De prosodia catholica
Aelius Herodianus
Aelius Herodianus. Grammatici Graeci, Pars 3, Vol. 1. Lentz, August, editor. Leipzig: Teubner, 1867.
Πᾶν ὄνομα μονοϲύλλαβον οὐδέτερον μακροκατάληκτον, εἴτε ἀπαθὲϲ εἴη εἴτε πεπονθόϲ, περιϲπᾶται καὶ ἔϲτι τὰ μονοϲύλλαβα τῶν ϲτοιχείων ὀνόματα εἰ, μῦ, νῦ, ξῖ, οὖ, πῖ, ῥῶ, ταῦ, φῖ, χῖ, ψῖ, ὦ. ἀπὸ πᾶν τοῦ πᾶϲ καὶ τὸ δῶ ἀπὸ τοῦ δῶμα καὶ τὸ φᾶρ τὸ ἱμάτιον ἀπὸ τοῦ φᾶροϲ καὶ κρῖ, ϲταῖϲ, ϲτῆρ τὸ ϲτέαρ, οὖϲ, ὦϲ, φῶϲ, πῦρ, ϲκῶρ· τοῦτο δέ φαϲι Δωριεῖϲ ὀξύνειν· τὰ δὲ ἔχοντα βραχεῖαν ὀξύνεται, ἕν, τίϲ τί.
Πᾶν ὄνομα μονοϲύλλαβον εἰϲ ͞ν λῆγον ἀρϲενικὸν καὶ θηλυκὸν ὀξύνεται, Πάν ὁ δαίμων, Δάν· οὕτωϲ εἴρηται ὑπὸ Βοιωτῶν ὁ Ζεύϲ, Ζάν· οὕτω γὰρ εἴρηται ὁ θεὸϲ ὑπὸ τῶν μεταγενεϲτέρων Αἰολῶν· καὶ ἔτι οἱ μεταγενέϲτεροι Ἴωνεϲ διὰ τοῦ ᾱ Ζάν ὁμοίωϲ τῷ Λυκᾶνι « κλῦθί μοι
Ζανόϲ τε κούρη Ζανὶ τ’ ἐλευθερίῳ». Ζήν ὁ Ζεύϲ καὶ Δήν, μήν, ϲπλήν, ϲφήν, ψήν ἀρϲενικά, τὸ δὲ χήν κοινὸν τῷ γένει· θηλυκὸν γὰρ αὐτὸ οἶδεν ὁ ποιητήϲ « ὡϲ ὅδε χῆν’ ἥρπαξ’ ἀτιταλλομένην ἐνὶ οἴκῳ » (Od. ο 174) καὶ «αἰετὸϲ ἀργὴν χῆνα φέρων » (ο 161), ἀρϲενικὸν δὲ οὕτωϲ « χῆνέϲ μοι κατὰ οἶκον ἐείκοϲι πυρὸν ἔδουϲιν - ἐξ ὕδατοϲ » (Od. τ 536), εἶτα ἐπιφέρειλέγεται δὲ καὶ Χήν πόλιϲ Λακωνικῆϲ θηλυκῶϲ. καὶ τὸ μὲν χήν ἐν κοινότητι. Ὡι ὅμοιον δύναιτο ἂν εἶναι καὶ τὸ ῥήν τὸ θρέμμα, εἴ τιϲ βούλοιτο. ἐπὶ δὲ τῆϲ αἰτιατικῆϲ Νίκανδροϲ (Ther. 453) « αὐτὰρ ὁ τοῦ καὶ ῥῆνα καὶ ἠνεμόεντα λαγωόν ». τὸ δὲ φρήν μόνωϲ θηλυκὸν πεπλάνηται περὶ τὸ γένος, διὸ καὶ ἐξηλλάγη αὐτοῦ ἡ κλίϲιϲ ὡϲ πρὸϲ τὰ ἄλλα μονοϲύλλαβα, φρενόϲ γάρ, τῶν ἄλλων φυλαϲϲόντων τὸ ͞η. οὐκ ἀντιθήϲει τιϲ ἡμῖν τὸ παρὰ τῷ Ἑρμηϲιάνακτι ἐν Λεοντίου α′ « δερκόμενοϲ πρὸϲ κῦμα, μόνη δὲ οἱ ἐφλέγετο γλήν. οὐ γὰρ ἐντελέϲ, ἀποκεκομμένον δὲ ἐκ τοῦ γλήνη. Ῥών πόλιϲ τῆϲ Γανδαρικῆϲ Ϲκυθίαϲ, κλών, πρών, Χών ὄνομα ποταμοῦ, ἐξ οὗ καὶ ἡ ἤπειροϲ Χωνία, παρὰ Ἡροδότῳ (9, 93) καὶ Χών τὸ ἐθνικόν, οὗ μέμνηται Ϲτράβων ἐν ἕκτῃ (p. 254) « καὶ Χώνη πόλιϲ ὑπὲρ αὐτῆϲ, ἀφ’ ἧϲ οἱ ταύτῃ Χῶνεϲ ἐκλήθηϲαν ». χθών μόνον θηλυκὸν ἐκ τῶν εἰϲ ων μονοϲυλλάβων καὶ διαλλάξαν κατὰ τὴν κλίϲιν. γίνεται δὲ παρὰ τὸ χῶ ῥῆμα χών καὶ χθών. Θών, ἀφ’ οὗ καὶ ἡ γενικὴ Θῶνοϲ. τὸ δὲ Θῶν Θῶντοϲ ἐκ πάντων τῶν μονοϲυλλάβων μόνον περιϲπᾶται μιμηϲάμενον κατὰ τὴν κλίϲιν τὴν ϲμῶντοϲ, κλῶντοϲ, δρῶντοϲ μετοχήν.
Τὰ εἰϲ ͞ι͞ν μονοϲύλλαβα δικατάληκτα οξύνεται, ἴν ἴϲ, ῥίν ῥίϲ, θίν θίϲ.
* Εἰϲ ̄ῡ̄ν μονοϲύλλαβον οὐκ ἔϲτιν εὑρεῖν· πάντα γὰρ ὑπὲρ μίαν ϲυλλαβήν ἐϲτιν· διὸ τὴν κυνόϲ γενικὴν ἀπὸ τῆϲ κύονοϲ ϲυνεκεκόφθαι φαμέν, ὡϲ καὶ ἡ κλητικὴ μαρτυρεῖ ὦ κύον.
Τὰ εἰϲ α ̄ξ ̄ μονοϲύλλαβα ὀξύνεται, ϲπάξ· οὕτωϲ ὁ κύων παρὰ Πέρϲαιϲ, πλάξ, γλάξ βοτάνη γαλακτοποιόϲ, ῥάξ· ἔϲτι δὲ καὶ Ῥάξ νῆϲοϲ
Λυκίαϲ. Πράξ Ἀχιλλέωϲ ἀπόγονοϲ, ὃϲ ἐξ Ἠπείρου μὲν ὥρμηϲε, ᾤκηϲε δὲ ἐν τῇ Λακωνικῇ, ἀφ’ οὗ Πρᾶκεϲ ἔθνοϲ. ὡϲαύτωϲ δὲ καὶ τὰ μετὰ ϲυμφώνου ὀξύνεται ϲτράγξ καὶ ϲάρξ.Τὰ εἰϲ ξ̄ μονοϲύλλαβα ἔχοντα ἕν τι τῶν φύϲει βραχέων, ϲπάνια ὄντα καὶ ἱϲτορίαϲ ἐχόμενα, ὀξύνεται, Λέξ τὸ ἔθνοϲ, κρέξ, πρόξ, φλόξ, κρόξ, δόρξ, ζόρξ, ὅλξ.
Τὰ εἰϲ ξ̄ λήγοντα μονοϲύλλαβα ἔχοντα ἔν τι τῶν φύϲει μακρῶν ὀξύνεται, ϲφήξ· Ϲφῆκεϲ δὲ ἐκαλοῦντο καὶ οἱ τὴν Κύπρον ἐνοικοῦντεϲ. κήξ, βήξ, δήξ, πτώξ, πρώξ, ῥώξ, ὃ διὰ τοῦ γ̄ κλίνεται, ὤλξ· τὸ δὲ βῶξ μόνον ἐκ πάντων περιϲπᾶται, ἐπεὶ τούτου ἐντελέϲτερον τὸ βόαξ, ὡϲ Ἀριϲτοφάνηϲ
καὶ Φερεκράτηϲ εἰπὼν
ἐπιφέρει
Ἀριϲτοτέληϲ δὲ ὅτι μόνοϲ τῶν ἰχθύων φωνὴν προΐεται καὶ οὕτωϲ ὠνόμαϲται.
Τὰ εἰϲ ῑξ̄ μονοϲύλλαβα ὀξύνεται, ϲτίξ ἡ τάξιϲ, φρίξ, θρίξ, ψίξ, πνίξ, πλίξ, Βρίξ ἔθνοϲ Θρᾳκικόν. Ἡρόδοτοϲ ἑβδόμῃ (c. 73) « οἱ δὲ Φρύγεϲ, ὡϲ Μακεδόνεϲ λέγουϲι, καλέονται Βρίγεϲ» ἀπὸ Βρίγου τοῦ κατοικήϲαντοϲ ἐν Μακεδονίᾳ, ἴξ θηρίδιόν τι ἐϲθίον τὰϲ ἀμπέλουϲ, Φίξ, Ϲφίξ, ϲτρίξ καὶ ϲτρίγξ εἶδοϲ ὀρνέου, ὅπερ τινὲϲ καὶ διὰ τοῦ λ̄ γράφουϲι ϲτλίξ, Λίγξ ποταμὸϲ Μαυριτανίαϲ καὶ πόλιϲ· τινὲϲ δὲ Λίξον γράφουϲιν.
Τὰ εἰϲ ῡξ̄ μονοϲύλλαβα ὀξύνεται, τρύξ, Φρύξ τὸ κύριον καὶ τὸ ἐθνικόν, Βρύξ Μακεδονικὸν ἔθνοϲ προϲεχὲϲ Ἰλλυριοῖϲ, πτύξ, Ϲτύξ, νύξ, ϲτρύξ, πνύξ τὸ παρ’ Ἀθηναίοιϲ δικαϲτήριον· ἔϲτι πύκν ὄνομα
κύριον. οὐ δύναται δὲ καταλῆξαι καὶ ὑπερετέθη τὸ ν̄ καὶ ἐτράπη τὸ κ̄ εἰϲ ξ̄ πνύξ. ὑπέρθεϲιν ἄρα ἔχει διὰ τὴν κατάληξιν· ἐν δὲ τῇ γενικῇ ἀπέλαβε τὴν τάξιν μετὰ τοῦ κ̄ πνύξ πυκνόϲ « τῆϲ πυκνὸϲ τὰϲ ἡνίαϲ » «τοῦ λίθου τοῦν τῇ πυκνί» καὶ « πύκνα». κέκληται δὲ παρὰ τὸ πυκνὸν τῶν πάλαι ᾠκιϲμένων οἰκιῶν, λύγξ καὶ Λύγξ πόλιϲ Λιβύηϲ πρὸϲ τοῖϲ Γαδείροιϲ μετὰ τὸν Ἄτλαντα· καὶ νῆϲοϲ Ἄτλαντοϲ καὶ πόλιϲ Λύγξ, ὡϲ Ἀρτεμίδωροϲ.Τὰ εἰϲ ᾱῑξ̄ μονοϲύλλαβα ὀξύνεται, Ῥαίξ, Γραίξ, Γραῖκεϲ γὰρ παρ’ Ἀλκμᾶνι αἱ τῶν Ἑλλήνων μητέρεϲ καὶ παρὰ Ϲοφοκλεῖ ἐν Ποιμέϲιν· εἰϲὶ δὲ καὶ Γραῖκεϲ Αἰολέων οἱ τὸ Πάριον οἰκοῦντεϲ. ἔϲτι δὲ ἢ μεταπλαϲμὸϲ ἢ τῆϲ Γραίξ εὐθείαϲ κλίϲιϲ ἐϲτίν. ἀλλὰ δύο μόνα εὕρηται ἐν τῇ ϲυνήθει χρήϲει· τὸ αἴξ ἐπὶ τοῦ ζῴου· καὶ τοῦτο οἱ Ἀττικοὶ περιϲπῶϲι, καὶ τὸ Θρᾷξ, ὅπερ οὐδὲ ἐκφωνεῖ τὸ ῑ. τοῦτο δὲ περιϲπᾶται, ἐπεὶ καὶ ἐντελέϲτερον αὐτοῦ τὸ Θράϊξ διϲύλλαβον « Θρήϊκαϲ » (Ιl. B 844) καὶ « Θρήϊκεϲ οἵδ’ ἀπάνευθϲ νεήλυδεϲ » (Κ 434) καὶ « Θρηΐκιον » (Ψ 230).
Τὰ εἰϲ ᾱῡξ̄ μονοϲύλλαβά εἰϲι δύο μόνα, τὸ Ταῦξ, ἱϲτορεῖται οὗτοϲ ποταμὸϲ περὶ Ϲικελίαν, καὶ τοῦτο περιϲπᾶται, καὶ τὸ γλαύξ, ὃ παρ’ ἡμῖν μὲν ὀξύνεται, παρὰ δὲ Ἀθηναίοιϲ καὶ τοῦτό τινεϲ περιϲπῶϲιν.
Οὐδὲν εἰϲ ο̄ῑξ̄ λήγει ὄνομα πλὴν μόνον ἡ προίξ καὶ ὀξύνεται.
Πᾶν τοίνυν εἰϲ ξ̄ μονοϲύλλαβον κοινολεκτούμενον ὀξύνεται πλὴν τοῦ Θρᾷξ καὶ τοῦ βῶξ.
Τὰ εἰϲ ρ̄ ἀρϲενικὰ καὶ θηλυκὰ μονοϲύλλαβα ὀξύνεται. Πάρ· τόποϲ δέ ἐϲτιν ἐν τῷ περὶ Θυρέᾳ, ἐν ᾧ ἐμαχήϲαντο οἱ Ἀργεῖοι καὶ Λακεδαιμόνιοι. Κάρ· ἔϲτι δὲ ἔθνοϲ ὁμονύμωϲ τῷ κτιϲτῇ. Μάρ ἔθνοϲ προϲεχὲϲ τοῖϲ Μοϲϲυνοίκοιϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. ψάρ· ἔϲτι δὲ εἶδοϲ ὀρνέου· τοῦτο δὲ παρὰ τῷ ποιητῇ καὶ διὰ τοῦ ᾱ εὑρίϲκεται καὶ διὰ τοῦ η̄ οἷον «κολοιούϲ τε ψῆράϲ τε» ( 583) καὶ « ψαρῶν νέφοϲ ἔρχεται » (P 755).
Ϲήρ ἔθνοϲ Ἰνδικόν, ὅθεν ϲηρικὰ τὰ πολυτελῆ ἱμάτια. Τρήρ Θρᾴκιον ἔθνοϲ. λέγεται καὶ τριϲυλλάβωϲ παρὰ Καλλίνῳ τῷ ποιητῇ « Τρήρεαϲ ἄνδραϲ ἄγων ». Θεόπομποϲ Θρᾶραϲ αὐτοὺϲ καλεῖ. Ἀρριανὸϲ δὲ ἐν Βιθυνιακοῖϲ Τρίηραϲ. θήρ, φήρ ὁ κένταυροϲ « φηρϲὶν ὀρεϲκῴοιϲ» (Α 268) καὶ κήρ τὸ θηλυκὸν ἡ θανοτηφόροϲ μοῖρα « μάρτυροι οὓϲ μὴ κῆρεϲ ἔβαν θανάτοιο φέρουϲαι » (B 302) καὶ κατὰ ποιητικὴν ϲυϲτολὴν τοῦ η εἰϲ ᾱ « τίω δέ μιν ἐν καρὸϲ αἴϲῃ » (1 378), ἦρ ἐπὶ τῆϲ ἐπικουρίαϲ· καὶ ὀξύνεται ἡ γενικὴ ἠρόϲ καὶ ἡ αἰτιατικὴ ἦρα καὶ ἐν ϲυνθέϲει ἐπίηρα. βήρ τὸ φρέαρ παρὰ Φοίνιξι. — Τὰ εἰϲ ε̄ῑρ̄ λήγοντα μονοϲύλλαβα τρία μόνα εἰϲίν, ἓν μὲν θηλυκὸν τὸ χείρ, δύο δὲ ἀρϲενικὰ τὸ Εἴρ· ἔϲτι δὲ ὄνομα ποταμοῦ, οὖ μέμνηται Ἀρτεμίδωροϲ ἐν Γεωγραφουμένοιϲ καὶ τὸ φθείρ. τὸ δὲ Φθίρ ὁ υἱὸϲ τοῦ Ἐνδυμίωνοϲ διὰ τοῦ ῑ γράφεται,· παρὰ δὲ τοῦτο τὸ ὄροϲ Καρίαϲ καὶ οἱ κατοικοῦντεϲ Φθῖρεϲ « Φθιρῶν τ’ ὄροϲ ἀκριτόφυλλον » (B 868). ὁμοίωϲ καὶ τὸ Ϲίρ ἔθνοϲ Θρᾴκηϲ ὑπὲρ τοὺϲ Βυζαντίουϲ. — φώρ ὁ κλέπτηϲ, Νώρ ὄνομα ἔθνουϲ. Ϲώρ. τὸ δὲ ὦρ περιϲπᾶται· ἔϲτι δὲ μόνον θηλυκὸν εἰϲ ω̄ρ̄ ἐκ τοῦ ὄαρ γενόμενον κατὰ κρᾶϲιν τοῦ ο̄ καὶ ᾱ εἰϲ ω̄ ὥϲπερ κρείττονα κρείττω· ἡ δὲ εὐθεῖα οὐχ εὕρηται, ἀναπλάττομεν δὲ αὐτὴν ἀπὸ τοῦ « ἀμυνέμεν ὤρεϲιν » (ll. Ε 486). τὸ μέντοι πῦρ, ὅπερ Ϲιμωνίδηϲ καὶ ἕνεκα μέτρου διϲυλλάβωϲ ἀπεφήνατο· «τοῦτο γὰρ μάλιϲτα φῆρεϲ ἔϲτυγον πύϊρ», ϲτῆρ, κῆρ τὸ κέαρ, ϲκῶρ ἡ κόπροϲ ὡϲ οὐδέτερα περιϲπᾶται. ὡϲαύτωϲ καὶ βλῆρ Αἰολικῶϲ τὸ δέλεαρ. οἱ Αἰολεῖϲ τὸ δ̄ εἰϲ β̄ τρέπουϲι· τοὺϲ γὰρ δελφῖναϲ βελφῖνάϲ φαϲι καὶ τοὺϲ Δελφούϲ Βελφούϲ· οὕτωϲ οὖν δέλεαρ βέλεαρ καὶ κατὰ ϲυγκοπὴν καὶ ϲυναλοιφὴν βλῆρ πεποίηται. οὕτω καὶ οἱ Βοιωτοὶ ποιοῦϲι. τὸ δὲ Ϲῦρ οὐ ϲύνηθεϲ παρὰ Ἕλληϲιν, ἀλλ’ ἱϲτορίαϲ ἐχόμενον, ἄλλωϲ τε οὐδ’ ἄντικρυϲ οὐδέτερον. οὕτω γὰρ ἐκαλεῖτο πρότερον ἡ Φοινίκη.Τὰ εἰϲ ᾱϲ̄ μονοϲύλλαβα, εἰ μὲν ἀποβολῇ τοῦ ϲ̄ τὴν γενικὴν ποιοῦϲι, περιϲπῶνται, ὁ Γρᾶϲ τοῦ Γρᾶ, ὁ Θᾶϲ τοῦ Θᾶ ὄνομα κύριον, ὁ Χνᾶϲ τοῦ Χνᾶ· οὕτωϲ δὲ ἐλέγετο ὁ Ἀγήνωρ, ὅθεν καὶ ἡ Φοινίκη Χνᾶ λέγεται. Δᾶϲ· ὄνομα δὲ τοῦτο ποταμοῦ. Βᾶϲ· ἱϲτορεῖται δὲ οὗτοϲ βαϲιλεὺϲ Πόντου. Λᾶϲ· τοῦτο δὲ καὶ ποταμὸν καὶ λίθον καὶ πόλιν ϲημαίνει· πᾶϲ πᾶ ὁ πατήρ· εἰ δὲ περιττοϲυλλάβωϲ κλίνοιτο μονογενῆ ὄντα, ὀξύνεται, Πράϲ Πράντοϲ ὄνομα πόλεωϲ Περραιβικῆϲ καὶ ποταμοῦ καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ, εἰ καὶ ἐν τῷ Ονοματικῷ εἶπον αὐτὸ περιϲπᾶϲθαι, Ζάϲ Ζάντοϲ ὁ Ζεύϲ, Φθάϲ κύριον, κρὰϲ ἡ κεφαλή. τοῦτο δὲ μόνον διὰ τοῦ τ̄ ἐκλίθη, τῶν ἄλλων μονοϲυλλάβων ὀξυτόνων μετοχικῶϲ κατὰ τὸ φάϲ φάντοϲ διὰ τοῦ ν̄τ̄ κλινομένων. ἔχομεν δὲ χρῆϲιν τῆϲ εὐθείαϲ παρὰ Ϲιμμίᾳ τῷ Ῥοδίῳ οὕτωϲ « χρυϲῷ τοι φαέθοντι πολύλλιτοϲ ἐμφέρεται κράϲ». τὸ μέντοι πᾶϲ παντόϲ τριγενέϲ. τὸ δὲ δᾴϲ δᾳδόϲ τοῦ προϲγεγραμμένου ὀξύνεται ὡϲ ἐκ τοῦ δαΐϲ ὀξυνομένου ϲυναιρεθέν.
Τὸ ναῦϲ ὁ καὶ νᾶϲ, καὶ γραῦϲ καὶ βαῦϲ μόνωϲ θηλυκὰ περιϲπᾶται καὶ τὰ εἰϲ ᾱῑϲ̄ μονοϲύλλαβα, παῖϲ κοινὸν κατὰ γένοϲ· ἔϲτι δὲ ἀπὸ τοῦ πάϊϲ· ϲταῖϲ οὐδέτερον. τὸ δὲ δαίϲ ἡ εὐωχία θηλυκὸν ὀξύνεται.
Τὰ εἰϲ ε̄ῑϲ̄ μονογενῆ ὀξύνονται, δείϲ ἄρρητον, ὅπερ ἀεὶ μετὰ τῆϲ οὐ ἀποφάϲεωϲ ἢ τῆϲ μή ἀπαγορεύϲεωϲ ϲύνεϲτιν, οὐδείϲ μηδείϲ. μείϲ Αἰολικῶϲ ὁ μήν, κτείϲ καὶ κλείϲ θηλυκόν. τὸ μέντοι εἷϲ περιϲπᾶται ὡϲ τριγενέϲ. τὰ γὰρ εἰϲ ε̄ῑϲ̄ λήγοντα ὀνόματα κοινολεκτούμενα ἔχοντα οὐδετέρου παραϲχηματιϲμὸν ἀποϲτρέφονται τὴν ὀξεῖαν τάϲιν οἷον χαρίειϲ χαρίεν, δαφνήειϲ δαφνῆεν, αὐδήειϲ αὐδῆεν. τούτῳ οὖν τῷ λόγῳ καὶ τὸ εἰϲ ἔχον οὐδετέρου παραϲχηματιϲμὸν οἷον τὸ ἔν ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν. πρόϲκειται « ὀνόματα» διὰ τὰϲ μετοχὰϲ οἷον διὰ τὸ τυφθείϲ τοῦ τυφθέντοϲ, δαρείϲ δαρέντοϲ, νυγείϲ νυγέντοϲ. ταῦτα γὰρ ὀξύνονται. πρόϲκειται « κοινολεκτούμενα», ἐπεὶ τὸ εὐϲεβήϲ καὶ εὐγενήϲ οἱ Βοιωτοὶ διὰ τῆϲ εἰ διφθόγγου προφέρονται. πρόϲκειται « ἔχοντα οὐδετέρου παραϲχηματιϲμόν » διὰ τὸ κτείϲ κτενόϲ. τοῦτο γὰρ ὀξύνεται, ἀλλ’ οὐκ ἔχει οὐδετέρου παραϲχηματιϲμόν. τὸ οὖν εἷϲ ὡϲ ἔχον οὐδετέρου παραϲχηματιϲμὸν οἷον τὸ ἕν οὐ δύναται ὀξύνεϲθαι· ἀλλ’ οὐδὲ βαρύνεϲθαι δύναται, ἐπεὶ μονοϲύλλαβόν ἐϲτι, τὰ δὲ μονοϲύλλαβα οὐδέποτε βαρύνονται, ἀλλ’ ἢ ὀξύνονται οἷον Κρήϲ Τρώϲ πούϲ τίϲ νύξ φλόξ ἢ περιϲπῶνται οἷον βοῦϲ νοῦϲ παῖϲ γραῦϲ πᾶϲ. μὴ δυνάμενον οὖν τὸ εἷϲ μήτε ὀξύνεϲθαι ὡϲ ἔχον οὐδετέρου παραϲχηματιϲμὸν μήτε βαρύνεϲθαι ὡϲ μονοϲύλλαβον ἐξ ἀνάγκηϲ περιεϲπάϲθη. Ἀμέλει ὅταν πλεονάϲῃ τὸ ε̄ καὶ ὑπερβῇ τὴν μονοϲυλλαβίαν βαρύνεται οἷον ἕειϲ ὡϲ παρὰ τῷ Ἡϲιόδῳ (Theog. 145) « κυκλοτερῆϲ ὀφθαλμὸϲ ἕειϲ ἐνέκειτο μετώπῳ».
Τὰ εἰϲ ο̄ῑϲ̄ περιϲπᾶται· ἔϲτι δὲ δύο μόνα τὸ οἶϲ καὶ παρ’ Ἀττικοῖϲ τὸ φθοῖϲ ϲυναιρεθέντα ἐκ διϲυλλάβων τὸ ὄϊϲ καὶ φθόϊϲ.
Τὰ εἰϲ ε̄ῡϲ̄ μονοϲύλλαβα ὀξύνεται, Ζεύϲ, Φλεύϲ ἐπὶ τοῦ Διονύϲου κείμενον, ὡϲ ἐν ταῖϲ ἐπικλήϲεϲιν εὕρομεν, Νεύϲ ἐπὶ ποταμοῦ κείμενον, ὡϲ φηϲι Φιλέαϲ, θεύϲ ἐκ ϲυναλοιφῆϲ γενόμενον, Δεύϲ ὑπὸ Βοιωτῶν ὁ Ζεύϲ, ϲεύϲ ἀπὸ ἀναλογίαϲ πλαϲϲόμενον, Δνεύϲ ἐθνικὸν
« μὴ Δνεὺϲ χίμαιραν, ἄγριον ὀφλήϲειϲ ». τὸ μέντοι νεῦϲ ἡ ναῦϲ περιϲπᾶται ὥϲπερ καὶ τὸ γρεῦϲ.Τὰ εἰϲ ο̄ῡϲ̄ μονοϲύλλαβα, εἶτε ἀπαθῆ εἴτε ϲυνῃρημένα, περιϲπᾶται, βοῦϲ, πλοῦϲ, ῥοῦϲ, φλοῦϲ, χλοῦϲ, Γλοῦϲ ὁ λῃτήϲ, χνοῦϲ παρὰ Ϲοφοκλεῖ, κνοῦϲ, θροῦϲ, νοῦϲ, ϲοῦϲ, χροῦϲ πολὺ παρὰ τοῖϲ Ἴωϲι, χοῦϲ καὶ Χοῦϲ ἔθνοϲ Βεχείρων ἐγγύϲ. Ἑκαταῖοϲ ἐν Ἀϲίᾳ « εἰϲ μὲν τοῦτο ἡ Βεχειρική, ἔχονται δ’ αὐτῶν Χοῖ » καὶ πάλιν « μέχρι μὲν τούτων Χοῖ» καὶ πάλιν « Χοῖϲι δὲ ὁμουρέουϲι πρὸϲ ἥλιον ἀνίϲχοντα Δίζηρεϲ». καὶ τὸ οὖϲ οὐδέτερον. τοῦτο δὲ οὕτωϲ ἐγένετο· παρὰ τὸ αὔω τὸ φωνῶ γίνεται αὖαϲ· καὶ τροπῇ τοῦ ᾱ εἰϲ ο̄ οὖαϲ, τὸ τῆϲ φωνῆϲ ἀντιληπτικὸν αἰϲθητήριον· κλίνεται οὔατοϲ ὡϲ δέραϲ δέρατοϲ. ἐκ δὲ τούτου γίνεται κατὰ ἀποβολὴν τοῦ ῡ ὄαϲ καὶ κατὰ κρᾶϲιν οὖϲ καὶ κατὰ Δωριεῖϲ ὦϲ. ϲημειωτέον τὸ πούϲ ὀξυνόμενον. μετοχῆϲ γὰρ ἐδέξατο τόνον. καὶ γὰρ τὸ δούϲ ὀξύνεται.
Τὰ εἰϲ η̄ϲ̄ κατὰ διάλεκτον γινόμενα ἐκεῖνον ἔχει τὸν τόνον, ὁποῖον καὶ τὰ πρωτότυπα, μήν μήϲ, δαίϲ δήϲ, παῖϲ πῆϲ, εἷϲ ἧϲ. παρὰ γὰρ Ῥίνθωνι « οὐδ’ ἧϲ κύων ».
Τὰ εἰϲ η̄ϲ̄ μονοϲύλλαβα τυχόντα φυϲικῆϲ καταλήξεωϲ ἢ ὀξύνεται ἢ περιϲπᾶται· καὶ ὀξύνεται μὲν τὰ περιττοϲυλλάβωϲ κλινόμενα, Κρήϲ ὁ Διὸϲ καὶ Ἰδαίαϲ νύμφηϲ παῖϲ καὶ ὁ πολίτηϲ, ϲήϲ ὁ ϲκώληξ καὶ ποταμοῦ ὄνομα, Γνήϲ ἔθνοϲ οἰκῆϲαν τὴν Ῥόδον· ἔνθεν ἴγνητεϲ οἱ ἰθαγενεῖϲ· λέγεται γὰρ καὶ μετὰ τοῦ ῑ ἴγνητεϲ. Φρήϲ ἔθνοϲ Λιβυκόν, Γλήϲ ἔθνοϲ Ἰβηρικὸν μετὰ τοὺϲ Κύνηταϲ. Ἡρόδωροϲ δεκάτῳ τῶν καθ’ Ἡρακλέα ἱϲτοριῶν « τὸ δὲ Ἰβηρικὸν γένοϲ τοῦτο, ὅπερ φημὶ οἰκέειν
τὰ παράλια τοῦ διάπλου, διώριϲται ὀνόμαϲιν ἕν γένοϲ ἐὸν κατὰ φῦλα· πρῶτον μὲν οἱ ἐπὶ τοῖϲ ἐϲχάτοιϲ οἰκέοντεϲ τὰ πρὸϲ δυϲμέων Κύνητεϲ ὀνομάζονται, ἀπ’ ἐκείνων δὲ ἤδη πρὸϲ βορέην ἰόντι Γλῆτεϲ, μετὰ δὲ Ταρτήϲιοι, μετὰ δὲ Ἐλβυϲίνιοι, μετὰ δὲ Μαϲτιηνοί, μετὰ δὲ Κελκιανοί, ἔπειτα δὲ ἤδη ὁ Ῥοδανόϲ ». Τλήϲ ἔθνοϲ Ἰβηρικὸν περιοικοῦν τοὺϲ Ταρτηϲϲίουϲ. Θεόπομποϲ τεϲϲαρακοϲτῷ πέμπτῳ. Κλήϲ ἐπὶ τοῦ ποταμοῦ, Ζήϲ παρὰ Φερεκύδει κατὰ κίνηϲιν ἰδίαν, θήϲ ὁ μίϲθιοϲ, βλήϲ « νύμφα φίλη, καὶ βλητὶ λίθῳ ἐνὶ δάκρυον ἧκαϲ ». περιϲπᾶται δὲ τὰ ἰϲοϲύλλαβα Δρῆϲ Τρῆϲ κύρια. ὡϲ δέ τινεϲ βούλονται, καὶ τὸ Ζῆϲ.* Τὰ εἰϲ ῑϲ̄ μονοϲύλλαβα φύϲει εἰϲ ϲ̄ λήγοντα ὀξύνεται ὁμοίωϲ τοῖϲ εἰϲ ι ̄ν ̄ τροπὴν τοῦ ν ̄ εἰϲ ϲ̄ ἀναδεξαμένοιϲ οἷον ἴν ἴϲ, ῥίν ῥίϲ. εἰϲὶ δὲ ϲπάνια. Ἴϲ πόλιϲ Περϲική. Ἡρόδοτοϲ πρώτῃ (c. 179)· ἔνθα καὶ ποταμὸϲ Ἴϲ οὕτω καὶ Ϲκύμνοϲ ἐν τῷ ι′ τῆϲ Ἀϲίαϲ περίπλῳ παρέθετο· « ἔχεται Κελένδεριϲ πόλιϲ Ϲαμίων, καὶ ἱερὸν παρὰ τῇ πόλει Ἥρηϲ καὶ ἄλϲοϲ· Ἴϲ ποταμὸϲ παρὰ θάλαϲϲαν ἔξειϲιν ». Ἔϲτιν Ἴϲ τῆϲ Ἰταλίαϲ, ὡϲ Πάρθαξ ἐν τῷ β′ τῶν Ἰταλικῶν. « Ἐπεὶ δὲ ἀφίκετο εἰϲ τὴν Ποϲειδωνίαν ὁ Ἡρακλῆϲ. ἔϲτι δὲ ποταμὸϲ Ἴϲ καλούμενοϲ μέγαϲ ». Θίϲ πόλιϲ Αἰγυπτία πληϲίον Ἀβύδου. Φθίϲ· Φθῖεϲ γὰρ καὶ Φθῖοι οἱ Φθιῶται. κίϲ ὁ ϲκώληξ. λίϲ ὁ λέων. τοῦτο δὲ ὁ μὲν Ἀρίϲταρχοϲ ὀξύνει· ὁ δὲ Αἰϲχρίων περιϲπᾷ, ὡϲ γὰρ παρὰ τὸ μῦϲ μῦν φηϲὶ καὶ νοῦϲ νοῦν, οὕτω καὶ λῖϲ λῖν « ἐπί τε λῖν ἤγαγε δαίμων » (Λ 480). καὶ ἔϲτι ϲυγκατατίθεϲθαι τῷ Αἰϲχρίωνι, ὅτι μᾶλλον ὀφείλει περιϲπᾶϲθαι, εἰ καὶ μηδὲν τῶν εἰϲ ῑϲ̄ ληγόντων καὶ ἀρϲενικὸν γένοϲ ὑπιϲχουμένων περιεϲπάϲθη. καὶ τάχα καθ’ ἕτερον λόγον, ἵνα τὸ ἐπιθετικὸν καὶ ϲημαῖνον γένοϲ θηλυκὸν καὶ ὀξυνόμενον ἀποφύγῃ. λέγω δὲ τὸ « λὶϲ πέτρη » (Od. μ 64). τῷ μέντοι χαρακτῆρι τοῦ κίϲ καὶ θίϲ καὶ ῥίϲ, καίτοιγε διαφόρωϲ κλιθϲῖϲι πρὸϲ τὸ λίϲ, ϲυνεξωμοίωϲεν αὐτὸ κατὰ τόνον ὁ Ἀρίϲταρχοϲ. καὶ οὕτωϲ ἐπείϲθη ἡ παράδοϲιϲ. τίϲ, ὅπερ ϲυϲτέλλει τὸ ῑ, Δίϲ ὁ Ζεύϲ παρὰ Ῥίνθωνι.
* Εἰϲ ο̄ϲ̄ μονοϲύλλαβον οὐκ ἔϲτιν εὑρεῖν. τὸ γὰρ πόϲ οἷον « ᾧ πὸϲ ἄγ’, ἱεμένοιϲιν » ἀπὸ τοῦ πούϲ γέγονε κατὰ ἀποβολὴν τοῦ ῡ καὶ τὸ ὅϲ ἄρθρον ἐϲτίν. καὶ ἔϲτιν εἰπεῖν, ὅτι κανών ἐϲτιν ὁ λέγων ὅτι πᾶν ὄνομα μονοϲύλλαβον μακροκαταληκτεῖν θέλει φύϲει ἢ θέϲει χωρὶϲ τοῦ τίϲ. ἄλλωϲ τε δύο κανόνεϲ ἤμελλον μάχεϲθαι. καθὸ μὲν γὰρ εἰϲ ο̄ϲ̄ εἰϲίν, ὤφειλεν εἰϲ ο̄ῡ ἔχειν τὴν γενικήν. καθὸ δὲ πάλιν πᾶϲα μονοϲύλλαβοϲ εὐθεῖα ἰϲοϲυλλάβωϲ κλινομένη ἀποβολῇ τοῦ ϲ̄ τὴν γενικὴν ποιεῖ ὁ Χνᾶϲ τοῦ Χνᾶ, ὁ Δρῆϲ τοῦ Δρῆ, ὁ νοῦϲ τοῦ νοῦ, ὁ ῥοῦϲ τοῦ ῥοῦ, ἠναγκάζοντο καὶ ταῦτα ἀποβολῇ τοῦ ϲ ̄ τὴν γενικὴν ἀποτελεῖν καὶ οὐχὶ εἰϲ τὴν ο̄ῡ δίφθογγον ἔχειν αὐτήν. τῶν οὖν δύο κανόνων μαχομένων ἐπιλελοίπαϲι τὰ εἰϲ ο̄ϲ̄ μονοϲύλλαβα ὀνόματα.
Τὰ εἰϲ ῡϲ̄ μονοϲύλλαβα περιϲπῶνται, μῦϲ, δρῦϲ· ἔϲτι δὲ καὶ πόλιϲ Θρᾴκηϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. ϲῦϲ καὶ ὗϲ. φυλάϲουϲι δὲ τὸ ῡ ἐν τῇ κλίϲει· τῶν δὲ ὑπὲρ μίαν ϲυλλαβὴν ἀρϲενικῶν ἕν μόνον ὁ ἰχθὺϲ ὁμοίωϲ ἐκλίθη τοῖϲ προειρημένοιϲ.
Τὰ εἰϲ ω̄ϲ̄ ἀρϲενικὰ μονοϲύλλαβα περιττοϲύλλαβα ὀξύνεται, Τρώϲ τὸ ἐθνικὸν ὁμόφωνον τῷ κτιϲτῇ ὡϲ Ἀχαιόϲ, Δαναόϲ, Ϲικελόϲ, θώϲ, πλώϲ ἰχθῦϲ τιϲ. δμώϲ, φῶϲ ὁ ἄνθρωποϲ, χρώϲ « ἐπεὶ οὔ ϲφι λίθοϲ χρὼϲ οὐδὲ ϲίδηροϲ (Ιl. Δ 510). Μῶϲ τὸ ἔθνοϲ. τὸ μέντοι κατὰ τροπὴν Δωρικὴν γινόμενον βῶϲ ἀπὸ τοῦ βοῦϲ βοόϲ περιϲπᾶται. τὰ μέντοι ἰϲοϲύλλαβα περιϲπῶνται, ϲώϲ « νῦν τοι ϲῶϲ αἰπὺϲ ὄλεθροϲ » (Ν 773)· γέγονε δὲ ἢ ἀπὸ τοῦ ϲόοϲ, ὡϲ οἴεται Φιλόξενοϲ, ἢ ἐκ τοῦ ϲῶοϲ ἢ ἐκ τοῦ ϲάοϲ. Κρῶϲ ὄνομα ἥρωοϲ ὁμοφωνοῦν τῇ πόλει, ἔϲτι δὲ Αἰγύπτου. Ἑκαταῖοϲ περιηγήϲει Ἀϲίαϲ. Γλῶϲ ὄνομα ἥρωοϲ, Κῶϲ πόλιϲ καὶ νῆϲοϲ. καὶ Ὅμηροϲ « καὶ Κῶν Εὐρυπύλοιο πόλιν » (B 677). λέγεται καὶ Κώωϲ διὰ δύο ω̄ω̄ καὶ Κόωϲ, ἀφ’ οὗ τὸ παρ’ Ὁμήρῳ τοπικὸν « καί μιν ἔπειτα Κόωνδ’ εὐναιομένην ἀπένεικαϲ » (1l. Ξ 255). λέγεται καὶ Κόοϲ διὰ δύο ο̄ο̄. ἔοικεν οὖν τὸ πρωτότυπον Κῶϲ. οὕτωϲ γὰρ καὶ ὁ κτιϲτῆϲ. ἔϲτι καὶ ἐν Αἰγύπτῳ πόλιϲ Κῶϲ. ἔϲτι δὲ καὶ κῶϲ τὸ ὄρυγμα τὸ ἐν
Κορίνθῳ, οὗ καθείργνυον τοὺϲ φῶραϲ καὶ τοὺϲ δραπέταϲ. λέγεται καὶ κῶοϲ, κῶεϲ δὲ οἱ ἐν αὐτῷ ἀνατραφέντεϲ. κώουϲ γὰρ τὰ κοιλώματα τῆϲ γῆϲ καὶ πάντα τὰ ϲπήλαια ἔλεγον. Τλῶϲ ὁ Τρεμίλητοϲ καὶ Πραξιδίκηϲ νύμφηϲ καὶ ἀπ’ αὐτοῦ Τλῶϲ πόλιϲ Λυκίαϲ. ἔϲτι καὶ Τλῶϲ τὸ ἐθνικόν. ἔϲτι καὶ ἄλλη Τλῶϲ πόλιϲ Πιϲιδίαϲ. Λῶϲ νῆϲοϲ περὶ Θετταλίαν. Ἀρτεμίδωροϲ. χωρὶϲ τοῦ ζώϲ « ἦ κε ζὼϲ ἀμενηνὸϲ ἔα χαλκοῖο τυπῇϲι» (Ε 887). τοῦτο δὲ ὁ Ἀϲκαλωνίτηϲ ἀξιοῖ περιϲπᾶν οὐχ ὑγιῶϲ. ἐκ γὰρ ὀξυνομένου τοῦ ζωόϲ γενόμενον τὸ ζώϲ δεῖ ὀξύνειν ὥϲπερ ἐπὶ τοῦ ἑϲταώϲ ἑϲτώϲ, βεβαώϲ βεβώϲ. καὶ τὸ δώϲ « δὼϲ ἀγαθή, ἅρπαξ δὲ κακὴ θανάτοιο δότειρα (Hesiod. Opp. 354) ὀξύνεται· ἔϲτι δὲ ἄκλιτον. - Τὰ εἰϲ ω̄ϲ̄ οὐδέτερα περιϲπᾶται, τὸ φῶϲ, τὸ ὦϲ.Τὰ εἰϲ ψ μονοϲύλλαβα ὀξύνεται, κνάψ ὁ δαλόϲ, μάψ ὄρνεον τι, δράψ κείμενον παρ’ Ἀριϲτοφάνει, λάψ παρὰ Ταραντίνοιϲ, γράψ καὶ φάψ θηλυκά, φλέψ, κλέψ ὁ κλέπτηϲ, ϲκέψ, θήψ καὶ ϲήψ εἶδοϲ ὄφεωϲ ϲῆψιν ἐμποιοῦν, ἴψ ὁ ϲκώληξ, λίψ ὁ ἄνεμοϲ, Νίψ ὄνομα κρήνηϲ, κνίψ, ὁ δὲ Ἀριϲτοτέληϲ μετὰ τοῦ ϲ̄ ϲκνίψ, θρίψ, ῥίψ πλέγμα ψιαθῶδεϲ, ϲτύψ, γύψ, γρύψ, Ῥύψ ὁ κατοικῶν Ῥύπαϲ πόλιν Ἀχαϊκήν, ὤψ ὁ ὀφθαλμόϲ καὶ ὄνομα κύριον « Εὐρύκλει’ Ὦποϲ θυγάτηρ » (Od. α 429), ῥώψ τὰ νεοθαλῆ τῶν δρυῶν, θώψ ὁ πλάνοϲ, κνώψ εἶδοϲ θηρίου, κλώψ ὁ κλέπτηϲ, ϲκώψ ὁ ϲκώπτηϲ, Ἀριϲτοτέληϲ δὲ χωρὶϲ τοῦ ϲ̄, Κρώψ. Κρῶπαϲ γὰρ Ἀνδροτίων φηϲὶ Κρωπιὰν δῆμον τῆϲ Λεοντίδοϲ φυλῆϲ.
* Τὰ εἰϲ ᾱ θηλυκὰ μονοϲύλλαβα περιϲπᾶται πάντα, μνᾶ ϲύνηθεϲ Ἀττικοῖϲ καὶ τῇ νῦν χρήϲει καὶ Χνᾶ ἀπεξενωμένον, ἡ Φοινίκη οὕτωϲ ἐκαλεῖτο τὸ πρότερον, Φνᾶ νῆϲοϲ, Λᾶ πόλιϲ Λακωνική. Λυκόφρων
(v. 95) « καὶ Λᾶν περήϲειϲ ». ταύτην δὲ διαλύϲαϲ Ὅμηρόϲ φηϲιν (Β 585) « οἵ τε Λάαν εἶχον ἠδ’ Οἴτυλον ἀμφενέμοντο ». κεῖται δὲ ἐπὶ πέτραϲ ὑψηλῆϲ, διὸ Λᾶ καλεῖται. Mᾶ, ἣ τῇ Ῥέᾳ εἵπετο. ἐκαλεῖτο δὲ καὶ ἡ Ῥέα Mᾶ.* Τὰ εἰϲ η̄ μονοϲύλλαβα ἐκ ϲυναιρέϲεωϲ περιϲπᾶται, μόνη δὲ ἡ γῆ κοινὴ ϲυνήθηϲ, τὸ γὰρ Ῥῆ ἡ Ῥέα ἴδιόν ἐϲτι τοῦ Ϲυρίου καὶ οὐ πᾶϲιν ἴϲωϲ ἢ καὶ Ἀττικοῖϲ γνωϲτόν· τὸ δὲ πλῆ εἰρημένον παρὰ Διογένει τῷ Ἀπολλωνιάτῃ ἀντὶ τοῦ πλέη θηλυκοῦ ἐπιθετικῶϲ ἄγνωϲτον τοῖϲ ἄλλοιϲ. ἀλλὰ καὶ ἡ νέα νῆ εἰρημένον ἐν Ϲαμίων ὥροιϲ· « τῇ δὲ νῇ τῶν Πυθιογειτόνων τιϲ ϲυγκυρέων ἐλάμβανε » καὶ παρὰ Ἀριϲτοφάνει ἐν Αἰολοϲίκωνι καί κ’ ἐπιθυμήϲειε νέοϲ νῆϲ ἀμφιπόλοιο.