De prosodia catholica
Aelius Herodianus
Aelius Herodianus. Grammatici Graeci, Pars 3, Vol. 1. Lentz, August, editor. Leipzig: Teubner, 1867.
Περὶ τοῦ ἐν ταῖϲ πλαγίαιϲ τῶν ὀνομάτων τόνου.
Περὶ τόνου τῆϲ ἑνικῆϲ γενικῆϲ.
Πᾶϲα γενικὴ καὶ δοτικὴ μακροκατάληκτοϲ ἐφ’ ἑαυτῆϲ τέλουϲ ἔχουϲα τὸν τόνον περιϲπᾶται, ἑνική τε καὶ δυϊκὴ καὶ πληθυντική, καλοῦ καλῷ καλοῖν καλοῖϲ, τοῦ Φιλητᾶ τῷ Φιλητᾷ τοῖν Φιληταῖν τῶν Φιλητῶν τοῖϲ Φιληταῖϲ, τῆϲ καλῆϲ τῇ καλῇ ταῖν καλαῖν τῶν καλῶν ταῖϲ καλαῖϲ, ἐμοῦ ἐμῷ ἐμοῖν ἐμῶν ἐμοῖϲ. ϲεϲημείωνται ἐν ταῖϲ ἀντωνυμίαιϲ ἡ ἐμοί καὶ ϲοί δοτικαὶ ὀξυνόμεναι· ἡ γὰρ τοῦ τρίτου οἷ περιϲπᾶται. ὑποκείϲθω δὲ καὶ τὰ Ἀττικὰ τοῦ νεώ τοῦ λεώ ὀξυνόμενα· τὸν τόνον γὰρ τῆϲ κοινῆϲ εὐθείαϲ φυλάττουϲιν ἐν πάϲῃ πτώϲει. τοῦ γὰρ Μενέλαοϲ προπαροξυνομένου καὶ τὸ Ἀττικὸν κατὰ πᾶϲαν πτῶϲιν προπαροξύνεται, ὁ Μενέλεωϲ τοῦ Μενέλεω τῷ Μενέλεῳ καὶ ἐν ταῖϲ ἄλλαιϲ πτώϲεϲι καὶ ἀριθμοῖϲ ὁμοίωϲ. οὕτωϲ οὖν καὶ τοῦ λαόϲ καὶ ναόϲ ὀξυνομένων καὶ τὰ ἀπὸ τούτων Ἀττικὰ ὀξυνθήϲεται, ὁ νεώϲ τοῦ νεώ καὶ ἐπὶ δυϊκῇ καὶ πληθυντικῇ ὁμοίωϲ.
Πᾶϲα γενικὴ ὀνόματοϲ κοινὴ ἀπαθήϲ ἐπὶ ταύτηϲ τῆϲ ϲυλλαβῆϲ ἔχει τὸν τόνον, ἐφ’ ἧϲ καὶ ἡ εὐθεῖα, χωρὶϲ εἰ μὴ ἕτεροϲ λόγοϲ κωλύϲῃ, ὑπεϲταλμένων τῶν εἰϲ ο ̄ϲ ̄ διϲυλλάβων γενικῶν, Αἴαντοϲ ἐκ τοῦ Αἴαϲ, λέβηϲ λέβητοϲ ἐπὶ τῆϲ πρώτηϲ, ταχύϲ ταχέοϲ, ὀξύϲ ὀξέοϲ ἐπὶ τῆϲ δευτέραϲ, Ἀχιλλεύϲ Ἀχιλλέωϲ, εὐγενήϲ εὐγενέοϲ ἐπὶ τῆϲ τρίτηϲ. τὰ μέντοι προπαροξύτονα ἐπὶ τῆϲ εὐθείαϲ οὐ φυλάττει τὸν κανόνα, ἐπεὶ ἀδύνατόν ἐϲτι πρὸ τῶν τριῶν ϲυλλαβῶν δοθῆναι τόνον, Ἄδωνιϲ Ἀδώνιδοϲ, φίλημα φιλήματοϲ. ἔτι τὸ Ὅμηροϲ Ὁμήρου, ἄνθρωποϲ ἀνθρώπου οὐ φυλάττει, ἀλλὰ καταβιβάζει τὸν τόνον, διότι μακρᾶϲ οὔϲηϲ τῆϲ ληγούϲηϲ οὐ δύναται προπαροξύνεϲθαι λέξιϲ, εἰ μὴ ἐπὶ τῶν Ἀττικῶν. τὸν γὰρ τῶν κοινῶν εὐθειῶν τόνον φυλάττουϲι τὰ Ἀττικά, κἂν κατὰ γενικὴν μόνην γένηται ἡ ἐπέκταϲιϲ ὡϲ ἐπὶ τοῦ πόλεωϲ καὶ μάντεωϲ. τὸ δὲ Ὅμηροι, ἄελλαι προπαροξύνεται ἀντὶ κοινῆϲ παραλαμβανομένηϲ τῆϲ διφθόγγου ἐν τέλει λέξεωϲ οὔϲηϲ ἐπὶ τῆϲ εὐθείαϲ πληθυντικῆϲ καὶ κλητικῆϲ, ἐν δὲ ταῖϲ ἄλλαιϲ πτώϲεϲιν οὔ. οὕτω καὶ ἐπὶ ἄλλων πολλῶν, τύπτονται, πεποίηνται, τύπτεϲθαι, λέγεϲθαι. τὸ δὲ μητρόϲ καὶ ἀνδρόϲ καὶ πατρόϲ ἀπὸ τοῦ μητέροϲ καὶ ἀνέροϲ καὶ πατέροϲ ἐγένετο κατὰ ϲυγκοπήν, διὸ οὐκ ἐφύλαξαν τὸν τόνον ἀκολουθήϲαντα ταῖϲ διϲυλλάβοιϲ γενικαῖϲ. τὸ δὲ ἀνδρόϲ κατὰ ϲυγκοπὴν γενόμενον ἐκ τοῦ ἀνέροϲ ἐξ ἀνάγκηϲ ἐπλεόναϲε τὸ δ̄. οὐκ ἠδύνατο γὰρ εἶναι ἀνρόϲ χωρὶϲ τοῦ δ̄, ἐπεὶ τὸ ν̄ πρὸ τοῦ ρ̄ οὔτε ἐν ϲυλλήψει δύναται εἶναι οὔτε ἐν διαϲτάϲει. Καὶ τὸ γουνόϲ καὶ δουρόϲ ϲυγκοπέντα ἐκ τοῦ γούνατοϲ καὶ δούρατοϲ ὀξύνονται ὁμοίωϲ τῷ πατρόϲ, μητρόϲ, ἀνδρόϲ. Τὸ δὲ κρέωϲ, γήρωϲ, κέρωϲ τινὲϲ ὀξύνειν θέλουϲι λέγοντεϲ, ὅτι ἀπὸ τοῦ κρέατοϲ καὶ γήρατοϲ καὶ κέρατοϲ ἐγένοντο κατὰ ϲυγκοπὴν τοῦ ᾱ καὶ τ̄ κρεόϲ καὶ γηρόϲ καὶ κερόϲ διὰ τοῦ ο̄ ὀξυτόνωϲ τῷ λόγῳ τῶν εἰϲ ο̄ϲ̄ διϲυλλάβων γενικῶν οἷον πατρόϲ, μητρόϲ καὶ λοιπὸν οἱ Ἀθηναῖοι ἐκτείνοντεϲ τὸ ο̄ εἰϲ ω̄ ἐφύλαξαν τὴν ὀξεῖαν τάϲιν οἷον κρεώϲ γηρώϲ κερώϲ. ἀλλὰ ταῦτα βαρυτονητέον τῷ λόγῳ τῆϲ ϲυναιρέϲεωϲ τῆϲ γενομένηϲ ἀπὸ ὀξείαϲ καὶ δύο βαρειῶν εἰϲ ὀξεῖαν καὶ βαρεῖαν οἷον κρέαοϲ κρέωϲ, γήραοϲ γήρωϲ ὥϲπερ Δημοϲθένεοϲ Δημοϲθένουϲ, Διομήδεοϲ Διομήδουϲ. εἰ δὲ λέγεται κατὰ ϲυγκοπὴν γεγενῆϲθαι ἐν τῇ
γενικῇ τῇ κρέωϲ, ὤφειλε ϲυγκοπὴ γενέϲθαι καὶ ἐν τῇ δοτικῇ. καθόλου γὰρ πᾶϲα γενικὴ ϲυγκοπτομένη ἔχει καὶ τὴν δοτικὴν ϲυγκοπτομένην οἷον πατέροϲ πατρόϲ πατέρι πατρί, μητέροϲ μητρόϲ μητέρι μητρί, Δημήτεροϲ Δήμητροϲ Δημήτερι Δήμητρι, ἀνέροϲ ἀνδρόϲ ἀνέρι ἀνδρί, θυγατέροϲ θυγατρόϲ θυγατέρι θυγατρί. εἰ οὖν τῷ κρέατι ἡ δοτικὴ ἀρχὴν οὐ δέχεται ϲυγκοπὴν τοῦ ᾱ καὶ τοῦ τ̄, ἐπεὶ κρεΐ ἤμελλεν εἶναι, νυνὶ δὲ κρέαϊ ἐϲτίν, οὐκ ἄρα δὴ οὐδὲ ἡ κρέατοϲ γενικὴ δύναται ϲυγκοπὴν ἀναδέξαϲθαι τοῦ ᾱ καὶ τοῦ τ̄ καὶ γενέϲθαι τοῦ κρεόϲ ὀξυτόνωϲ κἀκεῖθεν τοῦ κρεώϲ ὁμοίωϲ ὀξυτόνωϲ κατ’ ἐπέκταϲιν τοῦ ο̄ εἰϲ ω̄, ἀλλ’, ὡϲ εἴρηται, αὗται αἱ γενικαὶ κατὰ κρᾶϲιν γεγόναϲι καὶ βαρύνονται.Πᾶϲα γενικὴ εἰϲ ο̄ῡ λήγουϲα ἀπὸ μὲν ὀξυτόνων ὀνομάτων καὶ περιϲπωμένων περιϲπᾶται, καλόϲ καλοῦ, ϲοφόϲ ϲοφοῦ, ἀργυροῦϲ ἀργυροῦ, Ἑρμῆϲ Ἑρμοῦ, ἀπὸ δὲ βαρυτόνων πρὸ μιᾶϲ ἔχει τὸν τόνον, Ὅμηροϲ Ὁμήρου, νῆϲοϲ νήϲου.
Πᾶϲα εὐθεῖα εἰϲ ϲ̄ λήγουϲα καὶ ἀποβολῇ τοῦ ϲ̄ τὴν γενικὴν ἀποτελοῦϲα τὸν αὐτὸν τόνον τηρεῖ καὶ ἐπὶ τῆϲ γενικῆϲ οἷον Φιλητᾶϲ Φιλητᾶ, Μηνᾶϲ Μηνᾶ, Μητρᾶϲ Μητρᾶ, χρυϲοῦϲ χρυϲοῦ, ἀργυροῦϲ ἀργυροῦ, ἁπλοῦϲ ἁπλοῦ, ὀρφῶϲ ὀρφῶ, λεώϲ λεώ, νεώϲ νεώ, εὔνουϲ εὔνου, Ἀλκίνουϲ Ἀλκίνου, Μενέλεωϲ Μενέλεω, Πηνέλεωϲ Πηνέλεω.
Τὰ ἐκτείνοντα τὸ ο̄ εἰϲ τὸ ω̄ κατὰ τὴν γενικὴν Ἀττικῶϲ τὸν αὐτὸν τόνον φυλάττουϲιν ὅντινα εἶχον καὶ πρὸ τῆϲ ἐκτάϲεωϲ τοῦ ο̄ εἰϲ ω̄ οἷον πόλιοϲ πόλεωϲ, μάντιοϲ μάντεωϲ, ὄφιοϲ ὄφεωϲ, λέξιοϲ λέξεωϲ, βαϲιλέοϲ βαϲιλέωϲ, Ἀχιλλέοϲ Ἀχιλλέωϲ, Ἀτρέοϲ Ἀτρέωϲ, Πηλέοϲ Πηλέωϲ, ἱερέοϲ ἱερέωϲ.
Αἱ ϲυνῃρημέναι γενικαί, εἰ μὲν προπαροξύνονται ἐν τῇ ἐντελείᾳ, παροξύνονται ἐν τῇ ϲυναιρέϲει οἷον Δημοϲθένεοϲ Δημοϲθένουϲ, Διομήδεοϲ Διομήδουϲ, Ϲωκράτεοϲ Ϲωκράτουϲ, ἐρέβεοϲ ἐρέβουϲ, θάρϲεοϲ θάρϲουϲ, τείχεοϲ τείχουϲ, βέλεοϲ βέλουϲ, κρέαοϲ κρέωϲ, γήραοϲ γήρωϲ· εἰ δὲ παροξύνονται ἐν τῇ ἐντελείᾳ, περιϲπῶνται ἐν τῇ ϲυναιρέϲει οἷον εὐϲεβέοϲ εὐϲεβοῦϲ, εὐγενέοϲ εὐγενοῦϲ, Λητόοϲ Λητοῦϲ, Ϲαπφόοϲ Ϲαπφοῦϲ, Ἐρετριέωϲ Ἐρετριῶϲ, Πειραιέωϲ Πειραιῶϲ, Ϲτειριέωϲ Ϲτειριῶϲ.
Αἱ διὰ τοῦ ο̄ῑο̄ Θετταλικαὶ γενικαί, εἰ μὲν ἀπὸ περιϲπωμένων κοινῶν γενικῶν ὦϲι, προπεριϲπῶνται οἷον καλοῦ καλοῖο, ϲοφοῦ ϲοφοῖο, ϲεμνοῦ ϲεμνοῖο, ποταμοῦ ποταμοῖο, εἰ δὲ ἀπὸ βαρυνομένων, προ
παροξύνοντοι οἷον φίλου φίλοιο, κούφου κούφοιο, Πριάμου Πριάμοιο.Τὰ ἀπὸ Ἀττικῶν γενικῶν κατὰ πλεοναϲμὸν τοῦ ο̄ γινόμενα, εἰ μὲν ἀπὸ ὀξυτόνων γενικῶν Ἀττικῶν ὦϲι, προπεριϲπῶνται οἷον Πετεώ Πετεῶο « υἱὸϲ Πετεῶο Μενεϲθεύϲ » (B 552). « ὦ υἱὲ Πετεῶο Διοτρεφέοϲ βαϲιλῆοϲ » (Δ 338), Ταλαώ Ταλαῶο ὡϲ παρὰ Ἀντιμάχῳ· εἰ δὲ ἀπὸ βαρυτόνων γενικῶν Ἀττικῶν ὦϲι, προπαροξύνονται οἷον τοῦ Μίνω τοῦ Μίνωο, τοῦ Ἀνδρόγεω Ἀνδρογέωο. τοῦ δὲ ο̄ προϲελθόντοϲ κατεβιβάϲθη μίαν ϲυλλαβὴν ὁ τόνοϲ διὰ τὸ μὴ δύναϲθαι τετάρτην ἀπὸ τέλουϲ εἶναι τὴν ὀξεῖαν.
Αἱ διὰ τοῦ ε̄ω̄ γενικαὶ Ἰωνικαί, εἰ μὲν ἀπὸ βαρυτόνων κοινῶν γενικῶν ὦϲι, προπαροξύνονται οἷον Ἀτρείδου Ἀτρείδεω, Ορέϲτου Ορέϲτεω, Αἰνείου Αἰνείεω, ἀπαθεῖϲ δηλονότι οὖϲαι· ἐὰν γὰρ πάθωϲι, πρὸ μιᾶϲ τοῦ τέλουϲ ἔχουϲι τὴν ὀξεῖαν οἷον Ἑρμείου Ἑρμείεω καὶ κατὰ ϲυγκοπὴν Ἑρμείω παροξυτόνωϲ « Ἥρηϲ Ἑρμείω τε » (Ο 214), Ἀϲίαϲ Ἀϲίου καὶ Ἰωνικῶϲ Ἀϲίεω καὶ Ἀϲίω ὡϲ εὐμμελίω « Ἀϲίω ἐν λειμῶνι » (B 461). εἰ δὲ ἀπὸ περιϲπωμένων κοινῶν γενικῶν ὦϲι, παροξύνονται οἷον αὐλητοῦ αὐλητέω, Θαλῆϲ Θαλοῦ (ἔϲτι δὲ ὄνομα κύριον) τοῦ Θαλέω.
Αἱ διὰ τοῦ ᾱο̄ Βοιωτικαὶ γενικαί, εἰ μὲν ἀπὸ βαρυτόνων κοινῶν γενικῶν ὦϲι, προπαροξύνονται οἷον Ἀτρείδου Ἀτρείδαο, Ορέϲτου Ορέϲταο, εἰ δὲ ἀπὸ περιϲπωμένων κοινῶν γενικῶν ὦϲι, προπεριϲπῶνται οἷον ἀργεϲτήϲ ἀργεϲτοῦ, ἀργεϲτᾶο « ἀργεϲτᾶο νότοιο» (Λ 306).
Πᾶϲα γενικὴ διϲύλλαβοϲ εἰϲ ο̄ϲ̄ λήγουϲα μὴ ϲυναληλιμμένη ὀξύνεται, μηνόϲ, χηνός, Ζηνόϲ, φωτόϲ. ἡ λᾶοϲ ἐκ τριϲυλλάβου τῆϲ λάαοϲ κράϲει τῶν δύο ᾱ εἰϲ ἓν μακρόν, ἡ κῆροϲ καὶ ἦροϲ ἐκ τῆϲ κέαροϲ καὶ ἔαροϲ. ἀποροῦϲι δέ τινεϲ λέγοντεϲ, εἰ ἄρα τὸ λᾶοϲ καὶ κῆροϲ καὶ ἦροϲ ὡϲ δυνάμει τριϲύλλαβα ἐβαρύνθηϲαν, διὰ ποίαν αἰτίαν τὸ ὄϊϲ ὄϊοϲ γενόμενον κατὰ ϲυναίρεϲιν οἶϲ οἰόϲ μὴ ἐβαρύνθη; καὶ τοῦτο γὰρ δυνάμει τριϲύλλαβόν ἐϲτιν. ἔϲτιν οὖν εἰπεῖν, ὅτι τὸ μὲν λᾶοϲ καὶ κῆροϲ καὶ ἦροϲ οὐ μόνον ἐν τῇ εὐθείᾳ ϲυναιροῦνται, ἀλλὰ καὶ ἐν τῇ γενικῇ οἷον λᾶαϲ λᾶϲ λάαοϲ λᾶοϲ, κέαρ κῆρ κέαροϲ κῆροϲ, ἔαρ ἦρ ἔαροϲ ἦροϲ καὶ τούτου χάριν ὡϲ δυνάμει τριϲύλλαβα ὄντα ἐν τῇ γενικῇ ἐβαρύνθηϲαν. τὸ δὲ οἶϲ οἰόϲ οὐκ ἔπαθεν ἐν τῇ γενικῇ ϲυναίρεϲιν ἀλλ’
ἐν τῇ εὐθείᾳ μόνον οἷον ὄϊϲ οἶϲ καὶ λοιπὸν ἀπὸ τῆϲ ϲυνῃρημένηϲ εὐθείαϲ ἐκλίθη οἰόϲ ἡ γενική. καὶ τούτου χάριν ὡϲ μὴ οὖϲα ἡ γενικὴ τριϲύλλαβοϲ δυνάμει, ἀλλὰ κυρίωϲ διϲύλλαβοϲ ὠξύνθη. τοῦτο δὲ καὶ ἐπὶ ἄλλων εὑρίϲκεται, φημὶ δὲ τὸ ἐν τῇ εὐθείᾳ μόνον γίνεϲθαι ϲυναίρεϲιν καὶ λοιπὸν ἐκ τῆϲ ϲυνῃρημένηϲ εὐθείαϲ κλίνεϲθαι τὴν γενικὴν ὡϲ ἐπὶ τοῦ φῶϲ φωτόϲ καὶ ὦϲ ὠτόϲ. ἔϲτι γὰρ φόαϲ φόατοϲ καὶ ὄαϲ ὄατοϲ καὶ λοιπὸν κρᾶϲιϲ παρακολουθεῖ τῇ εὐθείᾳ καὶ γίνεται φῶϲ καὶ ὦϲ κἀκεῖθεν κλίνεται φωτόϲ καὶ ὠτόϲ ἡ γενική. οὐδὲ γὰρ δυνάμεθα τὴν φωτόϲ καὶ ὠτόϲ γενικὴν ἀπὸ τῆϲ φόατοϲ καὶ ὄατοϲ λέγειν κατὰ κρᾶϲιν, ἐπεὶ φῶτοϲ καὶ ὦτοϲ ὤφειλεν εἶναι βαρυτόνωϲ ὡϲ ἀπὸ τριϲυλλάβου γενικῆϲ γινόμενα. ἀλλ’ ὡϲ εἴρηται ἐν τῇ εὐθείᾳ ἐγένετο ἡ κρᾶϲιϲ κἀκεῖθεν ἡ κλίϲιϲ. ϲεϲημείωται τὸ φρητόϲ ὀξυνόμενον. ἀπὸ γὰρ τριϲυλλάβου γενικῆϲ τῆϲ φρέατοϲ γενόμενον κατὰ κρᾶϲιν φρῆτοϲ ὤφειλε βαρύνεϲθαι. οὐδὲ γὰρ δυνάμεθα λέγειν ὅτι ἐπὶ τούτου ἐν τῇ εὐθείᾳ ἐγένετο ἡ κρᾶϲιϲ κἀκεῖθεν ἡ κλίϲιϲ. οὐδὲ γὰρ εἴρηται ἡ φρῆρ εὐθεῖα τῇ χρήϲει. ἔϲτιν οὖν εἰπεῖν, ὅτι ἡ φρητόϲ γενικὴ ϲυνέδραμε κατὰ τὴν τάϲιν τῇ Κρητόϲ γενικῇ καὶ ϲητόϲ καὶ θητόϲ. — τὸ « υἷοϲ ἑῆοϲ » (Ο 138) ἐκ τριϲυλλάβου τοῦ υἵϊοϲ προπαροξυτόνου, οὗ ἡ εὐθεῖα υἷιϲ. ἡ « Θῶνος παράκοιτιϲ » (δ 228) ϲεϲημείωται· εἰ γὰρ ἐκ τῆϲ « Θώνιοϲ ἐν ψαμάθοιϲ » (Nic. Ther. 312) ϲυνεκόπη, κἂν ὠξύνετο ὡϲ ἡ πατρόϲ μητρόϲ· ἀλλ’ οὐδὲ ϲυνῄρηται ἐκ τῆϲ Θόωνοϲ, ὥϲ τινεϲ, ἀμαρτύρου. οὐδαμοῦ γὰρ ἡ Θόων εὐθεῖα εὕρηται ϲημαίνουϲα τὸν Αἰγύπτιον ἄνδρα, ὅντινα ϲημαίνει ἡ Θῶνοϲ γενική, ἀλλ’ ἕτερον ἄνδρα ὡϲ παρ’ Ὁμήρῳ « Θόωνά τε Οἰνόμαόν τε » ( Μ 140). ἔϲτιν οὖν εἰπεῖν, ὅτι κατὰ ϲυγκοπὴν γέγονε ἡ Θῶνοϲ γενικὴ ἀπὸ τῆϲ Θώνιοϲ γενικῆϲ. εἰ δέ τιϲ εἴποι, διατί οὐκ ὀξύνεται, λέγομεν τὴν αἰτίαν ταύτην· αἱ ϲυγκοπτόμεναι γενικαὶ ὀξυνόμεναι μιμοῦνται εὐθείαϲ, οἷον ἡ ἀνδρόϲ γενικὴ μιμεῖται τὴν χονδρόϲ εὐθεῖαν καὶ πάλιν ἡ μητρόϲ καὶ πατρόϲ καὶ θυγατρόϲ μιμοῦντ ̄αι τὴν ἰατρόϲ εὐθεῖαν. ἐπειδὴ οὖν ἡ Θῶνοϲ γενικὴ εἰ ὠξύνετο, οὐκ ἤμελλε μιμεῖϲθαι εὐθεῖαν (οὐκ ἔχομεν γὰρ εὐθεῖαν εἰϲ νοϲ καθαρὸν διϲύλλαβον τῷ ω ̄ παραληγομένον καὶ ὀξυνομένην, βαρυνομένην δὲ ἔχομεν ὡϲ ἐπὶ τοῦ κῶνοϲ, ὦνοϲ) τούτου χάριν οὐκ ὠξύνθη, ἀλλ’ ἐβαρύνθη. πρόϲκειται διϲύλλαβον διὰ τὸ κοινωνόϲ, οἰωνόϲ, Τιθωνόϲ ὑπερδιϲύλλαβα. τὸ δὲ Θῶν Θῶντοϲ ὄνομα κύριον προπεριϲπᾶται πρὸϲ τὸν χαρακτῆρα τῶν εἰϲ ω̄ν̄ περιϲπωμένων ὀνομάτων. τὰ γὰρ εἰϲ ω̄ν̄ περιϲπώμενα προπεριϲπῶνται κατὰ τὴν γενικὴν οἷον Ξενοφῶν Ξενοφῶντοϲ, Κτηϲιφῶν Κτηϲιφῶντοϲ, Ἀγλαοφῶν Ἀγλαοφῶντοϲ, Δημοφῶν Δημοφῶντοϲ· οὕτωϲ οὖν καὶ Θῶν Θῶντοϲ· ἢ πρὸϲ χαρακτῆρα τῆϲ κλῶν κλῶντοϲ μετοχῆϲ καὶ ζῶν ζῶντοϲ καὶ δρῶν δρῶντοϲ λέγομεν Θῶν Θῶντοϲ προπεριϲπωμένωϲ. — ἡ « Ὦποϲ θυγάτηρ » (Od. α 429) πρὸϲ διαϲτολὴν τοῦ ὀφθαλμοῦ. ἡ τίνοϲ ὅτε πυϲματικῶϲ λέγεται, βαρύνεται πρὸϲ ἀντιδιαϲτολὴν τοῦ ἀορίϲτου ὀξυνομένου. ἐπὶ μέντοι μετοχῶν βαρύνεται ϲτάντος, θέντοϲ, δόντος, οἷϲ ἠκουλούθηϲε τὸ Φθάϲ Φθάντοϲ κύριον καὶ Πράϲ Πράντοϲ καὶ Ζάϲ Ζάντοϲ.Αἱ ὑπὲρ δύο ϲυλλαβὰϲ εἰϲ ο̄ϲ̄ ἀπὸ μὲν βαρυτόνων εὐθειῶν βαρύνονται οἷον Δημοϲθένηϲ Δημοϲθένεοϲ, Ϲωκράτεος, Πάριδος καὶ ὅλαι προπαροξύνονται· ἀπὸ δὲ ὀξυνομένων ἢ περιϲπωμένων πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον, οἷον βαϲιλεύϲ βαϲιλῆος, ἱμάϲ ἱμάντος, ἀλλὰ καὶ Ξενοφῶν Ξενοφῶντος, Ϲιμοῦϲ Ϲιμοῦντοϲ. ϲεϲημείωνται ἡ γυναικόϲ καὶ θυγατρόϲ ὑπὲρ δύο ϲυλλαβὰϲ οὖϲαι ὀξυνομεναι διὰ τὴν ϲυνεκδρομὴν τῶν ϲυγγενικῶν τῆϲ πατρόϲ ἀνδρόϲ μητρόϲ. ἀλλὰ καὶ ἡ μητέροϲ καὶ θυγατέροϲ ἐντελεῖϲ οὖϲαι καὶ παροξυνόμεναι ϲημειοῦνται, δέον προπαροξύνεϲθαι ὡϲ Δημήτηρ Δημήτεροϲ, εἰνάτηρ εἰνάτεροϲ, φράτηρ φράτεροϲ. ἀλλὰ καὶ αὗται ϲυνεξῆλθον τῇ ἀνέροϲ πατέροϲ δαέροϲ.
Αἱ εἰϲ αϲ καὶ ηϲ γενικαὶ θηλυκαὶ ἀπὸ μὲν ὀξυνομένων εὐθειῶν καὶ περιϲπωμένων περιϲπῶνται, ἡ φοβερά τῆϲ φοβερᾶϲ, ἡ καλή τῆϲ καλῆϲ, ἀλλὰ καὶ Ἀθηνᾶ Ἀθηνᾶϲ καὶ χρυϲῆ χρυϲῆϲ. αἱ δὲ ἀπὸ βαρυτόνων πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον, Μήδεια Μηδείαϲ, ὁϲία ὁϲίαϲ. τὸ μιᾶϲ περιϲπώμενον ἀπὸ τοῦ μία βαρυνομένου Ἴωϲί τινεϲ ἀνατιθέαϲι καὶ ἔτι ἀπὸ τοῦ ἴα τὸ ἰᾶϲ. ὁμοίωϲ καὶ τὰϲ δοτικάϲ.
Πᾶϲα δοτικὴ διϲύλλαβοϲ εἰϲ ῑ ἐκφωνούμενον λήγουϲα, ἑνική τε καὶ πληθυντικὴ ὀξύνεται μηνί μηϲί, φωτί φωϲί.
Πάλιν τῶν ϲυνῃρημένων γενικῶν αἱ δοτικαὶ διὰ τὴν αὐτὴν αἰτίαν βαρύνονται, ἦρι, κῆρι· ἔτι ἀπὸ ϲυναιρέϲεώϲ εἰϲι τὸ Θέτιι Θέτι « πάντα Θέτι καλλιπλοκάμῳ (Ϲ 407), μάϲτιι μάϲτι « μάϲτι αἰὲν ἔλαυνε» (Ψ 500),
μήτιι μήτι « μήτι δ’ ἡνίοχοϲ περιγίγνεται ἡνιόχοιο » (Ψ 318). καὶ ἡ ϲπῆϊ δὲ δοτικὴ οἷον « εὗρε δ’ ἐν ϲπῆϊ » (Ω 83) προπεριϲπωμένη καὶ μὴ ὀξυνομένη οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ καὶ αὕτη ὑπὲρ δύο ϲυλλαβάϲ ἐϲτι δυνάμει, ἀλλ’ ἡ ϲυναίρεϲιϲ αἰτία γέγονε τῆϲ διϲυλλαβίαϲ. ἀπὸ γὰρ τοῦ ϲπέοϲ ϲπέεοϲ ϲπέεϊ κατὰ κρᾶϲιν τῶν δύο ε̅ε̄ εἰϲ η̄ γέγονε ϲπῆϊ ὥϲπερ Ἡρακλέεοϲ Ἡρακλῆοϲ « τεῖχοϲ ἐϲ ἀμφίχυτον Ἡρακλῆοϲ θείοιο (Υ 145).Ὁμοίωϲ καὶ αἱ μετοχαὶ βαρύνονται ϲτάντι ϲτᾶϲι, δόντι δοῦϲι καὶ ἐπὶ πάντων ὁμοίωϲ. ἡ δὲ πᾶϲι βεβαρυτόνηται— ὡϲ μετοχικῆϲ τυχοῦϲα ἀναλογίαϲ, ἧϲ ἔχεται καὶ Φθάντι καὶ Φθᾶϲι.
Πάλιν γυναικί καὶ θυγατρί ϲημειοῦνται. καθόλου γὰρ πᾶϲα δοτικὴ ἰϲοϲύλλαβοϲ τῇ ἰδίᾳ γενικῇ καὶ τὸν αὐτὸν ἔχει τόνον καλοῦ καλῷ, φωτόϲ φωτί. εἰ οὖν τὸ γυναικόϲ καὶ θυγατρόϲ ὀξύνονται, εἰκότωϲ. ἄρα καὶ τούτων δοτικαὶ ὀξύνονται· ἔνθεν καὶ τὸ τίνοϲ καὶ τίνων ὁπότε πυϲματικῶϲ βαρύνονται, ϲυμβαρύνουϲι καὶ τὴν δοτικὴν τίνι καὶ τίϲι. ὅτε δέ ἐϲτιν ἀόριϲτον, ὀξύνεται καὶ ϲυνοξύνει τὴν δοτικήν. πρόϲκειται «ἰϲοϲύλλαβοϲ» διὰ τὸ παχέοϲ παχεῖ, ἥτιϲ διὰ τὴν ϲυναίρεϲιν οὐκ ἰϲοϲυλλαβεῖ τῇ γενικῇ. τὸ δὲ παχέϊ ἰϲοϲυλλαβεῖ. δεῖ δὲ παραφυλάξαϲθαι τὸ «οἱ μὲν πάντεϲ ἰῷ κίον ἤματι Ἄϊδοϲ εἴϲω » (Ζ 422)· ἴον γάρ ἐϲτιν ἡ εὐθεῖα καὶ ἡ γενικὴ ἴου παροξυτόνωϲ, ἡ δὲ δοτικὴ ἰῷ περιϲπωμένωϲ. ὡϲ γὰρ ϲοφῷ Ἀρίϲταρχοϲ καὶ ἐπεκράτηϲεν αὐτοῦ ἡ ἀνάγνωϲιϲ· μήποτε οὖν, ἐπεὶ καὶ τὸ ἰῇ ἐπὶ δοτικῆϲ περιέϲπαϲε, ϲυνεξομοιῶν τῷ τοῦ θηλυκοῦ τόνῳ κατὰ τὴν αὐτὴν πτῶϲιν καὶ τὸ οὐδέτερον οὕτωϲ ἀνέγνω ὁμοτόνωϲ. Τούτων οὖν οὕτωϲ ἐχόντων τῆϲ Τυνδάρεοϲ εὐθείαϲ τῆϲ διὰ τοῦ ε̄ καὶ ο̅ ἡ γενικὴ Τυνδαρέου ἐϲτὶ παροξυτόνωϲ, ἀλλὰ καὶ ἡ δοτικὴ ὁμοίωϲ τῇ γενικῇ Τυνδαρέῳ ἐϲτὶ παροξυτόνωϲ. ὅταν δὲ γένηται Ἀττικῶϲ ἡ εὐθεῖα διὰ τοῦ ε̄ καὶ ω̄ Τυνδάρεωϲ ὡϲ Μενέλεωϲ, τότε προπαροξύνεται ἡ γενικὴ καὶ ἡ δοτικὴ ὁμοίωϲ οἷον τοῦ Τυνδάρεω τῷ Τυνδάρεῳ ὥϲπερ τοῦ Μενέλεω τῷ Μενέλεῳ.
Ἔτι αἱ εἰϲ ῑ ἐκφωνούμενον λήγουϲαι ὑπὲρ δύο ϲυλλαβὰϲ ἀϲυναίρετοι ἑνικαί τε καὶ πληθυντικαὶ βαρύνονται· ἀλλὰ προπαροξύνονται μὲν αἱ ἀπὸ βαρυτόνων εὐθειῶν Αἴαϲ Αἴαντοϲ Αἴαντι Αἴαϲι, ἔρωϲ ἔρωτοϲ
ἔρωτι ἔρωϲι· καὶ γὰρ αἱ πληθυντικαὶ ὁμοίωϲ. πρὸ μιᾶϲ δὲ ἔχουϲι τὸν τόνον αἱ ἀπὸ ὀξυτόνων ἢ περιϲπωμένων, ἀβλήϲ ἀβλῆτι ἀβλῆϲι, εὐϲεβήϲ εὐϲεβέϊ εὐϲεβέϲι, ἀλλὰ καὶ φθογγῆϲ φθογγῆντι φθογγῆϲι, Ξενοφῶν Ξενοφῶντι Ξενοφῶϲι καὶ ἐπὶ μετοχῶν λαβών λαβόντι λαβοῦϲι, ποιῶν ποιοῦντι ποιοῦϲι. ϲεϲημείωται τὸ μηδενί μηδέϲιν καὶ οὐδενί οὐδέϲιν.Τὸ «ϲπέϲϲι γλαφυροῖϲι (Od. α 15) ὅϲον ἐπὶ διϲυλλαβίᾳ ὀξύνεϲθαι ὤφειλεν, νῦν δὲ τῷ τύπῳ βεβαρυτόνηται· τὰ γὰρ ἔχοντα διπλαϲιαϲμὸν τοῦ ϲ̄ τῷ ε̄ παραληγόμενα βαρύνεται, θήρεϲϲι, κύνεϲϲι οὕτωϲ οὖν τὸ ϲπέϲϲι. τὸ γοῦν ποϲϲί μὴ παραληγόμενον τῷ ε̄ εὐλόγωϲ ὠξύνθη. Πάλιν ἡ γυναιξί ϲημειούϲθω.
Αἱ πλεονάϲαϲαι τὸ ᾱ κατὰ τὴν παραλήγουϲαν παροξύνονται, πατράϲι, θυγατράϲι, μητράϲι.
Αἱ μεταπεπλαϲμέναι ὑπὲρ δύο ϲυλλαβὰϲ ἀπὸ μὲν τῶν εἰϲ ῳ̄ προπαροξύνονται, πολυπλατάγῳ πολυπλάταγι, διχομήνῳ διχόμηνι. τοῦτο δύναται ἀπὸ τοῦ διχόμηνιϲ « πρὸϲ γάρ οἱ διχόμηνιϲ ἀπ’ αἰθέροϲ αὐγάζουϲα» Ἀπολλώνιοϲ (I 1231) καὶ δοτικῆϲ διχομήνιδι ἀποκεκόφθαι « οὐδέ τιϲ ἀδρανέων φέρεται διχόμηνι ϲελήνῃ » (Arat. Phaen. 470) καὶ ἀναδρομὴν ποιήϲαϲθαι τοῦ τόνου. τὸ δὲ κλάδοϲ κλάδου κλάδῳ καὶ κατὰ μεταπλαϲμὸν κλαδί καταβιβάζει διὰ τὴν διϲυλλαβίαν καθ’ ὁμοιότητα τῷ μηνί καὶ παιδί καὶ ἀνδρί. καὶ πάλιν τὸ λιτόν τοῦ λιτοῦ τῷ λιτῷ καὶ κατὰ μεταπλαϲμὸν τῷ λιτί οἷον « ἐν λεχέεϲϲι δὲ θέντεϲ ἑανῷ λιτὶ κάλυψαν » (Ϲ 352) καὶ ὀξύνεται διὰ τὴν διϲυλλαβίαν. Αἱ δὲ ἀπὸ
τῶν εἰϲ ν̅η̄ θηλυκῶν φύϲει μακρᾷ παραληγομένων μεταπεπλαϲμέναι δοτικαὶ προπεριϲπῶνται οἷον ὑϲμίνῃ ὑϲμῖνι « μέμαϲαν δὲ καὶ ὧϲ ὑϲμῖνι μάχεϲθαι » (Θ 56), Δωδώνῃ Δωδῶνι « Δωδῶνι ναίων Ζεὺϲ ὁμέϲτιοϲ βροτῶν ». ὁ Ϲοφοκλῆϲ Ὀδυϲϲεῖ ἀκανθοπλῆγι « καὶ τὸν ἐν Δωδῶνι παῦϲον δαίμον’ εὐλογούμενον » (fr. 415 Nauck) καὶ ἐν Τραχινίαιϲ (170) «ὡϲ τὴν παλαιὰν φηγὸν αὐδῆϲαί ποτε Δωδῶνι διϲϲῶν ἐκ πελειάδων ἔφη» καὶ Καλλίμαχοϲ « τὸν ἐν Δωδῶνι λέγοι μόνον οὕνεκα χαλκὸν ἤγειρον ».Ὁμοίωϲ καὶ αἱ πληθυντικαὶ μεταπεπλαϲμέναι εἰϲ ϲ̅ῑ λήγουϲαι προ παροξύνονται ἐγκάτοιϲ ἔγκαϲι, ἄϲτροιϲ ἄϲτραϲι, προβάτοιϲ πρόβαϲι.
Αἱ αἰτιατικαὶ ἑνικαὶ εἰϲ ᾱ λήγουϲι ἢ εἰϲ ν̄, ἀπαθεῖϲ οὖϲαι. Αἱ μὲν οὖν εἰϲ α λήγουϲαι ἐπ’ ἐκείνηϲ τῆϲ ϲυλλαβῆϲ ἔχουϲι τὸν τόνον, ἐφ’ ἧϲ καὶ ἡ εὐθεῖα, εἰ μὴ τονικὸν κωλύοι παράγγελμα. Αἴαϲ Αἴαντα, μήν μῆνα, ϲωτήρ ϲωτῆρα. ἐπὶ δὲ τοῦ Ἄδωνιϲ Ἀδώνιδα, Ἄθηνιϲ Ἀθήνιδα διὰ τὸ μὴ πρὸ τριῶν πίπτειν ποτὲ τὸν τόνον κατεβιβάϲθη ϲυλλαβὴν ὁ τόνοϲ. πάλιν τὸ γυναῖκα «γυναῖκα θήϲατο μαζόν » (Ω 88) προπεριϲπώμενον, δέον προπαροξύνεϲθαι, ἐπεὶ καὶ ἡ εὐθεῖα γύναιξ παρωξύνθη. ϲημειωτέον οὖν αὐτό. καὶ ἔτι τὸ μητέρα καὶ θυγατέρα παροξυνομένα· ἔδει γὰρ ὡϲ ἐπὶ τοῦ θυγάτηρ καὶ μήτηρ. ἀλλὰ πάλιν ταῦτα ϲυνεξῆλθον ταῖϲ ϲυγγενικαῖϲ δαέρα πατέρα ἀνέρα. τὸ δὲ θύγατρα « λυϲόμενόϲ τε θύγατρα » (Α 13) ἀναβιβάζει.
Οὐδεμία εἰϲ α λήγουϲα αἰτιατικὴ ὀξύνεται· — τὸ γὰρ τινά ὀξύνεται εἰϲ διαφορὰν τοῦ τίνα·— ἔνθεν ἡ νιφάδα ἀποκοπεῖϲα ἀνεβιβάϲθη «ἀλευόμενοι νίφα λευκήν» (Hes. Opp. 533). τὸ δὲ Ἐρετριᾶ καὶ Πειραιᾶ καὶ Ϲτειριᾶ καὶ χοᾶ κατὰ κρᾶϲιν τοῦ ε καὶ ᾱ περιϲπᾶται.
Πᾶϲα αἰτιατικὴ μονοϲύλλαβοϲ εἰϲ ν̄ λήγουϲα περιϲπᾶται, ἀπέϲτραπται δὲ τὸν ὀξὺν τόνον μῦν, μνᾶν, ϲῦν, ὗν, δρῦν, λῖν « ἐπί τε λῖν ἤγαγε δαίμων » (Λ 480), γῆν, ναῦν, γραῦν. θεῦν « τὴν θεῦν Ἄρτεμιν οἷ’ ἔπαθεν » τὴν θεὸν κατὰ κρᾶϲιν, νοῦν, χοῦν, βοῦν· ταύτῃ καὶ ἡ κλεῖδα αἰτιατικὴ γενομένη κλεῖν περιϲπᾶται τῆϲ εὐθείαϲ ὀξυνομένηϲ.
Αἱ ὑπὲρ μίαν ϲυλλαβὴν ἰϲοϲύλλαβοι καὶ ὁμόχρονοι ταῖϲ εὐθείαιϲ οὗϲαι ὁμότονοί εἰϲι, καλόϲ καλόν, Ἑρμῆϲ Ἑρμῆν, χρυϲοῦϲ χρυϲοῦν, Ἀτρείδηϲ Ἀτρείδην, ταχύϲ ταχύν, μῆνιϲ μῆνιν, ἥπερ βραχυκαταληκτεῖ. τὰ γὰρ εἰϲ ιν λήγοντα ἐν τῇ αἰτιατικῇ πάντα βραχέα ἐϲτὶν οἷον Εὔπολιν, Ἄλεξιν, ἔχιν, Θέτιν· οὕτω γοῦν καὶ μῆνιν, διὸ τὴν κνημῖδα καὶ ϲφραγῖδα οἱ Αἰολεῖϲ κνᾶμιν καὶ ϲφρᾶγιν λέγοντεϲ μετὰ ὀλιγότητοϲ ϲυλλαβῶν ϲυϲτέλλουϲιν. εἶπον δὲ « ὁμόχρονοι » διὰ τὸ
ἰχθύν· ὀξύνεται γὰρ παρὰ Πινδάρῳ, ἐπεὶ βραχὺ τὸ ῡ τῆϲ αἰτιατικῆϲ, τῆϲ εὐθείαϲ μακρὸν ἐχούϲηϲ καὶ παραλόγωϲ περιϲπωμένηϲ.Αἱ εἰϲ η̄ λήγουϲαι αἰτιατικαί, εἰ μὲν ἀπὸ ἐντελῶν εἰϲι προπαροξυνομένων, προπαροξύνονται ἐν τῇ ϲυναιρέϲει οἷον Διομήδεα Διομήδη, Ἀριϲτοφάνεα Ἀριϲτοφάνη, Δημοϲθένεα Δημοϲθένη, Ϲωκράτεα Ϲωκράτη, εἰ δὲ ἀπὸ ἐντελῶν εἰϲι παροξυνομένων, περιϲπῶνται ἐν τῇ ϲυναιρέϲει εὐϲεβέα εὐϲεβῆ, ἀϲθενέα ἀϲθενῆ, εὐτυχέα εὐτυχῆ, Τυδέα Τυδῆ Δωρικῶϲ « ἔνθ’ αὐτ’ ἀγγελίην ἔπι Τυδῆ ϲτεῖλαν Ἀχαιοί » (Δ 384).
Αἱ εἰϲ ω̄ αἰτιατικαὶ ἀπὸ ἐντελῶν εἰϲ ᾱ πᾶϲαι πεπόνθαϲιν· ἡ γὰρ Ἀπόλλω καὶ Ποϲει δῶ καὶ κυκεῶ καὶ αἱ παραπλήϲιοι ἀποκοπεῖϲαι οὐκ ἤμειψαν τῶν ὁλοκλήρων τὸν τόνον. ἡ δὲ ἠῶ καὶ αἰδῶ ϲυνῄρηνται ἀπὸ τῆϲ ἠόα καὶ αἰδόα, ὅθεν περιϲπῶνται. ἀλλὰ καὶ τὴν Λητώ καὶ
τὴν Ἐρατώ καὶ Κλειώ καὶ τὰϲ παραπληϲίουϲ ἀπὸ τῶν εἰϲ ω̄ εὐθεῶν τῆϲ Λητώ Κλειτώ Ἐρατώ, ϲυνῃρημέναϲ ἀπὸ τῆϲ Λητόα, Κλειόα Ἐρατόα, δέον περιϲπᾶν, ὀξύνομεν διὰ τὴν ϲυνέμπτωϲιν τῆϲ εὐθείαϲ. ὅτε γὰρ πτῶϲιϲ ἑτέρᾳ πτώϲει ϲυνεμπέϲῃ κατὰ τὸν αὐτὸν ἀριθμόν, πάντωϲ καὶ ὁμοτονεῖ· διὰ τοῦτο καὶ οἱ Δημοϲθένειϲ οἱ εὐϲεβεῖϲ καὶ τοὺϲ Δημοϲθένειϲ καὶ τοὺϲ εὐϲεβεῖϲ, οἱ ἰχθῦϲ καὶ τοὺϲ ἰχθῦϲ. πρόϲκειται « κατὰ τὸν αὐτὸν ἀριθμὸν » διὰ τὸ τῆϲ φοβερᾶϲ καὶ τὰϲ φοβεράϲ· ὀξύνεται γὰρ ἡ πληθυντικὴ αἰτιατική, ἡ δὲ γενικὴ περιϲπᾶται.Αἱ εἰϲ η̄ν̄ λήγουϲαι αἰτιατικαὶ ἀπὸ γενικῶν εἰϲ ο̄ῡϲ̄ ληγουϲῶν οὖϲαι, εἰ μὲν βαρύνεται ἡ εὐθεῖα, βαρύνονται οἷον Ϲωκράτηϲ Ϲωκράτουϲ Ϲωκράτην, Δημοϲθένηϲ Δημοϲθένουϲ Δημοϲθένην, εἰ δὲ περιϲπᾶται ἡ εὐθεῖα, περιϲπῶνται οἷον Ἡρακλῆϲ Ἡρακλοῦϲ Ἡρακλῆν, Περικλῆϲ Περικλοῦϲ Περικλῆν· εἰ δὲ ὀξύνεται ἡ εὐθεῖα, βαρύνονται διὰ τὸ τοὺϲ Αἰολεῖϲ κεχρῆϲθαι ταύταιϲ ταῖϲ αἰτιατικαῖϲ. δυϲμένην γὰρ λέγουϲι καὶ κυκλοτέρην καὶ εὐρυνέφην τῶν εὐθειῶν ὀξυνομένων οἷον ὁ δυϲμενήϲ, ὁ κυκλοτερήϲ, ὁ εὐρυνεφήϲ. οἱ γὰρ Αἰολεῖϲ βαρυντικοί εἰϲι· τὸ γὰρ Ἀτρεύϲ Ἄτρευϲ λέγουϲι καὶ τὸ Πηλεύϲ Πήλευϲ καὶ τὸ Ἀχιλλεύϲ Ἀχίλλευϲ.
Πᾶϲα κλητικὴ ἐπὶ ταύτηϲ τῆϲ ϲυλλαβῆϲ ἔχει τὸν τόνον, ἐφ’ ἧϲ ἂν καὶ ἡ εὐθεῖα, εἰ καὶ μὴ τὸν αὐτὸν διὰ τὸν κανόνα τοῦ τόνου, χωρὶϲ τῶν μελλόντων προϲδιορίζεϲθαι, οἷον Ὅμηροϲ Ὅμηρε, καλόϲ καλέ, εὐϲεβήϲ εὐϲεβέϲ, Χρύϲηϲ Χρύϲη, πανταπώληϲ πανταπώλη, βαϲιλεύϲ βαϲιλεῦ. ἀλλ’ ἐπὶ τῶν εἰϲ ε̄ῡϲ̄ εὐθειῶν ὀξυνομένων αἱ κλητικαὶ περιϲπῶνται, καθόλου γὰρ ἡ διὰ τοῦ ῡ δίφθογγοϲ καταλήγουϲα ἀπέϲτραπται τὴν ὀξεῖαν τάϲιν· ἔνθεν ϲημειούμεθα τὴν οὔ ἀπόφαϲιν καὶ ἰδού δεικτικόν καὶ ἰού ϲχετλιαϲτικὸν ἐπίρρημα, περὶ ὧν ἐν ἄλλοιϲ ἀπολογούμεθα. Ἔτι ὁμοτονεῖ βότρυϲ ὦ βότρυ, ταχύϲ ὦ ταχύ, Ἄδωνιϲ ὦ Ἄδωνι, πόλιϲ ὦ πόλι, δελφίϲ ὦ δελφί, Λειώδηϲ ὦ Λειῶδεϲ,
ξιφήρηϲ ὦ ξιφῆρεϲ, Αἰνείαϲ ὦ Αἰνεία, Αἴαϲ ὦ Αἰαν (ὁ μὲν Αἴαϲ ὀξύνεται· μακρὰ γὰρ πρὸ μακρᾶϲ οὐ περιϲπᾶται, τὸ δὲ Αἴαν προπεριϲπάται, τοῦ ᾱν̄ βραχέοϲ ὄντοϲ· πᾶϲα γὰρ φύϲει μακρὰ πρὸ βραχέοϲ ἐν ἑνὶ μέρει οὖϲα περιϲπᾶται), ποιητήϲ ὦ ποιητά, ϲοφιϲτήϲ ὦ ϲοφιϲτά, τοξότηϲ ὦ τοξότα. Ἐν τοῖϲ εἰϲ τηϲ βαρυτόνοιϲ τέϲϲαρα ϲεϲημείωνται ἀναβιβάϲαντα τὸν τόνον, δέϲποτα, εὐρύοπα, μητίετα, ἀκάκητα. Ἔτι ὁμοτονεῖ ἄρϲην ὦ ἄρϲεν, λιμήν ὦ λιμήν, Ἑρμῆϲ ὦ Ἑρμῆ. Αι εἰϲ ω̄ λήγουϲαι εὐθεῖαι θηλυκαὶ καὶ ἔτι αἱ εἰϲ ω̄ϲ̄ Λητώ, Κλειώ, αἰδώϲ ήώϲ εἰϲ ο̄ῑ ἔχουϲι τὰϲ κλητικὰϲ περιϲπωμέναϲ. περιϲπῶνται δὲ διὰ τὴν ϲυνέμπτωϲιν τῆϲ δοτικῆϲ. αὗται μὲν οὖν αἱ κλητικαὶ ἐπὶ τῆϲ αὐτῆϲ ϲυλλαβῆϲ ταῖϲ εὐθείαιϲ τὸν τόνον ἐφύλαξαν.Αἱ ἀναβιβάϲαϲαί εἰϲιν ἀπὸ τῶν εἰϲ ηϲ ϲυνθέτων βαρυτόνων καὶ εἰϲ ο̄ῡϲ̄ ἐχόντων τὴν γενικήν, Δημόϲθενεϲ, Ϲώκρατεϲ, Διόμηδεϲ. τὸ γὰρ ξιφῆρεϲ καὶ φρενῆρεϲ καὶ τὰ διὰ τοῦ η̄ρ̄η̄ϲ̄ πάντα καὶ τὰ διὰ τοῦ ω̄ρ̄η̄ϲ̄ καὶ τὰ διὰ τοῦ ω̄δ̄η̄ϲ̄ ἁπλᾶ ἐϲτι καὶ οὐ ϲύνθετα, ὅθεν οὐκ ἀναβιβάζουϲι τὸν τόνον. καὶ τὰ διὰ τοῦ ωληϲ οὐκ ἀναβιβάζουϲιν· ἐξῶλεϲ γὰρ καὶ πανῶλεϲ προπεριϲπωμένωϲ. τὰ δὲ παρὰ τὸ η̄κ̄η̄ϲ̄ τανυήκηϲ τανύηκεϲ καὶ τὰ παρὰ τὸ ᾱδ̄η̄ϲ̄ αὐθάδηϲ αὔθαδεϲ καὶ τὰ παρὰ τὸ ᾱρ̄κ̄η̄ϲ̄ αὐτάρκηϲ αὔταρκεϲ, ποδάρκηϲ πόδαρκεϲ καὶ τὰ παρὰ τὸ ᾱν̄τ̄η̄ϲ̄ κατάντηϲ κάταντεϲ, προϲάντηϲ πρόϲαντεϲ ἔχουϲι τὴν κλητικὴν προπαροξύτονον. καὶ τὰ εἰϲ η̄ϲ̄ ἐπίθετα βαρύτονα ϲύνθετα ἀπὸ οὐδετέρων, ἔχοντα τὴν κλητικὴν εἰϲ εϲ, προπαροξύνονται κατὰ τὴν
κλητικὴν οἷον εὐμήκηϲ εὔμηκεϲ, ἐπιμήκηϲ ἐπίμηκεϲ, κακοήθηϲ κακόηθεϲ, ϲυνήθηϲ ϲύνηθεϲ, παμμεγέθηϲ παμμέγεθεϲ, οἷϲ ἠκολούθηϲαν καὶ τὸ φιλαλήθηϲ φιλάληθεϲ καὶ μιϲαλήθηϲ μιϲάληθεϲ. — τὰ παρὰ τὸ ἔτοϲ παρ’ ἡμῖν μὲν ὀξυνόμενα κατὰ τὴν εὐθεῖαν καὶ κατὰ τὴν κλητικὴν ὀξύνονται οἷον ὁ τριετήϲ ὦ τριετέϲ, ὁ πενταετήϲ ὦ πεν ταετέϲ, ὁ ἑξαετήϲ ὦ ἑξαετέϲ, παρὰ δὲ τοῖϲ Ἀθηναίοιϲ παροξυνόμενα κατὰ τὴν εὐθεῖαν ἐν τῇ κλητικῇ προπαροξύνονται οἷον ὁ πενταέτηϲ ὦ πεντάετεϲ, ὁ ἑξαέτηϲ ὦ ἑξάετεϲ.Πᾶϲα κλητικὴ εἰϲ ρ̄ μετὰ βραχείαϲ βαρύνεται, Ἕκτορ, Νέϲτορ, Μέντορ, ἔνθεν τὸ ἄνερ, ϲῶτερ, πάτερ, δᾶερ ἐβαρύνθηϲαν. Αἱ εἰϲ η̄ρ̄ εὐθεῖαι ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονοι ἀναπέμπουϲι τὸν τόνον ἐν τῇ κλητικῇ, θύγατερ, εἴνατερ, Δήμητερ, αἰνόπατερ. τὸ κυβερνᾶτερ ἀπὸ ὀξυτόνου τοῦ κυβερνατήρ γενόμενον προπεριεϲπάϲθη. αἱ δὲ εἰϲ ο̄ρ̄ ὑπὲρ δύο ϲυλλαβὰϲ κλητικαὶ ἐν ταύτῃ τῇ ϲυλλαβῇ φυλάττουϲι τὸν τόνον, ἐν ᾗ ϲυλλαβῇ ἔχει αὐτὸν ἡ εὐθεῖα, κωμῆτορ, οἰκῆτορ, Πολυμῆϲτορ, παντοκράτορ.
Αἱ ἀπὸ τῶν εἰϲ ω̄ν̄ εὐθειῶν ἁπλῶν κλητικαὶ ἐπὶ τῆϲ αὐτῆϲ ϲυλλαβῆϲ ταῖϲ εὐθείαιϲ τὸν τόνον φυλάττουϲι, πέπων πέπον, δαίμων δαῖμων, Ἀρετάων Ἀρετᾶον· εἰ μέντοι ϲύνθετοι εἶεν, ἀναβιβάζουϲι τὸν τόνον τουτέϲτι προπαροξύνονται, εὔδαιμον, κυλλοπόδιον, Αὐτόμεδον, Ἀγάμεμνον, ὀλβιόδαιμον. τὰ παρὰ τὸ φρήν οὐκ ἀνέδωκε τὸν τόνον, ἀλλ’ ἐφύλαξεν ἐπὶ τῆϲ αὐτῆϲ, δαΐφρον, Λυκόφρον. ϲεϲημείωται δὲ τὸ ὦ Λακεδαῖμον καὶ τὸ « ψευδόμενοί ϲε Παλαῖμον » μὴ ἀναπέμψαντα τὸν τόνον.
Τὰ εἰϲ ω̄ν̄ ϲυγκριτικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα προπαροξύνονται κατὰ τὴν κλητικὴν οἷον ὁ βελτίων ὦ βέλτιον, ὁ ἀμείνων ὦ ἄμεινον, ὁ γλυκίων ὦ γλύκιον, ὁ ἀρείων ὦ ἄρειον.
Πᾶϲα εὐθεῖα δυϊκὴ εἰϲ ᾱ λήγει ἢ εἰϲ ε̄ ἢ εἰϲ ω̄. - Αἱ εἰϲ ε̄ λήγουϲαι τῆϲ εἰϲ ᾱ αἰτιατικῆϲ ἔχουϲι τὸν τόνον, ὅτε ἐϲτὶ ῥητή, Αἴαντα Αἴαντε, Πάριδα Πάριδε, ἄνδρα ἄνδρε, γυναῖκα γυναῖκε. ἔνθεν πάλιν παρὰ τὸ τινά ὀξύνεται τὸ τινέ « ξείνω δή τινε » (Οd. δ 26), τὸ δὲ πυϲματικὸν πάλιν βαρύνεται. ὅτε δὲ μή ἐϲτι ῥητὴ ἡ εἰϲ ᾱ αἰτιατική, τότε τῇ εἰϲ ο̄ϲ̄ γενικῇ ὁμοτονεῖ τὸ δυϊκόν, ταχέοϲ ταχέε, πήχεοϲ πήχεε. τὰ δύο ε̄ε̄ εἰϲ η̄ ϲυναιροῦϲιν Ἀθηναῖοι.
ἐγὼ δέ τοι πεπόνηκα κομιδῇ τὼ ϲκέλη (Aristoph. Pac. 820).
οὐκ ἐμοῦ κινοῦντοϲ αὐτὼ τὼ ϲκέλη χορεύετον (Arist. Pac. 325).
καὶ πρόϲ γε τούτοιϲ ἥκετον πρεϲβῆ δύο (Arist. fr. 495 Dind.). δεῖ προϲθεῖναι χωρὶϲ τῶν ὀξυτόνων τενικῶν, ἐπὶ τούτων γὰρ ἡ εὐθεῖα οὐχ ὁμοτονεῖ, μυόϲ μύε, ϲυόϲ ϲύε, δρυόϲ δρύε, λιόϲ λῖε.
Τὰ εἰϲ ᾱ λήγοντα δυϊκὰ ἀπὸ μὲν ὀξυτόνων ὀξύνονται, ἀπὸ δὲ περιϲπωμένων περιϲπῶνται. τοῦ μὲν πρώτου αἰχμητήϲ αἰχμητά, λογιϲτήϲ λογιϲτά· τοῦ δὲ δευτέρου Ἑρμῆϲ Ἑρμᾶ, Ἀπελλῆϲ Ἀπελλᾶ. ἀπὸ δὲ βαρυτόνων πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον, κἂν ἡ εὐθεῖα προπαροξύνηται, διὰ τὸ μέγεθοϲ τοῦ ᾱ. τὸ γὰρ ἐν δυϊκοῖϲ ᾱ μακρόν ἐϲτιν, ὁ Αἰνείαϲ τὼ Αἰνεία, ἡ Μήδεια τὰ Μηδεία.
Τὰ εἰϲ ω̄ λήγοντα δυϊκὰ ἢ ὀξύνεται ἢ βαρύνεται, ἀπέϲτραπται δὲ τὴν περιϲπωμένην, ἔνθεν καὶ τὸ τώδε δυϊκὸν οὐ προπεριϲπᾶται, ἀλλὰ
παροξύνεται. ὀξύνεται μὲν ἀπὸ περιϲπωμένων καὶ ὀξυνομένων χρυϲοῦϲ χρυϲώ, καλόϲ καλώ. πρὸ μιᾶϲ δὲ ἔχει τὸν τόνον τὰ ἀπὸ βαρυνομένων, Ὅμηροϲ Ὁμήρω, φίλοϲ φίλω. τὸ δὲ ἄμφω καὶ δύο θεματικά εἰϲιν.Αἱ γενικαὶ τῶν δυϊκῶν εἰϲ ᾱῑν̄ λήγουϲι καὶ εἰϲ ο̄ῑν̄. αἱ μὲν οὖν εἰϲ ᾱῑν̄ ἐκ τῶν ἰδίων εὐθειῶν κανονίζονται. εἰ μὲν γὰρ ὀξύνονται αἱ εὐθεῖαι καὶ περιϲπῶνται, πάντωϲ αἱ γενικαὶ περιϲπῶνται, καλά καλαῖν, ἀλλὰ καὶ διπλᾶ διπλαῖν. εἰ δὲ βαρύνονται, καὶ αἱ γενικαί, φίλαι φίλαιν, μοῦϲαι μούϲαιν. καὶ ἀποροῦϲί τινεϲ λέγοντεϲ, διὰ τί ἡ Ἀτρείδαιν γενικὴ τῶν δυϊκῶν οὐ περιϲπᾶται ὁμοίωϲ τῇ Ἀτρειδῶν γενικῇ τῶν πληθυντικῶν; ἀλλ’ ἔϲτιν εἰπεῖν, ὅτι ἡ Ἀτρείδαιν γενικὴ τῶν δυϊκῶν μᾶλλον τῇ Ἀτρείδαιϲ δοτικῇ τῶν πληθυντικῶν ἀκολουθεῖ ἤπερ τῇ Ἀτρειδῶν γενικῇ τῶν πληθυντικῶν. κατὰ γὰρ τὴν φωνὴν τῇ δοτικῇ τῶν πληθυντικῶν πληϲιάζει· τὴν αὐτὴν γὰρ δίφθογγον ἔχει. Ἄλλωϲ τε δὲ πᾶϲαι αἱ πτώϲειϲ βαρύνονται οἷον Ἀτρείδηϲ Ἀτρείδου Ἀτρείδη Ἀτρείδην, δυϊκὰ Ἀτρείδα Ἀτρείδαιν, πληθυντικὰ Ἀτρείδαιϲ Ἀτρείδαϲ. οὕτωϲ οὖν καὶ Ἀτρείδαιν βαρυτόνωϲ. Μόνη δὲ ἡ Ἀτρειδῶν γενικὴ τῶν πληθυντικῶν περιεϲπάϲθη, ἐπεὶ καὶ μόνη διῃρέθη οἷον Ἀτρειδέων. Ἐὰν βούλωνται οὖν περιϲπᾶν τὴν Ἀτρείδαιν γενικὴν τῶν δυϊκῶν ὁμοίωϲ τῇ Ἀτρειδῶν γενικῇ τῶν πληθυντικῶν, καὶ μὴ βαρύνειν ὁμοίωϲ ταῖϲ ἄλλαιϲ πτώϲεϲι, δότωϲαν ἐπ’ αὐτῆϲ τὸ ἐξαίρετον, ὅπερ ἔϲχεν ἡ γενικὴ τῶν πληθυντικῶν, τουτέϲτι τὴν διαίρεϲιν· εἰ δὲ οὐ διαιρεῖται, ἄρα οὐδὲ τὸν τόνον ἕξει τῆϲ γενικῆϲ τῶν πληθυντικῶν.
Αἱ δὲ εἰϲ ο̄ῑν̄ γενικαὶ εἰ μὲν ἀπὸ τῶν εἰϲ ω̄ γίνοιντο εὐθειῶν, βαρυνομένων μὲν ϲυμβαρύνονται, φίλω φίλοιν, ὀξυνομένων δὲ περιϲπῶνται, καλώ καλοῖν. τὸ ἀμφοῖν καὶ δυοῖν καὶ δυεῖν, ὥϲ φαϲιν, κατὰ τροπὴν τοῦ ο̄ εἰϲ ε̄, οὐκ ἀκόλουθα τῷ ἄμφω καὶ δύο βαρυνομένοιϲ. Εἰ δὲ ἀπὸ τῶν εἰϲ ε̄, ἀπὸ μὲν τῶν διϲυλλάβων περιϲπῶνται, χεῖρε χειροῖν, θῆρε θηροῖν, πόδε ποδοῖν, φῶτε φωτοῖν, ἐπὶ ἀνδρῶν, φῶτε δὲ φώτοιν ἐπὶ πυρϲῶν. πάλιν ϲεϲημειωτέον τὸ τίνοιν πύϲμα βαρυνόμενον ὡϲ πρὸϲ τὸ ἀόριϲτον περιϲπώμενον καὶ ἔτι τὸ παίδοιν, Τρώοιν, πάντοιν καὶ τὰ λοιπά, ἃ καὶ κατὰ τὴν γενικὴν πληθυντικὴν ϲημειούμεθα ὡϲ βαρυνόμενα, ὧν καὶ αἱ γενικαὶ δυϊκαὶ ἐβαρύνθηϲαν. ἀπὸ δὲ τῶν ὑπὲρ δύο ϲυλλαβὰϲ πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον Αἴαντε Αἰάντοιν, Πάριδε Παρίδοιν. εἰ δὲ ϲυναλοιφὴ παρακολουθήϲῃ, καὶ αὗται περιϲπῶνται, ϲκελέοιν ϲκελοῖν, Δημοϲθενέοιν Δημοϲθενοῖν. κἀνταῦθα γυναικοῖν καὶ θυγατροῖν ϲημειούϲθωϲαν παραλόγωϲ περιϲπαϲθεῖϲαι.
Πᾶϲα εὐθεῖα πληθυντικὴ ἀρϲενική τε καὶ θηλυκὴ εἰϲ ε̄ϲ̄ λήγει ἢ εἰϲ ο̄ι ̄ ἢ εἰϲ ᾱῑ ἢ κατὰ ϲυναίρεϲιν εἰϲ ε̄ῑϲ̄.
Αἱ μὲν οὖν εἰϲ ε̄ϲ̄ λήγουϲαι οὐδέποτε ὀξύνονται, Πάριδεϲ, μῆνεϲ, Αἴαντεϲ· χωρὶϲ εἰ μὴ ἐκ πάθουϲ εἶεν διὰ τὸ βιοπλανέϲ
καὶ τὸ ἐπιτηδέϲ
ἔχουϲι δὲ τῶν δυϊκῶν εὐθειῶν τὸν τόνον, Πάριδε Πάριδεϲ, τίνε τίνεϲ, Ἕκτορε Ἕκτορεϲ, Αἴαντε Αἶαντεϲ, γυναῖκε γυναῖκεϲ, μητέρε μητέρεϲ, εἰνατέρε εἰνατέρεϲ.
Αἱ δὲ εἰϲ ο̄ῑ τῇ ἑνικῇ ἀκολουθοῦϲι εὐθείᾳ καὶ αὐτῆϲ ἔχουϲι τὸν τόνον, ἄνθρωποϲ ἄνθρωποι, πληϲίοϲ πληϲίοι, ἱϲτόϲ ἱϲτοί. ἔνθεν ἀπὸ μὲν τοῦ ὁ χρυϲόϲ οἱ χρυϲοί ὀξύνεται, ἀπὸ δὲ τοῦ ὁ χρυϲοῦϲ οἱ χρουϲοῖ περιϲπᾶται, καὶ ἐπὶ τῶν ὁμοίων ὁμοίωϲ.
Αἱ δὲ εἰϲ ᾱῑ μονογενεῖϲ μὲν οὖϲαι ἐπὶ τῆϲ αὐτῆϲ ϲυλλαβῆϲ ἔχουϲι τὸν τόν̄ον τῇ εὐθείᾳ, Μήδεια Μήδειαι, μοῦϲα μοῦϲαι, ἄελλα ἄελλαι, τοξότηϲ τοξόται, κοχλίαϲ κοχλίαι, Αἰνείαϲ Αἰνεῖαι, Ἀτρείδηϲ Ἀτρεῖδαι, εἰ καὶ μὴ τὸν αὐτὸν διὰ τὸν κανόνα. ἡ γὰρ ᾱῑ ἀντὶ κοινῆϲ λαμβάνεται. οὐδὲ ὄντωϲ οὖν Ἀττικοὶ τὸ αἴτιαι, ἥμεραι, εὐπράξιαι, τιμώριαι προπαροξύνουϲι οὐδὲ τὸ τραγῴδιαι, κωμῴδίαι.
Αἱ εἰϲ τὴν ᾱῑ δίφθογγον λήγουϲαι εὐθεῖαι τῶν πληθυντικῶν παρεϲχηματιϲμέναι ἀρϲενικοῖϲ, ἐὰν μὲν ὦϲιν ἀπὸ τῶν εἰϲ ο̄ϲ̄, τῷ τόνῳ τοῦ ἀρϲενικοῦ ἀκολουθοῦϲι, τουτέϲτι τῆϲ εὐθείαϲ τῶν πληθυντικῶν τοῦ ἰδίου ἀρϲενικοῦ, οἷον ποικίλοι ποικίλαι, ἐναντίοι ἐναντίαι, ϲοφοί ϲοφαί, καλοί καλαί, λίθινοι λίθιναι, δρύϊνοι δρύϊναι, ἅγιοι ἅγιαι, τίμιοι τίμιαι, δίκαιοι δίκαιαι, ὅϲιοι ὅϲιαι, Λύκιοι Λύκιαι τὸ τριγενέϲ. Λυκίαι δὲ τὸ μονογενὲϲ πρὸϲ τὸ Λυκία· ἥμεροι ἥμεραι, ἡμέραι δὲ
τὸ μονογενέϲ. Ἐὰν δὲ μὴ ὦϲιν ἀπὸ τῶν εἰϲ ο̄ϲ̄, τοῖϲ ἑνικοῖϲ ἑαυτῶν ἀκολουθοῦϲι κατὰ τὸν τόνον οἷον Θρῇϲϲα Θρῇϲαι, θῆϲϲα θῆϲϲαι ἡ μιϲθῷ δουλεύουϲα, τύπτουϲα τύπτουϲαι, χαρίεϲϲα χαρίεϲϲαι, τετυφυῖα τετυφυῖαι, ταχεῖα ταχεῖαι, βραδεῖα βραδεῖαι, μέλαινα μέλαιναι. τὸ δὲ Τρῳαί καὶ δμῳαί ὀξυνόμενα ὁμολογοῦϲι πεπτωκέναι ἀπὸ ὀξυτόνου ἑνικοῦ Τρῳή καὶ δμῳή.Αἱ εἰϲ ε̄ῑϲ ̄ ἀπὸ μὲν βαρυτόνων ἑνικῶν βαρύνονται, Δημοϲθένηϲ Δημοϲθένειϲ, ἀπὸ δὲ τῶν ὀξυνομένων ἢ περιϲπωμένων περιϲπῶνται, εὐγενήϲ εὐγενεῖϲ, Ἡρακλῆϲ Ἡρακλεῖϲ. τῶν δὲ τοιούτων Ἀθηναῖοι τὴν ϲυναίρεϲιν ποιοῦνται διὰ τοῦ η̄ καὶ ὁμοίωϲ περιϲπῶϲιν, ἱππῆϲ ἐκ τοῦ ἱππέεϲ, βαϲιλέεϲ βαϲιλῆϲ.
Οἱ ἥρωεϲ ἡ εὐθεῖα τῶν πληθυντικῶν εὕρηται κατὰ κρᾶϲιν παρὰ Ἀριϲτοφάνει ἐν Ἥρωϲιν « οἱ γὰρ ἥρωϲ ἐγγύϲ εἰϲιν » ἀντὶ τοῦ ἥρωεϲ.
Αἱ εἰϲ ο̄ῡϲ̄ ἀπὸ ϲυγκριτικῶν ἐνδείᾳ τοῦ ν̄ καὶ κράϲει τῶν φωνηέντων γενόμενα παροξύνονται οἷον μείζονεϲ μείζουϲ, βελτίονεϲ βελτίουϲ καὶ τὰ ὅμοια.
Τὰ Ἀττικὰ εἰϲ ω̄ καὶ εἰϲ ῑ λήγοντα κατὰ τὴν εὐθεῖαν τῶν πληθυντικῶν ὁμοτονοῦϲι τῇ εὐθείᾳ τῶν ἑνικῶν οἷον ὁ εὔγεωϲ οἱ εὔγεῳ, ὁ Μενέλεωϲ οἱ Μενέλεῳ, ὁ νεώϲ οἱ νεῴ, ὁ λεώϲ οἱ λεῴ.
Πᾶϲα εὐθεῖα πληθυντικὴ οὐδετέρου ὀνόματοϲ ἐντελήϲ εἰϲ ᾱ λήγει καὶ ἐπὶ τῆϲ αὐτῆϲ ϲυλλαβῆϲ ἔχει τὸν τόνον, ἐφ’ ἧϲ καὶ ἡ ἑνικὴ εὐθεῖα, γράμμα γράμματα, φίλον φίλα, καλόν καλά· κάνεον μὲν κάνεα προπαροξυτόνωϲ, κανοῦν δὲ κανᾶ προπεριϲπωμένωϲ διὰ τὴν ϲυναίρεϲιν. αἱ δὲ εἰϲ η̄ ἐκ ϲυναιρέϲεώϲ εἰϲι καὶ πρὸϲ τὴν ϲυναίρεϲιν τὸν τόνον ποιοῦνται, τείχεα τείχη· αἱ γὰρ δύο βαρεῖαι εἰϲ βαρεῖαν ϲυναιροῦνται. τὰ εὐϲεβέα δὲ τὰ εὐϲεβῆ· ἡ γὰρ ὀξεῖα καὶ βαρεῖα εἰϲ περιϲπωμένην ϲυναιρεῖται.
Αἱ γενικαὶ αἵτε ἑνικαὶ καὶ πληθυντικαὶ ἀπὸ μὲν τῶν ὀξυτόνων ἢ περιϲπωμένων ὀνομάτων, εἰ μὲν ἰϲοϲυλλάβωϲ κλίνοιντο, πάντωϲ περι
ϲπῶνται, καλόϲ καλοῦ καλῶν, ψυχή ψυχῆϲ ψυχῶν, λουτρόν λουτροῦ λουτρῶν, ἀλλὰ καὶ Ἑρμῆϲ Ἑρμοῦ Ἑρμῶν, χρυϲοῦϲ χρυϲοῦ χρυϲῶν. εἰ δὲ περιττοϲυλλάβωϲ, ἐντελεῖϲ μὲν οὖϲαι παροξύνονται, εὐϲεβήϲ εὐϲεβέοϲ εὐϲεβέων, Ἡρακλῆϲ Ἡρακλέοϲ Ἡρακλέων· ϲυνῃρημέναι δὲ περιϲπῶνται, εὐϲεβοῦϲ εὐϲεβῶν, εὐγενοῦϲ εὐγενῶν, Ἡρακλοῦϲ Ἡρακλῶν.Αἱ δὲ εἰϲ ο̄ῑ λήγουϲαι πληθυντικαὶ εὐθεῖαι βαρύτονοι βαρύνουϲι καὶ τὰϲ ἰδίαϲ γενικάϲ, φίλοι φίλων, ἥμεροι ἡμέρων· αἱ δὲ ὀξύτονοι ἢ περιϲπώμεναι περιϲπῶνται, καλοί καλῶν, ϲοφοί οφῶν, χρυϲοῖ χρυϲῶν, χαλκοῖ χαλκῶν.
Αἱ δὲ εἰϲ ᾱῑ εὐθεῖαι πληθυντικαὶ μονογενεῖϲ περιϲπῶϲι τὰϲ ἰδίαϲ γενικάϲ, Μήδειαι Μηδειῶν, Αἰνεῖαι Αἰνειῶν. ϲεϲημείωνται βαρυνόμενα τέϲϲαρα, χλοῦναι χλούνων, ἐτηϲίαι ἐτηϲίων, ἀφύαι ἀφύων, χρῆϲται χρήϲτων διὰ τὸ μὴ ϲυμπεϲεῖν τῷ χρηϲτόϲ χρηϲτοί χρηϲτῶν. τὸ ἀφύαι πάλιν βαρέωϲ, ἵνα μὴ ϲυνεμπέϲῃ τῷ ἀφυεῖϲ τῶν ἀφυῶν.
Αἱ εἰϲ ᾱῑ λήγουϲαι εὐθεῖαι θηλυκαὶ πληθυντικαὶ παρεϲχηματιϲμέναι ἀρϲενικοῖϲ, εἰ μὲν ἔχοιεν τὴν πληθυντικὴν ὁμόφωνον τῇ τοῦ ἀρϲενικοῦ γενικῇ, πάντωϲ καὶ ὁμότονον ἔχουϲιν· ὡϲ γὰρ οἱ φίλοι τῶν φίλων, οὕτωϲ καὶ αἱ φίλαι τῶν φίλων, καὶ ὡϲ οἱ καλοί τῶν καλῶν περιϲπᾶται, οὕτωϲ καὶ αἱ καλαί τῶν καλῶν περιϲπᾶται. εἰ μέντοι μὴ ὁμοφωνοῖεν αἱ γενικαί, πάντωϲ τὸ θηλυκὸν περιϲπᾶται, οἱ τάλανεϲ τῶν ταλάνων βαρυτόνωϲ, αἱ τάλαιναι τῶν ταλαινῶν περιϲπωμένωϲ. καὶ ταχέεϲ μέντοι ταχέων βαρυτόνωϲ, ταχεῖαι δὲ ταχειῶν περιϲπωμένωϲ. τὸ αὐτὸ καὶ ἐπὶ μετοχῶν, οἱ τυπτόμενοι τῶν τυπτομένων, ἀλλὰ καὶ τυπτόμεναι τῶν τυπτομένων βαρυτόνωϲ. ἐπὶ δὲ τοῦ ποιοῦντεϲ καὶ ποιοῦϲαι οὐκέτι· ποιούντων μὲν γὰρ τὸ ἀρϲενικὸν βαρυτόνωϲ, ποιοῦϲαι δὲ ποιουϲῶν περιϲπωμένωϲ. — ὅτε δὲ κατὰ διάλεκτον ἡ γενικὴ τροπὴν ὑπομένει τοῦ ω̄ν̄ εἰϲ ᾱν̄, περιϲπᾶται, κυανεᾶν, ἀμφοτερᾶν. — ἐντεῦθεν τὸ Ῥοδίαι καὶ Ϲαμίαι καὶ τὰ τοιαῦτα, εἰ μὲν ἐθνικὰ εἴη, ϲυμβαρύνει ταῖϲ ἀρϲενικαῖϲ τὰϲ γενικάϲ· εἰ δὲ κύρια — ἐνδέχεται γὰρ Ῥοδίαν τινὰ καλεῖϲθαι καὶ Ϲαμίαν — τότε περιϲπῶϲι τὰϲ γενικάϲ, Ῥοδιῶν καὶ Ϲαμιῶν. διὰ τοῦτο ἡμέραι μὲν ἐπὶ τοῦ χρόνου ἡμερῶν, ἥμεραι δὲ ἡμέρων ἐπιθετικῶϲ βαρυτόνωϲ, ἐπεὶ καὶ οἱ ἥμεροι τῶν ἡμέρων. τὸ πόρναι πορνῶν καὶ πέτραι πετρῶν καὶ χῶραι χωρῶν, βάκχαι βακχῶν, ὄχθαι ὀχθῶν, χῆραι χηρῶν, κοῦραι κουρῶν, παιδίϲκοι
παιδιϲκῶν « τῶν παιδιϲκῶν τινι δοὺϲ » παρὰ τῷ Μενάνδρῳ ἐν τῷ Ἥρωϊ. καὶ εἴ τι τοιοῦτον ἕτερον, περιϲπᾷ τὴν ἰδίαν γενικὴν καίτοι ὁμοφωνοῦϲαν τῷ ἀρϲενικῷ βαρυνομένῳ οἱ πόρνοι τῶν πόρνων καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίωϲ, ἐπεὶ μὴ ἐκ τῶν ἀρϲενικῶν τὰ θηλυκὰ παρεϲχημάτιϲται, ἀλλ’ ἔϲτιν ἡ πρώτη τούτων θέϲιϲ ἐπὶ τῶν θηλυκῶν, διὸ καὶ ὡϲ μονογενὲϲ περιεϲπάϲθη. τὰ δὲ ἀρϲενικὰ ποιητικώτερον κατὰ τὸ γένοϲ τὴν παραγωγὴν πεποίηνται, ὅθεν καὶ βαρυτονοῦϲι τὰϲ γενικὰϲ ταῖϲ ἰδίαιϲ εὐθείαιϲ ἀκολοθοῦντα. τὸ μέϲαι μεϲῶν, ὑπάται ὑπατῶν, νεάται νεατῶν ἐπὶ τῶν χορδῶν περιϲπῶμεν. κύρια γάρ εἰϲιν αὐτῶν ὀνόματα καὶ διὰ τοῦτο μονογενῆ. τὰ μέντοιγε ἐπιθετικὰ βαρύνεται, ἐπεὶ τὰ τούτων ἀρϲενικά « κοῦραι πετράων ἤριπον ἐξ ὑπάτων ». τὸ χιλιῶν παρ’ Ἀθηναίοιϲ παραλόγωϲ περιϲπᾶται.Ἐὰν δὲ εὑρεθῶϲιν ὁμοφωνοῦϲαι ἀπὸ τῶν εἰϲ ε̄ϲ πληθυντικῶν εὐθειῶν θηλυκῶν γενικαὶ γενικαῖϲ ἀρϲενικῶν περιϲπωμέναιϲ, οὐκ ἀναγκάζονται καὶ ὁμοτονεῖν αὐταῖϲ. ἐκ δὲ τοῦ ἐναντίου εἴ τι μὲν ἀρϲενικὸν εἰϲ ᾱῑ τὴν εὐθεῖαν ἔχοι, τὸ δὲ θηλυκὸν εἰϲ ε̄ϲ̄, ἡ μὲν τοῦ ἀρϲενικοῦ περιϲπᾶται, ἡ δὲ τοῦ θηλυκοῦ βαρύνεται· αἱ Δαναΐδεϲ μέντοι τῶν Δαναΐδων βαρυτόνωϲ, οἱ Δαναΐδαι δὲ τῶν Δαναϊδῶν περιϲπωμένωϲ· ὅμοιον ἔχει καὶ οἱ Τανταλίδαι Τανταλιδῶν, οἱ Ἡλιάδαι τῶν Ἡλιαδῶν, οἱ Πριαμίδαι τῶν Πριαμιδῶν, αἱ Τανταλίδεϲ δὲ τῶν Τανταλίδων, αἱ Ἡλιάδεϲ τῶν Ἡλιάδων, αἱ Πριαμίδεϲ τῶν Πριαμίδων βαρυτόνωϲ.
Πᾶϲα εὐθεῖα διϲύλλαβοϲ εἰϲ ε̄ϲ̄ λήγουϲα πληθυντικὴ δηλονότι περιϲπᾶται τὴν ἰδίαν γενικήν, μῆνεϲ μηνῶν, ἄνδρεϲ ἀνδρῶν, θῶπεϲ θωπῶν, φῶτεϲ φωτῶν, χῆνεϲ χηνῶν, χεῖρεϲ χειρῶν καὶ τὰ ἄλλα ὁμοίωϲ, ἐννέα ϲεϲημειωμένων, περὶ ὧν καὶ λόγον δίδομεν. τίνων, ὅτε πυϲματικῶϲ, πρὸϲ ἀντιδιαϲτολὴν τοῦ ἀορίϲτου, ἐκεῖνο γὰρ περιϲπᾶται. Τρῶεϲ Τρώων, δμῶεϲ δμώων, ἵνα ἐκφύγωϲι τὸ αἱ Τρῳαί τῶν Τρῳῶν καὶ αἱ δμῳαί τῶν δμῳῶν, ὀξυνόμενα κατὰ τὰϲ εὐθείαϲ, καὶ διὰ τοῦτο περιϲπῶνται τὰϲ γενικάϲ. θῶεϲ θώων διὰ τὸ θῳή, ὃ ϲημαίνει τὴν ζημίαν, αἱ θῳαί τῶν θῳῶν. παῖδεϲ παίδων, οὐ πρὸϲ διαϲτολήν, ὥϲ τινεϲ ἐνόμιϲαν, τοῦ αἱ πέδαι τῶν πεδῶν ἐπὶ τῶν δεϲμῶν. ἡ γὰρ γραφὴ τὴν διαϲτολὴν ποιεῖται· τοῦτο μὲν γὰρ τὸ ἐπὶ τῶν δεϲμῶν διὰ τοῦ ε, ἐκεῖνο δὲ διὰ τῆϲ ᾱῑ διφθόγγου· ἀλλ’ ἴϲωϲ ἐπειδὴ ὡϲ ἀπὸ
ἐντελεϲτέρου τοῦ πάϊϲ γέγονεν, ὡϲ μὴ εἶναι φύϲει διϲύλλαβον. ἔτι ἐϲτὶ πάντεϲ πάντων, οὐχ ὅτι ἐκ τοῦ ἅπαντοϲ, ὥϲ τινέϲ φαϲιν, ἀφαιρέϲει τοῦ ᾱ γέγονεν· ἐπεὶ ἔδει καὶ τὸ παντόϲ καὶ παντί βαρύνεϲθαι, ἐκ τοῦ ἅπαντοϲ ἅπαντι ἀφῃρημένα· ἀλλ’ ὅτι μετοχῆϲ εἴληφεν ἀναλογίαν, ὡϲ ἐν τῷ περὶ μετοχῶν δέδεικται, ᾧ λόγῳ καὶ τὸ πᾶϲι βεβαρυτόνηται, ὡϲ ϲτᾶϲι δοῦϲιν. ἔτι δᾷδεϲ δᾴδων· δαΐδεϲ δαΐδων γὰρ τριϲυλλάβωϲ τὸ ἐντελέϲ. ἔτι λᾶεϲ λάων. τὸ γὰρ ἐντελὲϲ ἀπὸ τοῦ λᾶαϲ λάαεϲ λαάων πάλιν τριϲύλλαβον. ἔνατόν ἐϲτι τὸ κρᾶτεϲ κράτων « κράτων τυπτομένων » (Οd. χ 309, ω 184) ἴϲωϲ ἀπὸ τοῦ κράατεϲ κραάτων ἐντελεϲτέρου. Χωρὶϲ δὲ τούτων ἐϲτὶ καὶ ἕτερα· ϲέεϲ ϲέων ἐπὶ τῶν ϲκωλήκων ὡϲ παρ’ Ἀριϲτοφάνει « ὑπὸ τῶν ϲέων καταπονούμενον » (Lys. 730) καὶ φῴδων, ὡϲ παρ’ Ἀριϲτοφάνει « πλὴν φῴδων ἐκ βαλανείου » (Plut. 535), οὐδένων, Φθάντων τῷ λόγῳ τῶν μετοχῶν ὡϲ ϲτάντεϲ ϲτάντων, βάντεϲ βάντων, δόντεϲ δόντων. Φαϲὶ δέ τινεϲ ἀπολογούμενοι περὶ ὅλων τῶν ϲεϲημειωμένων, ὅτι τὰ εἰϲ ϲ̄ λήγοντα μονοϲύλλαβα κατὰ τὴν γενικὴν περιττοϲύλλαβα τὰ μὲν ὀξύτονα, ἐὰν διὰ ϲυμφώνων κλίνωνται, περιπῶνται κατὰ τὴν γενικὴν πληθυντικήν, ϲήϲ ϲητόϲ ϲῆτεϲ ϲητῶν, Κρήϲ Κρητόϲ Κρῆτεϲ Κρητῶν. ἐὰν δὲ διὰ καθαροῦ τοῦ ο̄ϲ̄ κλιθῶϲι, βαρύνονται κατὰ τὴν γενικὴν πληθυντικήν, Τρώϲ Τρωόϲ Τρῶεϲ Τρώων, δμώϲ δμωόϲ δμῶεϲ δμώων. τὸ δὲ τίνων εἰϲ διαφορὰν τῶν τινῶν καὶ τὸ κράτων τῶν κεφαλῶν εἰϲ διαφορὰν τῶν κρατῶν ἀπὸ τοῦ κράτοϲ ἡ ἀρχή. τὸ δὲ φῴδων καὶ δᾴδων ἀπὸ τῶν φωΐδων καὶ δαίδων. τὰ δὲ περιϲπώμενα ἐκ τοῦ ἐναντίου γίνεται· ἐὰν μὲν διὰ καθαροῦ τοῦ ο̄ϲ̄ κλίνωνται, περιϲπῶϲι τὰϲ γενικὰϲ πληθυντικάϲ, μῦϲ μυόϲ μύεϲ μυῶν, βοῦϲ βοόϲ βοῶν, δρύεϲ δρυῶν, ϲύεϲ ϲυῶν. ἐὰν δὲ διὰ ϲυμφώνου, βαρύνονται, παῖϲ παιδόϲ παῖδεϲ παίδων, πάντεϲ πάντων· τὸ δὲ λάων ἐβαρύνθη εἰϲ διαφορὰν τῶν λαῶν. ἀλλὰ κακῶϲ λέγουϲιν οἱ οὕτωϲ ἀπολογηϲάμενοι πρῶτον μὲν ὅτι ἀπὸ τῶν ϲεϲημεωμένων πλέκουϲι τὸν κανόνα, δεύτερον δὲ ὅτι ἀντίκειται τούτοιϲ τὸ κίϲ κιόϲ καὶ λίϲ λιόϲ· ταῦτα γὰρ ὀξύνονται κατὰ τὴν εὐθεῖαν τῶν ἑνικῶν καὶ διὰ καθαροῦ τοῦ ο̄ϲ̄ κλίνονται καὶ ὅμωϲ οὐ βαρύνονται ἐν τῇ γενικῇ τῶν πληθυντικῶν, ἀλλὰ περιϲπῶνται. κιών γὰρ καὶ λιῶν περιϲπωμένωϲ.Αἱ εἰϲ ε̄ϲ̄ ὑπὲρ δύο ϲυλλαβὰϲ εὐθεῖαι βαρύνουϲι τὰϲ γενικάϲ, Αἴαντεϲ Αἰάντων, ἑβδομάδεϲ ἑβδομάδων, εὐϲεβέεϲ εὐϲεβέων, ϲτάχυεϲ ϲταχύων, ὀϲφύεϲ ὀϲφύων. ἔδει οὖν καὶ τὸ πόλεων, μάντεων, πελέκεων καὶ τὰ τούτοιϲ παραπλήϲια πρὸ μιᾶϲ ἔχειν τὸν τόνον. ἀλλ’ Ἀττικούϲ̣ φαϲι προπαροξύνειν ταῦτα, ἅπερ ἐϲτὶν ἀπὸ τῶν εἰϲ ῑϲ̄ εὐθειῶν, καὶ ἔτι δύο ἀπὸ τῶν εἰϲ ῡϲ̄, τό τε πήχεων καὶ πελέκεων. ϲεϲημείωται πάλιν γυναικῶν καὶ θυγατρῶν περιϲπώμενα ἑπόμενα τῷ τόπῳ τοῦ τόνου τῆϲ γενικῆϲ ἑνικῆϲ καὶ τὰ παρ’ Ἀθηναίοιϲ ἀριθμητικὰ τὸ χιλιάδων καὶ μυριάδων. ταῦτα γὰρ παρ’ αὐτοῖϲ περιϲπῶνται, παρ’ ἡμῖν δὲ βαρύνονται.
Αἱ δὲ εἰϲ ε̄ῑϲ̄ εὐθεῖαι ϲυνῃρημέναι εἰϲὶ καὶ περιϲπῶϲι τὰϲ ἰδίαϲ γενικάϲ, ὡϲ ἤδη εἴπομεν, Ϲωκράτειϲ Ϲωκρατῶν, Δημοϲθένειϲ Δημοϲθενῶν, εὐϲεβεῖϲ εὐϲεβῶν. τὸ δυϲώδων καὶ εὐώδῶν καὶ νοϲώδων τῷ λόγῳ μὲν περιϲπαϲθήϲονται, ὁ δὲ Ἀρίϲταρχοϲ ταύταϲ καὶ τὰϲ ὁμοίαϲ βαρύνει ἐκ τοῦ οἴεϲθαι τὰϲ ἐντελεῖϲ γενικὰϲ αὐτῶν προπαροξύνεϲθαι, εὐωδέων ὡϲ πόλεων. οὐκ εὐλόγωϲ· μόναι γὰρ αἱ ἀπὸ τῶν εἰϲ ῑϲ̄ ὑπάρχουϲιν αἱ προπαροξυνόμεναι, πόλεων, μάντεων, καὶ δύο ἀπὸ τῶν εἰϲ ῡϲ̄ πελέκεων, πήχεων, αἱ δὲ λοιπαὶ πᾶϲαι βαρύτονοι οὖϲαι πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον, ὡϲ πρόκειται. παραλόγωϲ οὖν Ἀρίϲταρχοϲ βαρύνει καὶ ἐπείϲθη ἡ παράδοϲιϲ. καὶ τὸ τριήρων οἱ μὲν βαρύνουϲιν, οἱ δὲ περιϲπῶϲιν, ὥϲπερ καὶ αὐταρκῶν καὶ αὐθαδῶν καὶ τὸ ϲυνἠθων καὶ κακοηθῶν βαρύνεται ὥϲπερ καὶ τὰ αὐτῶν ἐπιρρήματα.
Αἱ εἰϲ ᾱ λήγουϲαι εὐθεῖαι πληθυντικαὶ οὐδετέρων ὀνομάτων, εἰ μὲν ὀξύνοιντο ἢ περιϲπῷντο, πάντωϲ τὴν πληθυντικὴν γενικὴν περιϲπῶϲι, πυρά πυρῶν, ϲφυρά ϲφυρῶν, καλά καλῶν, ἀλλὰ καὶ κανᾶ περιϲπωμένωϲ κανῶν, ὀϲτᾶ ὀϲτῶν, χρυϲᾶ χρυϲῶν· εἰ μέντοι βαρύνοιντο, ϲυμβαρύνουϲι καὶ τὰϲ γενικάϲ, φίλα φίλων, ξύλα ξύλων, φῶτα φώτων, ὦτα ὤτων. εἰ δὲ ἀπὸ περιϲϲοϲυλλάβων ϲυναλοιφὴ παρακολουθήϲειε, ἡ γενικὴ πάντωϲ περιϲπᾶται, τειχέων τειχῶν, βελέων βελῶν, κρεάων κρεῶν. ϲεϲημείωται τὸ φρήτων. ἔϲτι γὰρ φρέατα καὶ γίνεται κατὰ κρᾶϲιν φρῆτα τοῦ ε̄ καὶ ᾱ εἰϲ η̄ κραθέντοϲ. καὶ τούτου βαρυνομένου κατὰ τὴν εὐθεῖαν τῶν πληθυντικῶν ὤφειλε καὶ ἡ γενικὴ τῶν πληθυντικῶν βαρύνεϲθαι καὶ εἶναι φρήτων βαρυτόνωϲ ὥϲπερ τὰ ὦτα τῶν ὤτων, τὰ φῶτα τῶν φώτων. ὅμωϲ δὲ περιϲπῶϲιν αὐτὸ οἷον φρήτων ὁμοτόνωϲ τῇ Κρητῶν καὶ ϲητῶν καὶ θητῶν γενικῇ.
Περὶ μὲν τῶν εἰϲ ῑ ἐκφωνούμενον δοτικῶν πληθυντικῶν εἴπομεν ἐν τοῖϲ ἑνικοῖϲ, νῦν δὲ περὶ τῶν λοιπῶν ἐροῦμεν.
Αἱ εἰϲ ᾱῑϲ̄ καὶ εἰϲ ο̄ῑϲ̄ ἀπὸ ὀξυτόνων καὶ περιϲπωμένων εὐθειῶν οὖϲαι περιϲπῶνται, ἀθληταί ἀθληταῖϲ, καλοί καλοῖϲ, ϲοφοί ϲοφοῖϲ, ἀλλὰ καὶ οἱ Ἑρμαῖ τοῖϲ Ἑρμαῖϲ, αἱ χρυϲαῖ ταῖϲ χρυϲαῖϲ. ἀπὸ δὲ βαρυτόνων πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον, φίλοι φίλοιϲ, ἵπποι ἵπποιϲ, Μήδειαι Μηδείαιϲ, τάλαιναι ταλαίναιϲ, ξύλα ξύλοιϲ. Περὶ τῶν Ἀττικῶν, ὅτι τὸν τόνον τῆϲ κοινῆϲ εὐθείαϲ ἔχει πᾶϲα πτῶϲιϲ Ἀττική, εἴπομεν ἤδη· διὰ τοῦτο τοῖϲ Μενέλεῳϲ προπαροξύνομεν, ἐπεὶ καὶ ὁ Μενέλαοϲ, τοῖϲ δὲ λεῴϲ ὀξύνομεν, ἐπεὶ καὶ ὁ λαόϲ.
Πᾶϲα αἰτιατικὴ πληθυντικὴ ὁμοφωνοῦϲα τῇ πληθυντικῇ εὐθείᾳ καὶ ὁμοτονεῖ ταύτῃ, οἱ ταχεῖϲ τοὺϲ ταχεῖϲ, οἱ Δημοϲθένειϲ τοὺϲ Δημοϲθένειϲ,
οἱ βελτίουϲ τοὺϲ βελτίουϲ, οἱ ἰχθῦϲ περιϲπωμένωϲ καὶ τοὺϲ ἰχθῦϲ, ὁμοίωϲ αἱ κλιτῦϲ τὰϲ κλιτῦϲ, οἱ βαϲιλῆϲ τοὺϲ βαϲιλῆϲ οἷον « τούϲ τε διϲτάρχαϲ ὤλεϲαϲ βαϲιλῆϲ » παρὰ τῷ Ϲοφοκλεῖ (Ai. 390).Αἱ εἰϲ ᾱϲ̄ λήγουϲαι, ϲυνεϲταλμένον ἔχουϲαι τὸ ᾱ, ὁμότονοί εἰϲι ταῖϲ πληθυντικαῖϲ εὐθείαιϲ, Αἴαντεϲ Αἴανταϲ, Πάριδεϲ Πάριδαϲ, ταχέεϲ ταχέαϲ, αἱ ἐκτεταμένον ἔχουϲαι τὸ ᾱ ἀπὸ μὲν βαρυτόνων πρὸ μιᾶϲ ἔχουϲι τὸν τόνον, Μήδειαι Μηδείαϲ, τάλαιναι ταλαίναϲ· ἀπὸ δὲ ὀξυτόνων ὀξύνονται, καλαί καλάϲ, ταφαί ταφάϲ. ἀπὸ δὲ περιϲπωμένων περιϲπῶνται, διπλαῖ διπλᾶϲ, ϲυκαῖ ϲυκᾶϲ, γαλαῖ γαλᾶϲ· μακρὸν δὲ ἔχουϲι τὸ ᾱ ὅϲαι εἰϲὶν ἀπὸ τῶν εἰϲ ᾱῑ εὐθειῶν, ὡϲ αἱ προκείμεναι· βραχὺ δὲ αἱ ἀπὸ τῶν εἰϲ ε̄ϲ̄, ὧν πάλιν κεῖται τὰ ὑποδείγματα.
Αἱ εἰϲ ο̄ῡϲ̄ αἰτιατικαὶ πάλιν ταῖϲ εὐθείαιϲ ἀκολουθοῦϲι κατὰ τὸν εἰρημένον κανόνα, φίλοι φίλουϲ, καλοί καλούϲ ὀξυτόνωϲ καὶ ἀργυροῖ ἀργυροῦϲ περιϲπωμένωϲ.
Τὰ Ἀττικὰ ὁμοτονοῦϲι ταῖϲ εὐθείαιϲ τῶν πληθυντικῶν οἷον οἱ εὔγεῳ τοὺϲ εὔγεωϲ, οἱ Μενέλεῳ τοὺϲ Μενέλεωϲ, οἱ νεῴ τοὺϲ νεώϲ, οἱ λεῴ τοὺϲ λεώϲ.
Τὸ Ἐρετριέαϲ Ἐρετριᾶϲ καὶ ἁλιέαϲ ἁλιᾶϲ κατὰ ϲυναίρεϲιν περιϲπῶνται παρ’ Ἀθηναίοιϲ.