ δ̄ω̄ παραληγόμενα τῷ ω̄, εἰ παρ’ ὄνομα εἴη, περιϲπᾶται, κιθαρῳδῶ, κωμῳδῶ, τραγῳδῶ, μονωδῶ, μελῳδῶ, ὑμνῳδῶ, ληρῳδῶ, μεθ’ ὧν καὶ ὀπηδῶ καὶ αὐδῶ καὶ νωδῶ.
Τὰ εἰϲ δ̄ω̄ ἐν τῇ πρὸ τέλουϲ ἔχοντα τὸ ῑ εἰϲ τὸ ν̄ καταλῆγον βαρύνεται, ἀλίνδω, καλίνδω, κυλίνδω « ἡ δὲ κυλινδομένη καναχὴν ἔχε » (Ιl. Π 794), « προπροκυλινδόμενοϲ » (Od. ρ 525), « μέγα κῦμα κυλίνδων » (Od. ε 296). ταῦτα δὲ καὶ περιϲπᾶται.
Τὰ εἰϲ δ̄ω̄ διϲύλλαβα, εἰ ἔχει τὸ ᾱ λῆγον ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ, περιϲπᾶται, φραδῶ τὸ βουλεύομαι· εἰ μέντοι εἰϲ ϲύμφωνον καταλήγοι,
βαρύνεται, ἄρδω, ἄλδω τὸ αὔξω. τὸ μέντοι ἀλδήϲω ἀπὸ περιϲπωμένου τοῦ ἀλδῶ ἐγένετο.Τὰ διὰ τοῦ α ̄θ ̄ω ̄ ὑπερδιϲύλλαβα βαρύνεται, εἰ μὴ προκατάρχοιτο ὄνομα, ὅπερ κατὰ τροπὴν τοῦ τέλουϲ εἰϲ ω̄ ἐποίηϲε τὸ ῥῆμα, κιάθω τὸ πορεύομαι, ἀμυνάθω τὸ βοηθῶ, διωκάθω τὸ διώκω, εἰργάθω, εἰκάθω. τὸ μέντοι φιλομαθῶ καὶ εὐϲταθῶ περιϲπῶνται· παρ’ ὄνομα γάρ. τὸ δὲ μαθῶ μαθήϲω διϲύλλαβον.
Τὰ διὰ τοῦ ε ̄θ ̄ω ̄ βαρύνεται, ϲχέθω, ἔθω, ρέθω, ἀερέθω, φαέθω, φλεγέθω, ϲπερέθω, νεμέθω, βρεμέθω, ἀρέθω, χρεμέθω, τελέθω, ἐγερέθω, ἐμέθω, ἀγερέθω. τὸ δὲ τηλεθῶ τὸ εἰϲ ὕψοϲ θέω περιϲπᾶται.
* Τὸ αἴθω ἐπὶ τοῦ καίω μόνον διὰ τῆϲ αἱ γραφόμενον βαρύνεται.
Τὰ διὰ τοῦ η ̄θ ̄ω ̄ βαρύνεται· εἰ δέ τι περιϲπᾶται, ἀπὸ ὀνόματοϲ γέγονε, ἀλήθω, κνήθω, λήθω, πήθω, ἐξ οὗ καὶ ἔπαθον, πλήθω, πρήθω, δήθω, ἐξ οὗ παραγωγὸν τὸ δηθύνω, μήθω, νήθω. τὸ δὲ βοηθῶ, ἀηθῶ παρ’ ὄνομα. ὅμοιον καὶ τὸ γηθῶ γηθήϲω καὶ ἠθῶ τὸ διυλίζω.
* Τὸ βρίθω μόνον τῷ ῑ παραληγόμενον βαρύνεται.
Τὰ εἰϲ υ ̄θ ̄ω ̄ βαρύνεται, μινύθω, φθινύθω, βαρύθω. τὸ δὲ μυθῶ ἔχει μῦθοϲ. Τὰ εἰϲ θ̄ω̄ κατ’ ἐπιπλοκὴν ϲυμφώνου βαρύνεται, εἰ μὴ προκατάρχοιτο ὄνομα ἢ τῷ ο̄ παραλήγοιτο, ἀΐϲθω τὸ ἐκπνέω « ὁ δ’ ἔβραχε θυμὸν ἀΐϲθων » (Ιl. Π 468), βιβάϲθω « μακρὰ βιβάϲθων » (Ν 809),
ἐρέχθω τὸ ϲχίζω « νῆα θοὴν ἐρεχθομένην ἀνέμοιϲι » (Ψ 317), ἄχθω, ὅθεν ἄχθομαι, αἴϲθω καὶ αἴϲθομαι, αἰϲθήϲομαι. τοῦτο δὲ ἀπὸ περιϲπωμένου ἐγένετο. τὸ μέντοι μιϲθῶ περιϲπᾶται, ὅτι μιϲθόϲ. τὸ μέντοι μοχθῶ καὶ ῥοχθῶ τῷ ο̄ παραληγόμενα περιϲπᾶται. ϲεϲημείωται τὸ ὀρεχθῶ « πολλοὶ μὲν βόεϲ ἀργοὶ ὀρέχθεον » (Ψ 30).Τὰ εἰϲ θ̄ω̄ παραληγόμενα ε̄ῡ βαρύνεται, πεύθω, ἐλεύθω, κεύθω.
Τὰ εἰϲ θ̄ω̄ παραληγόμενα φύϲει μακρᾷ χωρὶϲ τῶν διὰ τοῦ η̄, εἰ μὴ ὄνομα προκατάρχοιτο, βαρύνεται, πείθω, κλώθω, βρωθῶ, ἀφ’ οὗ βέβρωθα, πρώθω. ϲεϲημείωται τὸ ὠθῶ. τὸ μέντοι μυθῶ καὶ ἀπειθῶ περιϲπῶνται, ὅτι μῦθοϲ καὶ ἀπειθήϲ. τὸ δὲ ἀπιθῶ « οὐδ’ ἀπίθηϲεν μύθῳ Ἀθηναίηϲ » (Α 220) περιϲπᾶται ϲυϲτέλλον τὴν παραλήγουϲαν. τὸ γὰρ πείθω μετάγεται εἰϲ περιϲπώμενον πιθῶ, οὗ ὁ μέλλων πιθήϲω, ὁ ἀόριϲτοϲ ἐπίθηϲεν, ὡϲ τὸ φείδω γίνεται φιδῶ περιϲπώμενον καὶ πεφιδήϲεται. οὕτωϲ ἐϲτὶ καὶ τὸ ἀπιθῶ.
Τὰ εἰϲ θ̄ω̄ διϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ φωνῆεν λήγουϲαν μετὰ βραχείαϲ, μὴ τοῦ ε̄, περιϲπᾶται, τιθῶ, ποθῶ, μαθῶ, ἐξ οὗ τὸ μαθήϲω. τὸ μέντοι ϲχέθω βαρύτονον ἔχον τὸ ε̄. ϲεϲημείωται τὸ ὄθω τὸ φροντίζω « οὐδ’ ὄθομαι κοτέοντοϲ » (Α 181).
Τὰ εἰϲ θ̄ω̄, εἰ ἔχοι πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ἀμετάβολον λήγουϲαν, ὑπεϲταλμένηϲ τῆϲ ε̄ρ̄, περιϲπᾶται, πτορθῶ, ἀνθῶ, πενθῶ, ὀρθῶ. ϲεϲημαίωται τὸ ἄλθω. τὸ δὲ πέρθω καὶ ἐγέρθω βαρύνεται ὡϲ ἔχον ε̄ρ̄.
Τὰ εἰϲ τ̄ω̄ διϲύλλαβα μὴ κατ’ ἐπιπλοκὴν τοῦ ϲ̄ περιϲπᾶται, ζητῶ,
κροτῶ, πατῶ, ϲτρατῶ τὸ ϲτρατοπεδεύομαι, κοτῶ τὸ ὀργίζομιαι. βροντῶ. τὰ μέντοι βαρύτονα διὰ τοῦ τ̄ οὐ πολλὰ ὦπται καὶ μὴ ενεργητικῶϲ λεγόμενα, ἀλλὰ τὸ λίτω, ὅθεν τὸ λιτέϲθαι, καὶ τὸ πέτω, ἀρ’ οὗ τὸ πέτομαι, καὶ ἔνια, ἃ ἤδη ὡϲ περιϲπώμενα ἐκλίθη, ὥϲπερ τὸ κέντω, ἐξ οὗ τὸ « κένϲαι ὁμοκλήϲαϲ (Ψ 337) καὶ ἄντω, ὅθεν ἀντόμενοϲ « ὡϲ ἄν τίϲ ϲε ϲυναντόμενοϲ » (Od. ρ 165) καὶ « ἄντεϲθαι ἐν πολέμῳ » (Ο 698). τὸ δὲ « ἤντηϲ’ οὐδὲ ἰδον » (Od. δ 201) καὶ « ἀντήϲω γὰρ ἐγὼ τοῦδ’ ἀνέροϲ » (Il. Π 423) ὡϲ ἀπὸ περιϲπωμένου κέκλιται. τὸ δὲ ἀνύτω καὶ ἀρύτω τῷ τ ἐπλεόναϲεν ὡϲ ἐκ τοῦ ἀνύω καὶ ἀρύω.Τὰ εἰϲ ζ̄ω̄ βαρύνεται, εἰ δέ τι περιϲπᾶται, τοῦτο καὶ βαρύτονον ὤφθη. εἰ δὲ μόνωϲ περιεϲπάϲθη, προϋπῆρξεν αὐτῷ ὄνομα, οὐ τὸ τέλυϲ εἰϲ ω τραπὲν ἰϲοϲύλλαβον ῥῆμα ἀπετέλεϲε.
* Τὰ εἰϲ ᾱ ζ̄ ω̄ βαρύνεται, βάζω, βιβάζω, λάζω τὸ λαμβάνω, ϲτάζω, φράζω, ϲφάζω, χάζω, αἰάζω, ϲτενάζω, ἀλαπάζω, εὐάζω, ἐκκληϲιάζω, ϲκεπάζω, ἀνιάζω, ϲκιάζω, ϲκεδάζω, ἁρπάζω, ἐνθουϲιάζω, βιάζω, αἰτιάζω, ἁλιάζω, ἀγοράζω, ὅπερ τινὲϲ ἐπὶ τοῦ ἐν ἀγορᾷ διατρίβειν « ὅδ’ ἀγοράζει κλεῖδ’ ἔχων ἐκτείνουϲι πρὸϲ ἀντιδιαϲτολὴν τοῦ ἑτέρου, λέγω δὲ τοῦ ὠνεῖϲθαι. κράζω, ὅπερ παρὰ λόγον ἐκτέταται, τὰ γὰρ εἰϲ ᾱ ζ̄ ω̄ ϲυϲτέλλει τὸ ᾱ ὑπεϲταλμένων τῶν Αἰολικῶν, τοῦ πτάζω
ἀντὶ τοῦ ἐπιπλήϲϲοντα. ἔτι καὶ βαρύνεται τὰ πρὸϲ τῷ ᾱ ἔχοντα τὸ ϲφαδᾴζω, τερᾴζω, ματᾴζω καὶ τὸ παίζω μόνον ἔχον πρὸ τέλουϲ τὴν ᾱῑ δίφθογγον ἐκφωνουμένην.
* Τὰ εἰϲ ζ̄ ω̄ παραληγόμενα τῷ ε̄ βαρύνεται, ἕζω, χέζω, ῥέζω, πιἑζω μόνον εἰϲ ζ̄ ω̄ ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονον τῷ ε̄ παραληγόμενον, Δωριεῖϲ πιάζω ἀναλογώτερον. τοῦτο δὲ καὶ ἀπὸ περιϲπωμένου. τὸ δὲ τραπεζῶ περιϲπᾶται, ὅτι τράπεζα.
* Τὰ εἰϲ ῑζ̄ω̄ βαρύνεται, τρίζω, ϲχίζω, πρίζω, κτίζω, ἵζω, χαρίζω, χωρίζω, βαπτίζω, ὀνειδίζω, αἰκίζω, ϲτηρίζω, θρυλλίζω, λυρίζω, ϲαλπίζω, ϲυρίζω, χαιτίζω, κιθαρίζω, Δωρίζω, Θετταλίζω, ἀφ’ οὗ τὸ ἐντεθετταλίϲμεθα παρὰ τῷ Εὐπόλιδι ἐν Μαρικᾷ, τουτέϲτι χλαμύδα Θετταλικὴν φοροῦμεν, Ϲκυθίζω, Περϲίζω, ϲφετερίζω. τὸ δὲ ῥιζῶ περιϲπᾶται, ὅτι ῥίζα.
* Τὰ εἰϲ ζ̄ω̄ τὸ ο̄ παραληγόμενα τρία ἐϲτὶ καὶ βαρύνεται, ὄζω — τοῦτο δὲ ἐνίοτε καὶ περιϲπώμενον λέγεται, ἐξ οὗ καὶ ὁ μέλλων ὀζέϲω, ἀλλὰ καὶ ὀζήϲω ὡϲ παρ’ Ἀριϲτοφάνει « λίθοϲ τιϲ ὤζηϲεν τεθυμιαμένοϲ », ἁρμόζω, δεϲπόζω.
* Τὰ εἰϲ ζ̄ω̄ τῷ ω̄ ἢ τῇ ῳ̄ καὶ τῇ ο̄ῑ διφθόγγῳ παραληγόμενα βαπλῴζω ϲὺν τῷ ῑ, εὕρηνται γὰρ ἐν διαιρέϲει ϲωΐζω, πλωΐζω τριϲυλλάβωϲ, ἀθροίζω. τὸ δὲ ῥοιζῶ περιϲπᾶται, ὅτι ῥοῖζοϲ.
* Ἔτι τὰ τῇ ε̄ῑ καὶ ῃ̄ διφθόγγῳ παραληγόμενα εἰϲ ζ̄ω̄ βαρύνεται, δανείζω, χρῄζω παρὰ τὸ χρέοϲ χρεΐζω χρηΐζω καὶ χρῄζω, κλῄζα ἀπὸ τοῦ κλέοϲ κλεΐζω καὶ κληϊζω καὶ κλῄζω, οὐ γέγονε δέ, ὡϲ ἡγοῦνται, κατὰ ϲυγκοπὴν παρὰ τὸ καλήζω τὸ παρὰ Κυπρίοιϲ λεγόμενον. τοῦτο γὰρ οὐκ ἔχει τὸ ῑ· ἔϲτι δὲ παρὰ Ἴωϲι καλέω, παρὰ δ’ Αἰολεῦϲι καλήω.
* Τὰ εἰϲ ζ̄ω̄ ῥήματα παραληγόμενα ῡ φιλεῖ πωϲ βαρύνεϲθαι οἷον τρύζω, γρύζω, κλύζω, ἀτύζω, ὀλοφύζω, ὃ πρωτότυπόν ἐϲτι τοῦ ὀλοφυδνόν, ὀτοτύζω, ὀλολύζω, ϲφύζω, γογγύζω, ἑρπύζω, ἑλκύζω, λαγαρύζω, ποππύζω, κελαρύζω, μαϲταρύζω. βαΰζω. εὑρέθη μέντοι τινὰ καὶ περιϲπώμενα, ὧν ἔϲθ’ ὅτε καὶ προκατάρχει ὄνομα ὡϲ τὸ κορυζῶ καὶ φύζω, οὐ μέϲοϲ παρακείμενοϲ ἐν τῷ « πεφυζότεϲ ἠΰτε νεβροί » (Il. Χ 1) καὶ τὸ μυζῶ, ἐξ οὗ τὸ μεμυζότε μυδαλέω τε » παρ’ Ἀντιμάχῳ. Ὀφείλει μὲν τὰ εἰϲ ζ̄ω̄ περιϲπώμενα τῷ ῡ παραληγόμενα τρίτηϲ ϲυζυγίαϲ εἶναι· τὸ δὲ κνυζῶ ἐϲτι καὶ πρώτηϲ καὶ δευτέραϲ ϲυζυγίαϲ, ὁ μέλλων κνυζήϲω, ἐξ οὗ καὶ κνυζηθμόϲ ὡϲ μυκηθμόϲ. « κνυζηθμῷ δ’ ἑτέρωϲε διὰ ϲταθμοῖο φόβηθεν » (Od. π 163). καὶ πάλιν Ϲοφοκλῆϲ Φρίξῳ (fr. 650 Nauck) « κυνηδὸν ἐξέπραξαν κνυζούμενον ». ἔϲτι καὶ τρίτηϲ ὡϲ τὸ « κνυζώϲω δέ τοι ὄϲϲε» (Οd. ν 401). τὸ δὲ κνυζῶϲαι ἀντὶ τοῦ διαφθεῖραι κεῖται. δι’ ὃ ἐπιφέρει Ὅμηροϲ τὸ « πάροϲ περικαλλέ’ ἐόντα ». καί τινεϲ μὲν ἀπὸ κυνῶν κυνῶ καὶ κνυζῶ. ἀλλ’ ἔϲτιν ἀπίθανον καὶ δυϲκατάϲτατον παριϲτᾶν ἐκ τῆϲ κατὰ κύναϲ.
μεταφορᾶϲ τὸ τῶν ὀφθαλμῶν ἀπρεπέϲ. οἱ δὲ παρὰ τὴν κόνυζαν οἷον χαμαιζήλοιο κονύζηϲ » (Nicand. Ther. 70) γίνεϲθαι κνυζῶ ὡϲ κόρυζα κορυζῶ καὶ ῥίζα ῥιζῶ, ὅπερ ἀπίθανον. ἄμεινον οὖν Φιλοξένῳ ϲυγκατατίθεϲθαι εἰπόντι, ὅτι παρὰ τὸ κνύω γίνεται, ὃ δηλοῖ τὸ ξύω, Δωρικὸν μὲν ὄν, προφερόμενον δὲ παρὰ Ἀττικοῖϲ καὶ Ἴωϲιν. Ϲώφρων ἐν Μίμοιϲ (fr. 9 Ahrens)καὶ ξύϲιλον ἀποφαίνεταί τινα ἐκ τοῦ ϲυνεχοῦϲ ἐν γήρᾳ κνηϲμοῦ καὶ Δημόκριτοϲ (fr. 49 Mullach) « ξυόμενοι ἄνθρωποι ἥδονται καί ϲφιν γίνεται ἅπερ τοῖϲ ἀφροδιϲιάζουϲιν » καὶ παρὰ τῷ κωμικῷ ἐν Θεϲμοφοριαζούϲαιϲ (481) « οὗτοϲ πόθῳ μου ἔκνυεν ἐλθὼν τὴν θύραν » ἤγουν διὰ τὸν πόθον μου ἔξυε τὴν θύραν. καὶ ἀρέϲκεται ὥϲπερ ἑρπύω ἑρπύζω καὶ μύω μύζω, τρύω τρύζω οὕτωϲ εἶναι καὶ κνύω κνύζω, ἐξ οὗ καὶ τὸ κνυζῶ ὁμοίωϲ τῷ δίζω δίζῶ. ἐκ δὲ τοῦ ῥηθέντοϲ κνύω καὶ « κνῦμα δακτύλων » παρὰ τῷ κωμικῷ (Eccl. 36) καὶ κνύοϲ δὲ ἡ φθορὰ κατὰ γένοϲ οὐδέτερον ὁμοίωϲ τῷ θύω θύοϲ καὶ φλύω φλύοϲ παρὰ Ἀρχιλόχῳ ἐπὶ φλυαρίαϲ καὶ παρὰ Ἡϲιόδῳ ἐν καταλόγῳ περὶ τῶν Προιτίδων (fr. V Dind.)
τὸ δὲ κνύω γίνεται ἐκ τοῦ κνῶ « ἐπὶ δ’ αἶγειον κνῆ τυρόν » παρ’ Ὁμήρῳ (Λ 638), ἐξ οὗ καὶ ἡ κόνιϲ καὶ παρὰ τὸ αὐτὸ κνῶ παράγεται τὸ κναίω τὸ διαφθείρω, οὗ χρῆϲιϲ καὶ παρὰ τῷ κωμικῷ Ἱππεῦϲιν (771)
καὶ ὥϲπερ ϲιῶ ϲτίζω, πρῶ πρίζω, οὕτω κνῶ κνίζω τὸ ἐξεπιπολῆϲ καὶ ἰϲχνῶϲ καταξύω, οὗ ὁ μέλλων κνίϲω, ἀφ’ οὗπερ γίνεται ἡ κνῖϲα δι’ ἑνόϲ τε γραφομένη ϲ̄ καὶ ἔκταϲιν λαβοῦϲα τοῦ ῑ. δηλοῖ δὲ ἡ κνῖϲα τὴν κατ’ ὀλίγον ἀπὸ τοῦ ὀπτωμένου ἀναφορὰν τῇ ὀϲφρήϲει προϲίζουϲαν. προϲηγόρευται δὲ καὶ ἐπίπλουϲ εὖ μάλα καὶ αὐτὸϲ εὐανάδοτοϲ ὢν πρὸϲ ὄϲφρηϲιν, οὐκ αὐτοτελὴϲ δὲ περιτεθειμένοϲ τοῖϲ μηρίοιϲ. Γίνεται
δὲ ἀπὸ τοῦ κνίζω οὐ μόνον ἡ κνῖϲα, ἀλλὰ καὶ ἡ κνίζα ὡϲ ϲχίζω ϲχίζα. Ἀνακρέων (fr. 87 Bergk),τὸ δὲ κνύζα, εἰ μὲν ἐπὶ φυτοῦ, κατὰ ϲυγκοπήν ἐϲτιν οἷον « χαμαιζήλοιο κονύζηϲ », εἰ δὲ ἐπὶ παρεφθαρμένου καὶ ἐρρυπωμένου, οὐκ ἔϲτι ϲυγκοπή, ἀλλὰ ἀπὸ τοῦ κνύω, ἐξ οὗ καὶ κνύοϲ ἡ φθορά. ὁμοίωϲ δὲ καὶ ἐκ τοῦ κνῶ καὶ κνάπτω γίνεται. ὡϲ γὰρ ῥῶ ῥάπτω τὸ τὰ διαλελυμένα εἰϲ ῥῶϲιν ἄγω καὶ βῶ βάπτω τὸ ἐμβιβάζω ποι τὸ ἐνιέμενον καὶ θῶ θάπτω τὸ ἀποτίθημι τὴν ταφήν, οὕτω καὶ κνῶ κνάπτω, ἀφ’ οὗ κνάφοϲ φυτὸν ἀκανθῶδεϲ, ᾧ τὰ ἄθικτα ἱμάτια ἐπιϲύροντεϲ κατεργάζονται. τὸ δὲ αὐτὸ καὶ γνάπτω, ὅθεν ὁ κναφεὺϲ καὶ γναφεύϲ ὁ αὐτόϲ.
Τὰ διὰ δύο ϲ̄ϲ̄ βαρύνεται· εἰ δέ τι περιεϲπάϲθη, τοῦτο παρ’ ὄνομα ἐγένετο. πάϲϲω, πλάϲϲω, μάϲϲω, νάϲϲω, ἱμάϲϲω, ἀράϲϲω, πατάϲϲω, χαράϲϲω, ἀλλάϲϲω, θαάϲϲω, ἀνάϲϲω, τινάϲϲω, ἐρέϲϲω, πυρέϲϲω, ἀηθέϲϲω, πτήϲϲω, ῥήϲϲω, πλήϲϲω, πτίϲϲω, φρίϲϲω, λίϲϲω « ὣϲ φάτο λιϲϲόμενοϲ μέγα νήπιοϲ » (Π 46), δεδίϲϲω καὶ δειδίϲϲω, αἰνίϲϲω, δρομίϲϲω, ἐνίϲϲω τὸ ἐκφοβῶ « ἐκπάγλωϲ ἐπέεϲϲιν ἐνιϲϲέμεν » (Ο 198), ἑλίϲϲω, ὄϲϲω μετειλημμένον ἀπὸ τοῦ ὄπτω, πτύϲϲω, μύϲϲω, νύϲϲω, ἀφύϲϲω, ὀρύϲϲω, κηρύϲϲω, κορύϲϲω, πτώϲϲω, κνώϲϲω, ὀνειρώϲϲω, ἀμβλυώϲϲω, τυφλώϲϲω, ἀγρώϲϲω, « ἰχθῦϲ ἀγρώϲϲων πυκινὰ πτερὰ δεύεται ἅλμῃ » (ε 53),
ὑπνώϲϲω, λιμώϲϲω, νεώϲϲω, καρδιώϲϲω, ἰκτερώϲϲω, λεύϲϲω, γλαύϲϲω τὸ φωτίζω. τὰ δὲ ἀπ’ ὀνομάτων περιϲπᾶται, θάλαϲϲα θαλαϲϲῶ, ἐλάϲϲων ἐλαϲϲῶ, ἥϲϲων ἡϲϲῶ, κρείϲϲων κρειϲϲῶ, κιϲϲόϲ κιϲϲῶ, λύϲϲα λυϲϲῶ.Τὰ εἰϲ ϲ̄ω̄ ἐπὶ ἐνεϲτῶτοϲ, ὁπότε μὴ ἀπὸ μέλλοντοϲ εἰϲ ἐνεϲτῶτα μετήχθη ποιητικῶϲ, περιϲπᾶται, ἰϲῶ, νοϲῶ, μαϲῶ, πεϲῶ, ἐξ οὗ γίνεται ὁ μέλλων πεϲήϲω, ἐξ οὗ καὶ ῥηματικὸν ὄνομα πέϲημα καὶ ὁ ἀόριϲτοϲ δεύτεροϲ ἔπεϲον ὥϲπερ καὶ ἐκ τοῦ χραιϲμῶ ἔχραιϲμον καὶ ἀπὸ τοῦ ὀλιϲθῶ ὤλιϲθον. τὸ δὲ οἴϲω, οὗ τὸ προϲτακτικὸν « οἶϲε θέειον γρηΰ » (χ 481), « οἴϲετε πῦρ » (Il. Ο 718) καὶ δυϲω, οὗ ὁ παρατατικὸϲ « ἐδύϲετο » (β 388) καὶ βήϲω κατὰ ποιητικὴν ἄδειαν μετηνέχθη ἀπὸ μέλλοντοϲ εἰϲ ἐνεϲτῶτα.
Τὰ εἰϲ λ̄λ̄ω̄ βαρύνεται, εἰ μὴ ἀπὸ ὀνόματοϲ εἴη, ψάλλω, βάλλω, θάλλω, ϲκάλλω, ϲφάλλω, ϲτέλλω, τίλλω, ποικίλλω. τὸ δὲ κυλλῶ περιϲπᾶται, ὅτι κυλλόϲ, καὶ τὸ μεταλλῶ, ὅτι μέταλλοϲ, καὶ ἁμιλλῶ, ἐξ οὗ ἁμιλλῶμαι, ὅτι ἅμιλλα.
Τὰ εἰϲ λ̄ω̄ παραληγόμενα τῇ ο̄ῡ διφθόγγῳ ϲπάνιά εἰϲι, βούλω, ὅθεν τὸ βούλομαι, βαρύνεται. τὸ δὲ οὐλῶ περιϲπᾶται, ὅτι οὐλή, καὶ τὸ δουλῶ, ὅτι δοῦλοϲ.
Τὰ εἰϲ λ̄ω̄ διϲύλλαβα, εἰ ἔχοι τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ε̄ καταλήγουϲαν, βαρύνεται, ἀρχόμενα ἀπὸ ϲυμφώνου μὴ μέϲου, χωρὶϲ εἰ μὴ παρ’ ὄνομα εἴη, κελῶ, πέλω, μέλω· τὸ δὲ μελήϲω ὡϲ ἀπὸ περιϲπωμένου. θέλω. τὸ μέντοι ἐλῶ περιϲπᾶται, ὅτι ἀπὸ φωνήεντοϲ ἤρξατο.
παρ’ ἐνίοιϲ δὲ βαρύνεται. τὸ δὲ ἕλω δαϲυνόμενον ὑποτακτικόν ἐϲτι τοῦ εἷλον. τὸ δὲ τελῶ ἔχει τὸ τέλοϲ ὄνομα. τὸ μέντοι βέλω ἀπὸ μέϲου ἀρχόμενον, ὅθεν βέλοϲ βέλεμοϲ καὶ πλεοναϲμῷ τοῦ ν̄ βέλεμνον, οὐκ ἔϲτιν ἐν χρήϲει.Τὰ εἰϲ λ̄ω̄ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ φωνῆεν ἢ φωνήεντα λήγουϲαν περιϲπᾶται, ὑπεϲταλμένων τῶν ἐχόντων τὴν ο̄ῡ δίφθογγον ἢ τὸ ε̄ ἐν διϲυλλάβῳ, καλῶ, χαλῶ, ζηλῶ, δηλῶ, αὐλῶ, πολῶ τὸ ἀναϲτρέφομαι, πωλῶ, ἀπειλῶ, βουκολῶ, ἀμελῶ, ὠφελῶ. ϲεϲημείωται τὸ ἐθέλω καὶ ὀφείλω.
* Τὰ διὰ τοῦ λ̄ω̄ ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ε̄ παραληγόμενα, μὴ ἔχοντα ἕτερον λ̄ προηγούμενον περιϲπᾶται οἷον ὠφελῶ, ἀμελῶ. τὸ δὲ ἐθέλω βαρύνεται. παράλογον οὖν τὸ ἐθέλω κατὰ τόνον τριϲύλλαβον ὄν. τὸ δὲ θέλω διϲύλλαβον κατὰ τοῦτο ἀναλογώτερόν ἐϲτι. ἔχομεν γάρ τινα διϲύλλαβα βαρυνόμενα, μέλω, ἕλω, κελῶ. μηδεὶϲ δὲ οἰέϲθω, ὅτι τὸ ἐθέλω ἐκ τοῦ θέλω ἐϲτὶ κατὰ πλεοναϲμὸν τοῦ ε̄. τὸ γὰρ ε̄ ἐπὶ φωνήεντι πέφυκε πλεονάζεϲθαι ὡϲ τὸ εἶπαϲ ἔειπαϲ, ἐπὶ ϲυμφώνου δὲ οὐ πλεονάζεται. τὸ δὲ θέλω δοκεῖ ἐκ τοῦ ἐθέλω εἶναι· τὸ γὰρ ε̄ τὸ μετὰ ϲυμφώνου ὑπάρχον πέφυκε πολλάκιϲ ἀποβάλλεϲθαι, ὡϲ τὸ ἔφη φῆ, ἔβη βῆ. καὶ δεῖ γινώϲκειν, ὅτι ἀεὶ τὸ τριϲύλλαβον εὑρίϲκεται παρὰ τῷ ποιητῇ ἐθέλω. ἀμέλει ἐν τῷ
δηλονότι κράϲει ἐγένετο τοῦ η̄ καὶ ε̄ εἰϲ η̄. — πρόϲκειται « μὴ ἔχοντα ἕτερον λ̄ προηγούμενον » διὰ τὸ ἀνατέλλω.
Τὰ εἰϲ λ̄ω̄ μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου περιϲπᾶται· εἰ δέ τι βεβαρυτόνηται, τοῦτο πάθοϲ ἔχει ἐξ ἐντελεϲτέρου τοῦ εἰϲ λ̄ω̄ καθαρεύοντοϲ, ἁπλῶ, διπλῶ, τριπλῶ, πιμπλῶ, κυκλῶ, ἀντλῶ. ταῦτα καὶ τὰ ὅμοια περιϲπῶνται. τὸ μέντοι ὄφλω βαρύνεται ἐκ τοῦ ὀφείλω, ὥϲπερ καὶ τὸ κελῶ κέκλω καὶ μέλω μέμβλω.
Τὰ εἰϲ μ̄ω̄ ἀπὸ ϲυμφώνου ἢ ϲυμφώνων ἀρχόμενα παραληγόμενα τῷ ε̄ βαρύνεται, εἰ μὴ παρ’ ὄνομα εἴη, τρέμω, νέμω καὶ νεμῶ, ὅθεν νενέμηκα, δέμω, τέμω, γέμω, τρέμω, χρέμω τὸ ἠχῶ, βρέμω τὸ κτυπῶ. ϲεϲημείωται τὸ κρεμῶ περιϲπώμενον, ὁμοίωϲ καὶ τὸ θεμῶ καὶ πολεμῶ. τὸ δὲ ἀτρεμῶ καὶ ἐμῶ ἀπὸ φωνήεντοϲ ἄρχονται.
Τὰ εἰϲ μ̄ω̄ μὴ παραληγόμενα τῷ ε̄ περιϲπᾶται, κομῶ, δαμῶ, γαμῶ, θυμῶ καὶ θυμοῦμαι, μιμῶ καὶ μιμοῦμαι, χραιϲμῶ, κοϲμῶ, κοιμῶ καὶ κοιμῶμαι, οἱμῶ τὸ ὁρμῶ, μαιμῶ τὸ ὁρμῶ.
Τὰ εἰϲ ν̄ω̄ διϲύλλαβα μὴ κατ’ ἐπιπλοκὴν ϲυμφώνου ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ἀμετάβολον καταλήγουϲαν περιϲπᾶται, κιρνῶ, πιλνῶ, πόρνῶ, ἀρνῶ ἀρνοῦμαι.
Τὰ εἰϲ ν̄ω̄ διϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ δίχρονον ϲυνεϲταλμένον καταλήγουϲαν ἀρχόμενα ἢ ἀπὸ ϲυμφώνου ἢ ϲυμφώνων μὴ ἀντιϲτοίχων περιϲπᾶται, χωρὶϲ εἰ μὴ κατ’ ἐπένθεϲιν εἴη τοῦ ν̄ γινόμενα, κυνῶ καὶ ἐν ϲυνθέϲει προϲκυνῶ, πλανῶ, ϲινῶ τὸ βλάπτω. τὸ δὲ τιῶ τίνω κατ’ ἐπένθεϲιν τοῦ ν̄, οὗ τὸ δίχρονον ποτὲ μὲν ϲυϲτέλλει, ποτὲ δὲ ἐκτείνει. τὸ δὲ φθίνω καὶ φθάνω ἀπὸ ἀντιϲτοίχων ἤτοι ἰϲοϲτοίχων. τὸ δὲ ἄνω ἀντὶ τοῦ ἀνύω ἀπὸ φωνήεντοϲ ἄρχεται.
Τὰ εἰϲ ν̄ω̄ παραληγόμενα τῷ ε̄, περιϲπαται, εἰ προκατάρχοι ὄνομα, ἐξ οὗ γέγονε, φρενόϲ φρενῶ, ἑνόϲ ἑνῶ, ξένοϲ ξενῶ, ἀϲθενήϲ ἀϲθενῶ, ϲθένοϲ ϲθενῶ, ϲτένοϲ ϲτενῶ . τὸ γὰρ ϲτένω οὐκ ἔχει ὄνομα οὔτε μένω, μεθ’ ὧν καὶ φένω τὸ φονεύω καὶ πενῶ, ἀφ’ οὗ πένομαι, καὶ ϲθένω καὶ θένω τὸ τύπτω.
Τὰ εἰϲ ν̄ω̄ παραληγόμενα τῷ ο̄ περιϲπᾶται, φθονῶ, δονῶ, πονῶ, κλονῶ, ὀνῶ τὸ ὠφελῶ, φρονῶ, κονῶ.
Τὰ εἰϲ ν̄ω̄ παραληγόμενα φύϲει μακρῷ φωνήεντι, ὁπότε μὴ εἴη κατ’ Αἰολίδα διάλεκτον, περιϲπᾶται, ϲκηνῶ, θρηνῶ, ϲφηνῶ, φωνῶ, ὠνῶ καὶ ὠνοῦμαι, κοινῶ, κοινωνῶ. καὶ τὸ γεγωνῶ ἔοικε μᾶλλον περιϲπώμενον εἶναι παρὰ τῷ ποιητῇ· ὡϲ γὰρ ἐνόεον καὶ ἐφίλεον, οὕτωϲ καὶ ἐγεγώνεον ἔφη· « ἠμὲν ὅϲ’ ἐφραϲάμην καὶ Τηλεμάχῳ ἐγεγώνεον » (Od. ρ 161). ἀπαρέμφατον δὲ προηνέγκατο τὸ γεγωνέμεν· « ἥ ῥ’ ἐν μεϲϲάτῳ ἔϲκε γεγωνέμεν » (Il. Θ 223). οἱ δὲ μετ’ αὐτὸν καὶ ὡϲ βαρύτονον αὐτὸ ἔκλιναν καὶ ὡϲ περιϲπώμενον. τὸ πώνω βαρύνεται ὡϲ ἴδιον Αἰολέων.
Τὰ εἰϲ ν̄ω̄ διϲύλλαβα παραληγόμενα τῇ ε̄ῑ διφθόγγῳ βαρύνεται, εἰ μὴ παρ’ ὄνομα εἴη, τείνω, γείνω, κτείνω. τὸ δεινῶ, ὅτι δεινόϲ, καὶ τὸ πεινῶ, ὅτι πεῖνα.
Τὰ εἰϲ ν̄ω̄ διϲύλλαβα παραληγόμενα ῑ ἐκτεταμένῳ βαρύνεται, εἰ μὴ προκατάρχοιτο ὄνομα, κρίνω, πίνω, κλίνω, ϲίνω, γίνω. δινῶ δινεῖϲ, ὅτι δίνη καὶ ῥινῶ ῥινοῖϲ, ὅτι ῥίνη. τούτοιϲ ὅμοιον καὶ τὸ κινῶ
Τὰ εἰϲ ν̄ω̄ παραληγόμενα ῡ μακρῷ βαρύνεται, εἰ μὴ προκατάρχοι ὄνομα, δύνω, θύνω, πλύνω, φύνω, μηκύνω, πλατύνω, ταχύνω, τραχύνω, ὀτρύνω, μολύνω, κρατύνω, φαιδρύνω, ἀμύνω, εὐθύνω, βραδύνω, « ἀμορφύνειν ἐθέλωϲιν » ὁ Ἀντίμαχοϲ ἀντὶ τοῦ ἀμορφεῖν, ἀκαχύνω ὁ αὐτόϲ, ἔνθεν ἀπαρέμφατον ἀκαχυνέμεν. ϲεϲημείωται τὸ βυνῶ περιϲπώμενον καὶ παρ’ Ἡϲιόδῳ τὸ « ἐθύνεον » (Scut. 210) ὡϲ ἐνόεον ἢ πλεοναϲμῷ τοῦ ε̄ ἢ μεταβολῇ τῆϲ δ̄ῑ εἰϲ θ̄ῡ. τὸ δὲ ξυνῶ ἔχει τὸ ξυνόϲ. καὶ τὸ ὀδυνῶ ἔχει τὸ ὀδύνη καὶ τὸ ῡ βραχύ. καὶ τὸ τορυνῶ ἔχει τὸ τορύνη. τοῦτο δὲ οἱ Ἀττικοὶ καὶ βαρύνουϲι καὶ ἐκτείνουϲι « ἐτόρυνε » γάρ (Arist. Eqq. 1172).
Τὰ διὰ τοῦ αινω βαρύνεται· ἃ δὲ περιϲπῶνται, ὀλίγα εἰϲὶ καὶ παρ’ ὄνομα γεγόναϲι, φαίνω φαίνομαι, μαίνω μαίνομαι, χαίνω, ῥαίνω, βαίνω, δραίνω, καίνω, κραίνω, ϲαίνω, χραίνω, αἵνω τὸ δαϲυνόμενον τὸ παρὰ τοῖϲ Ἀττικοῖϲ. Φερεκράτηϲ « αἵνειν, πτίϲϲειν ». μιαίνω, μελαίνω, ὑφαίνω. τὸ μέντοι αἰνῶ περιϲπώμενον ἔχει τὸ αἶνοϲ ὥϲπερ καὶ τὸ κελαινῶ τὸ κελαινόϲ καὶ τὸ τριαινῶ τὸ τρίαινα.
Τὰ εἰϲ ν̄ω̄ παραληγόμενα διφθόγγῳ, μὴ τῇ ᾱῑ ἢ ε̄ῑ, περιϲπᾶται, ερευνῶ, θοινῶ, χαυνῶ, κοινῶ, οἰνῶ χωρὶϲ τοῦ ἐλαύνω.
Τὰ εἰϲ νω ὑπερδιϲύλλαβα παραληγόμενα τῇ ε̄ῑ διφθόγγῳ ἢ μακρῷ
τῷ ῑ βαρύνεται καταείνω τὸ καλύπτω, ὠδίνω, ὀρίνω, ἀλεείνω, φαείνω, ἐλεείνω. τὸ χαλινῶ περιϲπᾶται, ὅτι ἔχει τὸ χαλινόϲ, ὥϲπερ καὶ τὸ ταπεινῶ τὸ ταπεινόϲ.Τὰ εἰϲ ν̄ω̄ μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου περιϲπᾶται, ὑπνῶ, πυκνῶ, ἱκνῶ καὶ ἱκνοῦμαι, τεχνῶ καὶ τεχνῶμαι, ϲκιδνῶ, ἰδνῶ. ϲεϲημείωται τὸ δάκνω βαρύτονον, ὅπερ ἀπὸ τοῦ δαγκάνω γέγονε κατὰ ϲυγκοπήν. τὰ δὲ ἔχοντα πρὸ τοῦ ν̄ τὸ μ̄ βαρύνεται, χωρὶϲ εἰ μὴ ἀπὸ δύο ϲυμφώνων ἄρχοιτο, ἢ ὄνομα προκατάρχοι, μίμνω, κάμνω, τέμνω. τὸ δὲ κρημνῶ περιϲπᾶται, ὅτι ἀπὸ δύο ϲυμφώνων ἤρξατο.
Τὰ διὰ τοῦ ᾱν̄ω̄ ὑπερδιϲύλλαβα βαρύνεται, ὁπότε παρῆκται ἀπὸ ῥήματοϲ· αὐτὴ δὲ ἡ διὰ τοῦ ᾱν̄ω̄ παραγωγὴ οὐκ ἔχει κατ’ ἀρχὴν τὸ ῑ ἐκτεταμένον διὰ τὸ ἴϲχω ἰχανῶ ἢ τὴν ε̄ῑ δίφθογγον διὰ τὸ δείκω τὸ δεικνύω καὶ δεικανῶ. βαρύνεται δὲ ταῦτα, λείπω λιμπάνω, λήβω λαμβάνω, μήθω μανθάνω, λήθω λανθάνω, δήκω δαγκάνω, φεύγω φυγγάνω, οἰδῶ οἰδάνω « οἰδάνει ἐν ϲτήθεϲϲι νόον » (ll. I 556), ᾧ ὅμοιον καὶ τὸ κυδάνω (Ξ 73) καὶ τὸ μελάνω (Η 64). ἱκάνω, κιχάνω, ἃ ἄλογον ἔχοντα τὸν πρῶτον χρόνον τοῦ ἀορίϲτου ἐκτείνει τὸν δεύτερον. περιϲπῶνται δὲ τὰ διπλαϲιαϲμὸν πάϲχοντα γαγγανῶ τὸ ταράϲϲω καὶ παμφανῶ ἢ ὁπότε ἀπὸ ὀνόματοϲ ἐγένετο, κυρκάνη κυρκανῶ τὸ θορυβῶ, δαπάνη δαπανῶ, μηχανή μηχανῶ, ϲτέφανοϲ ϲτεφανῶ, λίβανοϲ λιβάνῶ, μέλανοϲ μελανῶ.
Τὰ εἰϲ ρ̄ω̄ παραληγόμενα φωνήεντα ᾱ ἢ η̄ ἢ ω̄ περιϲπᾶται, κηρῶ, πληρῶ, γηρῶ, τηρῶ, ὠρῶ τὸ φυλάττω, τιμωρῶ. ϲεϲημείωται τὸ ἄρω βαρύτονον τὸ ἁρμόζω ἢ τὸ λαμβάνω καὶ ἀποφέρομαι.
Τὰ εἰϲ ρ̄ω̄ παραληγόμενα τῷ ε̄ καὶ βαρύνεται καὶ περιϲπᾶται. καὶ περιϲπᾶται μέν, ὁπότε ἔχει πληϲιάζον ψιλὸν τῷ ε̄, κερῶ τὸ κιρνῶ, περῶ, πτερῶ, ϲτερῶ. μὴ οὕτωϲ δὲ ἔχοντα βαρύνεται, δέρω, φέρω. τὸ ἐρῶ περιϲπᾶται ἀπὸ φωνήεντοϲ ἀρχόμενον.
Τὰ εἰϲ ρ̄ω̄ μὴ ὄντοϲ πρὸ τοῦ ρ̄ ϲυμφώνου, εἰ παραλήγοιτο τῷ ο̄ μόνῳ ἢ μεθ’ ἑτέρου φωνήεντοϲ, περιϲπᾶται, ἀγορῶ, ἀφορῶ, εὐπορῶ, ἀπορῶ, καρποφορῶ, ἱϲτορῶ, ἐπικουρῶ, ἀμοιρῶ. τὸ δὲ ὄρω « ὅτε τ’ ὤρετο » (Il. Μ 279) « ὦρτο πολὺ πρῶτοϲ μὲν » (Il. Η 162) « ὄρθαι » (Θ 474) βαρύτονόν ἐϲτιν.
Τὰ διὰ τοῦ ᾱῑρ̄ω̄ βαρύνεται, χωρὶϲ εἰ μὴ παρ’ ὄνομα εἴη, μαρμαίρω, καρκαίρω, ϲπαίρω καὶ ἀϲπαίρω, χαίρω, γεραίρω, αἴρω τὸ κουφίζω, ἐξ οὗ τὸ ἐπαίρω· τὸ δὲ αἰρῶ καὶ τὰ ἀπ’ αὐτοῦ ἀναιρῶ, διαιρῶ, καθαιρῶ, ϲυναιρῶ περιϲπῶνται. τὸ δὲ ϲφαιρῶ ἔχει τὸ ϲφαῖρα καὶ ἑταιρῶ τὸ ἑταῖροϲ.
Τὰ διὰ τοῦ ε̄ῑρ̄ω̄ βαρύνεται, εἰ μὴ παρ’ ὄνομα εἴη, μείρω τὸ μερίζω, τείρω, φθείρω, εἴρω, ϲπείρω, κείρω, πείρω « παννυχίη μέν ῥ’ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον » (Od. β 434), δείρω, ἐγείρω, οἰκτείρω, ἐθείρω τὸ ἐξ ἔθουϲ τι διαπράττομαι, ἀείρω, ἀγείρω. τὸ δὲ πειρῶ, ὅτι πεῖρα, καὶ τὸ χειρῶ, ὅτι χείρ.
Τὰ διὰ τοῦ ῡρω̄ ἐκτεταμένον τὸ ῡ ἔχοντα βαρύνεται, ϲύρω, πτύρω, φύρω καὶ φυρῶ περιϲπώμενον, μορμύρω, πλημμύρω, ὀδύρω, ἐξ οὗ τὸ ὀδύρομαι, ὀλοφύρω, ἐξ οὗ τὸ ὀλοφύρομαι, πορφύρω. τὰ μέντοι ἔχοντα ϲυνεϲταλμένον τὸ ῡ περιϲπᾶται, μαρτυρῶ, ἀργυρῶ, πυρῶ, ξυρῶ, κυρῶ τὸ τυγχάνω, τοῦ δὲ κύρω τὸ ᶹ ἐκτέταται.
Τὰ εἰϲ ρ̄ω̄ παραληγόμενα διφθόγγῳ τῇ διὰ τοῦ ῡ περιϲπᾶται, ἀμαυρῶ, εὑρῶ, ἐπικουρῶ, οἰκουρῶ.
Τὰ εἰϲ ρ̄ω̄ ἔχοντα ἐπιπλοκὴν ϲυμφώνου, ὁπότε μὴ ϲυγκοπὴν ἐμφαίνοι, περιϲπᾶται, μετρῶ, γεωμετρῶ, ἱδρῶ, κοπρῶ, πιμπρῶ, ποδαγρῶ, λυτρῶ, ἐξ οὗ τὸ λυτροῦμαι. τὸ δὲ ἔγρω κατὰ ϲυγκοπὴν τοῦ ἐγείρω.
* Οὐδὲν ῥῆμα λῆγον εἰϲ ρ̄ διϲύλλαβον κατὰ τὴν τῶν ποιητῶν
χρῆϲιν καὶ τῶν πεζῶν ἔχει τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ρ̄ καταλήγουϲαν, ἀλλὰ μόνον τὸ ἔρρω « ὅτε τ’ ἤλυθεν ἐνθάδε ἔρρων » καὶ (κ 72)τὰ δὲ τοιαῦτα Αἰολικὰ ἦν ἔχοντα κοινά, ἱμέρρω, ἀγέρρω, οἰκτίρρω, ὀλοφύρρω. εἴπερ οὖν Αἰολικόν, ζητητέον, τί αὐτοῦ ἦν κοινόν. οὐ γὰρ αὐτὸ τὸ φθείρω, ὡϲ οἴονταί τινεϲ.
Τὰ διὰ τοῦ ᾱῑω̄ βαρύνεται, εἰ μὴ εἴη ἀπὸ ὀνόματοϲ, ῥαίω τὸ φθείρω, πταίω, ναίω, παίω, δαίω, καίω, κλαίω, γαίω, παλαίω, λιλαίω, ὅθεν λιλαίομαι, κεραίω, ἀγαίω, ϲταλαίω, χαλαίω, κρεμαίω, διχαίω. τὸ δὲ ἀραιῶ ἔχει τὸ ἀραιόϲ, καὶ τὸ ἑδραιῶ τὸ ἑδραῖοϲ καὶ τὸ δικαιῶ τὸ δίκαιοϲ καὶ βεβαιῶ τὸ βέβαιοϲ καὶ τὸ παλαιῶ τὸ παλαιόϲ καὶ περαιῶ τὸ πέραϲ καὶ μαιῶ τὸ ζητῶ τὸ μαῖα καὶ ματαιῶ μάταιοϲ.
Τὰ εἰϲ ω̄ καθαρὰ παραληγόμενα τῇ διὰ ῡ διφθόγγῳ βαρύνεται ψαύω, θραύω, ἀπολαύω, αὔω τὸ βοῶ καὶ αὕω τὸ ξηραίνω ἢ ἅπτω, δαύω τὸ κοιμῶμαι. ἅπαξ δὲ ἡ λέξιϲ παρὰ Ϲαπφοῖ
δαύω τὸ καίω παρὰ Ϲιμωνίδῃ « μηρίων δεδαυμένων » παρὰ τὸ δαίω τὸ καίω τροπῇ τοῦ ῑ εἰϲ ῡ. δεύω, ὁδεύω, τοξεύω, ἰξεύω, λιτανεύω, ἱππεύω, βαϲιλεύω, κυριεύω, ϲεύω. τὸ δὲ « ἐδεύηϲεν δ’ οἰήϊον ἄκρον ἱκέϲθαι » (ι 483) οὐκ ἀπὸ περιϲπωμένου τοῦ δεύω γέγονεν, ἀλλ’ ἐδέηϲεν ἐϲτὶ καὶ πλεονάϲαντοϲ τοῦ ῡ ἐδεύηϲε. τὸ ἐρευνῶ περιϲπώμενον οἱ Αἰολεῖϲ ἀποβάλλοντεϲ τὸ ν̄ βαρύνουϲι διὰ τὸν τρόπον τοῦ ε̄ῡω̄.
Τὰ εἰϲ ω̄ καθαρὸν παραληγόμενα τῷ ᾱ βαρύνεται, ὁπότε πληϲιάζουϲι τοῖϲ διὰ τοῦ ᾱῡω̄, χραύω χράω, φαύω φάω. περιϲπῶνται δὲ τὰ μὴ οὕτωϲ ἔχοντα, δαῶ δαήϲω, ϲαῶ ϲαώϲω, ἀλαῶ ἀλαώϲω. τὸ δὲ βοάω καὶ γελάω καὶ πεινάω βαρύνεται καὶ τἆλλα ὡϲ ἐντέλειαι τῶν περιϲπωμένων.
Τὰ εἰϲ ω̄ καθαρὸν παραληγόμενα ε̄ βαρύνεται, χωρὶϲ εἰ μὴ προκατάρχοιτο ὄνομα, ἢ ἀπὸ βαρυτόνου μεταϲταίη εἰϲ περιϲπώμενον, ἔω τὸ ὑπάρχω, ἐξ οὗ τὸ εἰμί, ἔω τὸ πορεύομαι, ἐξ οὗ εἶμι, ἕω, οὗ παραγωγὸν
τὸ ἑννύω, νέω, χέω, κέω, ἐξ οὐ τὸ κέομαι καὶ ἐν πλεοναϲμῷ τοῦ ῑ καὶ ϲυγκοπῇ τοῦ ο κεῖμαι, δέω, ξέω, θέω, πνέω, πλέω, ῥέω, ποιέω, νοέω, τελέω. κιρνάμενα δὲ ἔνια περιϲπῶνται, ποιῶ, νοῶ, τελῶ. ϲεϲημείωται τὸ ἐῶ περιϲπώμενον. τὸ δὲ θεῶ, ὅθεν τὸ θεῶμαι, ἔχει τὸ θέα, καὶ τὸ νεῶ τὸ νέοϲ. καὶ τὸ δεῶ δεήϲω ἀπὸ τοῦ βαρυτόνου δέω γέγονεν.Τὰ εἰϲ ω̄ καθαρὸν παραληγόμενα τῇ ει διφθόγγῳ βαρύνεται, εἰ μὴ ὄνομα ἔχοι, ϲείω, θείω, κείω, ἐξ οὗ παθητικὸν κείομαι καὶ κατὰ ϲυγκοπὴν κεῖμαι, βρωϲείω, ὀψείω, κιχείω, τελείω, ὀκνείω, ῥιγείω, θαλπείω, γαμηϲείω. τὸ μέντοι μειῶ ἔχει μεῖοϲ καὶ τὸ τελειῶ τὸ τέλειοϲ καὶ τὸ ἀρειῷ τὸ ἀρείων καὶ ἀρειῶ ἀρειᾷϲ τὸ ἀπειλῶ ὡϲ παρ’ Ἱππώνακτι « ἀρειᾶϲ ϲύκινόν με ποιῆϲαι » (fr. 70 Bergk) τὸ ἀρειή καὶ τὸ ἀχρειῶ τὸ ἀχρεῖοϲ, τὸ οἰκειῶ τὸ οἰκεῖοϲ καὶ τὸ ἀνδρειῶ τὸ ἀνδρεῖοϲ.
* Οὐδὲν εἰϲ ω̄ λῆγον ῥῆμα βαρύτονον καθαρὸν διϲύλλαβον τῷ η παραλήγει, ἀλλὰ μόνον τὸ δήω δήειϲ « δήειϲ τόνγε ϲύεϲϲι παρήμενον » (ν 407). τὸ γὰρ ἔκηα οὐ πάντωϲ ἐνεϲτῶτα τὸν κήω αἰτήϲει, ὡϲ ἀπαιτεῖ Φιλόξενοϲ. ἡ δὲ τοιαύτη παράληξιϲ ἢ περιϲπωμένη ἐϲτίν, ὥϲπερ τὸ θηῶ, νηῶ ἢ εἴπερ βαρύτονα εἴη, πάντωϲ κατὰ διάλεκτον, ὡϲ τὸ παίω πήω λεγόμενον παρὰ Βοιωτοῖϲ, τὸ παλαίω παλήω καὶ παρ’ Αἰολεῦϲιν ἐπὶ τῶν ὑπὲρ δύο ϲυλλαβάϲ, ἀδικήω « Ψάπφ’, ἀδικήει - (Sapph. fr. Ι 20), ποθήω « καὶ ποθήω καὶ μάομαι » τό τε κλήω ἐκ τοῦ κλείω γενόμενον.
Τὰ εἰϲ ω̄ καθαρὸν ὑπερδιϲύλλαβα παραληγόμενα βραχεῖ περιϲπᾶται, μειδιῶ, κοπιῶ, ἀξιῶ, ἐρυθριῶ, ἀγωνιῶ, ἀκηδιῶ, μετριῶ,
καὶ χαιριῶ, ἐρευθιῶ, φλεγιῶ, κνηθιῶ, κνιφιῶ κατ’ ἐπέκταϲιν τοῦ ῑ γενόμενα παρὰ τὸ χαίρω, ἐρεύθω, φλέγω, κνήθω, κνίφω. τὸ δὲ ἐϲθίω καὶ αὐτὸ ἐπέκταϲιν τοῦ ι λαβὸν καὶ ἀΐω καὶ ἀτίω ϲύνθετον βαρύνονται. τὸ δὲ δειδίω οὐ ῥητόν. τὸ γὰρ « δείδιε » (Ϲ 34, Ω 358) οὐχ, ὥϲ τινεϲ οἴονται, ἀπαιτεῖ θέμα τὸ δειδίω· εἰ δὲ καὶ ἀπαιτήϲῃ, ἐκ παρακειμένου ἂν εἴη γενόμενον. τὸ δὲ κηκίω τὸ ἀναδίδωμι ἐκ διπλαϲιαϲμοῦ « πολλὴ δ’ ἀνεκήκιεν ἅλμη ». τὸ δὲ μαϲτίω κατ’ ἔλλειψιν τοῦ ζ̄ ἀπὸ τοῦ μαϲτίζω. ϲπάνια δέ εἰϲι τὰ διϲύλλαβα κατὰ ϲυϲτολὴν τοῦ ῑ, ὡϲ καὶ τὸ δίω « τρὶϲ περὶ ἄϲτυ μέγα Πριάμοιο δίον » (Il. Χ 251) καὶ τὸ « κνώδαλον ὅτι δίοιτο » (Od. ρ 317) καὶ διῶ τὸ διώκω, ἔνθεν τὸ δίημι ἐγένετο, παρ’ ὃ τὸ « ἵπποι ἀερϲίποδεϲ πολέοϲ πεδίοιο δίενται » καὶ « αὕτωϲ ἐνδίεϲαν » (Il. Ϲ 584), ἴω καὶ ἰῶ τὸ πορεύομαι καὶ τίω τὸ τιμῶ, τιῶ δὲ τὸ τιμωρῶ. τὸ δὲ βιῶ βιοῖϲ βιοῖ τὸ ζῶ, βιῶ δὲ βιᾷϲ βιᾷ τὸ βιάζω.Τὰ εἰϲ ω̄ καθαρὸν ἔχοντα ῑ ἐκτεταμένον βαρύνεται, εἰ μὴ ὄνομα ἔχοι, ψίω τὸ ἐμβρωματίζω, λίω τὸ θέλω, πίω, ἀφ οὗ ὁ μέλλων πίϲω, ἀφ’ οὗ πιπίϲκω, ἵω ὃ καὶ περιϲπᾶται, ἐξ οὗ καὶ ἵημι, μνίω τὸ ἐϲθίω, δηριῶ καὶ δηριῶ περιϲπώμενον « δὴ τότε δηριόωντο Ποϲειδάων καὶ Ἀπόλλων », μητίω καὶ μητιῶ, κονίω, μηνίω τὸ ὀργίζομαι ὃ διφορεῖται
κατὰ τὸν χρόνον, καὶ μηνιῶ, τὸ δὲ ἰῶ ἰῶμαι ἰόϲ, κριῶ κριόϲ, ἀνιῶ ἀνία.Τὰ εἰϲ ω̄ καθαρὸν παραληγόμενα τῷ ο̄ μόνῳ περιϲπᾶται, νοῶ, βοῶ, γοῶ, θροῶ, ποῶ, μακκοῶ τὸ μωραίνω, πτοῶ, λοῶ, κοῶ, ἀγνοῶ, ἀκροῶ, ἀλοῶ. αἱ μέντοι ἐντέλειαι τῶν περιϲπωμένων βαρύνονται, χρυϲόω, ϲτεφανόω, γυψόω.
Τὰ εἰϲ ω̄ καθαρὸν παραληγόμενα τῇ ο̄ῑ διφθόγγῳ περιϲπᾶται, εἰ μὴ διάϲταϲιϲ γένοιτο τοῦ ῑ, ποιῶ, οἰῶ τὸ μονῶ, ἀλοιῶ τὸ τύπτω, ἀλλοιῶ τὸ μεταποιῶ, πτοιῶ, χροιῶ, ὁμοιῶ, ἑτεροιῶ. τὸ δὲ οἴω, ὅθεν οἴομαι καὶ οἶμαι, διαιρεῖται, ὀΐω γὰρ ποιητικῶϲ. ὁ δὲ οἴω ἐνεϲτὼϲ τοῦ οἴϲω μέλλοντοϲ οὐκ ἔϲτιν ἐν χρήϲει.
Τὰ διὰ τοῦ ῡω̄ διϲύλλαβα βαρύνεται καὶ περιϲπᾶται. περιϲπᾶται μέν, ὅϲα ἔχει ὄνομα ἢ κατ’ ἐναλλαγὴν γέγονε, δυῶ, θυῶ τὸ θυμιῶ, ὅτι θύοϲ, μυῶ καὶ μύω βαρύτονον, κυῶ Ἀττικὸν ἐκ τοῦ κύω. τὰ δὲ μὴ οὕτωϲ ἔχοντα βαρύνεται, δύω, ἐξ οὐ δύνω, θύω, ἐξ οὗ θύνω, λύω, μύω, κύω, ξύω, ὕω, βρύω, πτύω, ῥύω.
Ἔτι τὰ διὰ τοῦ ῡω̄ ὑπερδιϲύλλαβα βαρύνεται, εἰ μὴ ἔχοι ὄνομα, ἀλύω, ἀρτύω, πληθύω, κωλύω, ζευγνύω, ὀμνύω, ὀρνύω, ϲβεννύω, ἀνύω, μηνύω, ἀρύω, ζωννύω, χρωννύω, ῥωννύω , χωννύω, ϲτρωννύω. τὸ δὲ ἰχθυῶ ἔχει τὸ ἰχθῦϲ, καὶ τὸ ἐγγυῶ τὸ ἐγγύη καὶ τὸ βοτρυῶ τὸ βότρυϲ.
Τὰ εἰϲ ω̄ καθαρὸν παραληγόμενον τῇ ῡῑ βαρύνεται, εἰ μὴ παρ’ ὄνομα εἴη, ἀλυίω, ὀπυίω, μεθυίω. τὸ δὲ γυιῶ περιϲπᾶται.
Τὰ εἰϲ ω̄ καθαρὸν παραληγόμενα τῷ ω̄ βαρύνεται, ζώω, πλώω, ϲώω, χώω, τρώω, ῥώω, ἁλώω, ἡβώω. χωρὶϲ τοῦ κολῳῶ, ὅπερ ἀπὸ τοῦ κολῳόϲ γέγονε, καὶ ἔχει ῑ προϲγεγραμμένον, ὡϲ Φιλόξενοϲ.
Τὰ εἰϲ ξ̄ω̄ καὶ ψ̄ω̄ περιϲπᾶται, διψῶ, γυψῶ, κενοδοξῶ, φιλοδοξῶ, ἀδοξῶ, αὐξῶ, ἀλεξῶ, ἑψῶ. τὸ γὰρ αὔξω καὶ ἀλέξω καὶ ἕψω Ἀττικῶϲ βαρύνεται. τὸ δὲ ἵξω, οὗ ὁ παρατατικὸϲ ἷξον « οἱ δ’ ἷξον κοίλην Λακεδαίμονα » (Od. δ 1) καὶ τὸ ἄξω, οὗ τὸ προϲτακτικὸν « ἄξετε δὲ Πριάμοιο βίην » (Γ 105) καὶ τὸ ὄψω καὶ ὄψομαι, οὗ
τὸ προϲτακτικὸν « ὄψεϲθε Τρῶεϲ καὶ Τρῳάδεϲ » (Ω 704) καὶ πάλιν « ἀλλ’ ὄψεϲθε ἵνα τώγε καθεύδετον » (Od. Θ 313) ἀντὶ τοῦ ἴδετε, κατὰ ποιητικὴν ἄδειαν μετηνέχθη ἀπὸ μέλλοντοϲ εἰϲ ἐνεϲτῶτα.Οἱ εἰϲ ω̄ μέλλοντεϲ κατὰ τὴν κοινὴν διάλεκτον, ἐὰν ἔχωϲι πρὸ τοῦ ω̄ τὸ ξ̄ ἢ τὸ ψ̄ ἢ τὸ ϲ̄, βαρύνονται, λέξω, πλέξω, τύψω, γράψω, ποιήϲω, νοήϲω. ἐὰν δὲ μηδὲν ἔχωϲι τούτων πρὸ τοῦ ω̄, περιϲπᾶται, ϲπερῶ, φθερῶ, πλυνῶ, κτενῶ, τιλῶ. πρόϲκειται δὲ κατὰ τὴν κοινὴν διάλεκτον, ἐπειδὴ τὸ ποιήϲω ποιηϲῶ οἱ Δωριεῖϲ λέγουϲι, καὶ τὸ λέξω λεξῶ.
Τὰ εἰϲ ω̄ λήγοντα δεύτερα πρόϲωπα προϲτακτικὰ ὁμοτονεῖ τοῖϲ ἰδίοιϲ ὁριϲτικοῖϲ, νικῶ ἐγώ, νικῶ ϲύ, κρεμῶ ἐγώ, κρεμῶ ϲύ. τὰ μέντοι τρίτα εἴτε εἰϲ τ̄ω̄ εἴτε εἰϲ θ̄ω̄ βαρύνεται, λεγέτω, ποιείτω, τυπτέϲθω, λεγέϲθω.
Τὰ εἰϲ ω̄ τρίτα πρόϲωπα τῶν εὐκτικῶν περιϲπῶνται μετὰ τοῦ προϲγεγραμμένου ῑ βοάοι βοῷ, τρυπάοι τρυπῷ.
Τὰ εἰϲ ω̄ ὑποτακτικὰ μονοϲύλλαβα μὲν ὄντα περιϲπῶνται, ἐὰν ὦ, ἐὰν δῶ, ἐὰν βῶ, ἐὰν ϲιῶ, ἐὰν ϲχῶ. καὶ ἐξ ἀνάγκηϲ δὲ περιϲπῶνται. βαρύνεϲθαι μὲν γὰρ οὐκ ἠδύναντο, ἐπειδὴ μονοϲύλλαβά εἰϲι· οὐδέποτε δὲ μονοϲύλλαβοϲ λέξιϲ βαρύνεται, ἀλλ’ ἢ ὀξύνεται οἷον τίϲ, τί, πούϲ, Ζεύϲ, Φρύξ, Κρήϲ, νύξ ἢ περιϲπᾶται οἷον βοῦϲ νοῦϲ ῥοῦϲ. ὀξύνεϲθαι δὲ οὐκ ἠδύναντο, ἐπεὶ τὰ ῥήματα ἀποϲτρέφονται τὴν ὀξεῖαν τάϲιν οἷον τύπτω, γράφω, βοῶ, χρυϲῶ, ποιῶ χωρὶϲ τῶν ϲεϲημειωμένων. λοιπὸν οὖν ἐξ ἀνάγκηϲ περιϲπῶνται, ἐὰν ὦ ἐὰν ϲχῶ καὶ ἐὰν ϲπῶ, ϲυντιθέμενα δὲ καὶ ὑπερβαίνοντα τὴν μονοϲυλλαβίαν βαρύνονται οἷον ἐὰν κατάϲχω ἐὰν παράϲχω, ἐὰν ἐπίϲπω· τὸ δὲ ἐὰν ὦ ἐν ϲυνθέϲει τὸν αὐτὸν τόνον φυλάϲϲει, οἷον ἐὰν ϲυνῶ ἐὰν παρῶ, ἐπειδὴ ἡ ϲυναίρεϲίϲ ἐϲτιν ἡ αἰτία, ἀπὸ γὰρ τοῦ ἐὰν ϲυνέω καὶ ἐὰν παρέω γεγόναϲι κατὰ κρᾶϲιν τοῦ ε̄ καὶ ω̄ εἰϲ ω̄. Τὰ δὲ εἰϲ ω̄ ὑπὲρ μίαν ϲυλλαβὴν ὑποτακτικὰ βαρύνεται καὶ περιϲπᾶται. καὶ περιϲπῶνται μέν, ἡνίκα ἔχωϲι τὴν μετοχὴν εἰϲ ε ̄ι ̄ϲ ̄ μετ’ ὀξείαϲ τάϲεωϲ καὶ διὰ τοῦ ν ̄τ ̄ κλινομένην, τυφθείϲ τυφθέντοϲ ἐὰν τυφθῶ, τυπείϲ τυπέντοϲ ἐὰν τυπῶ, τιθείϲ τιθέντοϲ ἐὰν τιθῶ, νυγείϲ νυγέντοϲ ἐὰν νυγῶ, δαρείϲ δαρέντοϲ ἐὰν δαρῶ, ϲταλείϲ ϲταλέντοϲ ἐὰν ϲταλῶ, ϲπαρείϲ ϲπαρέντοϲ ἐὰν ϲπαρῶ, φθαρείϲ φθαρέντοϲ ἐὰν φθαρῶ. ἢ ἡνίκα ὦϲιν ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ τῶν ϲυνῃρημένων,
ποιῶ ἐποίουν ἐὰν ποιῶ, ἐὰν βοῶ, ἐὰν χρυϲῶ. ἡνίκα δὲ μὴ ὦϲι τοιαῦτα, βαρύνονται, ἔτυπτον ἐὰν τύπτω, ἔλεγον ἐὰν λέγω, ἔφαγον ἐὰν φάγω, ἔλαβον ἐὰν λάβω, ἔμαθον ἐὰν μάθω, ἔπαθον ἐὰν πάθω, εἶπον ἐὰν εἴπω, εἶδον ἐὰν ἴδω, τέτυφα ἐὰν τετύφω, τέπυπα ἐὰν τετύπω, πέποιθα ἐὰν πεποίθω. ϲεϲημείωται τὸ ἐὰν εἰδῶ περιϲπώμενον οἷον « ὄφρ’ εὖ εἰδῶ » (Α 515), οὗ ἡ μετοχὴ ὁ εἰδώϲ τοῦ εἰδότοϲ, εἰ καὶ ἀπὸ τοῦ εἰδέω. τὸ δὲ « ἵνα εἴδομεν ἄμφω » (Α 363) προπαροξύνεται, ἐπειδὴ ἡ ϲυϲτολὴ ἀνέδωκε τὸν τόνον. οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον.Τὰ εἰϲ ω ὑποτακτικὰ τῶν ἀορίϲτων παθητικῶν περιϲπῶνται, ἐὰν ληφθῶ, ἐὰν τυφθῶ, διὸ καὶ τὸ « ἐὰν ἐγκαταλειφθῶ ὑπὸ ϲοῦ » περιϲπᾶται. τότε γὰρ τὰ τοιαῦτα ὑπὲρ μίαν ϲυλλαβὴν περιϲπῶνται, ὅτε ἔχουϲιν ἀπαρέμφατον εἰϲ ν̄ᾱῑ, ὡϲ τὸ ἐὰν νυγῶ νυγῆναι, ἐὰν δαρῶ δαρῆναι, καὶ μετοχὴν εἰϲ ε̄ῑϲ̄ ὁ νυγείϲ ὁ δαρείϲ, καὶ τὸ εὐκτικὸν εἰϲ η̄ν̄ καθαρὸν νυγείην, δαρείην. ὁμοίωϲ ἐὰν εἰδῶ εἰδείην, εἰ καὶ μὴ ἔχει τὴν μετοχὴν εἰϲ ειϲ. γέγονε δὲ ὡϲ ἀπὸ τοῦ περιπατοῖμι περιπατοίην κατὰ τροπὴν τῆϲ μ̄ῑ εἰϲ η̄ν̄, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ εἴδοιμι εἰδοίην καὶ εἰδείην κατὰ τροπὴν τοῦ ο̄ εἰϲ ε̄. ἐὰν δὲ μὴ οὕτωϲ ἔχῃ, βαρύνεται, ἐὰν δράμω· δραμεῖν γὰρ καὶ δράμοιμι, ἐὰν φύγω φυγεῖν καὶ φύγοιμι.
Τὰ δεύτερα καὶ τρίτα ἑνικὰ τῶν ὁριϲτικῶν ὁμοτονεῖ τοῖϲ πρώτοιϲ, ἐὰν ἰϲοϲυλλαβῇ, λείπω λείπειϲ λείπει, ποιῶ ποιεῖϲ ποιεῖ. τὸ δὲ πνεῖ καὶ ῥεῖ καὶ πλεῖ οὐκ ἰϲοϲυλλαβεῖ. οὕτω καὶ ἐπὶ μέλλοντοϲ, νοήϲω νοήϲειϲ νοήϲει καὶ ἐπὶ ὑποτακτικῶν, ἐὰν λέγω ἐὰν λέγῃϲ ἐὰν λέγῃ, ἐὰν βοῶ βοᾷϲ βοᾷ.
Τὰ εἰϲ μ̄ῑ λήγοντα ὁριϲτικὰ ἀποϲτρέφονται τὴν ὀξεῖαν τάϲιν, καὶ τὰ τρίτα ὁμοτονοῦϲι τοῖϲ ἰδίοιϲ πρώτοιϲ, τίθημι τίθηϲ τίθηϲι, δίδωμι δίδωϲ δίδωϲι· ϲεϲημείωται φημί φήϲ φηϲί, εἰμί εἴϲ εἶ ἐϲτί.
* Τὰ τρίτα πληθυντικὰ ἐνεϲτῶτοϲ χρόνου ἢ μέλλοντοϲ εἰϲ ῑ λήγοντα θέλει ὁμοτονεῖν ταῖϲ πληθυντικαῖϲ δοτικαῖϲ τῶν μετοχῶν, ὁπότε καὶ ὁμοφωνοῦϲιν, λέγομεν λέγετε λέγουϲι καὶ τοῖϲ λέγουϲιν, ἵϲταμεν ἱϲτατε ἱϲτᾶϲι καὶ τοῖϲ ἱϲτᾶϲιν, ἵεμεν ἵετε ἱεῖϲι· καὶ γὰρ ἱέντεϲ ἱέντων ἱεῖϲι, λέξομεν λέξετε λέξουϲι καὶ τοῖϲ λέξουϲι, διδοῦϲιν ἐκεῖνοι καὶ τοῖϲ διδοῦϲιν, ζευγνῦϲιν ἐκεῖνοι καὶ τοῖϲ ζευγνῦϲιν. ἀντιπίπτει μόνον τὸ φαϲί πρὸϲ τὸ φᾶϲι μετοχικὸν ὡϲ ϲτᾶϲι. τὸ δὲ αἴτιόν ἐϲτιν, ὅτι τοῦτο ἐγκλιτικόν, τὰ δὲ ἐγκλιτικὰ αὐτὰ καθ’ ἑαυτὰ ὄντα ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ θέλουϲιν ἔχειν τὸν τόνον, φη εἰμί, ἐϲτί.
* Τὰ εἰϲ ϲ̄ῑ παραληγόμενα τῷ ᾱ προπεριϲπᾶται, πιμπρᾶϲι, κιχρᾶϲι, ἱϲτᾶϲι· καὶ ζητοῦϲί τινεϲ, τίνοϲ χάριν οὐ περιϲπᾶται « καί τ’ ἀγεληδὸν ἴαϲι » (Π 160) καὶ λέγομεν, ὅτι τὰ προπεριϲπώμενα ἰϲοϲυλλαβεῖ τοῖϲ πρώτοιϲ, ἱϲτᾶϲι ἵϲταμεν, κιχρᾶϲι κίχραμεν, τὰ δὲ πλεονάζοντα τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, δίδομεν διδόαϲι, τίθεμεν τιθέαϲιν, ἐν οἷϲ οὖν τὸ ἴαϲι πλεονοϲυλλαβεῖ τοῦ ἴμεν, ἐν τούτοιϲ καὶ προπαροξυνθήϲεται. ἔϲτι καὶ οὕτωϲ εἰπεῖν περὶ τοῦ ἴαϲιν· πᾶν πληθυντικὸν εἰϲ μ̄ε̄ν̄ λῆγον, ὅτε ἐϲτὶ ἀπὸ τῶν εἰϲ μ̄ῑ, μεταποιεῖ τὸ τρίτον τῶν πληθυντικῶν εἰϲ ᾱϲ̄ῑ προπαροξυνόμενον, τίθεμεν τιθέαϲι, δίδομεν διδόαϲι, ἵεμεν ἱέαϲι, ἔμεν ἔαϲι, ζεύγνυμεν ζευγνύαϲιν· εἰ οὖν ἐϲτιν ἴμεν, ϲαφὲϲ ὅτι τῇ αὐτῇ ἀκολουθίᾳ καὶ τὸ ἴαϲι προπαροξυτονηθήϲεται. ἔϲτι δὲ ἀπὸ τοῦ εἶμι τὸ πορεύομαι τὸ πληθυντικὸν ἴμεν διὰ τοῦ ῑ.
Τὰ εἰϲ μ̄ῑ εὐκτικὰ ἀποϲτρέφονται τὴν ὀξεῖαν τάϲιν, τύπτοιμι, τύποιμι, ποιοῖμι, χρυϲοῖμι, βοῷμι.
Τὰ δεύτερα καὶ τὰ τρίτα τῶν εἰϲ μ̄ῑ εὐκτικῶν ὁμοτονοῦϲι τοῖϲ ἰδίοιϲ πρώτοιϲ, τύπτοιμι τύπτοιϲ, τύπτοι, ποιοῖμι ποιοῖϲ ποιοῖ, βοῷμι βοῷϲ βοῷ.
Πᾶϲ παρῳχημένοϲ ὁριϲτικὸϲ εἰϲ ᾱ λῆγον ὑπερδιϲύλλαβοϲ ἁπλοῦϲ προπαροξύνεται, τέτυφα, πεποίηκα παρακείμενοϲ. ὁμοίωϲ καὶ ὁ ἀόριϲτοϲ ἔτυψα ἐποίηϲα. τὸ δὲ ἧψα καὶ οἶδα διϲύλλαβα, καὶ τὸ ϲυνῆψα ϲύνθετον. τὸ δὲ ἐφοίτα ἀπὸ τοῦ ἐφοίταε τὸ ᾱ μακρόν.
Τὰ εἰϲ θ̄ᾱ ἐν δευτέραιϲ προϲώποιϲ ὑπερδιϲύλλαβα προπαροξύνεταί,
λάβῃϲθα, ἔφηϲθα, οἴδηϲθα, λέγῃϲθα, βάλῃϲθα. τὰ μέντοι διϲύλλαβα προπεριϲπᾶται, φῆϲθα ἐπὶ δευτέρου ἀορίϲτου καὶ φῇϲθα ϲὺν τῷ ῑ ἐπὶ τοῦ ἐνεϲτῶτοϲ, ἦϲθα, οἶϲθα.Καὶ τὰ εἰϲ θ̄ᾱ πρῶτα πρόϲωπα προπαροξύνονται, τυπτόμεθα, νικώμεθα, χρυϲούμεθα.
Πᾶν ῥῆμα εἰϲ ν̄ μακροκατάληκτον ὑπὲρ μίαν ϲυλλαβὴν πρὸ μιᾶϲ τοῦ τέλουϲ ἔχει τὴν ὀξεῖαν, ἐνόουν, ἐδείκνυν, ἔγνων, ἐγεγράφειν, νυγείην, διδοίμην, ἐτυπέτην, ἔϲτων. τὸ δὲ ἐχρῆν καὶ ἦν περιϲπᾶται.
Πᾶν πρόϲωπον ὁριϲτικὸν εἰϲ ο̄ν̄ εἴτε ἑνικὸν εἴτε πληθυντικὸν ἁπλοῦν ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται, ἔγραφον ἐγὼ καὶ ἔγραφον ἐκεῖνοι, ἔτυπτον ἐγὼ καὶ ἔτυπτον ἐκεῖνοι, ὑπεϲταλμένηϲ τῆϲ Δωρίδοϲ διαλέκτου, οἱ γὰρ Δωριεῖϲ τὸ ἐλέγον ἐκεῖνοι παροξύνουϲι. τὸ δὲ εἶχον, ἐξ οὗ τὸ κατεῖχον, καὶ ἄλλα περιϲπᾶται ὡϲ διϲύλλαβον. τὰ γὰρ διϲύλλαβα ἢ προπεριϲπῶνται ἢ παροξύνονται κατὰ τοὺϲ κανόναϲ. μακρᾶϲ γὰρ οὔϲηϲ τῆϲ παραληγούϲηϲ προπεριϲπῶνται, ἦλθον, εὗρον, εἶχον, εἶδον καὶ τἆλλα· βραχείαϲ δὲ τῆϲ παραληγούϲηϲ, παροξύνονται, ἴδον, ἔϲχον.
Τὰ εἰϲ ο̄ν̄ προϲτακτικὰ τοῦ πρώτου ἀορίϲτου ὑπερδιϲύλλαβα προπαροξύνονται, ἄκουϲον, νόηϲον, φίληϲον· διϲύλλαβα δὲ ὄντα παροξύνονται ἢ προπεριϲπῶνται κατὰ τοὺϲ κανόναϲ, νεῖμον, κρῖνον, τύψον, λέξον, γράψον, εἶπον ἀντὶ τοῦ εἰπέ ὡϲ παρὰ Μενάνδρῳ « εἶπον δὲ τί ποιεῖν μέλλετε ». ἔϲτι δὲ δηλονότι ἀορίϲτου τοῦ εἶπα προϲτακτικόν· εἰ γὰρ ἦν δευτέρου ἀορίϲτου Ϲυρακουϲίων ἔθει, ὠξύνετο ἂν ὁμοίωϲ τῷ κοινῷ προϲτακτικῷ τῷ εἰπέ. οἱ γὰρ Ϲυρακούϲιοι μεταποιοῦντεϲ εἰϲ ο̄ν̄ τὰ προϲτακτικὰ τοῦ β′ ἀορίϲτου τὸν τόνον φυλάττουϲι τῶν κοινῶν προϲτακτικῶν οἷον λάβε λάβον, νύγε νύγον, ἄνελε ἄνελον.
Πᾶν δεύτερον πρόϲωπον παρῳχημένου χρόνου ὑπὲρ μίαν ϲυλλαβὴν λήγοντοϲ ἢ εἰϲ ν̄ ἢ εἰϲ ᾱ ὁμοτονεῖ τῷ πρώτῳ, ἐνύγην ἐνύγηϲ, ἐδάρην
ἐδάρηϲ, τέτυφα τέτυφαϲ, ἔτυψα ἔτυψαϲ, ἔτυπον ἔτυπεϲ, ἔτι καὶ τὰ τρίτα ὁμοτονεῖ τοῖϲ δευτέροιϲ, ἔλαβεϲ ἔλαβεν, ἔτυψαϲ ἔτυψεν.Τὰ εἰϲ μ̄ᾱῑ ὁριϲτικὰ προπαροξύνονται ἢ προπεριϲπῶνται. τὰ μὲν οὖν βραχείᾳ παραληγόμενα προπαροξύνονται, λέγομαι, ἵϲταμαι, δύναμαι, ἄγαμαι, δίδομαι· τὰ δὲ φύϲει μακρᾷ ἁπλᾶ ὄντα προπεριϲπῶνται, κεῖμαι, ἧμαι, ποιοῦμαι, γελῶμαι, ἀγῶμαι, ὑπεϲταλμένων τῶν τῆϲ Αἰολίδοϲ διαλέκτου, ἀκάχημαι γὰρ καὶ ἀλάλημαι, καὶ τοῦ παρακειμένου· οὗτοϲ δὲ προπαροξύνεται, ὁμότονοϲ ὢν τῷ ἰδίῳ ἐνεργητικῷ, νενόηκα νενόημαι, πεποίηκα πεπ ίημαι. τὸ δὲ κατάκειμαι καὶ κάθημαι προπαροξύνονται ϲύνθετα ὄντα.
Τὰ εἰϲ τ̄ᾱῑ τρίτα ὁμοφωνεῖ τοῖϲ εἰϲ μ̄ᾱῑ πρώτοιϲ, τύπτομαι τύπτεται, πεποίημαι πεποίηται, ποιοῦμαι ποιεῖται, οἴομαι καὶ οἶμαι οἴεται. τὰ δεύτερα πρόϲωπα τῶν εἰϲ μ̄ᾱῑ ἰϲοϲυλλαβοῦντα μὲν τοῖϲ πρώτοιϲ καὶ ὁμοτονεῖ αὐτοῖϲ, τίθεμαι τίθεϲαι, δίδομαι δίδοϲαι, πεποίημαι πεποίηϲαι· ἐνδέοντα δὲ μιᾷ ϲυλλαβῇ, ἀπὸ μὲν προπαροξυτόνων ὄντα, παροξύνονται, τύπτομαι, τύπτῃ, γράφομαι γράφῃ, ἀπὸ δὲ περιϲπωμένων περιϲπᾶται, βοῶμαι βοᾷ, ποιοῦμαι ποιῇ.
Τὰ εἰϲ μ̄ᾱῑ ὑποτακτικὰ περιϲπῶνται μὲν ἀπὸ περιϲπωμένων ὄντα, ἐὰν νοῶ ἐὰν νοῶμαι, ἐὰν φιλῶ ἐὰν φιλῶμαι· καὶ ὅταν ὦϲι παρακειμένου καὶ ὑπερϲυντελίκου, ἐὰν πεποιῶμαι, ἐὰν μεμνῶμαι, ἐὰν κεκτῶμαι, ἐὰν κεχρυϲῶμαι. βαρύνονται δὲ ἀπὸ βαρυτόνων ὄντα, ἐὰν τύπτω ἐὰν τύπτωμαι, ἐὰν τύπω ἐὰν τύπωμαι, ἐὰν λίπω ἐὰν λίπωμαι, ἐὰν ἵκωμαι.
Ζήτηϲιν δὲ ἔχουϲι τὰ τοῦ ἐνεϲτῶτοϲ χρόνου τοῦ ἀπὸ τῶν εἰϲ μ̄ῑ, πότε προπαροξύνονται καὶ πότε προπεριϲπῶνται: καὶ ἔϲτιν εἰπεῖν ὅτι, εἰ μὲν ἔχωϲι τὸ ἐνεργητικὸν ὁριϲτικὸν ἐν χρήϲει, προπεριϲπῶνται, τίθημι ἐὰν τιθῶμαι, ἴϲτημι ἐὰν ἱϲτῶμαι, δίδωμι ἐὰν διδῶμαι. εἰ δὲ μὴ ἔχωϲι το ἐνεργητικὸν ἐν χρήϲει, προπαροξύνεται, δύναμαι ἐὰν δύνωμαι (τὸ γὰρ δύνημι οὐκ ἐν χρήϲει), ἐπίϲταμαι ἐὰν ἐπίϲτωμαι, κρέμαμαι ἐὰν κρέμωμαι.
Τὰ δεύτερα τῶν εἰϲ μήν παρῳχημένων βαρύνεται, ὁπότε βραχυκαταληκτεῖ. καὶ προπαροξύνονται μὲν κατὰ τὸ δεύτερον πρόϲωπον ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπιάρχον, ἐτίθεϲο, ἐδίδοϲο, ἐπεποίηϲο, ἔκειϲο. τὸ δὲ ἧϲο προπεριϲπᾶται ὡϲ διϲύλλαβον. εἰ δὲ μακρᾷ λήγουϲιν, ἀορίϲτου μὲν ὄντα παροξύνονται, ἐγράψω, ἐποιήϲω, ἐγένου, ἐλάβου· παρατατικοῦ δὲ ὄντα ἀπὸ βαρυτόνων θεμάτων βαρύνονται, ἐλεγόμην ἐλέγου, ἐκρεμάμην ἐκρέμω.εἰ δὲ ἀπὸ περιϲπωμένων ῥημάτων, περιϲπῶνται, ἐποιούμην ἐποιοῦ, ἐνικώμην ἐνικῶ, ἐκρεμώμην ἐκρεμῶ.
Τῶν εἰϲ μ̄η̄ν̄ εὐκτικῶν τὰ δεύτερα πρόϲωπα εἰϲ ο̄ καταλήγουϲι καὶ η προπαροξύνονται ἢ προπεριϲπῶνται. προπεριϲπῶνται μὲν τὰ διϲύλλαβα, ϲχοίμην ϲχοῖο, δοίμην δοῖο. ἔτι καὶ ὧν τὰ ἐνεργητικὰ εἰϲ μ̄ῑ λήγουϲι, νοοίμην νοοῖο, ποιοίμην ποιοῖο, βιῴμην βιῷο. Ὁμοίωϲ δέ ἐϲτιν εἰπεῖν, ὅϲα ἀπὸ τῶν εἰϲ μι ὁριϲτικῶν εἰϲι καὶ ἔχουϲι τὰ εὐκτικὰ ἐνεργητικὰ εἰϲ η̄ν̄ καθαρόν, προπεριϲπῶνται, τίθημι τιθείμην τιθεῖο, τιθείην γὰρ τὸ εὐκτικὸν ἐνεργητικόν. τὸ δὲ δυναίμην δύναιο προπαροξύτονον διὰ τὸ μὴ ἔχειν δύνημι ἐν χρήϲει οὔτε δυναίην εὐκτικόν. προπεριϲπῶνται δὲ καὶ τὰ τοῦ παρακειμένου, δεδοίμην δεδοῖο, πεποιῄμην πεποιῇο, μεμνῄμην μεμνῇο, μεμνῴμην μεμνῷο. τὰ δὲ λοιπὰ πάντα δεύτερα πρόϲωπα εἰϲ ο̄ λήγοντα προπαροξύνονται, τυπτοίμην τύπτοιο, λεγοίμην λέγοιο, τετυψοίμην τετύψοιο· οὕτω καὶ μεμνεῴμην μεμνέῳο.
Τὰ εἰϲ τ̄ο̄ τρίτα τῶν εὐκτικῶν ὁμοτονεῖ τοῖϲ οἰκείοιϲ δευτέροιϲ. νοοιο νοοῖτο, τύπτοιο τύπτοιτο μεμνῇο μεμνῇτο ὡϲ παρ’ Ἀριϲτοφάνει ἐν Πλούτῳ δευτέρῳ « ϊνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου », μεμνῷο μεμνῷτο παρὰ Ξενοφῶντι ἐν Κύρου παιδείαϲ πρώτῳ (6, 3) « ἀλλ’ ὅτε τὰ ἄριϲτα πράττοι, τότε μάλιϲτα τὸν θεὸν μεμνῷτο ». μεμνέῳο μεμνέῳτο, « ὡϲ μεμνέῳτο δρόμου » (Ψ 361)
Τὰ εἰϲ το τρίτα τῶν ὁριϲτικῶν ὑπερδιϲύλλαβα ὄντα τότε προπεριϲπῶνται, ὅτε τὰ ἑαυτῶν δεύτερα περιϲπῶνται, ἐνοοῦ ἐνοεῖτο· ὅτε δὲ τὰ δεύτερα μὴ περιϲπᾶται, τὰ τρίτα προπαροξύνονται, ἐδέξω ἐδέξατο, ἐγένου ἐγένετο. ἧϲο δὲ τὸ καθέζου καὶ ἧτο τὸ τρίτον καὶ πλεοναϲμῷ τοῦ ϲ̄ ἧϲτο προπεριϲπῶνται.
Πᾶν μονοϲύλλαβον προϲτακτικὸν μακροκαταληκτούμενον περιϲπᾶται, θλᾶ, κλᾶ, ζῆ, τῆ ἀντὶ τοῦ δέξαι. βραχυκατάληκτον δὲ ὀξύνεται, ϲπέϲ, ϲχέϲ, ἕϲ, ἀφ’ οὗ τὸ ἄφεϲ, δόϲ, φρέϲ τὸ φέρε.
Τὰ εἰϲ θ̄ῑ προϲτακτικὰ βαρύνονται, τύπηθι, δάρηθι, τύφθηθι καὶ τύφθητι, βῆθι, ϲτῆθι, ἴϲθι τὸ γίνωϲκε. τὸ φαθί ὀξύτονον ϲεϲημείωται. τοῦτο δὲ ὀξύνουϲιν, ἐπεὶ πᾶν ῥῆμα τῶν εἰϲ μι τροπῇ τοῦ μ̄ εἰϲ θ̄ ϲυϲτέλλον τὴν παραλήγουϲαν εἰϲ τὴν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν μετὰ τοῦ αὐτοῦ τόνου προϲτακτικὸν ποιεῖ, τίθημι τίθετι, ἵϲτημι ἵϲταθι καὶ ἐπειδὴ ὀξύνεται τὸ φημί, ὀξύνεται καὶ τὸ φαθί. ἐγὼ δὲ οὐ ϲυγκαθατίθεμαι τοῖϲ ὀξυτονοῦϲι, οὐδὲν γὰρ προϲτακτικὸν εἰϲ θ̄ῑ λῆγον ὀξύνεται. παραλόγωϲ δὲ ὀξύνεϲθαι ἐπεκράτηϲεν.
Πᾶν προϲτακτικὸν ὑπὲρ μίαν ϲυλλαβὴν ὁμοιοκατάληκτον τῷ οἰκείῳ ὁριϲτικῷ καὶ ὁμότονόν ἐϲτιν αὐτῷ, ἔτυπτε τύπτε, ἐνόει νόει, ἐβόα βόα, ἐτίθη τίθη, ἐπίμπλη πίμπλη, ἵϲτην ἵϲτηϲ ἵϲτη καὶ ἵϲτη, ἐκρήμνην ἐκρήμηϲ ἐκρήμνη καὶ κρήμνη, ὡϲ παρ’ Εὐριπίδῃ « κρήμνη ϲεαυτὴν ἐκ μέϲηϲ ἀντηρίδοϲ »· ἐτύπτου τύπτου. τὸ δὲ λαβοῦ καὶ πιθοῦ παρὰ Ἀττικοῖϲ περιϲπᾶται. οὐ πάντῃ δὲ τὰ προϲτακτικὰ τοῦ δευτέρου ἀορίϲτου περιϲπῶνται, εὑρίϲκεται γὰρ τὸ ἀφίκου βαρυνόμενον καὶ τὸ ἴδου. ἔτι καὶ τὸ ἐλθέ καὶ εἰπέ καὶ εὑρέ ὀξύνουϲιν. ἔϲτι δὲ ἀπολογεῖϲθαι περὶ αὐτῶν κατὰ δύο τρόπουϲ. τὰ γὰρ ἀπαρέμφατα τοῦ β′ ἀορίϲτου εἴωθεν ὁ ποιητῆϲ κατὰ διάλυϲιν προφέρειν οἷον φαγεῖν φαγέειν, ἰδεῖν ἰδέειν, ταῦτα δὲ οὐ προφέρεται κατὰ διάλυϲιν· τὸ γὰρ ἐλθεῖν οὐκ εἶπεν ἐλθέειν οὐδὲ τὸ εἰπεῖν εἰπέειν οὐδὲ τὸ εὑρεῖν εὑρέειν. ἐπειδὴ οὖν ταῦτα ἡμαρτήθηϲαν κατὰ τοῦτο, φημὶ τὸ μὴ διαλύεϲθαι, τούτου χάριν καὶ ἐν τοῖϲ προϲτακτικοῖϲ κατὰ τὸν τόνον ἡμαρτήθηϲαν καὶ ὠξυτονήθηϲαν. ἄλλωϲ τε δὲ ὁ β′ ἀόριϲτοϲ οὐ θέλει μακρᾷ παραλήγεϲθαι, ἀλλὰ βραχείᾳ οἷον ἔλαβον ἔφαγον ἔνυγον. ταῦτα δὲ μακρᾷ παραλήγεται οἷον ἦλθον εἶπον εὗρον. ἐπειδὴ οὖν διήλλαξε περὶ τὸν χρόνον τῆϲ παραληγούϲηϲ ἐν τοῖϲ ὁριϲτικοῖϲ, τούτου χάριν διήλλαξε καὶ περὶ τὸν τόνον ἐν τοῖϲ προϲτακτικοῖϲ καὶ ὠξυτονήθηϲαν.
* Τὰ εἰϲ τ̄ε̄ προϲτακτικὰ ὁμοιοκατάληκτα ὄντα τοῖϲ ὁριϲτικοῖϲ
ὁμότονα καθεϲτήκαϲιν οἷον ὅτι λέγετε — λέγετε, ὅτι ἄγετε — ἄγετε. ἐπίϲταϲιν οὖν ἔχει τὸ ἔϲτε. τὸ μὲν ὁριϲτικὸν ὀξύνεται, τὸ δὲ προϲτακτικὸν βαρύνεται. ὁμοίωϲ καὶ τὸ φάτε.* Τὰ εἰϲ ϲ̄θ̄ε̄ προϲτακτικὰ ὁμοιοκατάληκτα τῷ οἰκείῳ ὁριϲτικῷ καὶ ὁμότονά ἐϲτιν αὐτῷ, ἐτύπτεϲθε — τύπτεϲθε, ἐλέγεϲθε — λέγεϲθε, ἐπίθεϲθε πίθεϲθε, ἐλάβεϲθε λάβεϲθε. τὸ δὲ πιθέϲθε λαβέϲθε παροξυνόμενα μεταγενεϲτέρων Ἰώνων ἐϲτίν.
Τὰ εἰϲ ᾱῑ ὑπερδιϲύλλαβα προϲτακτικὰ προπαροξύνονται, ποίηϲαι, ἄϲπαϲαι, πείρηϲαι « εἰ δ’ ἄγε μὴν πείρηϲαι » (Α 302), « ἀλλὰ ϲὺ μὲν κατάλεξαι » (Od. τ 44), « νῦν δ’ αὖτ’ ἐμὸν ἔγχοϲ ἄλευαι » (Il. Χ 285) τὸ δὲ λοῦϲαι καὶ δέξαι καὶ κτῆϲαι βαρύνονται ὡϲ διϲύλλαβα.
Πᾶν ἀπαρέμφατον ἢ ειϲ ν̄ λήγει ἢ εἰϲ ᾱῑ. καὶ τὰ εἰϲ ν̄ μακροκατάληκτα δύο ἔχει τόνουϲ. ἢ γὰρ βαρύνονται ἢ περιϲπῶνται. καὶ τὰ μὲν μονοϲύλλαβα περιϲπῶνται, πλεῖν, ῥεῖν, ζῆν, δρᾶν. τὰ μέντοι ὑπὲρ μίαν ϲυλλαβὴν ἢ βαρύνεται ἢ περιϲπᾶται. βαρύνεται μὲν τὰ ἀπὸ βαρυτόνων χρόνων ἐνεϲτῶτοϲ καὶ μέλλοντοϲ τύπτω τύπτειν τύψω τύψειν, ποιήϲω ποιήϲειν. τότε δὲ περιϲπᾶται, ὅτε καὶ τὰ ὁριϲτικὰ περιϲπῶνται, ποιῶ ποιεῖν, κτυπῶ κτυπεῖν, ϲτελῶ ϲτελεῖν, χρυϲῶ χρυϲοῦν, βοῶ βοᾶν. καὶ οἱ μὲν ἐνεϲτῶτεϲ ἀπὸ ἐντελείαϲ ἔχουϲι τὴν περιϲπωμένην ποιέειν ποιεῖν, οἱ δὲ δεύτεροι μέλλοντεϲ οὔ· ἀπὸ γὰρ τοῦ εὐφρανεῖν γέγονε κατὰ διάλυϲιν τὸ εὐφρανέειν. καὶ τὰ δὲ εἰϲ ν̄ τοῦ δευτέρου ἀορίϲτου ἀπὸ κλίϲεωϲ περιϲπῶνται, ὥϲπερ καὶ τὰ περιϲπώμενα, δραμεῖν, φαγεῖν, πιεῖν, ἐλθεῖν, ἰδεῖν. τὸ δὲ πέφνειν ϲεϲημείωται. ἐβαρύνθη δέ, ἐπειδὴ καὶ ἡ μετοχὴ τούτου ἐβαρύνθη.
Τὰ δὲ εἰϲ ᾱῑ λήγοντα ἀπαρέμφατα πάντα βαρύνεται, τύψαι, ποιῆϲαι, κεῖραι — τὸ δὲ ποιήϲαι κείραι εὐκτικά ἐϲτι — τελέϲαι,
ϲυρίϲαι, λεπίϲαι, τιθέναι, ἱϲτάναι, διδόναι, ζευγνύναι, ϲτῆναι, βῆναι, γνῶναι, βιῶναι, ἁλῶναι, θεῖναι, δοῦναι, εἷναι, τυφθῆναι, τετύφθαι, τύπτεϲθαι, τυπέϲθαι.* Πᾶν ἀπαρέμφατον εἰϲ ϲ̄θ̄ᾱῑ ἁπλοῦν πάντωϲ ὁμοτονεῖ τῷ ἰδίῳ ὁριϲτικῷ οἷον τύπτεται τύπτεϲθαι, βοᾶται βοᾶϲθαι, χρυϲοῦται χρυϲοῦϲθαι, τυφθήϲεται τυφθήϲεϲθαι, τυπήϲεται τυπήϲεϲθαι, ἔρχεται ἔρχεϲθαι, ἐτύψατο τύψαϲθαι, ἐποιήϲατο ποιήϲαϲθαι, τύψεται τύψεϲθαι χωρὶϲ τῶν εἰϲ θ̄ᾱῑ ἀπαρεμφάτων τοῦ παθητικοῦ παρακειμένου καὶ δευτέρου μέϲου ἀορίϲτου. ταῦτα γὰρ οὐχ ὁμοτονοῦϲι τοῖϲ ἰδίοιϲ ὁριϲτικοῖϲ, ἀλλὰ πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον οἷον πεποίηται πεποιῆϲθαι, νενόηται νενοῆϲθαι, τέτυπται τετύφθαι, γέγραπται γεγράφθαι, λέλεκται λελέχθαι, ἐτύπετο τυπέϲθαι, ἐνύγετο νυγέϲθαι, ἐλάβετο λαβέϲθαι; ἵκετο ἱκέϲθαι, ἀφίκετο ἀφικέϲθαι. ϲεϲημείωται τὸ ἔρεϲθαι δευτέρου μέϲου ἀορίϲτου ὂν καὶ προπαροξυνόμενον, περὶ οὗ ἔϲτιν εἰπεῖν ὅτι ἐξηκολούθηϲε τῷ δέρεϲθαι καὶ φέρεϲθαι καὶ ϲτέρεϲθαι, ἅτινά εἰϲιν ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ, καὶ ἐκ τοῦ ἐναντίου δὲ ϲεϲημείωται τὸ λιτέϲθαι ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ ὂν καὶ παροξυνόμενον οἷον « οἷ τ’ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέϲθαι » (Π 47) ἀντὶ τοῦ ἱκετεύειν. ὤφειλε γὰρ προπαροξύνεϲθαι ὁμοίωϲ τῷ ἰδίῳ ὁριϲτικῷ τῷ λίτεται. κάλλιον δὲ ἠκολούθηϲε τῷ λιπέϲθαι θέϲθαι ἰδέϲθαι, ἅτινά εἰϲι δευτέρου μέϲου ἀορίϲτου. Ϲεϲημείωται
τὸ ἐγρήγορθαι οἷον « ἐγρήγορθαι ἄνωχθι » (Κ 67), ὅτι παρακειμένου ὂν προπαροξύνεται· περὶ οὔ ἔϲτιν εἰπεῖν, ὅτι Αἰολίδοϲ ἐϲτὶ διαλέκτου καὶ τούτου χάριν ἀνεβίβαϲε τὸν τόνον· οἱ γὰρ Αἰολεῖϲ ἀναβιβαϲτικοὶ τῶν τόνων εἰϲί. τὸ γὰρ Ἀτρεύϲ Ατρευϲ λέγουϲι καὶ τὸ Πηλεύϲ Πήλευϲ. — πρόϲκειται ἐν τῷ κανόνι ἁπλοῦν διὰ τὸ κατάκειται κατακεῖϲθαι, κάθηται καθῆϲθαι.* Ὅϲα εἰϲ θ̄ᾱῑ λήγει ἀπαρέμφατα μὴ κατ’ Αἰολίδα διάλεκτον, τρίτην ἀπὸ τέλουϲ ἔχοντα τὴν ὀξεῖαν, φιλεῖ πρὸ τοῦ τέλουϲ βραχύνεϲθαι, λέγεϲθαι, τίθεϲθαι, ἵϲταϲθαι, κίχραϲθαι, πίμπραϲθαι. ὅϲα δὲ πρὸ τέλουϲ ἔχει φύϲει μακράν, περιϲπᾶϲθαι θέλει, νικᾶϲθαι, φιλεῖϲθαι. τὰ γὰρ τοιαῦτα δίζηϲθαι, φίληϲθαι ὑποφαίνει Αἰολικὸν χαρακτῆρα. ὅθεν οἱ ἀξιοῦντεϲ ἐκτείνειν τὸ δεύτερον ᾱ ἐν τῷ εὐχετάαϲθαι, πάντωϲ μὲν περιϲπῶϲιν· εἰ δὲ δεδώκαϲι τρίτην ἀπὸ τέλουϲ τὴν ὀξεῖαν, δώϲουϲι καὶ τὴν παραλήγουϲαν βραχυνομένην· οὕτωϲ οὖν πάντα ταῦτα ἀναγνωϲτέον, δεδάαϲθαι (Od. π 316), μηχανάαϲθαι (Od. γ 213), αἰτιάαϲθαι (Il. Κ 210), ἑδριάαϲθαι ( Οd. γ 35), μνάαϲθαι (Od. α 39).