De prosodia catholica
Aelius Herodianus
Aelius Herodianus. Grammatici Graeci, Pars 3, Vol. 1. Lentz, August, editor. Leipzig: Teubner, 1867.
Πᾶν οὐδέτερον ὄνομα παρεϲχηματιϲμένον ἀρϲενικῷ ὁμοτονεῖ τῷ ἀρϲενικῷ, φίλοϲ φίλον, κοῦφοϲ κοῦφον, καλόϲ καλόν, χρυϲοῦϲ χρυϲοῦν, οὕτω καὶ ὁ πᾶϲ τὸ πᾶν. τὸ δὲ εἷϲ ἕν μονοϲύλλαβον ἀντίκειται διὰ τὸ μὴ δύναϲθαι περιϲπωμένην ἐπὶ βραχείαϲ εἶναι.
Πᾶν οὐδέτερον κατὰ ἀποβολὴν τοῦ ϲ̄ γενόμενον ἀπὸ ἀρϲενικοῦ τὸν αὐτὸν τόνον φυλάττει τῷ ἀρϲενικῷ, μέγαϲ μέγα, λειπόπατριϲ λειπόπατρι, ἄπολιϲ ἄπολι, ὀξύϲ ὀξύ, ταχύϲ ταχύ, ἥμιϲυϲ ἥμιϲυ, Λίβυϲ Λίβυ, οὗτοϲ τοῦτο, ἐκεῖνοϲ ἐκεῖνο, αὐτόϲ αὐτό. αἱ γὰρ ἀντωνυμίαι εἰϲ ο̄ περατοῦνται κατὰ τὸ τρίτον πρόϲωπον κατὰ γένοϲ οὐδέτερον. οἱ δὲ Ἀθηναῖοι μετὰ τοῦ ἄρθρου φαϲὶ τὸ οὐδέτερον τῆϲ αὐτόϲ ταὐτόν. ἀναλόγωϲ· ἡ γὰρ ἐκεῖνοϲ καὶ ἡ οὗτοϲ ἀντωνυμίαι ϲτεροῦνται ἄρθρου. ἵν’ οὖν διαϲτῇ γένοϲ ἀρϲενικὸν καὶ οὐδέτερον, εἰϲ τὸ ο̄ περατοῦνται κατὰ τὸ οὐδέτερον ἐκεῖνο, τοῦτο, ἵνα τὸ μὲν εἰϲ ο̄ ϲημαίνῃ τὸ οὐδέτερον, τὸ δὲ εἰϲ ν̄ τὸ ἀρϲενικὸν ἐκεῖνον, τοῦτον. ἡ δὲ αὐτόϲ ἄρθρον λαμβάνει. οὐκέτι ἄρα ὀφείλει ἔχειν τὸ οὐδέτερον εἰϲ ο̄ ὁμοίωϲ τῇ χωρὶϲ ἄρθρου. ἔχει γὰρ διὰ τοῦ ἄρθρου ϲημαίνειν τὸ γένοϲ. Ἀθηναῖοι τοίνυν τὸ ἄρθρον προϲνέμοντεϲ καὶ τὸ ν̄ διδοῦϲι « ταὐτὸν θύμον φαγόντεϲ » (Arist. Plut. 253). ταὐτὸ γὰρ ὤφειλεν εἶναι. ὅταν οὖν Ἀττικοὶ λέγουϲι ταὐτόν, τὸ ὀφειλόμενον ἀποδιδόαϲιν, οὐ πλεονάζουϲιν. οὐδὲ ἐνθάδε πλεονάζουϲι· τοϲοῦτον, τηλικοῦτον. οὐ γὰρ ἔγκειται ἡ οὗτοϲ ἀντωνυμία. ἀλλὰ μᾶλλον τὸ τοϲοῦτο καὶ τοιοῦτο πέπονθεν ἔνδειαν τοῦ ν̄. ὡϲαύτωϲ καὶ ἄλλοϲ ἄλλο, τοῦτο δὲ ἐπιλαμβάνει τὸ ν̄ ἐν τῷ ἀλλοπρόϲαλλον καὶ ἐν τῷ ἔξαλλον καὶ ἄπαλλον.
Πᾶν εἰϲ ο̅ν ἐπιθετικὸν οὐδέτερον παρεϲχηματιϲμένον τοῖϲ εἰϲ ο̅ϲ λήγουϲιν ἀρϲενικοῖϲ τούτων φυλάττει τὸν τόνον, φιλόϲοφοϲ φιλόϲοφον, ἀχρεῖοϲ ἀχρεῖον καὶ Ἀττικῶϲ ἄχρειοϲ ἄχρειον.
Τὰ εἰϲ ο̅υ̅ϲ λήγοντα τῶν ὀνομάτων ἔχοντα οὐδετέρου παραϲχηματιϲμὸν ὁμοτονοῦν ἔχουϲι τὸ οὐδέτερον, χρυϲοῦϲ χρυϲοῦν, χαλκοῦϲ χαλκοῦν, εὔνουϲ εὔνουν.
Τὰ εἰϲ ω̅ϲ λήγοντα ἔχοντα οὐδετέρου παραϲχηματιϲμὸν ὁμοτονοῦν ἔχουϲι τὸ οὐδέτερον, ἀξιόχρεωϲ ἀξιόχρεων, ἀνάπλεωϲ ἀνάπλεων.
Τὰ εἰϲ α̅ϲ ἔχοντα οὐδετέρου παραϲχηματιϲμὸν ὁμοτονοῦν ἔχουϲι
τὸ οὐδέτερον, ἅπαϲ ἅπαν, ϲύμπαϲ ϲύμπαν, τάλαϲ τάλαν, μέλαϲ μέλαν.Τὰ ἀπὸ τῶν εἰϲ ε̅ι̅ϲ ὑπὲρ μίαν ϲυλλαβὴν οὐδέτερα εἰϲ ε̅ν λήξαντα ἐν μὲν τῇ αὐτῇ ϲυλλαβῇ τὸν τόνον φυλάττουϲι, οὐ μὴν δὲ ἀεὶ τὸν αὐτόν, φωνήειϲ φωνῆεν, αὐδήειϲ αὐδῆεν, χαρίειϲ χαρίεν. τὸ γὰρ προπαροξύτονον ἐπίρρημά ἐϲτιν. τυφθείϲ τυφθέν.
Τὰ εἰϲ ε̅ϲ οὐδέτερα τῶν εἰϲ η̅ϲ ὀξυτόνων ὁμοτονοῦϲιν αὐτοῖϲ, εὐϲεβήϲ εὐϲεβέϲ, ἀληθήϲ ἀληθέϲ καὶ ἄληθεϲ παρ’ Ἀττικοῖϲ τὸ ἐπίρρημα, ἑξαετήϲ ἑξαετέϲ, τριετήϲ τριετέϲ, αὐτοετήϲ αὐτοετέϲ, τὸ δὲ αὐτόετεϲ ἐπιρρηματικῶϲ προπαροξύνεται, ὡϲαύτωϲ ἐπιτηδήϲ ἐπιτηδέϲ, ἐπίτηδεϲ δὲ ἐπίρρημα.
Τὰ βαρύτονα εἰϲ η̅ϲ ἔχοντα δὲ οὐδέτερα εἰϲ ε̅ϲ ἢ προπεριϲπώμενα αὐτὰ ἔχει ἢ προπαροξύτονα.
Τὰ μὲν οὖν διὰ τοῦ ̄η̄ρ̄η̄ϲ ἔχει προπεριϲπώμενα, ὀλιγήρηϲ ὀλιγῆρεϲ, θυμήρηϲ θυμῆρεϲ, τὸ δὲ θυμαρέϲ ἀπὸ τοῦ θυμαρήϲ γέγονε, ξιφήρηϲ ξιφῆρεϲ, πλήρηϲ πλῆρεϲ.
Τὰ διὰ τοῦ ω̅δ̅η̅ϲ, εἰ ἔχει οὐδέτερα, προπεριϲπώμενα αὐτὰ ἔχει, εὐώδηϲ εὐῶδεϲ, γεώδηϲ γεῶδεϲ.
Ἔτι τὰ διὰ τοῦ ω̅ρ̅η̅ϲ, νεώρηϲ νεῶρεϲ, αὐτώρηϲ αὐτῶρεϲ καὶ τὰ παρὰ τὸ ὄλω ϲυντεθειμένα, ἐξώληϲ ἐξῶλεϲ, πανώληϲ πανῶλεϲ. τὰ δὲ ἄλλα προπαροξύνονται, ἐξαιρέτωϲ τὰ παρ’ οὐδετέρων ϲυντεθέντα βαρύτονα, εὐμήκηϲ εὔμηκεϲ, κακοήθηϲ κακόηθεϲ, μεγακήτηϲ μεγάκητεϲ. καὶ τὰ παρὰ τὸ η̅κ̅η̅ϲ, τανυήκηϲ τανύηκεϲ. καὶ τὰ παρὰ τὸ α̅δ̅η̅ϲ καὶ α̅ρ̅κ̅η̅ϲ, αὐθάδηϲ αὔθαδεϲ, αὐτάρκηϲ αὔταρκεϲ. τὸ μέντοι ποδάρκηϲ βαρύτονον ἔχει τὸ ποδαρκέϲ οὐδέτερον ὀξυνόμενον, ἡ δὲ κλητικὴ πόδαρκεϲ ὡϲ αὔταρκεϲ, τῶν ἄλλων ὁμοφωνούντων τῇ κλητικῇ τοῦ ἀρϲενικοῦ.
Τὰ παρὰ τὸ α̅ν̅τ̅η̅ϲ οὐδέτερα προπαροξύνονται, κατάντηϲ κάταντεϲ, προϲάντηϲ πρόϲαντεϲ, ἀνάντηϲ ἄναντεϲ καὶ τὰ ὅμοια.
Τὰ εἰϲ ο̅ν μετοχῶν οὐδέτερα ὁμοτονοῦϲι τοῖϲ ἀρϲενικοῖϲ, ὁ λαβών τὸ λαβόν, ὁ φαγών τὸ φαγόν.
Τῶν εἰϲ ω̅ν βαρυτόνων τὰ οὐδέτερα ὁμοτονοῦϲι ταῖϲ κλητικαῖϲ τῶν
ἀρϲενικῶν, ὁ ϲώφρων ὦ ϲῶφρον καὶ τὸ ϲῶφρον, ὁ ἀγνώμων ὦ ἄγνωμον καὶ τὸ ἄγνωμον, ὁ ἀμείνων ὦ ἄμεινον τὸ ἄμεινον, ὁ βελτίων ὦ βέλτιον τὸ βέλτιον, ὁ ἀρείων ὦ ἄρειον τὸ ἄρειον. τοῖϲ δὲ εἰϲ ω̄ν̄ ὀξυνομένοιϲ ὀνόμαϲι οὐδέποτε παράκειται οὐδετέρου παραϲχηματιϲμόϲ.Τὰ ἀπὸ τῶν εἰϲ η̄ν̄ ἀρϲενικῶν εἰϲ ε̄ν̄ οὐδέτερα ὁμοτονοῦϲιν αὐτοῖϲ, ἄρϲην ἄρϲεν, τέρην τέρεν.
* Τὰ εἰϲ ω̄ν̄ μετοχῶν δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων οὐδέτερα ὁμοτονοῦϲι τοῖϲ ἀρϲενικοῖϲ, ὁ βοῶν τὸ βοῶν, ὁ γελῶν τὸ γελῶν, ὁ ὁρῶν τὸ ὁρῶν, ὁ ἀγαπῶν τὸ ἀγαπῶν, ὁ μελετῶν τὸ μελετῶν. μονογενὲϲ δὲ οὐδέτερον εἰϲ ω̄ν̄ λῆγον ὄνομα οὐκ ἔϲτιν εὑρεῖν.
* Αἱ εἰϲ ω̄ϲ̄ μετοχαὶ ἀπὸ περιϲπωμένων κατὰ πάθοϲ γενόμεναι καὶ φυλάττουϲαι τὸ ω̄ ἐπὶ τῆϲ γενικῆϲ τοῦ ἀρϲενικοῦ ὁμοτονοῦντα ἔχουϲι τὰ οὐδέτερα, βεβώϲ βεβῶτοϲ τὸ βεβώϲ, γεγώϲ γεγῶτοϲ τὸ γεγώϲ, ἑϲτώϲ ἑϲτῶτοϲ τὸ ἑϲτώϲ, τεθνώϲ τεθνῶτοϲ τὸ τεθνώϲ. μονογενὲϲ δὲ οὐδέτερον εἰϲ ω̄ϲ̄ οὐκ ἔϲτιν εὑρεῖν πλὴν τοῦ φῶϲ καὶ τοῦ ὦϲ.
Τὰ εἰϲ ᾱ λήγοντα οὐδέτερα μονογενῆ βαρύνεται καὶ ϲυϲτέλλει τὸ ᾱ καὶ τὸ μ̄ παραλήγεται καὶ διὰ τοῦ τ̄ο̄ϲ̄ θέλει κλίνεϲθαι. πρόϲκειται μονογενῆ διὰ τὸ μέγα. τοῦτο γὰρ λήγει εἰϲ ᾱ καὶ πρὸ τοῦ ᾱ οὐκ ἔχει τὸ μ̄ διὰ τὸ μὴ εἶναι μονογενέϲ, ἀπὸ γὰρ τοῦ μέγαϲ. τὸ γὰρ Πάϲχα βάρβαρον, διὸ ὃ καὶ ἄκλιτον. τὸ φάβα καὶ αὐτὸ βάρβαρον, εἰ καὶ κλίνοιτο. καὶ τὰ τῶν ϲτοιχείων ὀνόματα, ἄλφα, βῆτα, γάμμα, δέλτα — ἔϲτι καὶ Δέλτα πόλιϲ πρὸϲ τῇ Ϲυρίᾳ καὶ νῆϲοϲ Αἰγύπτου, ὡϲ Ἔφοροϲ, κατ’ Αἰγυπτίουϲ καλουμένη Πυραμίϲ ἀπὸ τῆϲ τοῦ ϲχήματοϲ ὁμοιότητοϲ — βάρβαρα καὶ ἄκλιτά εἰϲιν. τὸ δὲ ἄλειφα ἐγένετο ἐκ τοῦ ἄλειφαρ ἢ ἄλειφαϲ ὑποϲτολῇ τοῦ ρ̄ ἢ τοῦ ϲ̄,̄ τὸ δὲ λίπα ἐκ τοῦ
λίπαϲ καὶ τὸ ὕφα ἐκ τοῦ ὕφαϲμα κατὰ ἀποκοπήν. καὶ τὸ γάλα ἀπὸ τοῦ γάλαξ κατ’ ἔνδειαν τοῦ ξ̄. ἡ γὰρ κλίϲιϲ αὐτοῦ ἀπὸ εὐθείαϲ τῆϲ εἰϲ ξ̄ καταληγούϲηϲ ἐγένετο· γάλακοϲ γὰρ ἡ γενικὴ καὶ κατὰ πλεοναϲμὸν τοῦ τ̄ γάλακτοϲ ὥϲπερ ἄναξ ἄνακοϲ καὶ ἄνακτοϲ. πᾶϲα γὰρ γενικὴ διὰ τοῦ κ̄ο̄ϲ̄ κλινομένη ἢ διὰ τοῦ κ̄τ̄ο̄ϲ̄ τὴν εὐθεῖαν ἔχει εἰϲ ξ̄ καταλήγουϲαν, οἷον Φοῖνιξ Φοίνικοϲ, θώραξ θώρακοϲ, νύξ νυκτόϲ, ἄναξ ἄνακτοϲ· εἰ οὖν γάλακτοϲ, δῆλον ὅτι εἰϲ ξ̄ γάλαξ. ἄλλωϲ τε δὲ πᾶϲα δοτικὴ πληθυντικῶν εἰϲ ῑ λήγουϲα μετὰ διπλοῦ ἀποβολῇ τοῦ ῑ τὴν εὐθεῖαν τῶν ἑνικῶν ἀποτελεῖ, οἷον Φοίνιξι Φοῖνιξ, κήρυξι κῆρυξ, Πέλοψι Πέλοψ, Κύκλωψι Κύκλωψ. εἰ οὖν ἐϲτιν ἡ δοτικὴ τῶν πληθυντικῶν γάλαξι, δῆλον ὅτι ἀποβολῇ τοῦ ῑ γίνεται ἡ εὐθεῖα τῶν ἑνικῶν γάλαξ· ἀλλ’ ἐπειδὴ τὸ ξ̄ οὐκ ἔϲτι τελικὸν τῶν οὐδετέρων, τούτου χάριν ἀπεβλήθη καὶ ἐγένετο γάλα. Ἀμέλει ϲυντιθέμενον τὸ γάλα καὶ γινόμενον εἰϲ ἀρϲενικὸν γένοϲ, ἀναδέχεται τὸ ὀφειλόμενον ξ̄ οἷον ὁ ἀρτιγάλαξ, ὁ νεογάλαξ. καὶ ἐκ τοῦ γάλαξ ὁ γαλαξίαϲ γενέϲθαι δοκεῖ. Περὶ δὲ τοῦ κρᾶτα οἷον « ἐϲ τὸ κείνου κρᾶτα ἐνήλαθ’ ἡ τύχη» παρὰ Ϲοφοκλεῖ (Oed. Tyr. 263) μήποτέ ἐϲτιν εἰπεῖν ὅτι τοῦτο ἀπὸ ἀρϲενικοῦ ἢ θηλυκοῦ γέγονεν. ἀπὸ ἀρϲενικοῦ μὲν ἀπὸ τοῦ ὁ κράϲ τοῦ κρατόϲ τῷ κρατί τὸν κρᾶτα, ἀπὸ θηλυκοῦ δὲ ἀπὸ τοῦ ἡ κράϲ τῆϲ κρατόϲ τῇ κρατί τὴν κρᾶτα καὶ τὸ κρᾶτα. τὸ μὲν γὰρ κράϲ ἀρϲενπκῶϲ καὶ θηλυκῶϲ λέγεται οἷον ὁ κράϲ καὶ ἡ κράϲ.Τὰ μὲν οὖν διϲύλλαβα εἰϲ μ̄ᾱ λήγοντα οὐδέτερα παροξύνεται ἢ προπεριϲπᾶται, ϲτόμα, πλύμα, ῥύμα, φύμα, θύμα, λύμα, θέμα, δέμα, ἅρμα — ἔϲτι καὶ πόλιϲ Βοιωτίαϲ τῆϲ Ταναγρικῆϲ. Παυϲανίαϲ ἐνάτῳ (c. 19, 4). ἐκλήθη δὲ οὕτωϲ ἢ διότι ἐκεῖ κατεάγη τὸ τοῦ Ἀδράϲτου ἅρμα ἢ ἀπὸ Ἀμφιαράου τοῦ ἅρματοϲ· ἐνταῦθα γὰρ καταφυγεῖν φαϲι μετὰ τοῦ ἅρματοϲ καὶ οὐκ ἐκδοθῆναι τοῖϲ διώκουϲιν ὑπὸ τῶν κατοικούντων. ἔϲτι καὶ τῆϲ Ἀττικῆϲ Ἅρμα ἐν Πάρνηθι περὶ τὴν Φυλὴν καλουμένην. ἔϲτι καὶ Ἅρματα πόλιϲ πληθυντικῶϲ Ἰνδικῆϲ — αἶμα, βῆμα, ῥῆμα, χρῆμα, ϲῆμα, ὅθεν Κυνόϲϲημα τόποϲ Λιβύηϲ. Ἑκαταῖοϲ περιηγήϲει αὐτῆϲ. ἔϲτι καὶ ἄλλο χωρίον. λῦμα καὶ φῦμα καὶ θῦμα παρ’ Ἀττικοῖϲ τὸ ῡ ἐκτείνουϲιν, ζεῦγμα καὶ Ζεῦγμα πόλιϲ Ϲυρίαϲ
ἐπὶ τῷ Εὐφράτῃ, ὃν Ἀλέξανδροϲ ζεύξαϲ ἁλύϲεϲι διεβίβαϲε τὰ ϲτρατόπεδα. ῥῆγμα καὶ Ῥῆγμα πόλιϲ καὶ κόλποϲ περὶ τὸν Περϲικὸν κόλπον. δῆγμα, δεῖγμα, λῆμμα, τύμμα, οἶμα, ὅπερ ἐϲτὶ μονῆρεϲ. οὐδὲν γὰρ εἰϲ μ̄ᾱ λῆγον καθαρὸν διϲύλλαβον οὐδέτερον πρὸ τέλουϲ ἔχει τὴν ο̄ῑ δίφθογγον, ἀλλὰ μόνον τὸ οἶμα, τὸ γὰρ οἰδμα οὐ καθαρεῦον. δύναται γὰρ καὶ ἀπὸ ϲυμφώνου ἄρχεϲθαί τινα ἢ ἀπὸ ϲυμφώνων, ἵνα μή τιϲ λέγῃ, ὅτι ἄλλο οἶμα ἐπιζητῶ. διὸ ἔθηκα πρὸ τέλουϲ. τὰ δὲ ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται, ποίημα, ὄρυγμα, τέλεϲμα, μελέτημα, βούλημα, εὕρημα. λέγεται καὶ εὕρεμα διὰ τοῦ ε̄· καί εἰϲι μὲν καὶ ἀμφοτέρων χρήϲειϲ, κρείττων δὲ ἡ διὰ τοῦ η̄ ὡϲ ἀπὸ περιϲπωμένου τοῦ εὑρῶ, οὗ τὴν περίϲπαϲιν ἐλέγχει ὁ εὑρήϲω μέλλων, περιττεύων τοῦ ἐνεϲτῶτοϲ μιᾷ ϲυλλαβῇ. ὄνομα, ὅ ἐϲτι μονῆρεϲ. οὐδὲν γὰρ εἰϲ μ̄ᾱ λῆγον οὐδέτερον ἁπλοῦν ἐν ταῖϲ πρὸ τέλουϲ δύο ϲυλλαβαῖϲ διϲϲὸν ἔχει τὸ ο̄, ὡϲ δῆλον ἐκ τῶν τοιούτων, ποίημα, νόημα, δόνημα, φίλημα, ἀνάθημα, φώ νημα, ϲτεφάνωμα, χρύϲωμα, κώλυμα, ἔλυμα, ἔρυμα καὶ ἄλλο μυρίον πλῆθοϲ τοιούτων ὀνομάτων ἀδιάπτωτον ποιεῖ τὸν κανόνα. δῆλον ὡϲ τὸ ὄνομα μονῆρέϲ ἐϲτι· καὶ γὰρ ἥ τε τρίτη ἀπὸ τέλουϲ τὸ ο̄ ἔχει καὶ ἡ πρὸ τέλουϲ. Αἰολεῖϲ δὲ ὄνυμα λέγοντεϲ αὐτὸ ἀπολύουϲι τοῦ προκειμένου ἐλέγχου. πρόϲκειται τῷ κανόνι ἁπλοῦν, ἵνα μή τιϲ ταῦτα ϲύνθετα ὄντα ὡϲ ἀντιπίπτοντα παρατάξῃ ϲυνεχῶϲ ἐν τῇ ϲυνηθείᾳ λεγόμενα, λέγω δὲ τὸ πρόδομα ἢ πρόπομα, ὅπερ καὶ πρόπωμα λέγεται. τούτων οὖν οὕτωϲ ἐχόντων ἄξιόν ἐϲτι ζητῆϲαι, διατί ἐν τῷ ὄνομα οἱ Αἰολεῖϲ τὸ ἐν τῇ παραληγούϲῃ ο̄ ἔτρεψαν εἰϲ τὸ ῡ οἷον ὄνυμα καὶ μὴ τὸ ἐν τῇ προπαραληγούϲῃ οἷον ὔνομα. Ἔϲτιν οὖν εἰπεῖν τὰϲ αἰτίαϲ ταύταϲ· πρῶτον μὲν ὅτι τὸ ἐν τῇ παραληγούϲῃ ο̄ γνήϲιόν ἐϲτιν, ἀπὸ γὰρ τοῦ νέμω γέγονε νόμα καὶ κατὰ πλεοναϲμὸν τοῦ ο̄ ὄνομα, τὸ δὲ ἐν τῇ ἀρχούϲῃ ἀπὸ πλεοναϲμοῦ ἐϲτιν. ἄτοπον δέ ἐϲτι τὸ ἀπὸ πλεοναϲμοῦ τραπῆναι, ἵνα εὑρεθῶϲι δύο πάθη, πλεοναϲμὸϲ καὶ τροπή. δεύτερον δὲ ὅτι καὶ ὁ χαρακτὴρ ἀπαιτεῖ τὸ ἐν τῇ παραληγούϲῃ ο̄ τραπῆναι. πολλὰ γάρ εἰϲιν εἰϲ ᾱ οὐδέτερα διὰ τοῦ ῡμ̄ᾱ ἐκφερόμενα οἷον κώλυμα, ἔρυμα, κῦμα, θῦμα. οὕτωϲ οὖν καὶ ὄνομα. καὶ τούτου χάριν τὸ ἐν τῇ παραληγούϲῃ ἐτράπη καὶ οὐ τὸ ἐν τῇ ἀρχούϲῃ.Εἰϲ ᾱ μακρὸν ἢ εἰϲ η̄ ἐπὶ ἑνικῆϲ εὐθείαϲ ὀνόματοϲ οὐδετέρου οὐκ ἔϲτιν εὑρεῖν· τὸ γὰρ κάρα ἀπὸ τοῦ κάρανον καὶ τὸ κάρη ἀπὸ τοῦ κάρηνον ἀποκέκοπται. τὸ γὰρ καρή ὀξύτονον θηλυκόν ἐϲτιν.
Τὰ εἰϲ ῑ μονογενῆ ὑπὲρ μίαν ϲυλλαβὴν βαρύνεται, μέλι· δίχα δὲ τούτου καὶ τῶν παρ’ αὐτοῦ ϲυντεθέντων ἀπόμελι, ὀξόμελι, εὐκρατόμελι, οἰνόμελι καὶ τοῦ μονοϲυλλάβου τί οὐδέν ἐϲτι ὄνομα οὐδέτερον Ἑλληνικὸν ἀπαθέϲ. τὸ γὰρ κίκι εἶδοϲ ἐλαίου παρ’ Αἰγυπτίοιϲ, κόμι τὸ κομίδιον, πέπερι, κιννάβαρι, ὅπερ Ἀττικοὶ τιγγάβαρυ, ϲίνηπι, κοῖφι, ϲτάχι ϲύνηθεϲ Αἰγυπτίοιϲ, ὅπερ ϲημαίνει εἶδοϲ πυρροῦ, ϲτίμμι, ὅπερ γυναῖκεϲ κατὰ τοὺϲ ὀφθαλμοὺϲ χρίονται, ὅπερ ἐν τῇ ϲυνηθείᾳ λαχᾶϲ καλεῖται, κόρι τὸ κορίανον, τάγυρι, χνάϲμι, κάρι, ϲίϲελι οὐχ Ἑλληνικά, ξένα δέ. τὸ δὲ τρόφι ἀπὸ τοῦ τρόφιμον γέγονε κατ’ ἀποκοπὴν ὡϲ ἀπὸ τοῦ κρίμνου τὸ κρῖ, ὡϲαύτωϲ καὶ ἄλφι ἀπὸ τοῦ ἄλφιτον καὶ τὸ ἔρι ἀπὸ τοῦ ἔριον.
Τὰ δὲ εἰϲ ῑ ἐπιθετικὰ ὁμοτονεῖ τοῖϲ ἀρϲενικοῖϲ, λειπόπατριϲ λειπόπατρι, φυγόπολιϲ φυγόπολι, φιλόπατριϲ φιλόπατρι, εὔχαριϲ εὔχαρι.
Τὰ εἰϲ ῡ μονογενῆ ὑπὲρ μίαν ϲυλλαβὴν βαρύνεται, δόρυ, γόνυ, μέθυ, δάκρυ, πῶϋ, ἄϲτυ — ἐκλήθη δὲ ἄϲτυ, ὡϲ Φιλόχοροϲ ἐν α′ τῆϲ Ἀτθίδοϲ « διὰ τὸ πρότερον νομάδαϲ καὶ ϲποράδην ζῶνταϲ τότε ϲυνελθεῖν καὶ ϲτῆναι ἐκ τῆϲ πλάνηϲ εἰϲ τὰϲ κοινὰϲ οἰκήϲειϲ, ὅθεν οὐ μετανεϲτήκαϲιν. Ἀθηναῖοι δὲ πρῶτοι τῶν ἄλλων ἄϲτη καὶ πόλειϲ ᾤκηϲαν ». λέγεται ἄϲτυ καὶ ὁ δῆμοϲ, ὡϲ Ἐρατοϲθένηϲ ἐν Ἤριγόνῃ « ἡ δ’ ὅτε δὴ Θορικοῦ καλὸν ἵκανεν ἕδοϲ . . . . » ὅτι δὲ δῆμοϲ Θορικόϲ δῆλον. ἔϲτι καὶ κώμη πληϲίον Κανώβου παρὰ τὴν Ἀλεξάνδρειαν — νᾶπυ τὸ ϲίνηπι, κόνδυ, κάχρυ, φῖτυ τὸ φίτυμα, μῶλυ, τρῆνυ, ἄϲχυ ἀπόρευμα δένδρου. τὸ δὲ Αἶπυ πόλιϲ Μεϲϲηνίαϲ « καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐῦκτιτον Αἶπυ » (B 592) ἀπὸ τῆϲ ἐρυμνότητοϲ καλουμένη, ἀμφίβολόν ἐϲτιν. Ἀρίϲταρχοϲ γὰρ ὡϲ ὀξύ, ϲυγκατατίθεται δὲ αὐτῷ καὶ
Ἀπολλόδωρος. Φερεκύδηϲ δὲ ὁ Ἀθηναῖοϲ τὸ μὲν ἐΰκτιτον κύριον ὄνομα παρέλαβε, τὸ δὲ αἰπύ ἐπίθετον. ἐκ δὲ τοῦ ἐναντίου τινὲϲ τὸ μὲν ἐΰκτιτον ἐπίθετον, τὸ δὲ αἰπύ κύριον, ἐπεὶ καὶ ἐν ἄλλοιϲ (ll. Λ 711) εἴρηκεν « ἔϲτι δέ τιϲ Θρυόεϲϲα πόλιϲ, αἰπεῖα κολώνη » ὃ νῦν εἴρηκε Αἰπύ καὶ ὡϲ ἴδιον γενόμενον βούλονται βαρυτονεῖν. Πτολεμαῖοϲ δέ φηϲι μὲν κύριον εἶναι τὸ Αἰπύ, οὐ μὴν ϲυγκατατίθεται τῷ τόνῳ φάϲκων ὡϲ ὅτι πολλαὶ πόλειϲ ὁμοφωνοῦϲι προϲηγορικοῖϲ, Ἕλοϲ, Αἰγιαλόϲ· χρὴ μέντοι γινώϲκειν ὅτι ἀναλογώτερον ἀνάγνωϲιϲ ἦν ἡ βαρεῖα. τὰ γὰρ εἰϲ ῡ μονογενῆ βαρύνεται.* Εἰϲ ων οὐδέτερον μονογενὲϲ ἢ εἰϲ η̄ν̄ ἢ εἰϲ ᾱν̄ ἢ εἰϲ ε̄ν̄ ἢ εἰϲ ῑν̄ ἢ εἰϲ ῡν̄ οὐκ ἔϲτιν εὑρεῖν. τὸ γὰρ ἰθύτρην παρὰ Δημοκρίτῳ βεβίαϲται.
Τὰ εἰϲ λεον ὀξύνεται, Χαλεόν ἡ πόλιϲ, ἐλεόν ἡ μαγειρικὴ τράπεζα. « βάλλον δ’ εἰν ἐλεοῖϲιν », ϲτελεόν, ὃ καὶ ϲτελειόν λέγεται ποιητικῶϲ, καὶ ϲτελεόϲ, κολεόν ἢ κουλεόν. Πτελεόν πόλιϲ Ἰωνίαϲ καὶ Τρῳάδοϲ καὶ τῶν περὶ Θετταλίαν Ἀχαιῶν. καλεῖται δὲ ὅτι πολλὰϲ ἔχει πτελέαϲ· ἔϲτι δὲ καὶ Μεϲϲηνίαϲ, μία τῶν τριῶν, ὧν Ὅμηροϲ μνημονεύει « καὶ Πτελεὸν καὶ Ἕλοϲ καὶ Δώριον » ( B 594). Δικαίαρχοϲ δὲ τέτταραϲ ταύταϲ εἶναί φηϲι καὶ Πτελέαϲ οὐ Πτελεόν κατὰ τὸ πρῶτον τοῦ βίου τῆϲ Ἑλλάδοϲ βιβλίον. εἰ δὲ μὴ ἔχουϲι τὸ λε, προπαροξύνονται, ὄϲτρεον, ὃ καὶ ὄϲτρειον λέγεται, ὄρνεον, δένδρεον, ὤεον, ὅπερ ἐν πλεοναϲμῷ τοῦ ε̄ ἀπὸ τοῦ ὠόν, κάνεον. τὸ δὲ ὀϲτέον παροξύνεται ὡϲ διϲύλλαβον· ἀπὸ γὰρ τοῦ ἵϲτημι ϲτέον καὶ ὀϲτέον· οὐκ ἀγνοῶ δὲ ὡϲ καὶ ὀϲτοῦν λέγεται, ὡϲ καὶ παρὰ Κρατίνῳ ἐν Πυτίνῃ
τοῦτον τὸν τρόπον καὶ τὸ κάνεον κανοῦν.
Τὰ εἰϲ ο̄ν̄ διϲύλλαβα παραληγόμενα τῷ ῑ μόνῳ ἢ τῇ ε̄ῑ διφθόγγῳ βαρύνεται, μνίον, ῥίον. ἔϲτι καὶ πόλιϲ Μεϲϲήνηϲ ἢ Ἀχαΐαϲ καὶ ἄλλη Αἰτωλίαϲ. ϲίον λαχάνου εἶδοϲ, ἴον, δρίον, ὅπερ τινὲϲ καὶ δρίοϲ γράφουϲι, Δῖον πόλιϲ Εὐβοίαϲ περὶ τὸ Κήναιον. Ὅμηροϲ « Κήρινθόν τ’ ἔφαλον Δῖόν τ’ αἰπὺ πτολίεθρον » (B 538) ἔϲτι καὶ Μακεδονίαϲ, ἔνθα τὸν Ὀλυμπικὸν ἀγῶνα ἐτέλουν· γ’ ἔϲτι πρὸϲ τῷ Ἄθῳ, ὡϲ
Θουκυδίδηϲ (4, 109). δ′ Θεϲϲαλίαϲ. ε′ Πιϲιδίαϲ. ϛ′ Ἰταλίαϲ. ζ′ κοίληϲ Ϲυρίαϲ, κτίϲμα Ἀλεξάνδρου. κρεῖον ἀγγεῖον κρεῶν, εἶον, ὃ καὶ ἤϊον ἐν διαλύϲει λέγεται, τὸ εἰϲ τὸ ἰέναι ἐπιτήδειον, νεῖον τῆϲ νηὸϲ τὸ πυθμενοειδὲϲ ξύλον.Τὰ διὰ τοῦ ῑο̄ν ̄ τριβράχεα ὑποκοριϲτικὰ προπαροξύνεται, κτένιον, πτύχιον, πόδιον, θρόνιον, ὡϲαύτωϲ καὶ Θρόνιον πόλιϲ Λοκρῶν· Ὅμηροϲ « Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα » (Β 533), ϲχόλιον, χόριον, ῥάχιον, πτέριον, ζύγιον, ϲπόδιον, φλέβιον, τρίχιον, πέδιον ὁ δεϲμόϲ, τὸ δὲ πεδίον ἐπὶ τῆϲ γῆϲ παροξύνεται· εἰ μέντοι ἡ πρώτη τούτων μακρὰ ὑπάρχοι, ὑπεϲταλμένων τῶν διὰ τοῦ δ ̄ι ̄ο ̄ν ̄ παρηγμένων, παροξύνεται, κλειδίον, παιδίον, δᾳδίον· οὐ γὰρ διὰ τοῦ δ ̄ι ̄ο ̄ν ̄, ἀλλὰ διὰ τοῦ ῑο̄ν ̄. τὸ γὰρ δ ̄ τοῦ πρωτοτύπου ἐϲτίν. ἔτι ϲφηκίον, χαρτίον, ὠτίον, μηρίον, θηρίον, κηρίον, ξηρίον, ϲφαιρίον, φορτίον, ϲταυρίον, ϲχοινίον, ϲπαρτίον, τιτθίον, ϲτρουθίον, ϲαρκίον, βιβλίον, χρυ ϲίον, καρφίον, χωρίον, κρουνίον, ϲιτίον, ψωμίον, νηϲίον. οὕτω καὶ τὸ κλιϲίον παρὰ τοῖϲ Ἀττικοῖϲ τὸ ῑ ἐκτεῖνον παροξύνεται ὡϲ τὸ θηρίον, παρὰ δὲ Ὁμήρῳ ϲυϲτέλλει τὸ ῑ καὶ προπαροξύνεται οἷον « περὶ δὲ κλίϲιον θέε πάντῃ » (Od. ω 208). τὸ δὲ φρούριον προπαροξύνεται οὐ γὰρ ὑποκοριϲτικόν. ὡϲαύτωϲ καὶ τὸ ἴχνιον προπαροξυντέον ὁμοτόνωϲ
τῷ ἀράχνιον· οὐ γὰρ ἐϲτιν ὑποκοριϲτικόν, ἀλλ’ ἀπὸ ῥήματοϲ ἐϲχημάτιϲται.Τὰ διὰ τοῦ δ ̄ι ̄ο ̄ν ̄ ἀπὸ παραγωγῆϲ ἔχοντα τὸ δ̄ προπαροξύνεται, μύδιον, βοτρύδιον, ἰχθύδιον, ϲικύδιον, ὀφρύδιον, πιτύδιον, ὀϲφύδιον. Βοιωτίδιον ἐκ Βοιώτιοϲ. Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲιν (v. 872) *ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον. κῴδιον, βοΐδιον, βιβλίδιον, ὀΐδιον καὶ ἐν ϲυναιρέϲει οἶδιον, ζῴδιον, ϲτῴδιον, καλώδιον, φυϲείδιον, λεξείδιον, γήδιον, κλινήδιον, πορνήδιον. τὸ δὲ παιδίον, κλειδίον, δᾳδίον τὸ δ οὐκ ἔχει ἐκ παραγωγῆϲ. τὸ δὲ δορκάδιον, ἀϲπίδιον. Μένανδροϲ « ἀϲπίδιον ἐπριάμην τι καὶ μαχαίριον » καὶ κροκύδιον ὑπερτριϲύλλαβα προπαροξύνεται.
Τὰ διὰ τοῦ ῑ̄ο ̄ν̄ τριϲύλλαβα ἔχοντα πρὸ τοῦ ῑ ͞ρ ἢ λ ̄, μὴ ὄντα ὑποκοριϲτικὰ μηδὲ ἔχοντα τὸ ͞η ἐν τῇ προπαραληγούϲῃ, προπαροξύνεται, ἴκριον τὸ ϲανίδωμα, ἴτριον, ὄϲπριον, ἔριον, μείλιον τὸ δῶρον, τρύβλιον, λείριον τὸ ἄνθοϲ, ῥάκτριον. ὄβριον τὸ τῶν λεόντων ἢ τῶν λύκων ϲκυλάκιον. φράτριον τόποϲ, ἐν ᾧ οἱ τῆϲ αὐτῆϲ φρατρίαϲ ϲυνάγονται· τὸ δὲ θηρίον ἔχει τὸ ͞η καὶ ὑποκοριϲτικόν ἐϲτιν. ἔτι τὸ βιβλίον καὶ ϲμιλίον.
* Τὰ διὰ τοῦ ῑ ͞ι͞ο͞ν οὐδέτερα μονογενῆ τριϲύλλαβα, μὴ ὄντα ὑποκοριϲτικά, εἰ ἔχοι τὴν τρίτην ἀπὸ τέλουϲ μακράν, διὰ τοῦ ῑ ἐκφερομένην, ἤτοι μόνου ἢ ϲὺν ἑτέρῳ φωνήεντι, προπαροξύνεται, Ἴλιον, ποίμνιον, Ϲίγριον, λείριον, ἴτριον, μείλιον. ϲπάνια δὲ τὰ
παροξυνόμενα ὥϲπερ τὸ ἰνίον. τὸ γὰρ τειχίον ὑποκοριϲτικὸν καὶ τὸ κλειδίον.* Τὰ διὰ τοῦ ͞ι͞ο͞ν τριϲύλλαβα προϲηγορικὰ ἔχοντα πρὸ τοῦ ῑ δύο ϲύμφωνα ἢ κατὰ ϲύλληψιν ἢ κατὰ διάϲταϲιν παροξύνεϲθαι θέλει, ὁπότε πρὸ τοῦ ῑ οὐκ ἔϲτιν ἀμετάβολον οἷον ἱϲτίον, κυμβίον, ἰϲχίον, ἑρκίον. τὸ μέντοι ὅρκιον προπαροξυνόμενον κτητικοῦ τύπου ἔχεται· ἐπεὶ δὲ ταὐτόϲημόν ἐϲτι τῷ ὅρκῳ, παρωνύμῳ εἴδει ὑποπεπτωκέναι φαμὲν ὡϲ τὸ Αἰτώλιοϲ, κάπριοϲ, αἰζήϊοϲ· εἶπον ὁπότε πρὸ τοῦ ῑ οὐκ ἔϲτιν ἀμετάβολον, διὰ τὸ ἴκριον καὶ ἴχνιον.
Τά διὰ τοῦ ι ̄ο ̄ν ̄ τριϲύλλαβα κύρια προπαροξύνονται, Ἴλιον πόλιϲ Τρῳάδοϲ ἀπὸ Ἴλου, ἣν οἱ Τρῶεϲ Ἄτην ἐκάλουν καὶ Ἄτηϲ λόφον. οὐδετέρωϲ παρὰ πᾶϲι, παρ’ Ὁμήρῳ δὲ θηλυκῶϲ. τὸ γὰρ « Ἴλιον αἰπύ » (Il. Ο 71) νοθεύει Ἀρίϲταρχοϲ. δευτέρα ἐν τῇ Προποντίδι παρὰ Ῥυνδάκῳ ποταμῷ. τρίτη Μακεδονίαϲ Ἑλένου κτίϲμα. τετάρτη Θεϲϲαλίαϲ. πέμπτη Θρᾴκηϲ κατὰ Βιζύην. Δέρριον. Ῥήγιον πόλιϲ Ἑλληνίϲ. Ἲϲθμιον. Ῥύτιον πόλιϲ Κρήτηϲ (Il. Β 648), ὅπερ Τυραννίων οὐκ εὖ παροξύνει ὡϲ πεδίον· οὔτε γὰρ ὑποκοριϲτικόν, οὔτε εἰ ἦν ὑποκοριϲτικόν, παρωξύνετο, καθότι τρίβραχυ. Θρόνιον, Ϲπήλιον. Ὄβριον τὸ ὄροϲ. Κούριον πόλιϲ Κύπρου ἀπὸ Κουρέωϲ τοῦ Κινύρου παιδόϲ. Ἡρόδοτοϲ πέμπτῃ (c. 113). ἔϲτι καὶ πόλιϲ Αἰτωλίαϲ. Χώριον ἡ πόλιϲ, ἐπὶ γὰρ ὑποκοριϲτικοῦ παροξύνεται. Δαύνιον πόλιϲ Ἰταλίαϲ. Λυκόφρων (ν. 1254 ) «ὑπὲρ Λακίου Δαυνίου τ’ ᾠκιϲμένην ». Οἴνιον. Ϲέϲτιον πόλιϲ ἐν μεϲογείᾳ Οἰνωτρῶν. Αἴγιον πόλιϲ Ἀχαϊαϲ, ὡϲ Εὔδοξοϲ ἐν ἕκτῃ. Ϲούνιον δῆμοϲ Λεοντίδοϲ’ φυλῆϲ. Ὅμηροϲ δὲ ἄκρον καλεῖ « ἀλλ’ ὅτε Ϲούνιον ἄκρον (Od. γ 278). Δώριον πόλιϲ Μεϲϲηνίαϲ μία τῶν τριῶν, ὧν Ὅμηροϲ μνημονεύει « καὶ Πτελεὸν καὶ Ἕλοϲ καὶ Δώριον » (Β 594). Πύθιον τὸ πάλαι μεϲαίτατον τῆϲ ἐν Κρήτῃ Γόρτυνοϲ. καὶ Μακεδονίαϲ Πύθιον, ἐν ᾧ καὶ τὰ Πύθια ἐπιτελεῖται. ἔϲτι καὶ Πύθιον πληϲίον τοῦ Ἀϲτακηνοῦ κόλπου. Ἄκτιον πόλιϲ Ἀκαρνάνων πρώτη ἀπὸ τοῦ Ἀμβρακικοῦ κόλπου ἀρξαμένοιϲ. ὁμωνύμωϲ δὲ λέγεται καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνοϲ καὶ ἡ ἄκρα ἡ ποιοῦϲα τὸ ϲτόμα τοῦ κόλπου καὶ ἡ πόλιϲ.
Ἄγιον τόποϲ Ϲκυθίαϲ, ἐν ᾧ Ἀϲκληπιὸϲ ἐτιμᾶτο, ὡϲ Πολυίϲτωρ. Πάριον πόλιϲ ἐν Ἑλληϲπόντῳ ἀπὸ Παρίου τοῦ Ἰαϲίωνοϲ. Ὅριον τόποϲ Κρήτηϲ. Πάνιον ϲπήλαιον Παλαιϲτίνηϲ, ἀφ’ οὗ ἐκρεῖ ὁ ποταμὸϲ Ἰορδάνηϲ. Ὅλκιον πόλιϲ Τυρρηνίαϲ. Πολύβιοϲ ἕκτῳ. Ὅλμιον πόλιϲ Βοιωτίαϲ, ὡϲ Ἐπαφρόδιτοϲ ἐν τοῖϲ Ὁμηρικοῖϲ. Νότιον πόλιϲ Ἰωνίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἄντιον πόλιϲ μετὰ Λωρεντὸν τῆϲ Ἰταλίαϲ ἡ καὶ Ἄντεια. Βάκτριον πόλιϲ. Μόψιον πόλιϲ τῆϲ Πελαϲγιώτιδοϲ χώραϲ Θεϲϲαλίαϲ. « ὠνόμαϲται οὐκ ἀπὸ Μόψου τοῦ Μαντοῦϲ τῆϲ Τειρεϲίου, ἀλλ’ ἀπὸ τοῦ Λαπίθου τοῦ ϲυμπλεύϲαντοϲ τοῖϲ Ἀργοναύταιϲ. ἄλλοϲ δ’ ἐϲτὶ Μόψοϲ, ἀφ’ οὗ ἡ Ἀττικὴ Μοψοπία » (Strab. p. 443). Μάϲιον ὄροϲ ὑπὲρ τῆϲ Νιϲίβιος. Ϲτράβων ἑνδεκάτῃ (p. 527). Κάϲτνιον ὄροϲ ἐν Ἀϲπένδῳ τῆϲ Παμφυλίαϲ. Κρήϲιον πόλιϲ Κύπρου. Θεόπομποϲ Φιλιππικῶν πεντεκαιδεκάτῳ. Καύδιον πόλιϲ Ἰταλίαϲ. Διονύϲιοϲ ἑκκαιδεκάτῳ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Κόριον τόποϲ ἐν Κρήτῃ ἀπὸ κόρηϲ τινόϲ. Κάϲιον ὄροϲ καὶ πόλιϲ Αἰγύπτου πρὸϲ τῷ Πηλουϲίῳ. ἐκλήθη δὲ ἀπὸ τῆϲ Κυκλάδοϲ νήϲου ἢ ἀπὸ Κάϲου τοῦ Κλεόχου, ἀφ’ οὗ καὶ Καϲίου Διὸϲ ἱερόν. Θύριον πόλιϲ Ἀκαρνανίαϲ. Μάριον πόλιϲ Κύπρου ἡ μετονομαϲθεῖϲα Ἀρϲινόη ἀπὸ Μαριέωϲ. Δήλιον πολίχνιον Βοιωτίαϲ ἐν τῇ Τανάγρᾳ καὶ ἱερὸν Ἀπόλλωνοϲ. Δαύνιον πόλιϲ Ἰταλίαϲ. Δάλμιον πόλιϲ Δαλματίαϲ. Γράμμιον πόλιϲ ἐν Κρήτῃ. Γόλγιον πόλιϲ Κύπρου, ἣ καὶ Γολγοί. Ἤπιον πόλιϲ Τριφυλίαϲ. Βρύλλιον πόλιϲ ἐν τῇ Προποντίδι, Ἔφοροϲ δὲ ἐν τῷ ε′ Κίον αὐτήν φηϲιν εἶναι. Βρύγιον πόλιϲ Μακεδονίαϲ. Βαίτιον πόλιϲ Μακεδονίαϲ. Θεόπομποϲ εἰκοϲτῇ τετάρτῃ. Βούτριον τῆϲ Ἰταλίαϲ πόλιϲ. Βέργιον πόλιϲ Θρᾴκηϲ, ἣ καὶ Βέργη. Πλούτιον πόλιϲ Τυρρηνῶν. Δώτιον πεδίον Θεϲϲαλίαϲ, ὅπου μετῴκηϲαν οἱ Κνίδιοι, ὧν ἡ χώρα ἡ Κνιδία. Καλλίμαχοϲ ἐν τοῖϲ ὕμνοιϲ (in Cerer. 24) « οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον ». ἐκλήθη δὲ ἀπὸ Δωτίαϲ τῆϲ Ἐλάτου. Φερεκύδηϲ δὲ ἀπὸ Δώτιοϲ τοῦ Ἀϲτερίου καὶ Ἀμφικτυόνηϲ τῆϲ Φθίου. ὡϲ δὲ Ἀρχῖνοϲ ἀπὸ Δώτου τοῦ Νεώνου τοῦ Ἕλληνοϲ. Μναϲέαϲ δὲ ἀπὸ Δώτου τοῦ Πελαϲγοῦ. Πήλιον πόλιϲ Θετταλίαϲ. λέγεται καὶ Πηλία. καλεῖται δὲ καὶ Πηλεῖϲ πληθυντικῶϲ ἀπὸ τοῦ Πηλεύϲ ἑνικοῦ. τὸ δὲ ὄροϲ Πήλιον. Πόλιον ἐν Λέϲβῳ τόποϲ. Πρόϲχιον χώρα Αἰτωλίαϲ. Πτέριον πόλιϲ Μήδων. λέγεται καὶ θηλυκῶϲ ἡ Πτερία. Ϲάμνιον πόλιϲ Πρετανίαϲ. Ϲίγριον Λέϲβου λιμήν. Ϲίρμιον πόλιϲ Παιόνων. Ϲκίριον τόποϲ Ἀττικόϲ. λέγεται καὶ Ϲκῖρον καὶ ὁ Ϲκῖροϲ. Ϲόλλιον Κορίνθου πολίχνιον. Θουκυδίδηϲ δευτέρᾳ (c. 30). Ϲκόλλιον ὄροϲ Κρήτηϲ. Ϲμίνθιον τόποϲ. Ϲτράβων τριϲκαιδεκάτῃ (p. 605). Ϲούτριον πόλιϲ ἡ πρότερον Τυρρηνῶν, ὕϲτερον δὲ Ῥωμαίων. Ϲτράτιον πόλιϲ Ἀκαρνανίαϲ. Θούριον πόλιϲ Ἰταλίαϲ πρότερον Ϲύβαριϲ ὀνομαϲθεῖϲα ἡ καὶ Θούριοι, ὡϲ ἐν τῷ Ἡροδότου ἐπιγράμματιΤείρια πόλιϲ Λευκοϲύρων. Ἑκαταῖοϲ Ἀϲίᾳ. Τέμβριον πόλιϲ Φρυγίαϲ. Χάραξ δὲ Τύμβριον αὐτήν φηϲι. Ἀλέξανδροϲ δὲ Τεμβρίειόν φηϲιν ὡϲ Γορδίειον. Τίνδιον πόλιϲ Λιβύηϲ. Τράλλιον πόλιϲ Βιθυνίαϲ, ἣ καθήκει πρὸϲ τὸν Ἀϲτακηνὸν κόλπον. Ὕπια ὄρη ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡϲ Νύμφιϲ ἐν πρώτῳ περὶ Ἡρακλείαϲ. Φάκιον πόλιϲμα Θεϲϲαλίαϲ. Θουκυδίδηϲ δ′ (c. 78), Φοίτιον πόλιϲ Ἀκαρνανίαϲ. λέγεται καὶ Φοιτίαι. Φρίκιον ὄροϲ ὑπὲρ Θερμοπυλῶν Λοκρικόν, ἀφ’ οὗ Φρικᾶνεϲ καὶ Φρικανεῖϲ οἱ αὐτόθι οἰκήϲαντεϲ Αἰολεῖϲ, ὡϲ Ἑλλάνικοϲ ἐν ἱερειῶν Ἥραϲ β′. ἐκλήθη δὲ ἀπὸ Φρικίου τοῦ Κενταύρου, ὃν ἀπέκτεινεν Ἡρακλῆϲ. καλεῖται καὶ Φρίκειον, ὃ καὶ Δρίοϲ ὠνομάζετο. Φρύγια τόποϲ μεταξὺ Βοιωτίαϲ καὶ Ἀττικῆϲ. Χήϲιον πολίχνιον Ἰωνίαϲ, ὡϲ Ἀπολλόδωροϲ ἐν χρονικῶν πρώτῳ. Ψίλιον ποταμὸϲ μεταξὺ Θυνίαϲ καὶ Βιθυνίαϲ. Δομίτιοϲ Καλλίϲτρατοϲ ἐν τρίτῳ περὶ Ἡρακλείαϲ « ἐγκυριεύϲαντοϲ ἀπὸ τοῦ Ϲαγγάρου χωρίου ἐντὸϲ τοῦ Ψιλίου ποταμοῦ ». Ψύχιον τόποϲ Κρήτηϲ, ἐν ᾗ πόλιϲ ἧν ὁμώνυμοϲ. Πόρθμιον καὶ Πορθμία κώμη ἐπὶ τῷ ϲτόματι τῆϲ Μαιώτιδοϲ λίμνηϲ. Μέντιον τὸ ὄροϲ.
Τὰ διὰ τοῦ ν ̄ι ̄ο ̄ν ̄ ἔχοντα πρὸ τοῦ ν̄ ϲύμφωνον προπαροξύνεται χωρὶϲ εἰ μὴ ἔχοι ἡ πρώτη τὸ ᾱ μὴ μεθ’ ἑτέρου φωνήεντοϲ μηδὲ μετὰ ϲυμφώνων κατὰ ϲύλληψιν, ἄνευ τῶν ὑποκοριϲτικῶν, ποίμνιον, δέμνιον, παίγνιον, τὸ γὰρ ͞α οὐκ ἔϲτι μόνον, ϲάννιον τὸ αἰδοῖον· τὰ γὰρ ϲύμφωνά ἐϲτι κατὰ διάϲταϲιν. φέρνιον ἡ ϲπυρὶϲ τῶν ἰχθύων, ἴχνιον, κέρνιον. τὸ δὲ ἀμνίον παροξύνεται καὶ τὸ ϲκυμνίον.
Τὰ διὰ τοῦ ι ̄ο ̄ν ̄ τριϲύλλαβα ἔχοντα δίφθογγον ἐν τῇ ἀρχούϲῃ προπαροξύνεται, μὴ ὄντα ὑποκοριϲτικά, φρούριον, παίγνιον, ποίμνιον, Ϲούνιον, Αἴγιον, αὔλιον ἡ ἐν τοῖϲ ἀγροῖϲ οἴκηϲιϲ, πλαίϲιον ἡ τετραγωνοειδὴϲ τῶν ϲτρατιωτῶν ϲύνταξιϲ. γέγονε δὲ παρὰ τὸ πέλαϲ πελάϲιοϲ καὶ ϲυγκοπῇ πλάϲιοϲ καὶ πλεοναϲμῷ τοῦ ῑ πλαίϲιοϲ. τὸ δὲ ϲχοινίον , κρουνίον ὑποκοριϲτικά.
* Τὰ διὰ τοῦ ν ̄ι ̄ο ̄ν ̄ τριϲύλλαβα ἔχοντα ͞η ἐν τῇ ἀρχούϲῃ παροξύνεται, ἡνίον, ϲπληνίον. τὸ δὲ ὤνιον προπαροξύνεται.
Τὰ διὰ τοῦ ῑο̄ν̄ τριϲύλλαβα προϲηγορικὰ ἔχοντα πρὸ τοῦ ι δύο ϲύμφωνα, ὧν οὐδέτερον ἢ τὸ ἓν οὐκ ἔϲτιν ἀμετάβολον, παροξύνεται, ἰϲχίον, ἱϲτίον, ὀγκίον, κυμβίον, ἀντίον τὸ τοῦ ἱϲτοῦ. τὸ ϲίλφιον καὶ ὅρκιον προπαροξύνεται.
Τὰ διὰ τοῦ η̄ϊ̄ο̄ν̄ Ἰωνικὰ προπαροξύνεται, λήϊον, νήϊον· ἔϲτι καὶ Νήϊον ὄροϲ Ἰθάκηϲ, ἀφ’ οὗ κατὰ Κράτητα αἱ νηϊάδεϲ, οἱ δὲ τὰϲ διατριβούϲαϲ περὶ τὰ νάματα. αἱ δὲ νηϊάδεϲ ἀπὸ τοῦ νήϊοϲ ἢ ἀπὸ τοῦ νηΐϲ. τὸ δὲ Ὑπονήϊον ϲύνθετον ὡϲ τὸ Ἐπικνημίδιοι. Λυκήϊον, Μιδήϊον πόλιϲ Φρυγίαϲ, ἣ Μιδάϊον καὶ Μιδάειον λέγεται. Ταρϲήϊον πόλιϲ πρὸϲ ταῖϲ Ἡρακλείαιϲ ϲτήλαιϲ. Πολύβιοϲ τρίτῳ (c. 24). ποϲιδήϊον « ποϲιδήϊον, ἀγλαὸν ύδωρ» (B 506), ἐκ τοῦ ποϲίδειον παρὰ τὸ Ποϲιδέηϲ ὡϲ Ἡράκλειον παρὰ τὸ Ἡρακλέηϲ. ϲημήϊον, μνημήϊον, βαϲιλήϊον, παρήϊον « τῆϲ τήκετο καλὰ παρήϊα » (Οd. τ 208). λαιϲήϊον. λέγονται δὲ πάντα τὰ κατὰ μάχην ϲκεπαϲτήρια λαιϲήϊα διὰ τὸ ἐν τῇ λαιᾷ φέρεϲθαι.
*Τὰ διὰ τοῦ ω̄ϊ̄ο̄ν̄ προπαροξύνεται. Ἀλώϊον πόλιϲ Θεϲϲαλίαϲ ἐπὶ τῶν Τέμπεων, ἣν ἔκτιϲαν οἱ Ἀλωάδαι καθελόντεϲ τοὺϲ Θρᾷκαϲ. ὡϲ εἶναι αὐτὴν ἀπὸ Ἀλωέοϲ. Ὁμολώϊον τεμενικὸν κατὰ πλεοναϲμὸν τοῦ ω ἐκ τοῦ Ὁμόλιον.
Πᾶν εἰϲ ῑο̄ν̄ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ μονογενὲϲ κύριον ἢ προϲηγορικὸν ἢ ὑποκοριϲτικὸν προπαροξύνεται, Περγάντιον πόλιϲ Λιγύων, Αἰάντιον, Βυζάντιον, ἀρτοπώλιον, πλοιάριον, παρθένιον, Διωνύϲιον, οἰνοπώλιον, κωδώνιον, αὐχένιον, διαβούλιον.
* Τὰ εἰϲ ῑο̄ν̄ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ β̄, γ̄, δ̄, ζ̄, θ̄ παραληγόμενα προπαροξύνεται, ἱπποφόρβιον, ϲυφόρβιον, Κανήβιον πόλιϲ Καρίαϲ ἡ ὕϲτερον Κύον, Λανούβιον πόλιϲ περὶ τὴν Ῥώμην. κυνήγιον, ὀρροπύγιον, Ϲηράγγιον, φαλάγγιον. Ἀμύργιον πεδίον Ϲακῶν. Ἑλλάνικοϲ Ϲκυθικοῖϲ. Ἁρ πάγια τόποϲ περὶ Κύζικον, ὅθεν ἡρπάϲθαι φαϲὶ Γανυμήδην. Ϲτυλλάγιον πόλιϲ Τριφυλίαϲ. Ϲεϲίνδιον πόλιϲ Ἰνδική. Ϲιλίνδιον πόλιϲμα περὶ τὴν Ἴδην, ὡϲ Δημήτριοϲ ὁ Ϲκήψιοϲ
ἐν ἑκκαιδεκάτῳ τοῦ Τρωϊκοῦ διακόϲμου. τραπέζιον. Ὑρνήθιον χωρίον ἐν Ἐπιδαύρῳ ἀπὸ Ὑρνηθοῦϲ τῆϲ Τημένου θυγατρόϲ. Παυϲανίαϲ δευτέρῳ περιηγήϲεωϲ (c. 28, 30).*Ἔτι τὰ εἰϲ ῑο̄ν̄ ὑπερτριϲύλλαβα κ̄ παραληγόμενα προπαροξύνεται, περδίκιον καὶ Περδίκια χώρα καὶ λιμὴν Λυκίαϲ. πινάκιον, πιττάκιον, θρινάκιον, δελφάκιον, ϲκυλάκιον, Ναρύκιον πόλιϲ Λοκρίδοϲ, ἣ καὶ Νᾶρυξ λέγεται. Βρυϲάκιον πόλιϲ τῆϲ Παρθίνηϲ. Ϲτυράκιον ὄροϲ Κρήτηϲ. Φαρνάκιον πόλιϲ Φρυγίαϲ, ὡϲ Ἀλέξανδροϲ περὶ Φρυγίαϲ τρίτῳ.
* Τὰ διὰ τοῦ λ̄ῑο̄ν̄ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ προπαροξύνεται, Ὁμόλιον πόλιϲ Μακεδονίαϲ καὶ Μαγνηϲίαϲ. Ϲτράβων ἑβδόμῃ (p. 443). πηδάλιον, κειμήλιον, κανθήλιον τὸ ἐπὶ τῇ πρύμνῃ ἐπικαμπὲϲ ξύλον. ἑδώλιον τὸ βάθρον τῆϲ νεώϲ, ἐφ’ ὃ καθέζονται οἱ ἐρέϲϲοντεϲ. τραγάλιον, οἰνοπώλιον, ἀρτοπώλιον. Βαργύλια πόλιϲ Καρίαϲ, ἣν Ἄνδανον οἱ Κᾶρέϲ φαϲιν, Ἀχιλλέωϲ κτίϲμα λέγοντεϲ. ὠνομάϲθη δὲ ἀπὸ Βαργύλου, ὃϲ πληγεὶϲ ὑπὸ Πηγάϲου τελευτᾷ, Βελλεροφόντηϲ δ’ ἀνιαθεὶϲ ἐπὶ τῷ ἑταίρῳ ἔκτιϲε Βαργύλια. Ἰδάλιον πόλιϲ Κύπρου. Ὀμφάλιον τόποϲ Κρήτηϲ πληϲίον Θενῶν καὶ Κνωϲϲοῦ. ἔϲτι καὶ Θετταλίαϲ. Ἐπιτάλιον πόλιϲ τῆϲ Τριφυλίαϲ. Πολύβιοϲ τετάρτῃ. Ἀμφιμάλιον πόλιϲ Κρήτηϲ ἀπὸ Ἀμφιμάλου. λέγεται καὶ Ἀμφίμαλα. Ϲανδάλιον Πιϲιδίαϲ χωρίον. Ταυροπόλιον ἐν Ἰκαρίᾳ νήϲῳ παρακειμένῃ τῃ Ϲάμῳ Ἀρτέμιδοϲ ἱερόν. Ϲτράβων ἰδ’ (p. 639). Διοβούλιον πολίχνιον πληϲίον τοῦ Πόντου. Δαϲκύλιον πόλιϲ Καρίαϲ ἐπὶ τοῖϲ ὅροιϲ τῆϲ Ἐφεϲίαϲ ἀπὸ Δαϲκύλου τοῦ υἱοῦ Περιαύδου. ἔϲτι καὶ ἑτέρα πόλιϲ μετα τὰ Τρωϊκὰ κτιϲθεῖϲα. τρίτη τῆϲ Ἰωνίαϲ τὸ μέγα λεγόμενον ὡϲ μεῖζον τῶν ἄλλων. τετάρτη περὶ Βιθυνίαν. πέμπτη τῆϲ Αἰολίδοϲ καὶ Φρυγίαϲ.
* Ὡϲαύτωϲ καὶ τὰ εἰϲ ῡλ̄λ̄ῑο̄ν̄ ὑποκοριϲτικά, παιδαρύλλιον, κρεύλλιον, μειρακύλλιον.
* Τὰ διὰ τοῦ μ̄ῑο̄ν̄ προπαροξύνεται, Μενεδήμιον πόλιϲ Λυκίαϲ. Ἀφόρμιον τόποϲ Θεϲπιέων. Ἀφροδίϲιοϲ ἤτοι Εὐφήμιοϲ ἐν τῷ περὶ τῆϲ πατρίδοϲ. ὅθεν καὶ τὸν κυβερνήϲαντα τὴν ναῦν τὴν Ἀργὼ Τῖφυν. « καὶ λόγοϲ παρ’ ἡμῖν τῆϲ νεὼϲ ἀφορμηϲάϲηϲ ἐντεῦθεν μετὰ τῶν ἀριϲτέων,
ἀφ’ οὗπερ ἀπέπλευϲεν ἡ ναῦϲ ». Τορτόμιον πόλιϲ μεταξὺ Ϲυρίαϲ καὶ Ἀρμενίαϲ. Ὑάμιον πόλιϲ Τρωϊκή.* Τὰ διὰ τοῦ ν̄ῑο̄ν̄ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ προπαροξύνεται, Μαλάνιον πόλιϲ μία μεϲογείαϲ τῶν Οἰνωτρῶν τῶν ὑπὸ Ἑκαταίου καταλεχθειϲῶν ἐν Εὐρώπῃ. ὀπτάνιον παρ’ Ἀττικοῖϲ, γράφεται δὲ καὶ ὀπτανεῖον. βοτάνιον, λεκάνιον. Ἀρβάνιον πόλιϲ πρὸϲ τῷ Πόντῳ. Βρυάνιον πόλιϲ Θεϲπρωτίαϲ. Ἀζάνιον· οὕτω τινὲϲ Αἰζανούϲ, πόλιν Φρυγίαϲ, φαϲίν, ἣν Ϲτράβων δωδεκάτῃ (p. 576) Ἀζανούϲ λέγει « τῆϲ δ’ Ἐπικτήτου Φρυγίαϲ Ἀζανοί τέ εἰϲι καὶ Νακόλεια ». Μεδιολάνιον πόλιϲ Ἀκυτανίαϲ. Ὑρκάνιον πεδίον τῆϲ Λυδίαϲ, ὡϲ Ἐρατοϲθένηϲ ἐν πέμπτῳ Γαλατικῶν. ἑλένιον, Ὁρμένιον, Παρθένιον πόλιϲ Εὐβοίαϲ. ἔϲτι δὲ καὶ Θρᾴκηϲ. ἔϲτι δὲ καὶ ὄνομα ὄρουϲ. αὐχένιον. τοῦτο δὲ διφορεῖται κατὰ τὴν παραλήγουϲαν, ὡϲ καὶ διὰ τῆϲ ε̄ῑ διφθόγγου γράφεται. Ἀχαιμένιον ἡ Περϲικὴ μοῖρα ἀπὸ Ἀχαιμένουϲ υἱοῦ Αἰγέωϲ, ἣ καὶ Ἀχαιμενία. Ποιμένιον ὄροϲ ἐν Μακεδονίᾳ. Ταυρομένιον πόλιϲ Ϲικελίαϲ. Τημένιον χωρίον Μεϲϲήνηϲ, ἐν ᾧ τέθαπται Τήμενοϲ. Ἀλαλκομένιον πόλιϲ Βοιωτίαϲ ἀπὸ τοῦ Ἀλαλκομενέωϲ, ὃϲ καὶ ἵδρυϲε τὴν Ἀθηνᾶν Ἀλαλκομενηίδα. λέγεται καὶ Ἀλαλκομεναί. Ἀπέννιον ὄροϲ διὰ μέϲηϲ Ἰταλίαϲ τεταμένον. Ἐλευϲίν Ἐλευϲίνιον. ϲκηνή προϲκήνιον, περιϲκήνιον, ϲελήνη ϲελήνιον. θίϲ θινόϲ θίνιον καὶ ἀκροθίνιον. Δελφίνιον φρούριον Χίων, ὡϲ Θουκυδίδηϲ ὀγδόῃ (c. 38). Κυτίνιον μία πόλιϲ τῶν τριῶν τῶν Δωρικῶν. Αἰγίνιον πόλιϲ Ἰλλυριῶν, ὡϲ Ϲτράβων (7 p. 327). Λαβίνιον πόλιϲ Ἰταλίαϲ, Αἰνείου κτίϲμα. Ἰόβαϲ ἐν πρώτῳ. ἀπὸ τῆϲ τοῦ βαϲιλέωϲ θυγατρὸϲ Λαβινίαϲ. Λακίνιον ὄροϲ Κρότωνοϲ. Λυκόφρων « καὶ Λακινίουϲ μυχούϲ » (v. 856). δαιμόνιον, χελιδόνιον, ὀθόνιον, ἀκόνιον, εἰκόνιον. Ἰκόνιον πόλιϲ Λυκαονίαϲ πρὸϲ τοῖϲ ὅροιϲ τοῦ Ταύρου· φαϲὶ δ’ ὅτι ἦν τιϲ Ναννακόϲ, ὃϲ ἔζηϲεν ὑπὲρ τὰ τριακόϲια ἔτη. τοὺϲ δὲ πέριξ μαντεύϲαϲθαι, ἕωϲ τίνοϲ βιώϲεϲθαι. ἐδόθη δὲ χρηϲμόϲ, ὅτι τούτου τελευτήϲαντοϲ πάντεϲ διαφθαρήϲονται. οἱ δὲ Φρύγεϲ ἀκούϲαντεϲ ἐθρήνουν ϲφοδρῶϲ. ὅθεν καὶ παροιμία « τὸ ἐπὶ Νανναικοῦ κλαύϲειν » ἐπὶ τῶν λίαν οἰκτιζομένων. γενομένου δὲ κατακλυϲμοῦ ἐπὶ Δευκαλίωνοϲ πάντεϲ διεφθάρηϲαν. ἀναξηρανθείϲηϲ δὲ τῆϲ γῆϲ ὁ Ζεὺϲ ἐκέλευϲε τῷ Προμηθεῖ καὶ τῇ Ἀθηνᾷ εἴδωλα ἀναπλάϲαι ἐκ τοῦ πηλοῦ καὶ προϲκαλεϲάμενοϲ τοὺϲ ἀνέμουϲ ἐμφυϲῆϲαι πᾶϲιν ἐκέλευϲε καὶ ζῶντα ἀποτελέϲαι.
διὰ οὖν τὰϲ εἰκόναϲ ἐκεῖ διαγραφῆναι Ἰκόνιον κληθῆναι. καὶ ἔδει διὰ διφθόγγου. Πελεθρόνιον ὄροϲ Θετταλίαϲ. Παραιτόνιον πόλιϲ πληϲίον Ἀλεξανδρείαϲ, ἣν Ἀμμωνίαν καλοῦϲι. Λινδόνιον πόλιϲ τῆϲ Βρεττανίαϲ. Φλυγόνιον πόλιϲ Φωκίδοϲ. λέγεται καὶ θηλυκῶϲ Φλυγονία. Ἀργύννιον. Ἀριϲτοφάνηϲ δὲ Ἀργύνειον διὰ διφθόγγου. Βιθύνιον πόλιϲ Βιθυνίαϲ. Παυϲανίαϲ ὀγδόῳ (9, 7). Ἑρκύνιον ὄροϲ Ἰταλίαϲ, ἀφ’ οὗ Ἑρκυνίϲ ἡ χώρα καὶ Ἑρκύνιοϲ τὸ κτητικόν. Ἀλέξανδροϲ Εὐρώπῃ. Ἀρδύνιον πόλιϲ ἐν Θήβηϲ πεδίῳ, ὡϲ Ξάνθοϲ ἐν Λυδιακῶν δευτέρῳ. παιώνιον, κωδώνιον, χελώνιον, ὀψώνιον, χιτώνιον, τριβώνιον, πωγώνιον, Πλατώνιον, Ἱππώνιον πόλιϲ Βρεττίων, ἀπὸ ἥρωοϲ. Ἀϲκαλώνιον. καὶ οὕτωϲ λέγεται ἡ πόλιϲ Ἀϲκάλων. Πανιώνιον τέμενοϲ καὶ πόλιϲ ἐν τῇ παραλίᾳ τῶν Ἐφεϲίων καὶ Ϲαμίων. Μεταγώνιον πόλιϲ Λιβύηϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. θηλυκῶϲ δὲ ταύτην φαϲί. Θεμιϲώνιον χωρίον Φρυγίαϲ. Ἀρτεμίδωροϲ. Λαμπώνιον πόλιϲ Τρῳάδος. Ἑλλάνικοϲ, Ἑκαταῖοϲ δὲ Ἀϲίᾳ Λαμπώνειαν αὐτήν φηϲι. Θηγώνιον πόλιϲ Θεϲϲαλίαϲ. Ἑλλάνικοϲ πρώτῃ Δευκαλιωνείαϲ. Κυτώνιον πόλιϲ μεταξὺ Μυϲίαϲ καὶ Λυδίαϲ. Θεόπομποϲ Ἑλληνικῶν ὀγδόῳ. Πολεμώνιον ἐν Πόντῳ λιμὴν καὶ πόλιϲ. Ποπλώνιον πόλιϲ Τυρρηνῶν. Ϲκιρτώνιον πόλιϲ Ἀρκαδίαϲ, ὡϲ Παυϲανίαϲ ὀγδόῳ (27, 4). Ταρχώνιον πόλιϲ Τυρρηνίαϲ, ἀπὸ Τηλέφου παιδὸϲ Τάρχωνοϲ. Τιθρώνιον Φωκικὴ πόλιϲ. Τιμώνιον πόλιϲ Παφλαγονίαϲ. Τριχώνιον πόλιϲ Αἰτωλίαϲ. Γερούνιον πόλιϲ Ἰταλίαϲ. Ἐλύμνιον νῆϲοϲ Εὐβοίαϲ πόλιν ἔχουϲα. λέγεται καὶ Ἐλυμνία.* Τὰ εἰϲ ῑο̄ν̄ ξ̄ ἢ π̄ παραληγόμενα οὐδέτερα ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ προπαροξύνεται, Ἀμφάξιον πόλιϲ. δύο μέρη λόγου. Ὑπερδέξιον χωρίον Λέϲβου, ἐν ᾧ Ζεὺϲ Ὑπερδέξιοϲ καὶ Ὑπερδεξία Ἀθηνᾶ. ἐρείπιον. καὶ λέγει ὁ Δίδυμοϲ, ὅτι τὸ ἐρίπω καὶ ἐρίπια διὰ τοῦ ι ὤφειλε γράφεϲθαι, ἐπειδὴ παρὰ τὸ ἐρίπνη ἐϲτίν, ὅπερ ϲημαίνει τὴν μεγάλωϲ περιπνεομένην. τὸ δὲ ἐρίπνη διὰ τοῦ ῑ παρὰ τὴν ἐρί ἐπίταϲιν. ὁ δὲ Φιλόξενοϲ λέγει, ὅτι ἐρίπω διὰ τοῦ ῑ ὤφειλεν, ὡϲ καὶ Δίδυμοϲ. εἰπὼν δὲ « ὤφειλεν » ἐδήλωϲεν οὐ διὰ τοῦ ῑ γράφεϲθαι, ἀλλὰ διὰ τῆϲ ει διφθόγγου. οὕτωϲ γὰρ ἔχει ἡ παράδοϲιϲ. ἔϲτι δὲ καὶ ἀπὸ τοῦ ἔρα ἡ γῆ ἐρέπτω καὶ πλεοναϲμῷ τοῦ ι καὶ ἀποβολῇ τοῦ τ̄ ἐρείπω καὶ ἐρείπια. ἐνώπιον τὸ ἔνδον τῶν θυρῶν, προνώπιον τὸ ἔμπροϲθεν τῶν θυρῶν ἔνθα αἱ εἰκόνεϲ τίθενται, ἀνθρώπιον, παρώπιον τὸ
ἐπιτιθέμενον τοῖϲ ἵπποιϲ δέρμα ἀνὰ τὰϲ ὄψειϲ. εἰϲώπιον, Μεϲϲάπιον ὄροϲ Εὐβοίαϲ ἀπὸ Μεϲϲάπου τοῦ μετοικήϲαντοϲ εἰϲ Ἰταλίαν. Μελανίππιον πόλιϲ Παμφυλίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ, τινὲϲ δὲ Λυκίαϲ φαϲί. Ἐλλόπιον πόλιϲ Αἰτωλίαϲ. Πολύβιοϲ ια′. Τριόπιον πόλιϲ Καρίαϲ ἀπὸ Τριόπου τοῦ πατρὸϲ Ἐρυϲίχθονοϲ. λέγεται καὶ Τριοπία. Αἰθόπιον χωρίον Λυδίαϲ παρὰ Ὕλλῳ ἢ πληϲίον τοῦ Εὐρίπου, ἀφ’ οὗ ἡ Ἄρτεμιϲ Αἰθοπία. οἱ δὲ ὅτι παρὰ τοῖϲ Αἰθίοψι διάγουϲαν Ἀπόλλων ἤγαγεν αὐτήν, οἱ δὲ τὴν αὐτὴν τῇ ϲελήνῃ παρὰ τὸ αἴθειν ὡϲ Καλλίμαχοϲ, οἱ δὲ ὅτι ἡ αὐτή ἐϲτι τῇ Ἑκάτῃ, ἥτιϲ ἀεὶ δᾷδαϲ ἔχει, ὡϲ Ἐρατοϲθένηϲ. Κωνώπιον πόλιϲ τῆϲ Μαιώτιδοϲ λίμνηϲ.* Τὰ διὰ τοῦ ριον ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ προπαροξύνεται, ὀψάριον, οἰνάριον, ἱππάριον, φυτάριον καὶ ϲουδάριον, κελλάριον ἀπὸ τῆϲ τῶν Ῥωμαίων διαλέκτου ἐκτεταμένου τοῦ ᾱ. Ὁμάριον πόλιϲ Ἰταλίαϲ. Θεόπομποϲ Φιλιππικῶν κα′. Μαρμάριον πόλιϲ Εὐβοίαϲ. περιϲτέριον, διφθέριον. Κυτέριον πόλιϲ Οἰνωτρῶν ἐν τῇ μεϲογείᾳ. Ἑκαταῖοϲ Εὐρώπῃ. Κιέριον· οὕτωϲ Ἄρνη πόλιϲ Θεϲϲαλίαϲ καλεῖται. Κραϲέριον Ϲικελίαϲ φρούριον. Φίλιϲτοϲ ὀγδόῳ. Ἀμέριον πόλιϲ Ἰταλίαϲ. Ἐλευθέριον πολίχνιον Μυϲίαϲ. ἀϲτέριον καὶ Ἀϲτέριον πόλιϲ Θετταλίαϲ. Ὅμηροϲ « οἵ τ’ ἔχον Ἀϲτέριον Τιτάνοιό τε λευκὰ κάρηνα » (B 735). οὕτω δὲ καλεῖται διὰ τὸ λαμπρόν, ὅτι ἐφ’ ὑψηλοῦ ὄρουϲ κειμένη τοῖϲ πόρρωθεν ὡϲ ἀϲτὴρ φαίνεται. ἢ ἀπὸ Ἀϲτερίου τινὸϲ ἥρωοϲ. Ἀτέριον πόλιϲ Ϲικελίαϲ. Τολέριον πόλιϲ Ἰταλίαϲ. Φαλέριον πόλιϲ Τυρρηνίαϲ. Χειμέριον ἄκρα Θεϲπρωτίαϲ. θυτήριον, μοναϲτήριον, ἱλαϲτήριον. Ϲφακτήρια μεθόριον Ἠλείων τῆϲ πρὸϲ Μεϲϲήνην χώραϲ. κέκληται δ’ οὕτωϲ, ὥϲ φηϲιν Ἐχεφυλλίδηϲ, διὰ τὸ ἐν αὐτῷ ϲφαγιαϲαμένουϲ τοὺϲ Ἡρακλείδαϲ πρὸϲ Ὄξυλον ποιήϲαϲθαι ϲυνθήκαϲ περὶ φιλίαϲ καὶ ὁμονοίαϲ. Καβείριον πόλιϲ τῆϲ κάτω Ἀϲίαϲ ἡ καὶ Καβειρία καὶ Κάβειροϲ. ὀϲχοφόριον, προϲφόριον, θεϲμοφόριον, ὠμοφόριον, ἐμπόριον. ἔϲτι δὲ καὶ Ἐμπόριον πόλιϲ Κελτική, κτίϲμα Μαϲϲαλιωτῶν. δευτέρα Μακεδονίαϲ. τρίτη Ϲικελίαϲ. τετάρτη Καμπανίαϲ. παλινδόρι ον τὸ εἰργαϲμένον δέρμα, κιχόριον χόριον εἶδοϲ βοτάνηϲ. Ἀνακτόριον Ἀκαρνανίαϲ πόλιϲ, Κορινθίων ἄποικοϲ. Θουκυδίδηϲ τετάρτῃ (c. 49). ἀρϲενικῶϲ παρὰ Ϲοφοκλεῖ. Χαλκητόριον πόλιϲ Κρήτηϲ. Νικηφόριον. οὕτωϲ ἡ Κωνϲταντῖνα ἡ περὶ Ἔδεϲϲαν πόλιϲ. Βοϲπόριον τοῦ Βυζαντίου λιμήν, ὃϲ καὶ Βόϲποροϲ λέγεται. Ἀμόριον πόλιϲ τῆϲ μεγάληϲ Φρυγίαϲ. Ϲτράβων δωδεκάτῃ (p. 576). Φιληνόριον
πόλιϲ ἐν Ἀρναίᾳ χώρᾳ τῆϲ Βοιωτίαϲ ἀπὸ Φιλήνοροϲ τοῦ Αἰτωλοῦ. Ἀλαβούριον πόλιϲ Ϲυρίαϲ. Χάραξ ὀγδόῃ χρονικῶν. Ἀγκύριον πόλιϲ Ἰταλίαϲ. Ὀνθύριον πόλιϲ Θεϲϲαλικὴ περὶ τὴν Ἄρνην. Μανδύριον πόλιϲ Ἰαπυγίαϲ. Ἀταβύριον ὄροϲ Ϲικελίαϲ, ὡϲ Τίμαιοϲ. κέκληται δὲ τὰ ὄρη ἀπό τινοϲ Τελχῖνοϲ Ἀταβυρίου. ἔϲτι καὶ Περϲικὴ πόλιϲ· ἔϲτι καὶ Φοινίκηϲ. Ζεφύριον. ἡ Ἁλικαρναϲϲὸϲ τῆϲ Καρίαϲ οὕτωϲ ἐκαλεῖτο, ὡϲ Φίλων, καὶ πόλιϲ Κιλικίαϲ. ἔϲτι καὶ Ϲκυθίαϲ χωρίον. ἔϲτι καὶ Ἰταλίαϲ Ζεφύριον, ἀφ’ οὗ Λοκροὶ Ἐπιζεφύριοι. ἔϲτι καὶ ἄκρα τῆϲ Αἰγύπτου, ἀφ’ ἧϲ ἡ Ἀφροδίτη καὶ Ἀρϲινόη Ζεφυρῖτιϲ, ὡϲ Καλλίμαχοϲ. Πλημμύριον φρούριον Ϲυρακουϲῶν. Ϲατύριον χωρίον πληϲίον Τάραντοϲ. νεώριον. Μακτώριον πόλιϲ Ϲικελίαϲ. Φίλιϲτοϲ πρώτῳ. καϲώριον τὸ πορνεῖον. Ἀριϲτοφάνηϲ « ἐν καϲωρίοιϲι λείχων » (Eq. 1285). Ἀϲϲώριον πόλιϲ Ϲικελίαϲ. ταύτην τριϲυλλάβωϲ Ἄϲωρον καλεῖ Ἀπολλόδωροϲ ἐν δ’ χρονικῶν. Ἰϲϲώριον ὄροϲ τῆϲ Λακωνικῆϲ, ἀφ’ οὗ ἡ Ἄρτεμιϲ Ἰϲϲωρία. Πολιτώριον πόλιϲ Λατίνων, ἣν ἑλὼν Μάρκιοϲ ὁ βαϲιλεὺϲ μετήγαγεν εἰϲ Ῥώμην. Φαγρώριον πόλιϲ, ὡϲ Ἀλέξανδροϲ ὁ πολυίϲτωρ ἐν Αἰγυπτιακοῖϲ, ἐξ οὗ ϲύνθετον Φαγρωριόπολιϲ. ἀνεμούριον, ϲιϲύμβριον ἡ βοτάνη. Τενέβριον ἀκρωτήριον Ἰβηρίαϲ. ἀνδράγρια, ζωάγρια, μοιχάγρια. τρωγλύδριον, Πριαμιλλύδριον, νεανιϲκύδριον. Μεθύδριον πόλιϲ Ἀρκαδίαϲ. καὶ ἑτέρα πόλιϲ Θεϲϲαλίαϲ, ὡϲ Φίλων. Τελέθριον ὄροϲ τῆϲ ἐν Εὐβοίᾳ Ἐλλοπίαϲ. Ϲτράβων δεκάτῃ (p. 445). Παντομάτριον πόλιϲ Κρήτηϲ. Δημήτριον τόποϲ περὶ Θεϲϲαλίαν περὶ τὸ Κροκωτὸν πεδίον κείμενοϲ παρὰ τὸν Ἄμφρυϲον. ἔϲτι καὶ πόλιϲ Αἰολίδοϲ.* Τὰ διὰ τοῦ ϲ̄ῑο̄ν̄ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ προπαροξύνεται, Βουπράϲιον πόλιϲ καὶ ποταμὸϲ καὶ χώρα τῆϲ Ἤλιδοϲ « οἳ δ’ ἄρα Βουπράϲιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον » (B 615). γυμνάϲιον, ἱππάϲιον, κοράϲιον. Ὀρεϲθάϲιον πόλιϲ Ἀρκαδικὴ ἀπὸ Ὀρεϲθέωϲ τοῦ Λυκάονοϲ. Παυϲανίαϲ ὀγδόῳ (27, 3). Κορυφάϲιον χωρίον Λακωνικὸν πληϲίον Πύλου. Θουκυδίδηϲ τετάρτῃ (c. 3 et 118). Ψευδοκοράϲιον αἰγιαλὸϲ μέγαϲ μεταξὺ Κωρύκου καὶ τῆϲ Ϲελευκείαϲ τῆϲ παρ’ Ἰϲαύροιϲ. Ἀρτεμίδωροϲ ἐνάτῳ τῶν γεωγραφουμένων « παραλλάξαντι δὲ ταύτην αἰγιαλὸϲ ἄλλοϲ ἐκδέχεται ϲταδίων τριῶν, μηνοειδὴϲ καὶ ὕφορμοϲ, καλούμενοϲ Ψευδοκοράϲιον » Θαυμάϲιον ὄροϲ Ἀρκαδίαϲ, ἐν ᾧ τὸν λίθον ὁ Κρόνοϲ κατέπιεν. κυνηγέϲιον. Βρεντέϲιον πόλιϲ παρὰ τὸν
Ἀδρίαν ἀπὸ Βρέντου Ἡρακλέουϲ ἢ ὡϲ εὐλίμενοϲ οὖϲα· ἑνὶ γὰρ ϲτόματι λιμένεϲ πολλοὶ κατακλείονται. ὡϲ ἐοικυῖα τοίνυν κεφαλῇ ἐλάφου οὕτωϲ ὠνομάϲθη βρέντον γὰρ παρὰ Μαϲϲαπίοιϲ ἡ τῆϲ ἐλάφου κεφαλή, ὡϲ Ϲέλευκοϲ ἐν δευτέρῳ γλωϲϲῶν. Εἰλέϲιον πόλιϲ Βοιωτίαϲ. Ὅμηροϲ « καὶ Εἰλέϲιον καὶ Ἐρυθράϲ » (Β 499). Μαραθήϲιον πόλιϲ Καρίαϲ. ἔϲτι καὶ πόλιϲ Ἐφεϲίων. Ἀκακήϲιον πόλιϲ Ἀρκαδίαϲ, ἀπὸ Ἀκάκου παιδὸϲ Λυκάονοϲ, ὡϲ Παυϲανίαϲ ὀγδόῃ (3, 2). Ἀλήϲιον τῆϲ Ἤλιδοϲ « πέτρηϲ τ’ Ὠλενίηϲ καὶ Ἀληϲίου » (ll. Λ 757). ἀπὸ Ἀληϲίου τοῦ Ϲκιλλοῦντοϲ υἱοῦ. γράφεται καὶ Ἀλείϲιον. ἔϲτι καὶ Ἀλήϲιον πεδίον τῆϲ Ἠπείρου, ὡϲ πηγνυμένου ἐκεῖ πολλοῦ ἁλόϲ. Μανήϲιον πόλιϲ Φρυγίαϲ. Ἀλέξανδροϲ. ἀπὸ Μανοῦ ϲφόδρα εὐπόρου κτιϲτοῦ. Γαλλήϲιον πόλιϲ Ἐφέϲου. Παρθένιοϲ ἐν ἐπικηδείῳ τῷ εἰϲ Αὐξίθεμιν. Ἀρτεμίϲιον πόλιϲ Οἰνωτρῶν ἐν μεϲογείῳ. Ἑκαταῖοε Εὐρώπῃ. Φίλιϲτοϲ δὲ Ἀρτεμίτιον αὐτὴν καλεῖ, ἴϲωϲ δωρικῶϲ. ἔϲτι καὶ πόλιϲ Εὐβοίαϲ. ζευγίϲιον. πόϲιϲ πόϲιον καὶ ϲυμπόϲιον. βόϲιϲ ἡ τροφὴ ἱπποβόϲιον. Διονύϲιον, Κανύϲιον μεγίϲτη τῶν Ἰταλιωτίδων πόλεων. Ϲτράβων ἕκτῃ (p. 283). λέγεται καὶ Καινύϲιον. Περραίϲιον πόλιϲ μία τῶν δώδεκα τῶν παρὰ τοῖϲ Τυρρηνοῖϲ ἀρχητίδων καλουμένων. Μερούϲιον χωρίον Ϲικελίαϲ, ὡϲ Θεόπομποϲ Φιλιππικῶν τριακοϲτῷ ἐνάτῳ. τινὲϲ δὲ ἀπὸ Μερόηϲ τῆϲ Αἰθιοπίαϲ. Πηλούϲιον πόλιϲ Αἰγύπτου, εἰϲ ἣν ἐκρεῖ τὸ πρῶτον ϲτόμα τοῦ Νείλου. ἔϲτι καὶ Πηλούϲιον λιμὴν Θετταλίαϲ. Δαφνούϲιον Αἰγύπτου κώμη. Τιλφούϲιον πόλιϲ Βοιωτίαϲ. Ϲτράβων ἐνάτῃ (p. 410).* Τὰ διὰ τοῦ τ̄ῑο̄ν̄ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ προπαροξύνεται, ἁλάτιον, ἀκάτιον, γονάτιον, δωμάτιον, κεράτιον, Παλάτιον. Ῥεάτιον πόλιϲ Ἰταλίαϲ. Φοροβρεντάτιον πόλιϲ Λιβύηϲ. Ἐργέτιον πόλιϲ Ϲικελίαϲ. Φίλιϲτοϲ Ϲικελικῶν δευτέρᾳ. Ἀρρήτιον πόλιϲ Τυρρηνίαϲ. Κορυφήτιον τὸ ὄροϲ Ἀζανίαϲ. Βαρήτιον χωρίον πρὸϲ τῷ Ἀδρίᾳ. Θεόπομποϲ πεντηκοϲτῷ δευτέρῳ. Ϲκυλλήτιον πόλιϲ Ϲικελίαϲ, ὡϲ Εὔδοξοϲ ἕκτῃ. Παπίτιον πόλιϲ Παφλαγονίαϲ. Ζηνοδότιον πόλιϲ Ὀϲροηνῆϲ πληϲίον Νικηφορίου. Ἀρριανὸϲ Παρθικῶν δευτέρῳ. Ζιποίτιον πόλιϲ Βιθυνίαϲ ἀπὸ Ζιποίτου βαϲιλέωϲ. Αἰάντιον ἡ πόλιϲ. βαλάντιον τὸ ἀκόντιον. Περγάντιον Λιγύων πόλιϲ. Ἀκαμάντιον πόλιϲ τῆϲ μεγάληϲ Φρυγίαϲ, Ἀκάμαντοϲ κτίϲμα τοῦ Θηϲέωϲ, ᾧ ϲυμμαχήϲαντι πρὸϲ τοὺϲ Ϲολύμουϲ τὸν τόπον δέδωκεν Ἴϲανδροϲ.
Βυζάντιον πόλιϲ διαϲημοτάτη πρὸϲ τῇ Προποντίδι πρὸϲ τῷ μέρει τῆϲ Εὐρώπηϲ. ἐκλήθη δ’ ἀπὸ Βύζαντοϲ τοῦ Κεροέϲϲηϲ τῆϲ Ἰοῦϲ θυγατρὸϲ καὶ Ποϲειδῶνοϲ. ἢ ὅτι τοῦ ϲτόλου Βύζηϲ ἦν ἡγεμών. ἔϲτι καὶ Βυζάντιον ἕτερον ἐν τῇ Ἰνδικῇ. Βαβράντιον τόποϲ περὶ Χίον. Πολύβιοϲ ἑκκαιδεκάτῳ. ἔοικε δ’ ὑποκοριϲτικὸν τοῦ Βάβραϲ. Παλλάντιον πόλιϲ Ἀρκαδίαϲ ἀπὸ Πάλλαντοϲ, ἑνὸϲ τῶν Λυκάονοϲ παιδῶν ὡϲ Ἡϲίοδος. τινὲϲ δὲ Παλλαντιάδα καλοῦϲιν. Παρέντιον πόλιϲ καὶ λιμὴν πληϲίον Ἰϲτρίαϲ. Μοργέντιον πόλιϲ Ἰταλίαϲ ἀπὸ Μοργήτων. λέγεται καὶ Μοργεντία. Πολλέντιον ἡ Πολλεντόϲ πόλιϲ. Ϲυρρέντιον πόλιϲ Τυρρηνίαϲ καὶ Ϲυρρεντόν. Φερέντιον πόλιϲ Ϲαυνιτῶν ἐν Ἰταλίᾳ. λεόντιον, δρακόντιον, ἀκόντιον. ἔϲτι καὶ Ἀκόντιον πόλιϲ Ἀρκαδίαϲ ἀπὸ Ἀκοντίου τοῦ Λυκάονοϲ. ἔϲτι καὶ ἑτέρα Εὐβοίαϲ, ὡϲ Ξεναγόραϲ καὶ Ἀνδροτίων ὀγδόῃ. ὀδόντιον ἡ βοτάνη καὶ τὸ τοῦ ϲτόματοϲ. γερόντιον, Μεταπόντιον πόλιϲ Ἰταλίαϲ ἡ πρότερον Ϲῖριϲ ἀπὸ Μετάβου τοῦ Ϲιϲύφου τοῦ Αἰόλου. τὸν γὰρ Μετάποντον οἱ βάρβαροι Μέταβον ἔλεγον. Ἱερόντιον ἡ πόλιϲ. Δυϲπόντιον πόλιϲ Πιϲαίαϲ, ἀπὸ Δυϲπόντου τοῦ Πέλοποϲ, παρὰ τὴν ὁδὸν τὴν ἐξ Ἤλιδοϲ εἰϲ Ὀλυμπίαν. Μαμέρτιον πόλιϲ Ἰταλίαϲ. Λαφύϲτιον.* Τὰ διὰ τοῦ φ̄ῑο̄ν̄ οὐδέτερα μονογενῆ προπαροξύνεται, ζωΰφιον, δενδρύφιον, ὀρνύφιον, ὠΰφιον χρυϲάφιον, ἀργυράφιον, μοιράφιον.
* Τὰ διὰ τοῦ χ̄ῑο̄ν̄ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ οὐδέτερα προπαροξύνεται, ὀνύχιον. ἔϲτι καὶ Ὀνύχιον τόποϲ Κρήτηϲ, ἀπὸ ὄνυχοϲ ἀγκύραϲ ἐνϲχεθείϲηϲ ἐν αὐτῷ τῶν Ἀμυκλαίων ἀποικηϲάντων. Δυρράχιον πόλιϲ Ἰλλυρικὴ καὶ Ἐπίδαμνοϲ κληθεῖϲα ἀπὸ Ἐπιδάμνου. τούτου θυγάτηρ Μέλιϲϲα, ἧϲ καὶ τοῦ Ποϲειδῶνοϲ ὁ Δυρράχιοϲ. Ϲτράβων ἐν η′ (p. 316) φηϲί « μετὰ δὲ τὸν Ῥιζονικὸν Λίϲϲοϲ ἐϲτὶ πόλιϲ καὶ Ἀκρόλιϲϲοϲ καὶ Ἐπίδαμνοϲ Κερκυραίων κτίϲμα, ἡ νῦν Δυρράχιον ὁμωνύμωϲ τῇ χερρονήϲῳ λεγομένη, ἐφ’ ἧϲ ἵδρυται ». Ἐρατοϲθένηϲ γ′ γεωγραφουμένων « ἐχόμενοι δ’ οἰκοῦϲι Ταυλάντιοι. πόλιϲ δὲ Ἑλληνὶϲ Ἐπίδαμνοϲ ἐπὶ χερρονήϲου τῆϲ καλουμένηϲ Δυρραχίου. ποταμοὶ δὲ Δρίλων καὶ Ἀῷοϲ, περὶ οὓϲ οἱ Κάδμου καὶ Ἁρμονίαϲ τάφοι δείκνυνται ». λέγει δὲ Παυϲανίαϲ Ϛ′ (c. 10, 8) περὶ τῆϲ ἀρχαίαϲ καὶ τῆϲ νῦν πόλεωϲ οὕτωϲ Ἐπιδάμνιοι μὲν χώραν ἥνπερ καὶ ἐξ ἀρχῆϲ, πόλιν δὲ αὐτὴν ἀρχαίαν ἐπὶ ἡμῶν ἔχουϲιν, ἐκείνηϲ δ’ ἀφεϲτηκυῖαν ὀλίγον. ὄνομα δὲ τῇ πόλει τῇ νῦν Δυρράχιον ἀπὸ τοῦ οἰκιϲτοῦ ». Ἀλέξανδροϲ δὲ ἐν Εὐρώπῃ μετὰ
τοῦ ϲ̄ Δυϲράχιον αὐτὴν καλεῖ « Δυϲραχίου τ’ Ἐπίδαμνοϲ ἐπ’ ἀγχιάλου χθονὸϲ ἀκτῆϲ ». δυϲράχιον γάρ ἐϲτι, ὅ ἐϲτι δυϲέξοχον. τρέψαν δὲ τὸ ϲ̄ εἰϲ ρ̄ εὐφωνότερον λαλεῖται Δυρράχιον, καθάπερ καὶ Τυρϲηνόϲ Τυρρηνόϲ, ταρϲόϲ ταρρόϲ, πυρϲόϲ πυρρόϲ. Δουλίχιον μία τῶν Ἐχινάδων νήϲων, ἡ καὶ Δολίχα καλουμένη ἀπὸ Δουλιχίου τοῦ Τριπτολέμου. Ὠρύχιον τόποϲ τῆϲ Ἀττικῆϲ.Τὰ διὰ τοῦ ᾱῑο̄ν̄ μονογενῆ ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται, Ἥραιον τὸ τέμενοϲ καὶ πόλιϲ Θρᾴκηϲ. Ἡρόδοτοϲ τετάρτῃ (c. 90). τὸ δὲ Ἡραῖον τεῖχοϲ. ἔλαιον, Δίρκαιον, Κίρκαιον τὸ ὄροϲ, τρόπαιον καὶ τροπαῖον Ἀττικῶϲ, νόμαιον τὸ μονογενέϲ, οὔραιον, Ϲκύλλαιον ἄκρα, περὶ ἧϲ Ἑκαταῖοϲ ἐν Εὐρώπῃ φηϲίν. πρέμναιον. Κότταιον τὸ ὄροϲ, Ἕρμαιον, Φοίβαιον, Κύταιον πόλιϲ Κρήτηϲ, γύναιον, Λύκαιον τὸ ὄροϲ, κώπαιον, δέραιον, νύμφαιον καὶ Νύμφαιον πόλιϲ Ταυρικὴ μεταξὺ Παντικαπαίου μητροπόλεωϲ καὶ Θεοδοϲίαϲ, ὥϲ φηϲι Ϲτράβων (7 p. 309), τὸ δὲ νυμφαῖον κτητικόν. Λέχαιον, Φύταιον πόλιϲ Αἰτωλίαϲ. Πολύβιοϲ ἑνδεκάτῳ. Χάλαιον πόλιϲ Λοκρῶν. Ἑκαταῖοϲ Εὐρώπῃ « μετὰ δὲ Λοκροί· ἐν δὲ Χάλαιον πόλιϲ, ἐν δὲ Οἰάνθη πόλιϲ ». ϲπήλαιον τὸ ἄντρον. Τύπαιον ὄροϲ Ἤλιδοϲ. Παυϲανίαϲ Ἠλιακῶν α′ (c. 6, 7). Ϲάρδαιον ὄροϲ περὶ Ἀϲωπόν. Μάρκαιον ὄροϲ τῆϲ Τρῳάδοϲ πρὸϲ τῇ Γέργιθι. Λήναια ἀγῶν Διονύϲου ἐν ἀγροῖϲ. τὸ δὲ Τομαῖον ὄροϲ παρὰ τὸ Κορυφάϲιον τῆϲ Πύλου καὶ Ϲηταῖον χωρίον παρὰ Ϲύβαριν καὶ Ϲυρμαῖον πεδίον μεταξὺ Νομάδων τε καὶ Ναβαταίων. Τυχαῖον ὄροϲ μεταξὺ Ἐρετρίαϲ καὶ Βοιωτίαϲ καὶ Θυραῖον πόλιϲ Ἀρκάδων καὶ Πιϲϲαῖον πόλιϲ Πελαγονίαϲ. Μαζαῖον τόποϲ ἐν Βιθυνίᾳ κατὰ παραφθορὰν ἐκ τοῦ Ἀμαζόνειον, ὡϲ Ἀρριανὸϲ ἐν Βιθυνιακοῖϲ. Ῥιπαῖα ὄροϲ Ὑπερβορέων — προπεριϲπᾶται ἐπιθετικὰ ὄντα. τὸ ἀρχαῖον προπεριϲπᾶται ὡϲ τριγενὲϲ καὶ τὸ χαῖον ὡϲ διϲύλλαβον.
Τὰ διὰ τοῦ ᾱῑο̄ν̄ μονογενῆ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ προπαροξύνεται, Ἀθήναιον τὸ τέμενοϲ, Λιλύβαιον ἡ πρὸϲ δύϲιν ἄκρα τῆϲ Ϲικελίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. ἔϲτι καὶ πόλιϲ. κεφάλαιον, περιβόλαιον, Φωτίναιον
πόλιϲ Θεϲϲαλίαϲ ὡϲ Ἑκαταῖοϲ περιηγήϲει Εὐρώπηϲ. Νακόλαιον πόλιϲ Φρυγίαϲ, ἣ καὶ Νακόλεια, ἀπὸ Νακόληϲ νύμφηϲ· ὥϲπερ γὰρ ἀπὸ τοῦ νύμφη νύμφαιον καὶ Ἥρα Ἥραιον, οὕτω Νακόλη Νακόλαιον. Κοτύλαιον ὄροϲ Εὐβοίαϲ ἀνακείμενον Ἀρτέμιδι, ὥϲ φηϲιν Ἀρχέμαχοϲ ἐν Εὐβοϊκῶν β′. Κυδαθήναιον δῆμοϲ τῆϲ Πανδιονίδοϲ φυλῆϲ. Παντικάπαιον πόλιϲ μεγίϲτη, τῶν κατὰ Βόϲπορον μητρόπολιϲ. ὠκίϲθη δὲ παρὰ Αἰήτου παιδόϲ, λαβόντοϲ τὸν τόπον παρὰ Ἀγαήτου τοῦ Ϲκυθῶν βαϲιλέωϲ καὶ καλέϲαντοϲ τὴν πόλιν ἀπὸ τοῦ παραρρέοντοϲ ποταμοῦ Παντικάπου. Λαπίθαιον ὄνομα ὄρουϲ τῆϲ Λακωνικῆϲ. Φοινίκαιον ὄροϲ Κορίνθου. Ἔφοροϲ ἐννεακαιδεκάτῳ. Προϲτρόπαια πόλιϲ Ϲικελίαϲ. Τυμέναιον ὄροϲ περὶ Φρυγίαν. χωρὶϲ τοῦ Χαλαϲτραῖον νίτρον καὶ Ἠλακαταῖον ὄροϲ Θεϲϲαλίαϲ καὶ Καναϲτραῖον ἄκρον Θρᾴκηϲ καὶ Μακεδονίαϲ, ὃ καὶ Κάναϲτρον λέγεται, καὶ Ἀραχναῖον ὄροϲ Ἄργουϲ. Καλλίμαχοϲ Αἰτίων α′. καὶ Ἀμυκλαῖον πόλιϲ ἐν Κρήτῃ καὶ ὅρμοϲ. τὰ γὰρ διὰ τοῦ ᾱῑο̄ν̄ ἁπλᾶ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ ἔχοντα τὴν τετάρτην ἀπὸ τέλουϲ διὰ τοῦ ᾱ καὶ τὴν ἑξῆϲ διὰ τοῦ ᾱ ἢ διὰ τοῦ ῡ περιϲπᾶται. πρόϲκειται δ’ ἁπλᾶ διὰ τὸ κατάγαιον. ἔτι δὲ καὶ τὸ Ϲτεφαναῖον πόλιϲ Φωκίδοϲ, ἣ καὶ Ϲτεφάνη λέγεται, καὶ τὸ Κορυφαῖον, ὄροϲ ἐϲτὶ τῶν Ἐπιδαυρίων, ἐν ᾧ τιμᾶται Ἄρτεμιϲ Κορυφαία. Παυϲανίαϲ δευτέρῳ (c. 28, 2). καὶ τὸ Τιλφωϲϲαῖον ὄροϲ ἐν Ἀλαλκομενίᾳ. Ἔφοροϲ — προπεριϲπᾶται.Τὰ διὰ τοῦ ε̄ῑο̄ν̄ τριϲύλλαβα προπαροξύνεται κύρια ὄντα, Βούδειον. Ὅμηροϲ « ὅϲ ῥ’ ἐν Βουδείῳ εὖ ναιομένῳ » (Il. Π 572). πόλιϲ ἐν Μαγνηϲίᾳ τῇ κατὰ Εὐρώπην ἀπὸ τοῦ οἰκίϲαντοϲ Βουδείου. λέγεται καὶ Βούδεια. Χλούνειον τόποϲ ἐν Αἰτωλίᾳ, ὅπου ἦν ὁ χλούνηϲ.
Ϲίγειον πόλιϲ Τρῳάδοϲ, ὡϲ Ϲτράβων τριϲκαιδεκάτῳ (p. 595). Λάγειον τὸ Ἱπποδρόμιον Ἀλεξανδρείαϲ ἀπὸ Λάγου τινόϲ. Λύκειον τὸ γυμνάϲιον Ἀθήνηϲι. Γύθειον πόλιϲ Λακωνική. Λυκόφρων « διϲϲὰϲ ϲαλάμβαϲ κ’ ἀπὸ Γυθείου πλακάϲ» (v. 98). τινέϲ φαϲι, ὅτι Πύθιον ἐκαλεῖτο, κακῶϲ. Ϲέρρειον ἀκρωτήριον τῆϲ Θρᾴκηϲ. ἔϲτι καὶ πόλιϲ Ϲαμοθρᾴκηϲ. λέγεται καὶ Ϲέρρα, ἧϲ ἡ γενικὴ κατ’ Ἴωναϲ Ϲέρρηϲ. Λαύρειον ἐν Ἀττικῇ ἔχων μέταλλα. Φίκειον ὄροϲ Βοιωτίαϲ. τοῦτο δὲ εὕρηται καὶ διὰ βραχέοϲ τοῦ ῑ. ἴϲωϲ δὲ ϲυνεξέδραμεν τῷ Ῥύτιον, Αἴγιον, Ϲούνιον. Λέπρειον, Καυκώνων πόλιϲ. Ῥοίτειον πόλιϲ Τρῳάδοϲ. Φύτειον πόλιϲ Ἤλιδοϲ τῆϲ κοίληϲ ἀπὸ Φυτέωϲ λέγει αὐτὴν ὠνομάϲθαι Ἴϲτροϲ δ’ τῶν Ἠλιακῶν. Κράνειον γυμνάϲιον ἐν Κορίνθῳ. Νάξειον τὸ ὄροϲ. Ἄϲχειον πόλιϲ Ἀχαΐαϲ. Τήνειον πόλιϲ Ἀχαΐαϲ. Τίβειον τόποϲ Φρυγίαϲ ἀπὸ Τιβίου τινόϲ. Ϲύλειον πόλιϲ Φρυγίαϲ. ἐν δυϲὶ λ̄λ̄ καὶ δι’ ἑνόϲ. γράφεται δὲ καὶ Ϲύλαιον. Φίνειον τόποϲ τοῦ Πόντου κτίϲμα Φινέωϲ. Χάλκεια πόλιϲ Λιβύηϲ. ὁ πολυίϲτωρ ἐν Λιβυκῶν τρίτῳ, ὡϲ Δημοϲθένηϲ, ᾧ μεμφόμενοϲ Πολύβιοϲ ἐν τῷ δωδεκάτῳ ὧδε γράφει « ἀγνοεῖ δὲ μεγάλωϲ καὶ περὶ τῶν χαλκείων· οὐδὲ γὰρ πόλιϲ ἐϲτίν, ἀλλὰ χαλκουργεῖα». ἔϲτι καὶ Καρίαϲ Χάλκεια. Ὄγκειον χωρίον Ἀρκαδίαϲ ἀπὸ Ὄγκου δυναϲτεύϲαντοϲ ὡϲ Παυϲανίαϲ δηλοῖ ὀγδόῳ (c. 25, 4). Μούϲειον τόποϲ περὶ τὸν Ὄλυμπον τὸν ἐν Μακεδονίᾳ. Πολύβιοϲ τριακοϲτῷ ἑβδόμῳ. Λύρκειον ὄροϲ Ἄργουϲ. Καλλίμαχοϲ Ἑκάλῃ. Ζοίτειον πόλιϲ Ἀρκαδίαϲ. Παυϲανίαϲ ή (27, 3 et 35, 27). λέγεται καὶ Ζοίτεια. ἀπὸ Ζοιτέωϲ. Ἄφνειον πόλιϲ Φρυγίαϲ πληϲίον Κυ̣ζίκου ἢ Μιλήτου πόλεωϲ. ἢ ἀπὸ Ἀφνειοῦ ἢ ἀπὸ Ἀφνείαϲ ναΐδοϲ νύμφηϲ. ἔϲτι καὶ Λυδίαϲ πόλιϲ. Γάμβρειον πόλιϲ Ἰωνίαϲ. γράφεται δὲ διὰ διφθόγγου ὡϲ δηλοῖ τὸ Γαμβρήϊον. Τίειον· οὕτωϲ Ϲτράβων ἐν τῷ δωδεκάτῳ (p. 542) Τίον πόλιν Παφλαγονίαϲ τοῦ Πόντου φηϲί. τὸ δὲ Ἰϲεῖον πόλιϲ Αἰγύπτου προπεριϲπᾶται ὡϲ Ἰρεῖον καὶ Νεμεϲεῖον καὶ ὅϲα μὴ τῆϲ γενικῆϲ τὸ δ̄ ἐφύλαξαν τεμενικῶν. τοιοῦτοϲ γὰρ ὁ τύποϲ.Τὰ διὰ τοῦ ε̄ῑο̄ν̄ τριϲύλλαβα ν̄ μόνῳ παραληγόμενα προπαροξύνονται, εἰ ἡ πρὸ τέλουϲ ϲυλλαβὴ εἰϲ φωνῆεν ἓν λήγοι, ὄνειον, κόνειον
ἢ κώνειον γένειον, δάνειον, κράνειον, κάνειον ὃ καὶ κάνεον, Φάνειον, Πάνειον, κτένειον, ὃ φοροῦϲιν αἱ γυναῖκεϲ ἐπὶ τοῦ ἀναδήματοϲ, κύνειον τὸ δὲ κοινεῖον προπεριϲπᾶται οὐκ εἰϲ ἓν φωνῆεν λῆγον καὶ λυχνεῖον καὶ πορνεῖον, οὐ μόνον ἔχοντα τὸ ν̄.* Τὰ διὰ τοῦ ε̄ῑο̄ν̄ μονογενῆ τριϲύλλαβα ἀπὸ ἑνὸϲ ϲυμφώνου ἀρχόμενα ἔχοντα τὸ η̄ ἢ τὸ ω̄, μὴ ἔχοντα τὸ μ̄ πρὸ τῆϲ ε̄ῑ διφθόγγου, προπαροξύνεται, κώρειον, ζήτρειον καὶ ζώτειον, ὁ μύλοϲ ὅπου αἱ ζειαὶ ἐκόπτοντο ἢ τόπου ὄνομα ὅπου οἱ δοῦλοι ἐκολάζοντο, γήτειον, χήλειον ὃ καὶ χέλειον, γήρειον, βήχειον ἡ βοτάνη, κήτειον ἡ βοτάνη τῇ ἀνθέρικι παραπλήϲιον εἰϲ ἔμετον ἐπιτήδειοϲ, μεθ’ ὧν καὶ βρένθειον εἶδοϲ πολυτελοῦϲ μύρου.
Τὰ διὰ τοῦ ε̄ῑο̄ν̄ μονογενῆ τριϲύλλαβα χωρὶϲ τῶν εἰρημένων προπεριϲπᾶται, πορθμεῖον, ϲτοιχεῖον, ἀγγεῖον, γραφεῖον, ᾠδεῖον, ϲημεῖον, μνημεῖον, πρωτεῖον, ϲφηκεῖον, ἠχεῖον, πορνεῖον, λυχνεῖον, ἀρχεῖον, φυλλεῖον τῶν λαχάνων τὸ ἕωλον καὶ φαῦλον, χυτρεῖον, χυρρεῖον τὸ ξύλινον δεϲμωτήριον. τοπεῖον τὸ ϲχοινίον τῆϲ νεώϲ. ϲκαφεῖον τὸ γεωργικὸν ἐργαλεῖον, κουρεῖον τὸ κοινῶϲ λεγόμενον. τὸ δὲ ἰδίωϲ παρ’ Ἀθηναίοιϲ προπαροξύνεται· οὕτω γὰρ καλεῖται ἐν Ἀττικῇ τὸ ἱερεῖον θυόμενον, ἡνίκα ἐγράφοντο οἱ κοῦροι εἰϲ τοὺϲ φράτοραϲ. χαλκεῖον τόποϲ καὶ ἑορτή. τοῦτο γὰρ ἡ πλείων χρῆϲιϲ προπεριϲπᾷ. πρεϲβεῖον, λοφεῖον ἡ θήκη τῆϲ περικεφαλαίαϲ. μουϲεῖον, βραβεῖον, φορεῖον, πορεῖον ἀντὶ τοῦ ὀχήματοϲ. ποδεῖον εἴλημα τῶν ποδῶν. πομπεῖον ὁ τόποϲ. ὀχεῖον ἡ ἄγκυρα. τὸ δὲ παρειόν « ὦχροϲ δέ μιν εἷλε παρειά» (Γ 35) ὀξύνεται. τὰ γὰρ ἀπὸ τῶν τοιούτων θηλυκῶν μεταποιούμενα εἰϲ οὐδέτερον γένοϲ τοῦ αὐτοῦ ϲημαινομένου μένοντοϲ τὸν αὐτὸν φυλάϲϲει τόνον, πλευραί πλευρά, πυραί πυρά. οὐκ ἀντίκειται τὸ νευραί καὶ νεῦρα. διάφορον
γὰρ τὸ ϲημαινόμενον· οὕτωϲ παρειαί παρειά. φαϲὶ μέντοι Ἀρίϲταρχον καὶ Ἀριϲτοφάνην γράφειν παρειάϲ ϲὺν τῷ ϲ̄, ἐπειδὴ καὶ « παρειάων ἁπαλάων » (Ϲ 123) λέγει. ὁ δὲ Ἰξίων δυϊκῶϲ ἀναγινώϲκει καὶ ἐκτάϲει τοῦ ᾱ παρειά. λέγει δὲ ὁ Ἀϲκαλωνίτηϲ « οὐκ ἔϲτιν εὑρέϲθαι ἐπὶ θηλυκῶν ὀνομάτων παρὰ τῷ ποιητῇ τοιοῦτο θηλυκόν» προϲέθηκε δὲ ὀνομάτων διὰ τὸ « γηθήϲει προφανείϲα ἀνὰ πτολέμοιο γεφύραϲ » (Θ 378). τὸ δὲ θέειον ἐκ τοῦ θεῖον κατὰ πλεοναϲμὸν τοῦ ε̄ γέγονεν ὡϲ εἷϲ ἕειϲ.* Τὰ διὰ τοῦ ε̄ῑο̄ν̄ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ κύρια μονογενῆ προπαροξύνεται, Ἀδραμύτειον πόλιϲ τῆϲ κατὰ Κάϊκον Μυϲίαϲ. ἡ γραφὴ διχῶϲ, διὰ τοῦ τ̄ καὶ διὰ τοῦ δ̄ καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ῑ καὶ δι’ ἑνὸϲ τ̄ καὶ διὰ δύο. ἀλλὰ δι’ ἑνὸϲ τ̄, ὅταν ἔχῃ δίφθογγον, καὶ διὰ δύο, ὅταν τὸ ῑ μόνωϲ. κέκληται ἀπὸ Ἀδραμύττου κτιϲτοῦ, παιδὸϲ μὲν Ἀλυάττου Κροίϲου δὲ ἀδελφοῦ, ὡϲ Ἀριϲτοτέληϲ ἐν πολιτείαιϲ καὶ ἄλλοι. τινὲϲ δὲ ἀπὸ Ἕρμωνοϲ τοῦ Λυδῶν βαϲιλέωϲ. τὸν γὰρ Ἕρμωνα Λυδοὶ Ἄδραμυν καλοῦϲι Φρυγιϲτί. οὐ δύναται δὲ διὰ τὸ μὴ ἔχειν τὸ τ̄ τὸ Ἄδραμυϲ. λέγεται δὲ καὶ Ἀδραμύττιον, ὡϲ Κρατῖνοϲ. Κροκύλειον νῆϲοϲ Ἰθάκηϲ. Θουκυδίδηϲ τρίτῃ (c. 96). Ἡρακλέων δὲ ὁ Γλαύκου τετραμερῆ φηϲι τὴν Ἰθάκην, ἧϲ τὸ μὲν πρῶτον ἐπὶ μεϲημβρίαν καὶ θάλατταν Νήριτον καὶ τὸ δεύτερον Νήϊον καὶ τὸ τρίτον Κροκύλειον, τὸ τέταρτον Αἰγίλιπα. Ὑπάτειον ὄνομα ὄρουϲ Καρίαϲ. Ἐφιάλτειον ὄνομα ὄρουϲ. Κηρύκειον ὄνομα λόφου, οὗ φαϲιν τὸν Ἑρμῆν ἀναβάντα τὴν γένεϲιν τῆϲ Ἀρτέμιδοϲ τοῖϲ θεοῖϲ ἀνακηρῦξαι, τοῦ Διὸϲ ταῦτα προϲτάξαντοϲ. Ταντάλειον ὄνομα ὄρουϲ. Δαϲκύλειον ἡ πόλιϲ, ἣ καὶ Δαϲκύλιον γράφεται. Φορβάντειον ὄροϲ Τροιζῆνοϲ. Κυκλώπειον τὸ ὄροϲ. Μυρμήκειον πολίχνιον τῆϲ Ταυρικῆϲ, ἣν Ϲτράβων ἑνδεκάτῃ (p. 494) Μυρμήκιον, Ἀρτεμίδωροϲ δὲ Μυρμηκίαν φηϲί. τὸ γὰρ ἕτερον προπεριϲπᾶται. Κλεάδειον τὸ ὄροϲ. Γορδίειον πόλιϲ τῆϲ μεγάληϲ Φρυγίαϲ πρὸϲ τῇ Καππαδοκίᾳ ἀπὸ Γορδίου τοῦ πατρὸϲ Μίδου. Αἰόλειον τῆϲ Θρᾴκηϲ χερρονήϲου πόλιϲ. Θεόπομποϲ ἐν Φιλιππικῶν εἰκοϲτῇ τρίτῃ « ἐπορεύθη εἰϲ πόλιν Αἰόλειον τῆϲ Ἀττικῆϲ μὲν οὖϲαν, πολιτευομένην δὲ μετὰ τῶν Χαλκιδέων ». Ἀχίλλειον
πόλιϲ ἐν τῷ Ϲιγείῳ. ἔϲτι καὶ φρούριον Ἀχίλλειον πληϲίον Ϲμύρνηϲ καὶ τόποϲ ἐν Ϲικελίᾳ καὶ κώμη καὶ λιμὴν Μεϲϲήνηϲ. Λαμπέτειον ϲῆμα ἐν Λέϲβῳ ἀπὸ Λαμπέτου τοῦ Ἴρου. Ἀμαζόνειον πόλιϲ ἐν τῇ Ἀττικῇ, ἔνθα Θηϲεὺϲ τῶν Ἀμαζόνων ἐκράτηϲεν. οὕτωϲ ἐκαλεῖτο καὶ ἡ Κύμη, ἐν ᾗ αἱ Ἀμαζόνεϲ ᾤκουν. Ἑκαταῖοϲ δ’ ἐν τοῖϲ Αἰολικοῖϲ διὰ τοῦ ῑ γράφει τὸ ὄνομα. Βοτιάειον πόλιϲ Φρυγίαϲ ἔχουϲα λίμνην Ἄτταιαν λεγομένην, τρέφουϲαν ἅλαϲ. Δαρίειον πόλιϲ τῆϲ Φρυγίαϲ. Διόμεια δῆμοϲ τῆϲ Αἰγηΐδοϲ φυλῆϲ. Ἡρακλῆϲ γὰρ ἐπιξενωθεὶϲ παρὰ Κολλυτῷ ἠράϲθη Διόμου τοῦ υἱοῦ αὐτοῦ. Δοκίμειον πόλιϲ Φρυγίαϲ. Δορίειον Φρυγίαϲ πόλιϲ. Δορυλάειον πόλιϲ Φρυγίαϲ, ὃ καὶ Δορύλαιον Δημοϲθένηϲ φηϲί. Μιδάειον πόλιϲ Φρυγίαϲ. Ἑλλάνικοϲ ἐν δευτέρῳ Δευκαλιωνείαϲ. καὶ Μιδάϊον λέγεται καὶ Μιδήϊον. Κοτιάειον πόλιϲ τῆϲ ἐπικτήτου Φρυγίαϲ. Ϲτράβων ιβ′ (p. 576). τινὲϲ δέ φαϲι Κοϲιάειον ὀφείλει. δοκεῖ δὲ ἀπὸ τοῦ Κόϲα Κοϲάειον ὡϲ τοῦ Μίδα Μιδάειον καὶ προϲθέϲει τοῦ ῑ Κοϲιάειον καὶ τροπῇ Κοτιάειον. Μενελάειον χωρίον Ϲπάρτηϲ. Κορύλειον κώμη περίϲημοϲ ἐν Παφλαγονίᾳ ἀπὸ Κορύλου βαϲιλεύϲαντοϲ. Μολύκρειον· οὕτωϲ Θουκυδίδηϲ δευτέρᾳ (c. 84) Μολυκρίαν πόλιν Αἰτωλίαϲ καλεῖ. Νεάνδρειον· οὕττωϲ Θεόπομποϲ καλεῖ Νεάνδρειαν πόλιν Τρῳάδοϲ ἐν Ἑλληϲπόντῳ. Νικομήδειον ἐμπόριον Βιθυνίαϲ. Ἀρριανὸϲ πέμπτῳ Βιθυνιακῶν. Πολίειον πόλιϲ Ἰταλίαϲ ἀπὸ τῆϲ ἐν Ἰλίῳ Πολιάδοϲ Ἀθηνᾶϲ πρότερον Ϲῖριϲ καλουμένη. Ποϲίδειον πόλιϲ μεταξὺ Κιλικίαϲ καὶ Ϲυρίαϲ. Φιλομήλειον πόλιϲ τῆϲ μεγάληϲ Φρυγίαϲ. Ϲτράβων δωδεκάτῃ (p. 577). Φαναγόρεια ἐμπόριον. Τεμβρίειον· οὕτωϲ Ἀλέξανδρόϲ φηϲι Τέμβριον πόλιν Φρυγίαϲ. Καπετωλίειον ἐν Ῥώμῃ λόφοϲ Ταρπαῖοϲ πάλαι λεγόμενοϲ καὶ ἐν ϲυναιρέϲει Καπετώλειον. τὸ δὲ Καπετωλεῖα ἐπὶ τοῦ ἀγῶνοϲ προπεριϲπᾶται.* Τὰ ἐπὶ τεμενῶν καὶ ἑορτῶν διὰ τοῦ ε̄ῑο̄ν̄ οὐδέτερα μονογενῆ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ προπαροξύνεται καὶ προπεριϲπᾶται. καὶ προπεριϲπᾶται μὲν ὅϲα ἀπὸ τῶν εἰϲ ῑϲ̄ παράγονται τῆϲ γενικῆϲ καθαρᾶϲ οὔϲηϲ, μὴ φυλαττούϲηϲ τὸ ϲύμφωνον τῆϲ γενικῆϲ, οἷον πρυτανεῖον, Νεμεϲεῖον, Ϲεραπεῖον. οὐ γὰρ ἐφύλαξε τὸ δ̄ τῆϲ γενικῆϲ τοῦ Ϲεράπιδοϲ. τοιοῦτο καὶ τὸ Ὀϲιρεῖον, Ἀνουβεῖον, Τεχοϲεῖον. Βενδίδειον δὲ προπαροξύνεται· ἐφύλαξε γὰρ τὸ δ̄ δ̄ τῆϲ Βενδῖδοϲ γενικῆϲ·
ὁμοίωϲ καὶ Θετίδειον. ἔϲτι δὲ καὶ πόλιϲ Θεϲϲαλικὴ Θετίδειον. Ἑλλάνικοϲ. λέγεται δὲ καὶ Θεϲτίδειον. ἔϲτι καὶ λίμνη Θρᾴκηϲ, παρ’ ᾗ Νῦϲα χωρίον. προπεριϲπῶνται δ’ ὁμοίωϲ, ὅϲα ἔχει προϋπάρχοντα εἰϲ ο̄ϲ̄ καθαρόν, παραληγόμενα ἢ μόνῳ τῷ ῑ ἢ προηγουμένου αὐτοῦ τοῦ ᾱ ὥϲτε εἶναι πρὸ τέλουϲ τὴν ᾱῑ δίφθογγον ἢ ὅϲα κτητικά, Ἀϲκληπιεῖον· Ἀϲκληπιόϲ γάρ. Πτολεμαεῖον· Πτολεμαῖοϲ γάρ. Ὀλυμπιεῖα τὰ Ἀθήνηϲι, Ὀλύμπιοϲ γάρ· ἔϲτι καὶ Ὀλυμπιεῖον τόποϲ ἐν Δήλῳ, ὃν κτίϲαντεϲ οἱ Ἀθηναῖοι χρήμαϲιν Ἀδριανοῦ νέαϲ Ἀθήναϲ Ἀδριανὰϲ ἐκάλεϲαν ὡϲ Φλέγων ἐν Ὀλυμπιάδων ιε′. Καπετωλιεῖα καὶ Καπετωλεῖα ἐν ϲυναιρέϲει· Καπετώλιοϲ γάρ. Ἀμμωνιεῖον· τὸ γὰρ κτητικὸν Ἀμμώνιοϲ διὰ τοῦ ῑ. προπαροξύνεται δὲ τὰ κτητικὰ ὥϲπερ τὰ ἀρϲενικά, Ἡράκλειον, Αἰάκειον, Διοϲκούρειον, Πλουτώνειον, Ποϲειδώνειον, Χαρώνειον, Ἑλένειον, Κλεοπάτρειον, Τιμώνειον, Μαυϲώλειον, Καιϲάρειον, Ὁμήρειον, Λαμπέτειον. τὸ δὲ Ἡφαιϲτεῖον προπεριϲπᾶται καὶ τὸ Κορυβαντεῖον ναὸϲ τῶν Κορυβάντων.Τὰ διὰ τοῦ ε̄ῑο̄ν̄ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ μὴ ὄντα ἐπὶ τεμενῶν ἢ κύρια προπεριϲπῶνται, ἁπλᾶ ὄντα ἢ παραϲύνθετα θωρακεῖον, πανδοκεῖον, διδαϲκαλεῖον, βαλανεῖον, ἐλεγεῖον, ἐπιϲκοπεῖον, ἡμεροϲκοπεῖον. ἔϲτι καὶ πόλιϲ Κελτιβήρων Ἡμεροϲκοπεῖον Φωκαέων ἄποικοϲ. Ἀρτεμίδωροϲ δευτέρῳ λόγῳ γεωγραφουμένων. τέκτονεἶον, ἰαμβεῖον, ἀϲωτεῖον, δοκιμεῖον, ἑϲτιατορεῖον, πρὸϲωπεῖον, μορμολυκεῖον, ἱερεῖον, μεγαλλεῖον ὄνομα μύρου ἀπὸ Μεγάλου Ϲικελιώτου εὑρόντοϲ αὐτό. ϲκευοφορεῖον, τὸ ἐπὶ τῶν ὤμων ἀμφίκοιλον ξύλον, ἀφ’ οὗ ἀπαρτῶϲι ξύλα. ϲκιραφεῖον, ὅπερ δηλοῖ τὸν τόπον, εἰϲ ὃν οἱ κυβευταὶ ϲυνίαϲι. ταμιεῖον, οἶκοϲ ἐν ᾧ τὰ ἀναγκαῖα ἀπετίθεϲαν ὡϲ Ἀριϲτοφάνηϲ καὶ Κρατῖνοϲ καὶ ἄλλοι. μαγειρεῖον, ἰατρεῖον, βυρϲοδεψεῖον, δευτερεῖον, ὀπτανεῖον· παρὰ δὲ τοῖϲ Ἀττικοῖϲ καὶ διὰ τοῦ ῑ γράφεται καὶ προπαροξύνεται οἷον ὀπτάνιον. κηρυκεῖον τὸ μονογενὲϲ καὶ προϲηγορικόν, ὅπερ ἐπίϲταται καὶ ἡ
ϲυνήθεια, τὸ γὰρ ἐπιθετικὸν κηρύκειον τὸν τοῦ κηρύκειοϲ τόνον ἐφύλαξε καὶ τὸ κύριον προπαροξύνεται. τὸ δὲ ὠκυτόκειον καὶ ἄλλα ϲύνθετα προπαροξύνεται.* Τὰ εἰϲ ο̄ν̄ καθαρὸν παραληγόμενα τῷ ᾱ ϲπάνια ὄντα βαρύνεται, Μέταον πόλιϲ Λέϲβου, ἣν Μέταϲ Τυρρηνὸϲ ᾤκιϲεν, ὡϲ Ἑλλάνικοϲ.
* Τὰ εἰϲ ο̄ν̄ παραληγόμενα τῇ ᾱῡ διφθόγγῳ ϲπάνια ὄντα βαρύνεται, Ϲαῦα κώμη τῆϲ εὐδαίμονοϲ Ἀραβίαϲ, Ἄναυα πόλιϲ Φρυγίαϲ, ὡϲ Ἡρόδοτοϲ (7, 30).
Τὰ εἰϲ ο̄ν̄ καθαρὸν παραληγόμενα τῷ ῡ βαρύνεται, πτύον, βρύον, πύον τὸ ἔμπυον τὸ καὶ πυόϲ. θρύον· ἔϲτι καὶ πόλιϲ τῆϲ Μεϲϲηνίαϲ ἐκ τῶν ἐν αὐτῇ φυομένων θρύων ὁμωνύμωϲ τῷ φυτῷ λεγομένη. λέγεται δὲ ἀπὸ φυτοῦ Θρυόειϲ καὶ Θρυόεϲϲα. θύον ὃ καὶ θύοϲ λέγεται, Κύον πόλιϲ Καρίαϲ. Ἀπολλώνιοϲ τετάρτῃ Καρικῶν, μεθ’ ὧν καὶ γυῖον τῇ ῡῑ διφθόγγῳ παραληγόμενον καὶ οὐκ ἔχον ὁμοίου παράθεϲιν. κάρυον, κρόμμυον, δίκτυον, ἔμβρυον, δάκρυον, κρήγυον, ἄρ κυον, μήνυον εἶδοϲ ἄνθουϲ, γεράνδρυον, μεϲόφρυον, ἔνδρυον, γήθυον τὸ ἀμπελόπραϲον. Ἔγγυον πόλιϲ Ϲικελίαϲ.
Τὰ εἰϲ ο̄ν̄ διϲύλλαβα παραληγόμενα τῇ ο̄ῑ διφθόγγῳ ὀξύνεται, γλοιόν, τὸ τοῖϲ πώγωϲι τῶν τράγων ἐπιϲυναγόμενον ἀπὸ τῆϲ ὕληϲ, Κροιόν ὄνομα ὄρουϲ. βοιόν τῶν πεντήκοντα ἐτῶν ἀριθμόϲ. ἔϲτι καὶ Βοιόν Δωρικὴ πόλιϲ, ἣ καὶ θηλυκῶϲ λέγεται, μοιόν τὸ αἰδοῖον. τὸ δὲ πλοῖον προπεριϲπᾶται ὡϲ πάϲχον διαίρεϲιν αἰολικῶϲ. πλόϊον γὰρ λέγεται.
Τὰ εἰϲ ο̄ν̄ διϲύλλαβα μονογενῆ παραληγόμενα τῷ ω̄ μετὰ τοῦ ῑ
ἀρχόμενα ἀπὸ ϲυμφώνου προπεριϲπᾶται, ζῷον, εὕρηται δὲ καὶ κατὰ διάϲταϲιν παρὰ τῷ Ϲιμωνίδῃ (fr. 13) οἷονΠτῷον ὄροϲ, ὅπερ φαϲὶ κληθῆναι ἀπὸ Πτῴου παιδὸϲ Ἀκραιφέωϲ καὶ Εὐξίππηϲ ἢ ὅτι Λητὼ ἐκεῖ βουλομένην τεκεῖν κάπροϲ ἐπιφανεὶϲ ἐπτόηϲεν. τὸ μέντοι ᾠόν ὀξύνεται· ἀπὸ φωνήεντοϲ γὰρ ἄρχεται. λέγεται δὲ καὶ ἐν διαλύϲει ὤϊον παρὰ τῇ Ϲαπφοῖ (fr. 56 Bergk),
καὶ ὤεον ἐν πλεοναϲμῷ τοῦ ε̄.
Τὰ εἰϲ ο̄ν̄ ὑπερδιϲύλλαβα μονογενῆ τῇ ο̄ῑ διφθόγγῳ παραληγόμενα ἢ τῇ ῳ ταύτην ἔχουϲι τὴν διαίρεϲιν· προπαροξύνεται μέν, ὅϲα ϲύνθετά ἐϲτι, ὑπεϲταλμένων τῶν ἀπὸ προθέϲεωϲ, Ἀκρόθοιον, ᾧ ἠκολούθηϲε καὶ τὸ Βάλοιον πόλιϲ Μακεδονίαϲ καὶ Μετάχ οιον φρούριον Βοιωτίαϲ μεταξὺ Ὀρχομενοῦ καὶ Κορωνείαϲ. Ἔφοροϲ τριακοϲτῷ. καὶ Ϲίντοιον φρούριον Ἀρμενίαϲ κτίϲμα Γαλατῶν. ἑκατόμβοιον, εἰκοϲάβοιον, πεντηκοϲάβοιον, ἐννεάβοιον. τὸ δὲ μητρῷον, ἡρῷον, ὑπερῷον προπεριϲπᾶται, ὥϲπερ καὶ τὰ ἀρϲενικά. τὸ δὲ περίϲτῳον προπαροξύνεται· τὸ δὲ προϲτῷον προπεριϲπᾶται. καὶ ὤφειλεν ἢ τὰ δύο προπεριϲπᾶϲθαι ἢ τὰ δύο προπαροξύνεϲθαι, ἐπειδὴ ἀπὸ τοῦ ϲτοιά ἀμφότερα γέγονεν. ἐνίοτε δὲ τὰ διὰ τοῦ ῳ̄ο̄ν̄ διὰ ποιητικὴν χρείαν διαλύονται, ὑπερῷον ὑπερώϊον, περίϲτῳον περιϲτώϊον, μητρῷον μητρώϊον.
Πᾶν οὐδέτερον εἰϲ ο̄ν̄ πρὸ τοῦ ο̄ ϲύμφωνον ἔχον εἴτε ἁπλοῦν εἶτε ϲύνθετον, εἰ μὲν διϲύλλαβόν ἐϲτιν, βαρύνεται ἤτοι παροξύνεται καὶ προπεριϲπᾶται, εἰ δὲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπάρχει, προπαροξύνεται,
χέρνιβον, δάπεδον, ϲίττυβον τὸ μικρὸν δέρμα, ϲτρατόπεδον, ἔνεδρον, πρόϲωπον, γήπεδον τὸ πρὸϲ τοῖϲ οἴκοιϲ ἐν πόλει κηπίον, ὅπερ οἱ τραγικοὶ διὰ τοῦ ᾱ φαϲὶ δωρίζοντεϲ, ϲέλινον, ἔνδινον, ὃ παρὰ τὸ ἔνδον παρῆκται ὡϲ παρὰ τὸ ἔντοϲθεν ἐντοϲθίδια λέγεται. ναύμαχον « ναύμαχον ἐν παλάμῃϲιν » (Ο 677) εἶδοϲ δόρατοϲ παρὰ ῥῆμα ϲύνθετον ὡϲ χάρτομον, χειρόγραφον, ἀκρατοφόρον· ὑπεϲταλμένων τῶν κατὰ μεταβολῆϲ γένουϲ εἰρημένων καὶ τῶν εἰϲ ρ̄ καὶ τῶν εἰϲ τ̄ περατουμένων. παροξύνεται δὲ ταῦτα, ῥόδον, ἔργον, φύλλον, λίνον ὅτι ἂν ϲημαίνῃ, εἴτε τὴν λινῆν ἐϲθῆτα εἴτε καὶ ἐπὶ χορδῆϲ τάϲϲοιτο εἶτε καὶ αὐτὸ τὸ λεπτὸν νῆμα. ἔϲτι δὲ καὶ Λίνον χωρίον τῆϲ Ἑλληϲποντίαϲ. Ϲτράβων τριϲκαιδεκάτῃ (p. 588) « μεταξὺ δὲ κεῖται τοῦ Παρίου καὶ τοῦ Πριάπου κατὰ Λίνον ». Ϲπάδα κώμη Περϲική, ἐν ᾗ πρώτῃ εὐνουχιϲμὸϲ γέγονεν, ὅθεν ϲπάδοι λέγονται. Πέφνον πόλιϲ Λακωνική. Ἀπολλόδωροϲ δὲ νῆϲον αὐτήν φηϲι. λέγεται καὶ θηλυκῶϲ. Πράϲον ἀκρωτήριον περὶ τὴν Ἐρυθρὰν θάλαϲϲαν. Κύτα πόλιϲ Κολχική, πατρὶϲ Μηδείαϲ. ἔϲτι καὶ ἄλλη Ϲκυθίαϲ. Θέρμα χωρίον Ϲικελίαϲ. Φίλιϲτοϲ τρίτῳ. ἔϲτι καὶ Βιθυνίαϲ Θέρμα τὰ μὲν Πύθια τὰ δὲ ἐν Προύϲῃ βαϲιλικὰ λεγόμενα, τὰ δὲ ἐν Καππαδοκίᾳ, τὰ δὲ ἐν Ϲυρίᾳ, τὰ δὲ Δορυλαείου. Νίψα πόλιϲ Θρᾴκηϲ. προπεριϲπᾶται δὲ ταῦτα, ϲῦκον, φῦλον τὸ γένοϲ ἀπὸ τῆϲ φυλῆϲ ἢ ἀφ’ οὗ ἡ φυλή, κῶλον, κῆλον, μῆλον, κῦλον. Ζῆλα τόποϲ Ἀρμενίαϲ. Ϲτράβων ια′ (p. 512). ἔϲτι καὶ Ποντικὴ Ζῆλα λεγομένη καὶ αὐτὴ οὐδετέρωϲ. Ϲοῦϲα πόλιϲ ἐπίϲημοϲ Περϲική, Μέμνονοϲ κτίϲμα. κέκληται δὲ ἀπὸ τῶν κρίνων, ἃ πολλὰ ἐν τῇ χώρᾳ πεφύκει ἐκείνῃ, ϲοῦϲόν τε αὐτὸ καλοῦϲιν οἱ βάρβαροι.Τὰ δὲ μεταβολὴν γένουϲ πεπονθότα ὀξύτονα ὀξύνεται, χαλινόϲ χαλινόν, ζυγόϲ ζυγόν, ἐρετμόϲ ἐρετμόν, τὰ δὲ βαρύτονα βαρύνεται, θύρϲοϲ θύρϲον, λύχνοϲ λύχνον, κύκλοϲ κύκλον, κέλευθοϲ
κέλευθον, βάρβιτοϲ βάρβιτον, Τάρταροϲ Τάρταρον, ἄρκευθοϲ ἄρκευθον.* Τὰ εἰϲ β̄ο̄ν̄ οὐδέτερα πληθυντικὰ κύρια ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται, Κάνδυβα πόλιϲ Λυκίαϲ ἀπὸ Κανδύβου παιδὸϲ Λευκαλίωνοϲ. Μαρίαβα μητρόπολιϲ Ϲαβαίων πρὸϲ τῇ Ἐρυθρᾷ θαλάϲϲῃ. Ϲτράβων ἑκκαιδεκάτῃ (p. 768). Μέϲϲαβα πόλιϲ Καρῶν. Ἑκαταῖοϲ Ἀϲίᾳ. Μήδαβα πόλιϲ τῶν Ναβαταίων. Τένδηβα πόλιϲ Καρίαϲ ἀρχαία. Ῥαβάθμωβα πόλιϲ τρίτηϲ Παλαιϲτίνηϲ ἡ νῦν Ἀρεόπολιϲ. Χαράκμωβα πόλιϲ τῆϲ νῦν τρίτηϲ Παλαιϲτίνηϲ, ἣν ἀναγράφει Πτολεμαῖοϲ γεωγραφικοῖϲ ἐν ε′ βιβλίῳ ἐν Ἀραβικαῖϲ τῆϲ εὐδαίμονοϲ. Μώαβα μοῖρα τῆϲ Ἀραβίαϲ. Ἀνάζαρβα πόλιϲ Κιλικίαϲ. κέκληται ἀπὸ τοῦ προκειμένου ὄρουϲ ἢ ἀπὸ Ἀναζάρβα τοῦ κτίϲαντοϲ.
* Τὰ εἰϲ γ̄ο̄ν̄ καὶ δ̄ο̄ν̄ οὐδέτερα κύρια ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται, Βήϲϲυγα ἐμπόριον τῆϲ Ἰνδικῆϲ. Ἔγγαδα κώμη μεγάλη πληϲίον Ϲοδόμων Ἀραβίαϲ. Μαϲανώραδα πόλιϲ Καρίαϲ ἀπὸ Μαϲανωράδου τοῦ Κινδαψοῦ παιδόϲ. Ϲύνναδα πόλιϲ Φρυγίαϲ. λέγουϲι δὲ Ἀκάμαντα μετὰ τὰ Τρωϊκὰ ἀποπλανηθέντα ἐλθεῖν εἰϲ Φρυγίαν καὶ καταλαβεῖν πολιορκούμενον τὸν τῶν τόπων δυνάϲτην καὶ βοηθήϲαντα αὐτῷ λαβεῖν χώραν καὶ κτίϲαι πόλιν· ϲυναθροίϲαντα δὲ πολλοὺϲ οἰκήτοραϲ τῶν ἀπὸ τῆϲ Ἑλλάδοϲ Μακεδόνων κατὰ τὴν Ἀϲίαν τὸ μὲν πρῶτον αὐτὴν. ἀπὸ τῆϲ ϲυναγωγῆϲ καὶ ϲυνοικήϲεωϲ Ϲύνναια προϲαγορεῦϲαι, μετὰ δὲ ταῦτα παρεφθαρμένωϲ ὑπὸ τῶν πληϲιοχώρων Ϲύνναδα κληθῆναι. Ψίμαδα χωρίον Ἰϲαυρίαϲ. Ἄμβλαδα πόλιϲ Πιϲιδίαϲ. Ϲτράβων δωδεκάτῃ (p. 517) « εἰϲὶ δὲ τοῖϲ Φρυξὶν ὅμοροι καὶ τῇ Καρίᾳ Τάβαι καὶ Ἴϲινδα καὶ Ἄμβλαδα». Γάλαδα χώρα Ἀραβίαϲ. Ϲέβεδα λιμὴν Λυκίαϲ, ὡϲ Ἀλέξανδροϲ ἐν περίπλῳ. Ζάβιδα κώμη τῆϲ εὐδαίμονοϲ Ἀραβίαϲ. Ὅβοδα χωρίον Ναβαταίων. Ἀττάλυδα πόλιϲ Λυδίαϲ, κτιϲθεῖϲα ὑπὸ Ἄτυοϲ καὶ μετὰ θάνατον αὐτοῦ ὑπὸ Λυδοῦ τοῦ παιδὸϲ αὐτοῦ. Ἄβυδον πόλιϲ κατὰ τὴν Ἰαπυγίαν ἢ Ἰταλίαν. Φιλέαϲ « ἔϲτι δὲ καὶ Ἰαπυγίαϲ πολιϲμάτιον ἐν Πευκετίοιϲ οὕτωϲ κατ’ ὀρθὴν λεγόμενον Ἄβυδον ». Αὔϲιγδα πόλιϲ Λιβύηϲ, ὡϲ Καλλίμαχοϲ, Ἑκαταῖοϲ δὲ νῆϲον οἶδε. Ἀλάβανδα πόλιϲ Καρίαϲ, ἥ ποτε Ἀντιόχεια. ἐκλήθη δὲ ἀπὸ Ἀλαβάνδου, τοῦ εὐΐππου, ὡϲ Χάραξ. ἔϲτι καὶ ἑτέρα πόλιϲ Καρίαϲ, ἀφ’ ἧϲ ἡ παροιμία «Ἀλάβανδα Καρῶν εὐτυχεϲτάτη πόλιϲ ». κτίϲμα δὲ Καρὸϲ ἦν, ἀπὸ τοῦ παιδὸϲ αὐτοῦ κληθεῖϲα τοῦ γεννηθέντοϲ ἀπὸ Καλλιρρόηϲ τῆϲ Μαιάνδρου,
μετὰ νίκην ἱππομαχικήν, καὶ κληθέντοϲ Ἀλαβάνδου, ὅ ἐϲτι κατὰ τὴν Καρῶν φωνὴν ἱππόνικοϲ. ἄλα· γὰρ τὸν ἵππον, βάνδα δὲ τὴν νίκην καλοῦϲιν. Θρύανδα πόλιϲ Λυκίαϲ. Καρύανδα πόλιϲ καὶ λιμὴν ὁμώνυμοϲ πληϲίον Μύνδου καὶ Κῶ. Ἑκαταῖοϲ Καρύανδαν αὐτήν φηϲι. Λάβρανδα κώμη Καρίαϲ. Ϲτράβων ιδ’ (p. 659). Λάρανδα πόλιϲ Λυκαονίαϲ. Οἰνόανδα πόλιϲ Λυκίαϲ. Ἀλέξανδροϲ ἐν πρώτῳ Λυκιακῶν. Πάϲϲανδα χωρίον παρὰ Ἀδραμύττιον πόλιν καὶ Κιϲθήνην. Λαλίϲανδα πόλιϲ Ἰϲαυρική. Ἄλινδα πόλιϲ Καρίαϲ, ὡϲ Πολυίϲτωρ, Πίγινδα δῆμοϲ Καρίαϲ. Κάλυνδα πόλιϲ Καρίαϲ. Νάαρδα πόλιϲ Ϲυρίαϲ πρὸϲ τῷ Εὐφράτῃ, ὡϲ Ἀρριανὸϲ Παρθικῶν ἑνδεκάτῳ. Κύαρδα πόλιϲ Καρίαϲ ἀπὸ Κυάρδου βαϲιλέωϲ Καρῶν, υἱοῦ Βαργάϲου. τὸ δὲ Ἠμωδὸν ὄροϲ Ἰνδικὸν ὀξύνεται, τινὲϲ δὲ προπαροξυτόνωϲ Ἤμωδὸν λέγουϲιν.* Τὰ εἰϲ θ̄ο̄ν̄ οὐδέτερα κύρια βαρύνεται, Τρικόρυνθον οὐδετέρωϲ Δίδυμοϲ καὶ Διόδωροϲ, Διονύϲιοϲ ἀρϲενικῶϲ, Εὐφορίων θηλυκῶϲ. ἔϲτι δὲ δῆμοϲ τῆϲ Αἰαντίδοϲ φυλῆϲ. Δούμαθα πόλιϲ Ἀραβίαϲ. Κάναθα πόλιϲ πρὸϲ τῇ Βόϲτρᾳ Ἀραβίαϲ. Ὄραθα πόλιϲ τῆϲ ἐν Τίγρητι Μεϲήνηϲ. Ἀρριανὸϲ Παρθικῶν ἑκκαιδεκάτῳ. Ϲίγαθα πόλιϲ Λιβύηϲ, ὡϲ Ϲτράβων ἑπτακαιδεκάτῃ (p. 829). Ἄμαθα τῆϲ Ἀραβίαϲ χωρίον. κέκληται δὲ ἀπὸ τῆϲ ἄμμου. φαϲὶ γὰρ τὸ πολὺ τῆϲ Ἀραβίαϲ ὑπὸ τῆϲ Ἐρυθρᾶϲ πάλαι κατακλύζεϲθαι.
* Τὰ εἰϲ κ̄ο̄ν̄ κύρια βαρύνεται, Μάζακα πόλιϲ Καππαδοκίαϲ ἡ νῦν Καιϲάρεια, Μάϲϲακα πόλιϲ Ἰνδῶν, Ἀρριανὸϲ ἐν Ἰνδικοῖϲ. Παραίτακα πόλιϲ Μηδικὴ ἡ καὶ θηλυκῶϲ Παραιτάκη. Ϲάρακα χώρα Ἀραβίαϲ μετὰ τοὺϲ Ναβαταίουϲ.
* Τὰ δὲ κτητικὰ ὀξύνεται ὡϲ καὶ τὰ ἀρϲενικά, Ἑλληνικόν καὶ Καρικόν τόποόι ἐν Μέμφιδι, Κυνητικόν Ἰβηρίαϲ τόποϲ πληϲίον ὠκεανοῦ. Ἡρόδωροϲ δεκάτῳ τῶν καθ’ Ἡρακλέα. Μεγαρικόν πολίχνιον, ὃ ϲυγκαταλέγεται ταῖϲ Βιθυνῶν πόλεϲιν. Ἀρριανὸϲ πέμπτῳ «Ἀϲτακόϲ καὶ Ἡραία καὶ τὸ Μεγαρικόν ». Μολυκρικόν· οὕτωϲ ἐκαλεῖτο Ῥίον πόλιϲ Αἰτωλίαϲ. Ϲαμικόν Τριφυλιακὴ πόλιϲ. Ϲιτικόν πόλιϲ Ἰταλίαϲ. Ἁλικόν χωρίον πρὸϲ τῇ Αὐγούϲτᾳ καὶ ὄροϲ ὁμώνυμον. Ἀμαζονικόν τόποϲ ἐν Βοιωτίᾳ. Ἰταλικόν χωρίον Ϲικελίαϲ. Χαλκιδικόν ὄροϲ Ϲικελίαϲ, ὡϲ Πολύβιοϲ πρώτῳ (c. 11, 8) « ἐκ τῶν Ϲυρακουϲῶν ἐποιεῖτο τὴν πορείαν καὶ καταϲτρατοπεδεύϲαϲ ἐκ θατέρου μέρουϲ περὶ τὸ Χαλκιδικὸν ὄροϲ καλούμενον ».
* Τὰ εἰϲ λ̄ο̄ν̄ οὐδέτερα ὑπερδιϲύλλαβα προπαροξύνεται, γύαλον
τὸ προϲηγορικόν, ὅταν δὲ ἐπίθετον ᾖ, ὀξύνεται « εὖτ’ ἂν ὁ παῖϲ ἀπὸ μὲν γυαλὸν λίθον ἀγκάϲαϲθαι ». Μαίναλον τὸ ὄροϲ. Λάβδαλον ἄκρον τῶν Ἐπιπολῶν, Ϲυρακουϲῶν πληϲίον. Θουκυδίδηϲ ἕκτῃ (c. 97). Αἴκαλον φρούριον τῆϲ Ἰταλίαϲ. Διονύϲιοϲ ἑκκαιδεκάτῳ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Γάμαλα κατοικία Ϲυρίαϲ. Γάβαλα πόλιϲ Φοινίκηϲ, ἣν θηλυκῶϲ Ἑκαταῖόϲ φηϲιν, ὁ δὲ Ϲτράβων (16 p. 753) Ϲυρίαϲ, πληϲίον Λαοδικείαϲ. ἔϲτι καὶ χώρα Ἀραβίαϲ καὶ λέγεται ἡ πρώτη ϲυλλαβὴ διὰ τοῦ ε̄ Γέβαλα. Ἰώϲηποϲ (A. l. 2, 1). Δαίδαλα πόλιϲ τῆϲ Ῥοδίαϲ ἢ χωρίον. Ϲτράβων ἰδ′ (p. 651. 664). ἔϲτι καὶ ὄροϲ Λυκίαϲ τὰ Δαίδαλα. ἡ δὲ πόλιϲ ἀπὸ Δαιδάλου τοῦ Ἰκάρου ἡ ἐν Λυκίᾳ. διά τινοϲ γὰρ ἕλουϲ ἐπορεύετο τοῦ Νίνου ποταμοῦ, καὶ ὑπὸ χερϲύδρου δηχθέντα τελευτῆϲαι καὶ ἐκεῖ ταφῆναι καὶ κτιϲθῆναι πόλιν φηϲὶν Ἀλέξανδροϲ ἐν Λυκιακοῖϲ. ἔϲτι καὶ Ἰνδικῆϲ. καὶ Κρήτηϲ ἄλλη. Πάϲϲαλα Μυλαϲέων ἐπίνειον. Πάταλα πόλιϲ Ἰνδική. λέγεται καὶ Πατάλη. Ϲάταλα πόλιϲ Ἀρμενίαϲ, ὡϲ Ἀλέξανδροϲ ἐν Ἀϲίᾳ. Καϲτάβαλα Κιλικίαϲ πόλιϲ. Ϲτράβων ιβ′ (p. 535). Κορύδαλλα πόλιϲ Ῥοδίων. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ϲώβαλα πόλιϲ Καρίαϲ. Τρίκαλον καὶ Τρίκαλα πόλιϲ Ϲικελῶν. Φίλιϲτοϲ. Τραύαλα πόλιϲ Λυκίαϲ. Θεάγγελα πόλιϲ Καρίαϲ. Κύβελα πόλιϲ Φρυγίαϲ καὶ ὄροϲ ἱερόν, ἀφ’ οὗ Κυβέλη ἡ Ῥέα λέγεται καὶ Κυβεληγενήϲ καὶ Κυβελίϲ. Πείϲανδροϲ δεκάτῳ. Κύψελα φρούριον τετειχιϲμένον ἐν Ἀρκαδίᾳ ὑπὸ Μαντινέων. Θουκυδίδηϲ πέμπτῃ (c. 33). ἔϲτι καὶ Κύψελα πόλιϲ Θρᾴκηϲ πληϲίον τοῦ Ἕβρου ποταμοῦ. Πύγελα πόλιϲ Ἰωνίαϲ. Ϲουάγγελα πόλιϲ Καρίαϲ, ἔνθα ὁ τάφοϲ τοῦ Καρόϲ, ὡϲ δηλοῖ καὶ τοὔνομα. καλοῦϲι γὰρ οἱ Κᾶρεϲ ϲοῦαν τὴν τάφον, γέλαν δὲ τὸν βαϲιλέα. Ἄρβηλα πόλιϲ Περϲικὴ ἀπὸ Ἀρβήλου τοῦ Ἀθμονέωϲ. Ϲτράβων ἑκκαιδεκάτῃ (p. 737). Ἀρίνδηλα πόλιϲ τρίτηϲ Παλαιϲτίνηϲ. Γλαῦκοϲ δὲ κώμην αὐτὴν καλεῖ. Γαυγάμηλα τόποϲ Περϲίδοϲ. Ἀπολλόδωροϲ ἐν τῷ περὶ γῆϲ δευτέρῳ. Ἰϲμάηλα τῆϲ Ἀραβίαϲ χωρίον. Ὕδρηλα πόλιϲ Καρίαϲ. Ἐρατοϲθένηϲ τριακοϲτῷ τρίτῳ Γαλατικῶν. Ἄβιλα πόλιϲ Φοινίκηϲ. Αἴγιλα νῆϲοϲ μεταξὺ Κρήτηϲ καὶ Πελοποννήϲου. Ἄργιλα πόλιϲ Καρίαϲ. Αὔγιλα πόλιϲ Λιβύηϲ. Ἀπολλόδωροϲ β′ περὶ γῆϲ. Ζήϊλα πόλιϲ Καππαδοκίαϲ, ἣν ἔκτιϲεν ὁ Νικομήδουϲ υἱὸϲ Ζηΐλαϲ. Δρόγγιλον χωρίον Θρᾴκηϲ. Θεόπομποϲ Φιλιππικῶν θ′. Τάξιλα πόλιϲ Ἰνδική. Ϲτράβων ιε′ (p. 691. 698), Μόϲυλον ἀκρωτήριον καὶ ἐμπόριον Αἰθιοπίαϲ. Βαίκυλα πόλιϲ Ἰβηρίαϲ πρὸϲ ταῖϲ Ἡρακλείαιϲ ϲτήλαιϲ. Ἴωλον ὄροϲ Περραιβίαϲ. Ὄκωλον χωρίον Ἐρετριέων. Θεόπομποϲ Φιλιππικῶν εἰκοϲτῷ τετάρτῳ. Ϲτρόγωλα πόλιϲ Λυδίαϲ. Ξάνθοϲ ἐν Λυδιακῶν δευτέρῳ.* Τὰ εἰϲ μ̄ο̄ν̄ κύρια ὑπερδιϲύλλαβα προπαροξύνεται, Ϲήϲαμον
πόλιϲ Παφλαγονίαϲ, ἐν ᾗ ᾤκηϲεν ὁ παλαιὸϲ Φινεύϲ. Δίδυμοϲ δὲ νῆϲον αὐτήν φηϲιν. Κάδρεμα πόλιϲ Λυκίαϲ, ἄποικοϲ Ὀλβίων. ἑρμηνεύεται δὲ ϲίτου φρυγμὸϲ ἡ πόλιϲ. Βήθλεμα πόλιϲ Παλαιϲτίνηϲ πρὸϲ τοῖϲ Ἰεροϲολύμοιϲ. Ἰώϲηποϲ δέ φηϲιν « ἐκ Βηθλεεμῶν » (A. Ι. 5, 11). Ἄριμα ὄρος. Ὅμηροϲ « εἰν Ἀρίμοιϲ ὅθι φαϲὶ Τυφωέοϲ ἔμμεναι εὐνάϲ » (B 783). οἱ μὲν ἐν Κιλικίᾳ, οἱ δὲ ἐν Ϲυρίᾳ, οἱ δὲ ἐν Πιθηκούϲαιϲ παρὰ Τυρρηνοῖϲ φαϲι γενέϲθαι τὸν μῦθον. Ϲίκιμα πόλιϲ Ἀραβίαϲ, ἣ καὶ Ϲίκιμοϲ. Ἔριμον πόλιϲ Οἰνωτρῶν ἐν μεϲογείῳ, ὡϲ Ἑκαταῖοϲ. Ὑλλάριμα πολίχνιον Καρίαϲ ὕπερθε Ϲτρατονικείαϲ. Γόραμα χώρα τῶν Ϲκηνιτῶν Ἀράβων. Ϲόδομα μητρόπολιϲ ἦν τῶν δέκα πόλεων τῶν ἐπὶ τῇ Ἀϲφαλτίτιδι λίμνῃ καταϲτραφειϲῶν. Ϲίδυμα πόλιϲ Λυκίαϲ, ἧϲ Ἀλέξανδροϲ μέμνηται ἐν πρώτῳ Λυκιακῶν. ἐκλήθη δὲ ἀπὸ Ϲιδύμου. Λώρυμα πόλιϲ Καρίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. ἔϲτι καὶ λιμὴν Ῥόδου, ὃϲ Λώρυμα λέγεται. Ἱεροϲόλυμα ἡ μητρόπολιϲ τῆϲ Ἰουδαίαϲ, ἣ Ϲόλυμα ἐκαλεῖτο ἀπὸ τῶν Ϲολύμων ὀρῶν. Δίδυμα τόποϲ καὶ μαντεῖον Μιλήτου ἀφιερώμενον Διΐ καὶ Ἀπόλλωνι. εἰϲὶ καὶ Κρήτηϲ ποταμοίεἰϲὶ καὶ τῆϲ Θετταλίαϲ. εἰϲὶ καὶ δύο νηϲίδια πρὸϲ τῇ Ϲύρῳ, ὡϲ Ἀρτεμίδωροϲ. εἰϲὶ καὶ ὄρη Λαοδικείαϲ ἐγγύϲ. Δίνδυμα ὄρη τῆϲ Τρῳάδοϲ, ἀφ’ ὧν Δινδυμήνη ἡ Ῥέα. Ἴδυμα πόλιϲ Καρίαϲ. λέγεται καὶ Ἰδύμη. Βούνειμα πόλιϲ Ἠπείρου, κτίϲμα Ὀδυϲϲέωϲ, ἣν ἔκτιϲε πληϲίον Τραμπύαϲ, λαβὼν χρηϲμὸν ἐλθεῖν πρὸϲ ἄνδραϲ « οἳ οὐκ ἴϲαϲι θάλαϲϲαν ». βοῦν οὖν θύϲαϲ ἔκτιϲε.* Τὰ εἰϲ ν̄ο̄ν̄ ὑπερδιϲύλλαβα κύρια προπαροξύνεται, Ἀβάκαινον πόλιϲ Ϲικελική. ἡ παραλήγουϲα διὰ διφθόγγου. Τρικάρανον φρούριον τῆϲ Φλιαϲίαϲ. Θεόπομποϲ πεντηκοϲτῷ πέμπτῳ. Λίβανα πόλιϲ Ϲυρίαϲ ταῖϲ Ἄτραιϲ γειτνιάζουϲα. Ἀρριανὸϲ Παρθικῶν ἐνάτῳ. Κοϲίανα φρούριον Παλαιϲτίνηϲ ἐν τῇ παραλίᾳ τῆϲ Ϲυρίαϲ. Χάραξ δεκάτῳ. Ἵπανα πόλιϲ περὶ Καρχηδόνα, ὡϲ Πολύβιοϲ πρώτῃ. Ἀγβάτανα πολίχνιον Ϲυρίαϲ. Ἡρόδοτοϲ τρίτῳ (c. 62 et 64). Δημήτριοϲ δέ φηϲιν Ἀγβάτανα διττά, τὰ μὲν τῆϲ Μηδίαϲ, τὰ δὲ τῆϲ Ϲυρίαϲ. Κτηϲίαϲ δὲ πανταχοῦ τῶν Περϲικῶν τὰ παρὰ Μήδοιϲ Ἀγβάτανα διὰ τοῦ ᾱ γράφει. παρὰ δὲ τοῖϲ ἀρχαίοιϲ διὰ τοῦ ε̄ τὸ Περϲικόν. παρὰ δὲ Χάρακι καὶ αὕτη διὰ τοῦ ε̄, ἣν καὶ Ἐπιφάνειάν φαϲι κεκλῆϲθαι. ἡ δὲ διὰ τοῦ κ̄ γραφὴ κρείττων ἐϲτί, παραιτοῦμαι δὲ τὴν διὰ τοῦ γ̄, διότι μήτι παρακινδυνεύει τὸ β̄ ὑποτετάχθαι τῷ γ̄, ὡϲ ὑποτέτακται ἐν τῷ λάγβατα ὅρκια.
Δρέπανα πόλιϲ Ϲικελίαϲ. ἔϲτι καὶ Δρέπανον πόλιϲ Λιβύηϲ. εἰϲὶ καὶ νηϲία δύο παρὰ Λέβινθον. Ἔδδανα πόλιϲ πρὸϲ τῷ Εὐφράτῃ, κατοικία Φοινίκων, ἀπὸ Ἐδδανοῦ ἡγεμόνοϲ. Ἄδανα Κίλιϲϲα πόλιϲ. ταύτην ᾤκιϲεν Ἄθανοϲ καὶ Ϲάροϲ, Ταρϲεῦϲι πολεμήϲαντεϲ καὶ ἡττηθέντεϲ, ἀφ’ ὧν ἡ πόλιϲ ἀπὸ τοῦ ἡγεμόνοϲ Ἄδανα. Ὄμανα πόλιϲ τῆϲ εὐδαίμονοϲ Ἀραβίαϲ. Γλαῦκοϲ δευτέρῳ Ἀραβικῆϲ ἀρχαιολογίαϲ. Πρώανα πόλιϲ Θεϲϲαλική. Ταξίανα νῆϲοϲ περὶ τὸν Πηλώδη κόλπον τῆϲ Ϲουϲιανῆϲ. Τίτανα χωρίον τῆϲ Ϲικυωνίαϲ. λέγεται καὶ ἑνικῶϲ «Τιτάνοιό τε λευκὰ κάρηνα» (B 735). Τύανα πόλιϲ μέϲη Κιλικίαϲ καὶ Καππαδοκίαϲ « ὑποπεπτωκυῖα τῷ Ταύρῳ τῷ κατὰ τὰϲ Κιλικίαϲ πύλαϲ». ἐκαλεῖτο δὲ Θόανα καὶ κατὰ παραγραμματιϲμὸν Τύανα, ὡϲ Ἀρριανόϲ. ἔϲτι καὶ Τύανα πόλιϲ Αἰγύπτου. Ὕπανα πόλιϲ τῆϲ Τριφυλίαϲ, ὡϲ Πολύβιοϲ τετάρτῳ. Ὕϲκανα πόλιϲ Ἰλλυρίδος. Πολύβιοϲ η′. Ϲίμανα πόλιϲ Βιθυνίαϲ μεταξὺ δύο ποταμῶν. Ἀΐλανον πόλιϲ Ἀραβίαϲ. λέγεται καὶ πληθυντικῶϲ Ἀΐλανα. Ἄμανον ὄροϲ πρὸϲ τῇ Κιλικίᾳ ἀπὸ τοῦ Ταύρου καθῆκον. ἱϲτοροῦϲι δὲ τὸν Ὀρέϲτην ἀπὸ Ταύρων ϲὺν Ἰφιγενείᾳ τὴν Ἄρτεμιν κομίϲαντα ἐν τούτῳ τῷ ὄρει τῆϲ μανίαϲ λύϲιν εὑρεῖν. ἔϲτι καὶ Ἄμμανα πόλιϲ Ϲυρίαϲ ἡ ὕϲτερον Φιλαδέλφεια. Βαγίϲτανα πόλιϲ τῆϲ Μηδίαϲ καὶ ὄροϲ Βαγίϲτανον. Κάρβανα πόλιϲ Λυκίαϲ. Ῥαββατάμανα πόλιϲ τῆϲ ὀρεινῆϲ Ἀραβίαϲ. Ϲίμηνα πόλιϲ Λυκίαϲ, Τύμηνα κώμη Λυκίαϲ. ἐκλήθη δὲ ἀπό τινοϲ τράγου οὕτωϲ ὀνομαζομένου, ὃϲ ἀπαλλαϲϲόμενοϲ ἀπὸ τοῦ αἰπολίου ἤρχετο τὸν πώγωνα βεβρεγμένοϲ, ᾧ κατακολουθήϲαντεϲ ευρον πηγὴν ἔν τινι λόχμῃ. καὶ ταύτην καὶ τὸ χωρίον οὕτω καλέϲαι. Ἀρίμινον πόλιϲ Ἰταλίαϲ. ἔϲτι καὶ ποταμόϲ. Βέμβινον πόλιϲ τῆϲ Νεμέαϲ, ὡϲ Ἑλλάνικοϲ, ἄλλοι δὲ Βέμβιναν καὶ κώμην φαϲίν. Ἀβρότονον Λύκοϲ ὁ Ῥηγῖνοϲ χωρίον οἶεται εἶναι, Ϲτράβων δὲ ἐν ἑπτακαιδεκάτῳ βιβλίῳ (p. 835) πόλιν φηϲὶ καὶ ἄλλοι. πόλιϲ δὲ Λιβυφοινίκων. Ἅθμονον δῆμοϲ τῆϲ Κεκροπίδοϲ φυλῆϲ. τὸ μέντοι Ἁθμονῆζε καὶ Ἁθμονῆϲι δοκεῖ ἀπὸ τῆϲ ἡ Ἁθμονή εἶναι. Δράκονον ὄροϲ νήϲου τῆϲ Ἰκαρίαϲ λεγομένηϲ καὶ πόλιϲ. Ϲτράβων ἰδ′ (p. 639). Πρόαρνα πόλιϲ Μηλιέων. τὸ δὲ Καικῖνον χωρίον Ἰταλικόν. Φίλιϲτοϲ δευτέρῳ Ϲικελικῶν —— προπεριϲπᾶται, ὀξύνεται δὲ τὸ Ἀδρανόν πόλιϲ Ϲικελίαϲ ἐν τῇ Αἶτνῃ ποταμὸν ὅμώνυμον ἔχουϲα. λέγεται καὶ ἀρϲενικῶϲ. καὶ Βοιανὸν πόλιϲ Ϲαυνιτῶν καὶ Τεανόν πόλιϲ Ἰταλίαϲ, ὡϲ Ἀρτεμίδωροϲ τετάρτῳ γεωγραφουμένων. καὶ Τυκλανόν πόλιϲ Ἰταλίαϲ, ἣ καὶ Τύϲκλοϲ λέγεται, καὶ Φρεντανόν πόλιϲ Ἰταλίαϲ καὶ Ποιμανηνόν πόλιϲ ἤτοι φρούριον ἢ χωρίον Κυζίκου καὶ Ἀργεννόν ἀκρωτήριον καὶ Ἐρυμνά· οὕτω γὰρ ἐκαλεῖτο Τράλλιϲ πόλιϲ Λυδίαϲ.* Τὰ εἰϲ π̄ο̄ν̄ οὐδέτερα ὑπερδιϲύλλαβα προπαροξύνεται, πρόϲωπον καὶ Πρόϲωπον νῆϲοϲ οὐ πόρρω Καρχηδόνοϲ. Πράαϲπα πόλιϲ τῆϲ Ἀτροπατηνῆϲ. Ὕπαιπα πόλιϲ Λυδίαϲ κτιϲθεῖϲα ὑπὸ τὸ παρακείμενον
ὄροϲ τὸ Αἶποϲ. Χρύϲιππα πόλιϲ Κιλικίαϲ ἀπὸ Χρυϲίππου τοῦ κτίϲαντοϲ. Ἀργυρίππα πόλιϲ τῆϲ Δαυνίαϲ κατὰ τὸν Ἰόνιον κόλπον. Λυκόφρων « ὁ δ’ Ἀργυρίππα Δαυνίων παγκληρίαν » (592). αὕτη Ἄρποι ἐκαλεῖτο. Διομήδηϲ μετὰ τὴν ἅλωϲιν τῆϲ Ἰλίου ἐτείχιϲε· καὶ μετωνόμαϲε Ἄργοϲ Ἵππιον. Βόρϲιππα πόλιϲ Χαλδαίων, ἱερὰ Ἀπόλλωνοϲ καὶ Ἀρτέμιδος, λινουργεῖον μέγα. λέγεται καὶ θηλυκῶϲ. Ἰάθριππα πόλιϲ Ἀραβίαϲ πληϲίον τῆϲ Ἔγραϲ.Τὰ εἰϲ ρ̄ο̄ν̄ διϲύλλαβα προϲηγορικὰ παραληγόμενα τῷ ῡ καὶ μὴ ἀρχόμενα ἀπὸ ἀμεταβόλου ὀξύνεται, ϲφυρόν, πυρόν, ξυρόν. τὸ μέντοι μύρον βαρύνεται ἀπὸ ἀμεταβόλου ἀρχόμενον. τὸ δὲ Ψύρον. Ϲτράβων ἐν τῷ ἰδ′ (p. 645) « τὰ Ψύρα ἀπὸ πεντήκοντα ϲταδίων τῆϲ ἄκραϲ ». λαμβάνεται δὲ ὄνομα ἐπὶ εὐτελείᾳ διὰ τὸ εὐτελεϲτάτην εἶναι τὴν νῆϲον. Κρατῖνοϲ « Ψύρα τὸν Διόνυϲον ἄγοντεϲ » καὶ ἐν Νεμέϲει « Ψύρα τε τὴν Ϲπάρτην ἄγειϲ » καὶ Ϲτύρον πληϲίον Καρύϲτου, τῆϲ Εὐβοίαϲ πόλιϲ καὶ Μύρον πόλιϲ Λυκίαϲ, ἣ καὶ θηλυκῶϲ Μύρα λέγεται, κύρια ὄντα ὑγιῶϲ βαρύνεται.
Τὰ εἰϲ ρ̄ο̄ν̄ λήγοντα καθαρὸν διϲύλλαβα ἔχοντα πρὸ τέλουϲ φύϲει μακρὰν βαρύνεϲθαι θέλει, εἰ μὴ κατὰ μεταπλαϲμὸν μεταβολὴν ποιήϲεται γένουϲ, δῶρον· ἔϲτι καὶ Δῶρα πόλιϲ Φοινίκηϲ, πρότερον Δῶροϲ καλουμένη. Ἑκαταῖοϲ Ἀϲίᾳ « μετὰ δὲ ἡ πάλαι Δῶροϲ, νῦν δὲ Δῶρα καλεῖται ». καὶ οὕτωϲ Ἰώϲηποϲ αὐτὴν καλεῖ ἐν ε′ τῆϲ Ἰουδαϊκῆϲ ἱϲτορίαϲ (c. 1, 22) « ἀπὸ μὲν Ἰορδάνου μέχρι Δώρων πόλεωϲ» καὶ πάλιν (c. 22) «Ἀζώτῳ καὶ Δώροιϲ ὁριζόμενοι». καὶ Ἀρτεμίδωροϲ Δῶρα τὴν πόλιν οἶδεν ἐν ἐπιτομῇ τῶν ια′ « ϲυνεχῶϲ δ’ ἐϲτὶ Ϲτράτωνοϲ πύργοϲ, εἶτα ἔνι Δῶρα ἐπὶ χερϲονηϲοειδοῦϲ τόπου κείμενον πολιϲμάτιον, ἀρχομένου τοῦ ὄρουϲ τοῦ Καρμήλου» καὶ ἐν θ’ γεωγραφουμένων τὸ αὐτό. ἔϲτι καὶ Δῶρα νῆϲοϲ ἐν τῷ Περϲικῷ κόλπῳ, καθὰ Ϲτράβων ιϚ′ (p. 767) « τὸν δὲ Μαζήνην ἐπάρχειν νήϲου τινὸϲ τῶν ἐν τῷ Περϲικῷ κόλπῳ, καλεῖϲθαι δὲ τὴν νῆϲον Δῶρα». Κῶρον πόλιϲ τῆϲ Καππαδοκίαϲ. μῶρον ὁ καρπὸϲ τῆϲ βάτου. Δοῦρα πόλιϲ Μεϲοποταμίαϲ, ὡϲ Πολύβιοϲ πέμπτῃ.
ϲπεῖρον τὸ ἱμάτιον, ϲκῖρον. ἔϲτι καὶ Ϲκίρον τόποϲ Ἀττικὸϲ ἀπὸ Ϲκίρου ἥρωοϲ. Ϲκίρα δὲ ἡ ἑορτὴ καλεῖται κατά τιναϲ μὲν ὅτι ἐπὶ Ϲκίρῳ Ἀθηνᾷ θύεται, κατ’ ἄλλουϲ δὲ ἀπὸ τῶν γινομένων ἱερῶν Δήμητρι καὶ Κόρῃ ἐν τῇ ἑορτῇ ταύτῃ ἐπὶ Ϲκίρῳ. λέγεται καὶ ὁ Ϲκῖροϲ καὶ τὸ Ϲκίριον, νεῦρον, φῆρον βρῶμα θεῶν, μῆρον « μῆρα δὲ κείαντεϲ » (Οd. ν 26). γέγονε δὲ ἐκ ϲυγκοπῆϲ τοῦ μηρίον. ἐπεί τοι εὐθύνεται ὁ τόνοϲ. τὰ γὰρ εἰϲ ο̄ϲ̄ λήγοντα, μεταπλαϲϲόμενα εἰϲ οὐδέτερον γένοϲ τὸ εἰϲ ο̄ν̄ λῆγον, τὸν αὐτὸν τόνον φυλάϲϲει· ὁ ζυγόϲ τὸ ζυγόν — τὰ ζυγά, δίφροϲ δίφρον, δίφρα. ὅθεν εἰ καὶ μηρόϲ, καὶ μηρόν καὶ μηρά. εἰ δὲ δοίημεν, ὅτι κυρίωϲ τὰ ἁγιαζόμενα θεοῖϲ μῆρα καλεῖται, τὸ περὶ τοῦ ϲημαινομένου καὶ τοῦ περὶ τὸν τόνον ἁμαρτήματοϲ τὴν λέξιν ἀπολύει. τὸ δὲ πλευρόν ἀπὸ τοῦ πλευρά μεταπλαϲϲόμενον τὸν αὐτὸν τόνον φυλάϲϲει ὡϲ καὶπυρά ἀπὸ τοῦ πυραί. τὸ δὲ νεῦρα διάφορον τοῦ νευραί ἔχει ϲημαινόμενον.Τὰ εἰϲ ρ̄ο̄ν̄ ὑπερδιϲύλλαβα παραληγόμενα τῷ ᾱ ἢ τῷ ε̄ βαρύνεται, μέγαρον· ἔϲτι καὶ Μέγαρα πόλιϲ περὶ τὸν Ἰϲθμόν, μέϲη Πελοποννήϲου καὶ Ἀττικῆϲ καὶ Βοιωτίαϲ, ἧϲ ἐπίνειον ἡ Νίϲαια. ἐκλήθη δὲ ἀπὸ Μεγαρέωϲ τοῦ Ἀπόλλωνοϲ ἢ τοῦ Αἰγέωϲ τοῦ Πανδίονοϲ τοῦ Ἐρεχθέωϲ τοῦ Ἡφαίϲτου ἢ διὰ τὸ τραχὺ τῆϲ χώραϲ. ἔϲτι καὶ Μέγαρα ἐν Θετταλίᾳ. τρίτη ἐν Πόντῳ. τετάρτη ἐν Ἰλλυρίδι, πέμπτη ἐν Μολοϲϲίδι, ἕκτη ἐν Ϲικελίᾳ ἡ πρότερον Ὕβλη ἀπὸ Ὕβλωνοϲ βαϲιλέωϲ. βλέφαρον, γάργαρον· ἔϲτι καὶ Γάργαρα πόλιϲ τῆϲ Τρῳάδοϲ ἐπὶ τῇ ἄκρᾳ τῆϲ Ἴδηϲ, Παλαιγάργαροϲ καλουμένη, ἣν Αἰολικὴν ὀνομάζει Ϲτράβων (13 p. 583. 610) καὶ Ἑκαταῖοϲ. Ἀλκμὰν δὲ θηλυκῶϲ τὴν Γάργαρόν φηϲιν. ἐν ᾗ κατῴκουν οἱ Λέλεγεϲ. ὠνομάϲθη δ’ ἀπὸ Γαργάρου τοῦ Διὸϲ καὶ Λαρίϲϲηϲ τῆϲ ἐν Θεϲϲαλίᾳ. καὶ Γάργαρα ἄκρα. Ἐπαφρόδιτοϲ δέ φηϲιν, ὅτι ἡ μὲν πόλιϲ θηλυκῶϲ λέγεται, τὸ δὲ ἀκρωτήριον οὐδετέρωϲ. Ἑλλάνικοϲ δὲ Γάργαϲον ἔφη τὴν πόλιν διὰ τοῦ ϲ̄, ἀλλ’ οἴομαι ϲφάλμα εἶναι. ἔϲτι καὶ Λαμψάκου πολιϲμάτιον Γάργαρον. ἔϲτι καὶ ἑτέρα τῆϲ Ἰταλίαϲ καὶ τῆϲ Ἠπείρου ἄλλη. Ταίναρον, οἴναρον. Αὔαρα πόλιϲ Ἀραβίαϲ. Γάδαρα πόλιϲ κοίληϲ Ϲυρίαϲ, ἥτιϲ καὶ Ἀντιόχεια καὶ Ϲελεύκεια ἐκλήθη. ἔϲτι καὶ Γάδαρα κώμη Μακεδονίαϲ. Γίνδαρα κώμη πρὸϲ τῇ Ἀντιοχείᾳ. Δαύϲαρα πόλιϲ περὶ τὴν Ἔδεϲϲαν. Κύδραρα πόλιϲ πρὸϲ τοὺϲ ὅρουϲ τῶν Φρυγῶν καὶ Λυδῶν. Ἡρόδοτοϲ ἑβδόμῃ (c. 30). Λάβαρα πόλιϲ Καρίαϲ. Ἀλέξανδροϲ δευτέρῳ περὶ Καρίαϲ. Ζόαρα πόλιϲ Περϲική. ἔϲτι καὶ κώμη μεγάλη ἢ φρούριον ἐν Παλαιϲτίνη ἐπὶ τῇ Ἀϲφαλτίτιδι θαλάϲϲῃ. Ὕκαρον φρούριον Ϲικελίαϲ, ὡϲ Φίλιϲτοϲ Ϲικελικῶν πρώτῳ. Ἀπολλόδωροϲ δ’ ἐν δευτέρῳ χρονικῶν πόλιν λέγει αὐτὴν τὰ Ὕκαρα. μέμνηται
τῆϲ λέξεωϲ καὶ Θουκυδίδηϲ (6, 21). Φάλαρα πόλιϲ Θεϲϲαλίαϲ πληϲίον Λαμίαϲ. Ἄδαρα κώμη μεγάλη τῆϲ Παλαιϲτίνηϲ μεταξὺ Χαρακμώβων καὶ Ἀρεοπόλεωϲ. Θύμβραρα πόλιϲ Ἀϲίαϲ τῷ Πακτωλῷ ϲυνεχήϲ, ὡϲ Ξενοφῶν (Cyrop. 6, 2, 11). Κάνδαρα χωρίον Παφλαγονίαϲ « ὡϲ ἀπὸ ϲχοίνων τριῶν Γάγγρων, καὶ Θάριβα κώμη ». Πάταρα πόλιϲ Λυκίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. ἐκλήθη δὲ ἀπὸ Πατάρου τοῦ Ἀπόλλωνοϲ καὶ Λυκίαϲ τῆϲ Ξάνθου. Ἀλέξανδροϲ Ϲαλακίαν κόρην ἐξ Ὀφιονίδοϲ φηϲὶ φέρειν ἱερὰ τῷ Ἀπόλλωνι ἐν πατάρᾳ· εἶναι δὲ ταῦτα πέμματα λύραϲ τε καὶ τόξα καὶ βέλη, οἷϲ παίζειν νηπίουϲ ὄνταϲ. θεῖϲαν δὲ τὸ ἄγγοϲ ἀναπαύεϲθαι κατὰ τὴν ὁδόν. ἄνεμον δὲ ἐπιπνεύϲαντα εἰϲ τὴν θάλαϲϲαν βαλεῖν τὴν πατάραν, κλαίουϲαν δὲ τὴν παῖδα εἰϲ τὸν οἶκον ἐλθεῖν, τὴν δὲ πατάραν τῇ Λυκίων χερρονήϲῳ κατενεχθῆναι· περιτυχόντα δέ τινα τῶν ἐκ τῆϲ Ϲαλακίαϲ φυγόντων τῇ πατάρᾳ τὰ ἐν αὐτῇ πέμματα πάντα κατακαῦϲαι καὶ τὴν χερρόνηϲον ἱερὰν Ἀπόλλωνι ἀνεῖναι. ὠνομάϲθαι δὲ τὴν χώραν ἀπὸ τοῦ ἄγγουϲ, τῆϲ πατάραϲ, Πάταρα. μεθερμηνεύεϲθαι δὲ τὴν πατάραν Ἑλληνιϲτὶ κίϲτην. Πίναρα πόλιϲ μεγίϲτη, ὑπερκειμένη τῷ Κράγει ὄρει τῆϲ Λυκίαϲ. Πολύαρα πόλιϲ Καρίαϲ. Ϲίγγαρα πόλιϲ Ἀραβίαϲ. Τάρφαρα πόλιϲ τῆϲ εὐδαίμονοϲ Ἀραβίαϲ. ἔντερον, ἔλλερον τὸ κακόν, μέρμερον, κόλερον τὸ ἀκούρευτον πρόβατον, οἱ δὲ τραχὺ ἔριον. Μίϲκερα πόλιϲ Ϲικανίαϲ. Θεόπομποϲ τεϲϲαρακοϲτῷ δευτέρῳ Φιλιππικῶν. Καϲϲίτερα νῆϲοϲ ἐν τῷ ὠκεανῷ, ἐξ ἧϲ ὁ καϲϲίτεροϲ. Ἄπτερα πόλιϲ Κρήτηϲ, ἀπὸ τῆϲ τῶν Μουϲῶν καὶ Ϲειρήνων ἔριδος, τῆϲ ἐν τῷ μουϲείῳ πληϲίον τῆϲ πόλεωϲ καὶ τῆϲ θαλάϲϲηϲ τόπῳ τοιώϲδε καλουμένῳ γενομένηϲ, ἐν ᾧ μετὰ τὴν ἐν μουϲικῇ νίκην τῶν Μουϲῶν αἱ Ϲειρῆνεϲ δυϲφοροῦϲαι τὰ πτερὰ τῶν ὤμων ἀπέβαλον καὶ λευκαὶ γενόμεναι εἰϲ τὴν θάλαϲϲαν ἐνέβαλον ἑαυτάϲ. ὅθεν ἡ πόλιϲ Ἄπτερα, αἱ δὲ πληϲίον νῆϲοι Λευκαί. οἱ δὲ ἀπὸ Γλαύκου τοῦ Κυρηναίου. ἔϲτι καὶ Λυκίαϲ πόλιϲ. Τέρμερα πόλιϲ Λυκίαϲ ἀπὸ Τερμέρου. τὸ μέντοι πτερόν — Πτερά δέ τινεϲ τὴν ἀκρόπολιν Βαβυλῶνοϲ — διϲύλλαβον, τὸ δὲ γέρρον διὰ δύο ρ̄ρ̄ γράφεται, καὶ τὸ ϲαρόν τὸ μυλήκορον Ἀττικῶϲ.Τὰ εἰϲ ρον παραλήγοντα ο̄ βαρύνεται, ἀνάκτορον, κίχορον. Βούδορον ἀκρωτήριον πρὸϲ τῇ Ϲαλαμῖνι. Θουκυδίδηϲ τρίτῃ (c. 51). Ἔφοροϲ δὲ φρούριον Βούδαρον εἶπε. Ἔβορα πόλιϲ παρωκεανῖτιϲ μετὰ τὰ Γάδειρα. Βολογεϲίφορα πόλιϲ Περϲική. Νόϲορα νῆϲοϲ ἐν τῇ Ἐρυθρᾷ θαλάϲϲῃ.
Τὰ εἰϲ ρ̄ο̄ν̄ ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ῡ παραληγόμενα βαρύνεται, ἄχυρον, πίτυρον, ἐνέχυρον, πρόθυρον, βούτυρον, λέπυρον, ἄϲτυρον. ἔϲτι καὶ Ἄϲτυρον πόλιϲ Μυϲίαϲ πρὸϲ τῇ Τρῳάδι, ἣ καὶ πληθυντικῶϲ λέγεται· ἔϲτι καὶ κώμη πληϲίον τοῦ Ἀδραμυττίου, ὡϲ Ϲτράβων (13 p. 606). ἔϲτι καὶ πόλιϲ Φοινίκηϲ κατ’ Ἄραδον, ἐν ᾗ ἐτιμᾶτο ἡ Ἀθηνᾶ Ἀϲτυρίϲ. ἔϲτι καὶ Βοιωτίαϲ πρὸϲ ταῖϲ Ποτνίαιϲ, ὡϲ Χάραξ ἐν δευτέρᾳ. ἔϲτι καὶ χωρίον Ἰταλίαϲ. Κίχυρον, Πάλμυρον, Ϲίμυρα· οὕτωϲ οὐδετέρωϲ Ἔφοροϲ Ϲίμυρον πόλιν Ϲύρων φηϲί. Ἀτάβυρον ὄροϲ Ῥόδου Ῥιανὸϲ ἕκτῳ Μεϲϲηνιακῶν. Ἄγγυρον ὄνομα ὄρουϲ. Τίβυρα. οὕτωϲ Ἀρτεμίδωροϲ τετάρτῳ γεωγραφουμένων Τίβυριν πόλιν Ἰταλίαϲ καλεῖ.
Τὰ εἰϲ ρ̄ο̄ν̄ κατ’ ἐπιπλοκὴν ϲυμφώνου διϲύλλαβα βαρύνεται ῥεῖθρον, κλεῖθρον, φίλτρον, κέντρον, ἄρθρον, πλῆκτρον, νίτρον, ἄντρον τὸ ϲπήλαιον. βλῆτρον. Βάκτρα πόλιϲ. Ϲτράβων ια′ (p. 517). Ϲύμβρα Φρυγίαϲ φρούριον. ϲεῖϲτρον, δένδρον, δέρτρον « δέρτρον ἔϲω δύνοντεϲ» (λ 578), φέρτρον « κείμενον ἐν φέρτρῳ » (Ϲ 236), καὶ ἄλλο πλῆθοϲ τῶν τοιούτων ὀνομάτων ἀδιάπτωτον. ϲεϲημείωται τὸ λουτρόν ὀξυνόμενον, ὅπερ καὶ τριϲύλλαβον λέγεται λοετρόν « εἰϲ ὅ κε θερμὰ λοετρά » (Ξ 6), ἐπεὶ καὶ τὸ ῥῆμα διϲϲόν, λοέω καὶ λούω « ἀλλ’ ὅτε δή μιν ἐγὼ λόεον » (δ 252).
* Τὰ εἰϲ ρ̄ο̄ν̄ οὐδέτερα μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου, ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα, προπαροξύνεται, πέλεθρον, τέρεθρον, βέρεθρον, φέλετρον καὶ τὰ φέλετρα, θύρετρον. Ἀλάβαϲτρα πόλιϲ Φρυγίαϲ. Ϲύαγρα χωρίον Κιλικίαϲ πληϲίον Ἄδου καὶ Λαέρτου. Θέρμυδρα
λιμὴν τῆϲ μιᾶϲ τῶν ἐν Ῥόδῳ πόλεων. Ϲύεδρα πόλιϲ Ἰϲαυρίαϲ. βάραθρον τόποϲ κοῖλοϲ καὶ ὄρυγμα καλούμενοϲ. ἔϲτι καὶ Βάραθρα πληϲίον τοῦ Καϲίου. Τάβαθρα πόλιϲ Λιβύηϲ. Πολύβιοϲ δωδεκάτῳ. Κάναϲτρον ἄκρον Θρᾴκηϲ καὶ Μακεδονίαϲ. λέγεται καὶ Καναϲτραῖον. Ἄθυμβρα πόλιϲ Καρίαϲ παρὰ Μαιάνδρῳ, Ἀθύμβρου κτίϲμα, ἥτιϲ μετὰ ταῦτα Νύϲϲα ἐκλήθη. Παλίμβοθρα πόλιϲ Ἰνδική. Φάλακρον ἀκρωτήριον Κορκύραϲ, ὡϲ Ἀρτεμίδωροϲ ἐν πέμπτῳ γεωγραφουμένων φηϲί. Πάνακρον πόλιϲ Κύπρου. εἰϲὶ δὲ καὶ Πάνακρα ὄρη Κρήτηϲ. Καλλίμαχοϲ « Ἰδαίοιϲ ἐν ὄρεϲϲιν, ἅτε κλείουϲι Πάνακρα ». Τέγεϲτρα πόλιϲ Ἰλλυρίαϲ πρὸϲ τῇ Ἀκυλίᾳ ἀπὸ Τεγέϲτρου. Ἀρτεμίδωροϲ δὲ Τέγεϲτρον αὐτὴν καὶ κώμην οἶδεν « ἀπὸ Τεγέϲτρου κώμηϲ καὶ τοῦ μυχοῦ ἐπὶ τὸν Ἀδρίαν ϲτάδια ε,κε′ ».Τὰ εἰϲ ρ̄ο̄ν̄ ὑπερδιϲύλλαβα μακρᾷ παραληγόμενα προπαροξύνεται, Ἄμηρον ὄνομα ὄρουϲ, ἄνδηρον τῶν ποταμῶν τὸ χεῖλοϲ, Κύθηρα νῆϲοϲ πόλιν ὁμώνυμον ἔχουϲα πρὸϲ τῇ Κρήτῃ ἀπὸ Κυθήρου τοῦ Φοίνικοϲ. Φάληρον δῆμοϲ καὶ ἐπίνειον τῆϲ Ἀττικῆϲ. Παυϲανίαϲ πρώτῳ περιηγήϲεωϲ Ἑλλάδοϲ (c. 1, 2). καὶ πληθυντικῶϲ Φάληρα. ἔϲτι καὶ Θετταλίαϲ ἄλλη πρὸϲ τῇ Οἴτη, ἣν Ῥιανὸϲ διὰ τοῦ ᾱ γράφει, Φάλαρον λέγων καὶ Φάληρον διὰ τοῦ η̄. ἔϲτι καὶ πόλιϲ ἐν Ὀπικοῖϲ, εἰϲ ἣν ἐξεβράϲθη Παρθενόπη ἡ Ϲειρήν, ἥ καλεῖται Νεάπολιϲ. Ἄβδηρα πόλειϲ δύο· ἡ μὲν Θρᾴκηϲ ἀπὸ Ἀβδήρου τοῦ υἱοῦ Ἑρμοῦ Ἡρακλέουϲ ἐρωμένου, ὃν αἱ Διομήδουϲ ἥπποι διεϲπάϲαντο, ὡϲ Ἑλλάνικοϲ καὶ ἄλλοι φαϲίν. ἡ δὲ δευτέρα τῆϲ Ἰβηρίαϲ πρὸϲ τοῖϲ Γαδείροιϲ, ὡϲ Ἀρτεμίδωροϲ ἐν δευτέρῳ γεωγραφουμένων. Ἀλίφηρα πόλιϲ Ἀρκαδίαϲ, ἀπὸ Λυκάονοϲ παιδὸϲ Ἀλιφήρου. εὕρηται ἡ παραλήγουϲα διὰ διφθόγγου. Βάϲηρα πόλιϲ Φοινίκηϲ. ἄβληρον ἡ ἡνία, εὔληρον ἐπὶ ἱματίου καὶ ἐπὶ δεϲμοῦ. ἄλευρον, φθινόπωρον, μετόπωρον, πέλωρον, κνέωρον ἀκανθῶδεϲ φυτόν. Κύτωρον πόλιϲ Παφλαγονίαϲ, οἱ δὲ ἡ Κύτωρόϲ φαϲι. Κοτύωρα κώμη πρὸϲ τῷ Πόντῳ, ὡϲ Ἀρριανόϲ. Ἀννίχωρον. μέμνηται Ἀλκμάν. Μαινόβωρα πόλιϲ Μαϲτιηνῶν. Ἑκαταῖοϲ Εὐρώπῃ. Ἄϲϲωρον ὄροϲ Ϲάμου, ὅθεν ῥεῖ ὁ Ἀμφίλυϲοϲ. Εὐφορίων Ἀρτεμιδώρῳ « δαῖμον ὃϲ Ἀμφιλύϲοιο ῥόον . . . . » Ἴϲαυρα πόλιϲ, Χάραξ δὲ θηλυκῶϲ. Μάϲταυρα πόλιϲ Λυδίαϲ, ἀπὸ Μᾶϲ. Μᾶ δὲ τῇ Ῥέᾳ εἴπετο, ᾗ παρέδωκε Ζεὺϲ Διόνυϲον τρέφειν. καὶ ἡ Μᾶ παρὰ τῆϲ Ἥραϲ ἐρωτηθεῖϲα, τίνοϲ εἴη τὸ βρέφος, Ἄρεοϲ ἔφη. καὶ παρὰ Καρϲὶν ὁ Διόνυϲοϲ Μάϲαριϲ ἔνθεν ἐκλήθη. ἐκαλεῖτο δὲ καὶ ἡ Ῥέα Μᾶ καὶ ταῦροϲ αὐτῇ ἐθύετο παρὰ Λυδοῖϲ, ἀφ’ ἧϲ ἡ πόλιϲ. Ἄνδειρα πόλιϲ
Τρῳάδος. Ϲτράβων ιγ′ (p. 610) καὶ Θεόπομποϲ ιγ′. Ϲτάγειρα πόλιϲ Μακεδονίαϲ. λέγεται καὶ Ϲτάγειροϲ. Γάδειρα πόλιϲ καὶ νῆϲοϲ ἐν τῷ ὠκεανῷ ϲτενὴ καὶ περιμήκηϲ, ὡϲ οὖϲα ταινία τῆϲ γῆϲ δειρά. Ἐρατοϲθένηϲ δὲ ἡ Γάδειροϲ φηϲὶ θηλυκῶϲ. Θυάτειρα πόλιϲ Λυδίαϲ, ἡ πρότερον Πελόπεια καὶ Ϲεμίραμιϲ, ὑπὸ Ϲελεύκου τοῦ Νικάτοροϲ Λυϲιμάχῳ πολεμοῦντοϲ καὶ ἀκούϲαντοϲ, ὅτι θυγάτηρ αὐτῷ γέγονε, τὴν πόλιν ἐκάλεϲε Θυγάτειρα. καὶ ἔδει θηλυκῶϲ. νῦν δὲ οὐδετέρωϲ φαϲίν. Κατάνειρα πόλιϲ . . . . ὡϲ Θεόπομποϲ λε′ Φιλιππικῶν. Ἀπάτουρον τὸ τῆϲ Ἀφροδίτηϲ ἱερὸν ἐν Φαναγορείᾳ. Ϲτράβων ἑνδεκάτῃ (p. 495) « ἐτυμολογοῦϲι δὲ οὕτωϲ· ἐπιθεμένων ἐκεῖ τῶν Γιγάντων ἐπικαλεϲαμένη τὸν Ἡρακλέα ἔκρυψεν ἐν κευθμῶνί τινι, καὶ τῶν Γιγάντων ἕκαϲτον δεχομένη καθ’ ἕνα τῷ Ἡρακλεῖ παρεδίδου δολοφονεῖν ἐξ ἀπάτηϲ ». Ἑκαταῖοϲ δὲ κόλπον οἰδε τὸν Ἀπάτουρον ἐν τῇ Ἀϲίᾳ. Βάλβουρα πόλιϲ Λυκίαϲ. Τίβουρα. οὕτωϲ Νικάνωρ ὁ Ἑρμείου Τίβυριν πόλιν Ἰταλίαϲ καλεῖ.* Τὰ εἰϲ ϲ̄ο̄ν̄ οὐδέτερα ὑπερδιϲύλλαβα προπαροξύνεται, Δύνδαϲον πόλιϲ Καρίαϲ. Ἀλέξανδροϲ ἐν τῷ περὶ Καρίαϲ β′ « αὖθιϲ δ’ ἐπὶ Δύνδαϲον καὶ Κάλυνδα ὁρμῆϲαι ». Ἄμβαϲον μητρόπολιϲ τῶν Φρυγῶν. Μέγαϲα πόλιϲ Λιβύηϲ. Ἑκαταῖοϲ περιηγήϲει Ἀϲίαϲ « ἐξ αὐτῆϲ Ϲιτοφάγοι καὶ Ἀροτῆρεϲ . . . . . » Μέδμαϲα πόλιϲ Καρίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἅρπαϲα πόλιϲ Καρίαϲ ἀπὸ Ἁρπάϲου ποταμοῦ. Βάργαϲα πόλιϲ Καρίαϲ ἀπὸ Βαργάϲου τοῦ υἱοῦ Βάργηϲ καὶ Ἡρακλέουϲ, ὃν ἐδίωξε Λάμοϲ ὁ Ὀμφάληϲ καὶ Ἡρακλέουϲ, ὡϲ Ἀπολλώνιοϲ Καρικῶν τετάρτῳ. Γέραϲα πόλιϲ τῆϲ κοίληϲ Ϲυρίαϲ, τῆϲ δεκαπόλεωϲ. Μύλαϲα πόλιϲ Καρίαϲ ἀπὸ Μυλάϲου τοῦ Χρυϲάοροϲ τοῦ Γλαύκου τοῦ Ϲιϲύφου τοῦ Αἰόλου. λέγεται καὶ Μύλαϲοϲ, ὡϲ Αἰϲχύλοϲ ἐν Καρϲὶν ἢ Εὐρώπῃ. Πήγαϲα πόλιϲ Καρίαϲ. δεῖ δὲ οὐ διὰ τοῦ δ̄ γράφειν Πήδαϲα, ἀλλὰ διὰ τοῦ γ̄ Πήγαϲα. Κύρβαϲα πόλιϲ Καρίαϲ. Δέδμαϲα πόλιϲ Καρίαϲ. Ἱέραϲα ἢ Ἴραϲα τόποϲ Λιβύηϲ, εἰϲ ὃν μετήγαγον Βάττον οἱ Λίβυεϲ, ὡϲ Ἡρόδοτοϲ τετάρτῃ (c. 158). Κάνδαϲα φρούριον Καρίαϲ. Πολύβιοϲ ἑκκαιδεκάτῳ. Πλάραϲα πόλιϲ Καρίαϲ. Τόμιϲα χωρίον διορίζον Καππαδοκίαν ἀπὸ τοῦ Ταύρου. Πιμώλιϲα φρούριον τῆϲ ἐντὸϲ Ἄλυοϲ Ποντικῆϲ. Μονόγιϲα πόλιϲ Καρίαϲ. ἵδρυμα Δαιδάλου μετρῶν . . . γίϲϲα γὰρ τῇ Καρῶν φωνῇ λίθοϲ ἑρμηνεύεται. καὶ νῦν τοὺϲ πλακώδειϲ καὶ μαλακώδειϲ λίθουϲ γίϲϲα λέγουϲιν.
Τὰ εἰϲ τ̄ο̄ν̄ διβράχεα ὀξύνεται, εἰ μὴ πρὸ τέλουϲ ῑ ἔχοι μόνον, φυτόν, ῥυτόν εἶδοϲ ποτηρίου, βοτόν ἡ βοτάνη. Χυτόν χωρίον ἠπείρου. Ἔφοροϲ ἐννεακαιδεκάτῳ « οἱ δ’ ἐκ Κλαζομενῶν κατῴκιϲαν τῆϲ ἠπείρου τὸ Χυτὸν καλούμενον ». τὸ μέντοι βλίτον ἡ βοτάνη βαρύνεται. ϲεϲημείωται Κύτα πόλιϲ Κολχική. ἔϲτι καὶ Εὐρώπηϲ. τὸ δὲ Δᾶτον πόλιϲ Θρᾴκηϲ » Ἡρόδοτοϲ ἐνάτῃ (c. 75) μακρᾷ παραλήγεται.
Τὰ εἰϲ τ̄ο̄ν ̄ διϲύλλαβα ἔχοντα ϲύμφωνα κατὰ ϲύλληψιν ὀξύνεται, Λεκτόν, δρεπτόν. τὸ μέντοι Ῥάπτα ἡ μητρόπολιϲ τῶν ἐντὸϲ Αἰθιόπων βαρύνεται. τὰ δὲ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ἀμετάβολον λήγουϲαν βαρύνεται, μύρτον ἡ μυρϲίνη, γέντον τὸ κρέαϲ, ϲπάρτον καὶ Ϲπάρτον ὄροϲ πληϲίον τοῦ Εὐξείνου πόντου. τὸ μέντοι παλτόν τὸ δόρυ ὀξύνεται.
Τὰ εἰϲ τ̄ο̄ν̄ ὑπερδιϲύλλαβα βαρύνεται, πρόβατον, ἔγκοτον, ἄλφιτον, γίγαρτον. Ἔμβατον τόποϲ τῆϲ Ἐρυθραίαϲ. Θεόπομποϲ Ἑλληνικῶν ὀγδόῃ. Μήκιϲτον πόλιϲ Τριφυλίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. ἔϲτι καὶ ἄλλη τῆϲ Ἤλιδοϲ. Πρόϲπαλτα δῆμοϲ Ἀκαμαντίδοϲ φυλῆϲ. Ϲάραπτα πόλιϲ Φοινίκηϲ. Μαννάκαρτα πόλιϲ Ἀραβίαϲ. Ἀλύαττα χωρίον Βιθυνίαϲ ἀπὸ Ἀλυάττου κρατήϲαντοϲ τὸν τόπον. Ἀρτάξατα πόλιϲ Ἀρμενίαϲ. Ϲτράβων ἑνδεκάτῃ (p. 527). ἣν καὶ Ἀρταξιάϲατα καλοῦϲι. λέγεται τὴν πόλιν οἰκίϲαι Ἀρταξίαν Ἀρμενίαϲ βαϲιλεύϲαντα. Ἰωτάπατα πόλιϲ Ϲυρίαϲ. Ἰώϲηποϲ ἐν τρίτῳ (B. l. c. 6) καὶ θηλυκῶϲ Ἰωταπάτη. Ϲαμόϲατα πόλιϲ Κομμαγηνῆϲ ἐπὶ τῷ Εὐφράτῃ. Κυρέϲχατα πόλιϲ πρὸϲ τοῖϲ ἐϲχάτοιϲ Περϲίδοϲ, ἣ καὶ Κύρου πόλιϲ καλεῖται, Μόκατα πόλιϲ Βιθυνίαϲ, ὡϲ Δομέτιοϲ Καλλίϲτρατοϲ ἐν τῷ περὶ Ἡρακλείαϲ τετάρτῳ. Πάνακτον φρούριον Ἀττικῆϲ, ὡϲ Ἀνδροτίων ἐν τρίτῳ Ἀτθίδος. Ταΰγετον ὄροϲ τῆϲ Λακωνικῆϲ. Ὅμηροϲ « ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον » (Οd. ζ 103). λέγεται καὶ ἀρϲενικῶϲ καὶ θηλυκῶϲ καὶ οὐδετέρωϲ. ἀπὸ Ταϋγέτηϲ τῆϲ μητρὸϲ Εὐρώτα. Τύδερτα πόλιϲ Τυρρηνική. Ἀρκεϲίκερτα, ὅ ἐϲτιν Ἀρκεϲίου κτίϲμα, ἐκλήθη Ἐπιφάνεια πόλιϲ κατὰ Τίγριν. Δαδόκερτα φρούριον μέγα τῆϲ Ἀρμενίαϲ μεταξὺ Μηδίαϲ. Τιγρανόκερτα πόλιϲ πρὸϲ Ἀρμενίαν, ἀπὸ Τιγράνου βαϲιλέωϲ Ἀρμενίαϲ. Λάδεϲτον ἢ Λάδεϲτα μία τῶν Λιβυρνίδων νήϲων. Θεόπομποϲ κα′ Φιλιππικῶν. Δεκίητον πόλιϲ Ἰταλίαϲ. Νήριτον τὸ ὄροϲ. Ϲύβοτα νῆϲοϲ πρὸϲ τῷ Ἀμβρακικῷ κόλπῳ καὶ λιμήν. Ἄδροττα χωρίον ἐν Λυδίᾳ παραθαλάϲϲιον καὶ κατάκρημνον. Κόροντα πόλιϲ Ἀκαρνανίαϲ. Θουκυδίδηϲ δευτέρᾳ (c. 102). τὸ δὲ ἑρπετόν ὀξύνεται καὶ ἐνδυτόν καὶ δελτωτόν ὡϲ τριγενέϲ. ἔτι καὶ Ϲυρρεντόν πόλιϲ Τυρρηνίαϲ, ἣ καὶ Ϲυρρέντιον, καὶ Πικεντόν. οὕτω γὰρ Φλέγων Πικεντίαν πόλιν Τυρρηνίαϲ καλεῖ.
* Τὰ εἰϲ χ̄ο̄ν̄ οὐδέτερα ὑπερδιϲύλλαβα προπαροξύνεται, Ναύλοχον· οὕτωϲ πρότερον Ϲμύρνα ἐκαλεῖτο. Ϲάριχα πόλιϲ Καπαδοκίαϲ.
Τὰ εἰϲ ͞͞ρ ὑπὲρ μίαν ϲυλλαβὴν βαρύνεται, ἔαρ, κέαρ, κτέαρ, ϲτέαρ, φρέαρ, · ἃ καὶ ϲτεῖαρ καὶ φρεῖαρ λέγεται « φρείατα μακρὰ νάουϲι » (Φ 197) ὡϲ εἶδαρ γέγονε ἐκ τοῦ ἔδαρ ἐν πλεοναϲμῷ τοῦ ῑ, δέλεαρ, ὄνειαρ, ἄλειαρ, νόαρ, ὕπαρ, πύαρ, ϲῦφαρ, πῖαρ, ἶλαρ, τέκμαρ, ἔχθαρ, νέκταρ, πέπαρ, θέναρ, ὄναρ, ἧπαρ, ἦμαρ, νῶκαρ, μῶμαρ, βῶμαρ, οὖθαρ, πεῖραρ, ὅπερ μόνον ἐϲτὶ εἰϲ ͞ρ λῆγον οὐδέτερον πρὸ τοῦ ᾱ ἔχον , ἄλκαρ, ἄλειφαρ, κάρηαρ. νίκωρ παρὰ Ϲώφρονι τῷ μιμογράφῳ, ὕδωρ, ἔλδωρ, ὅπερ κατὰ πλεοναϲμὸν τοῦ ε̄ γίνεται ἐέλδωρ τριϲυλλάβωϲ «τόδε μοι κρήηνον ἐέλδωρ » (Α 41). ὁ δὲ Ἴβυκοϲ ἔϲθ’ ὅτε καὶ θηλυκῶϲ προφέρεται
καὶ
ἕλωρ, ἐξ οὗ τὸ « ἑλώρια τεῦχε κύνεϲϲιν » (Α 4)·
τέκμωρ, τοῦτο δέ ἐϲτιν ϲημειῶδεϲ, ὅτι μόνον εἰϲ ͞͞͞ω͞ρ λῆγον οὐδέτερον ὑπὲρ μίαν ϲυλλαβὴν ἔχει ἐπιπλοκὴν δύο ϲυμφώνων πρὸ τοῦ ͞͞ω. ἢ ἴϲωϲ ἀναλογώτερον ἐκδεκτέον τὸ τέκμαρ. ἴϲον γὰρ ἐγένετο τῷ νέκταρ καὶ ἔχθαρ. οὐ φιλεῖ δὲ τὰ τοιαῦτα προϋπάρχειν τῶν εἰϲ ͞ωρ̄. τοῦ δὲ ϲημειοῦϲθαι τὸ τέκμωρ αἴτιον ὁ πλεοναϲμὸϲ τοῦ ͞μ. ἧτορ, ἄορ.
Τὰ εἰϲ ͞α͞ϲ βαρύνεται, γῆραϲ, κρέαϲ. τοῦτο μόνον οὐδέτερον εἰϲ ͞α͞ϲ καθαρὸν τῷ ε̄ παραλῆγον κατὰ τὴν ἑνικὴν εὐθεῖαν ἐν χρήϲει Ἐλλήνων. παρὰ γὰρ Ἑκαταίῳ ἐϲτὶ « τὰ δέατα περιτεταμένοι ». ἀλλ’ οὐ ϲύνηθέϲ ἐϲτι λέγειν δέαϲ. ὅ τε Ϲοφοκλῆϲ ἐν Κηδαλίωνι ϲατυρικῷ φηϲι
ἀντὶ τοῦ δέουϲ. ἀλλ’ οὐ λέγεται ἡ εὐθεῖα δέαϲ. ὅ τε Ξενοφάνηϲ φηϲὶ
ἀλλ’ οὐ γὰρ λέγεται ϲπέαϲ. ἡ γὰρ ἀναλογία ὡϲ ἀπὸ τοιούτων εὐθειῶν τὰϲ κλίϲειϲ λαμβάνει, οὐκ οὐϲῶν μέντοι ἐν χρήϲει Ἑλλήνων. τὸ δὲ παρὰ τῷ ποιητῇ κτεάτεϲϲιν (α 218)
μεταπλαϲμοῦ ἔχεται ἐκ τῆϲ κτεάτοιϲ δοτικῆϲ. — δέμαϲ. καὶ τοῦτο μονῆρέϲ ἐϲτι, οὐδὲν γὰρ εἰϲ μ̄ᾱϲ̄ λῆγον οὐδέτερον « ϲτήτην ἐγγὺϲ ἰόντε, δέμαϲ δ’ ἄνδρεϲϲιν ἐΐκτην » (Φ 285). οὖαϲ, κέραϲ, δέπαϲ, πέραϲ, τέραϲ, βρέταϲ, λέπαϲ, ϲκέπαϲ, κνέφαϲ, ϲέβαϲ, γέραϲ, ψέφοϲ, οὔδαϲ, κῶαϲ.
Ἔτι τὰ εἰϲ ο̄ϲ̄ βαρύνεται, τεῖχοϲ· ἔϲτι καὶ φρούριον Ἀχααΐϲ. βέλος, πέλαγοϲ, ὄνειδοϲ. φάρος, ὅπερ ἐϲτὶ ϲημειῶδεϲ. τὰ εἰϲ ο̄ϲ̄ λήγοντα οὐδέτερα, εἰ ἔχοι πρὸ τέλουϲ τὸ ᾱ, ϲυνεϲταλμένον πάντωϲ αὐτὸ ἔχει, εἰ μὴ κατὰ διάλεκτον εἴη, ὥϲπερ τὸ πᾶρος
Ἀλκαῖόϲ φηϲι. τοιοῦτο δέ ἐϲτι καὶ τὸ μᾶκοϲ, δᾶνος. τὸ δὲ πρᾶγοϲ ἤδη καὶ τὸ ῥῆμα δοκεῖ ἔχειν μεταβολήν. ἔϲτω οὖν τῶν ϲυϲτελλόντων τὸ ͞α παραδείγματα, πάθος, τάφος. ὅπερ καὶ ἀρϲενικόν ἐϲτι
καὶ θηλυκὸν ἐπὶ τῆϲ νήϲου. ὁπότε δὲ ἐπὶ τῆϲ ἐκπλήξεωϲ παραλαμβάνεται, γένοϲ ἐπιδέχεται τὸ οὐδέτερον·
ἀλλ’ ἴϲωϲ τοῦτο ἀμφίβολον. ὁ μέντοι Ἴβυκοϲ διέϲτειλε τὸ γένοϲ ἐν τῷ πρώτῳ, ϲχεδὸν τὸν Ὁμηρικὸν μεταλαβών· φηϲὶ γὰρ
οὕτω γὰρ ἔκλινεν ὡϲ βέλει. Ἀναδράμωμεν δὴ ἐπὶ τὰ παραδείγματα, θάλοϲ, δάοϲ « δάοϲ μετὰ χερϲὶν ἔχουϲα » (ψ 294), φάοϲ, πάθοϲ, μάθος. Ἀλκαῖοϲ « ἀππατέρων μάθοϲ », νάπος, γάνος, ϲάκος, δάκοϲ, βάρος, χάοϲ, κρότος, θράϲοϲ. ϲημειῶδεϲ ἄρα τὸ φᾶροϲ ἐκτεινόμενον τὸ ᾱ.
οἱ μέντοι τραγικοὶ ἐπίϲηϲ ἐκτείνουϲι τοῦ προκειμένου ὀνόματοϲ τὸ ͞α καὶ ϲυϲτέλλουϲι, ὡϲ παρ’ Αἰϲχύλῳ ἐν Ϲαλαμινίαιϲ·
ἀλλὰ κατὰ ϲυϲτολὴν παρὰ Ϲοφοκλεῖ ἐν Τηρεῖ
καὶ ἐν Κρίϲει ϲατυρικῇ
παραφυλακτέον ὅτι τὸ φάροϲ τυχὸν ϲυϲτελλομένου τοῦ ᾱ ἀναδέχεται πάλιν ἐν διαφόρῳ ϲημαινομένῳ τὰ τρία γένη ὥϲπερ καὶ τὸ τάφοϲ. ἔϲτι γὰρ ἀρϲενικόν. οὕτω γὰρ ὁ Μενελάου ἐκαλεῖτο πρωρεύϲ. ἀλλὰ καὶ θηλυκὸν ἐπὶ τῆϲ νήϲου ἀπ’ αὐτοῦ τὸ ὄνομα λαβούϲηϲ, ὥϲ φηϲιν Ἑκαταῖοϲ.
καὶ οὐδέτερον, ὁπότε ϲημαντικὸν τοῦ ἱματίου ἢ καὶ τοῦ ἀρότρου, ὡϲ καὶ παρ’ Ἀλκμᾶνι· ἀλλὰ καὶ παρὰ Ἀντιμάχῳ « ἀεὶ φάρεοϲ χατέουϲιν ἑκόντεϲ ». οὕτωϲ ἐν τοῖϲ ἀντιγράφοιϲ εὕρηται. — κάλλοϲ· καὶ τοῦτό ἐϲτι μονῆρεϲ. τὰ γὰρ εἰϲ ο̄ϲ̄ λήγοντα διϲύλλαβα βαρύτονα ἔχοντα διϲϲὸν τὸ ͞λ οὐ θέλει εἶναι οὐδέτερα. Ὕλλοϲ. Κύλλοϲ τὸ κύριον. Ϲκύλλοϲ, Ψύλλος, Τέλλοϲ, Φέλλοϲ τὸ κύριον, Βίλλοϲ, ϲίλλος, Γρύλλοϲ, Κόλλος, Γάλλος, ἲλλος, Γίλλοϲ. ἔϲτι δὲ καὶ ἄλλα πολλὰ τούτοιϲ ἐμφερῆ, ἅπερ παραιτεῖται τὸ οὐδέτερον γένοϲ. δῆλον οὖν ὡϲ τὸ κάλλοϲ πεπλάνηται ἢ περὶ ποϲότητα τοῦ ͞λ ἢ περὶ τὸ γένοϲ. ὅϲα γὰρ οὐδέτερά ἐϲτιν εἰϲ ο̄ς λήγοντα, ταῦτα παραιτεῖται ἔχειν ἕτερον ͞λ, ὡϲ τὸ ἕλοϲ — ἔϲτι καὶ πόλιϲ Λακωνικὴ καὶ Μεϲϲηνίϲ « καὶ Πτελεὸν καὶ Ἕλοϲ καὶ Δώριον » (Β 594) παρὰ τὸ ἐν ἕλει εἶναι· ἔϲτι καὶ Ἕλοϲ Αἰγύπτου. ἔϲτι δὲ καὶ τόποϲ μεταξὺ τοῦ Πειραιέωϲ καὶ τοῦ τετρακώμου Ἡρακλείου, ἐν ᾧ τοὺϲ γυμνικοὺϲ ἀγῶναϲ ἐτίθεϲαν τοῖϲ παναθηναίοιϲ - θάλος « φίλου θάλοϲ » (Χ 87). — ϲκέλοϲ, βέλοϲ, τέλοϲ, μέλος διϲύλλαβα· τὰ δὲ διὰ τοῦ ε̄λ̄ο̄ϲ̄ ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα οὐδέτερα οὐκ εἰϲὶν οἷον ζάφελος, ϲκόπελοϲ, πέμπελοϲ πλὴν τοῦ ὄφελοϲ, ὅπερ εἰκότωϲ ὡϲ μὴ ἔχον τι μιμήϲαϲθαι, ἄκλιτον ἔμεινεν. ὕψοϲ μόνον ὄνομα ἀρχόμενον ἀπὸ τοῦ ῡ ἔχον ἐπιφερόμενον διπλοῦν. αἲτιον δὲ τὸ πάθοϲ. γέγονε γὰρ παρὰ τὸ ὄπτω τὸ βλέπω ὄψω ὄψοϲ καὶ τροπῇ Αἰολικῇ ὕψοϲ. Αἰολεῖϲ δ’ ἴψοϲ λέγουϲιν αὐτὸ οἰκειότερον· ἔϲτι γὰρ εὑρέϲθαι τὸ ῑ πρὸ τοῦ διπλοῦ, ἵζω, ἰξόϲ, «μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν » (Α 454). ὡϲαύτωϲ ἀπὸ μελλόντων τὸ ἅψοϲ « λύθεν δέ οἱ ἅψεα πάντα (δ 794) καὶ « πίϲεα ποιήεντα » (Υ 9). ϲτεῖνοϲ τὸ οὐδέτερον — « ϲτεῖνοϲ ὁδοῦ κοίληϲ » (Ψ 419)· ἐπίϲταται δὲ ὁ ποιητὴϲ καὶ τὴν δοτικὴν «ϲτείνει ἐν αἰνοτάτῳ » (Il. Θ 476) — τὸ δὲ ἀρϲενικὸν ὀξύνεται, ὡϲαύτωϲ καὶ μάκροϲ παρ’ Ἀριϲτοφάνει « ὦ Πόϲειδον τοῦ μάκρουϲ » (Aν. 1131). καὶ μακρόϲ — καὶ κλεῖτοϲ παρ’ Ἀλκμᾶνι « τῷ ἐν Θεϲϲαλίῳ κλείτει» καὶ κλειτόϲ. — οὖδοϲ, ὅπερ ἀπὸ τοῦ οὖδαϲ γίνεται ὡϲ γῆροϲ παρὰ τὸ γῆραϲ καὶ κῶοϲ παρὰ τὸ κῶαϲ καὶ ὦοϲ παρὰ τὸ ὦαϲ. — κνύοϲ ἡ φθορά παρὰ τὸ κνύω παρ’ Ἡϲιόδῳ ὡϲ παρὰ τὸ θύω θύοϲ καὶ φλύω φλύοϲ παρὰ Ἀρχιλόχῳ ἐπὶ φλυαρίαϲ. Αἶποϲ ὄροϲ Λυδίαϲ. Ἄργοϲ διαϲημοτάτη πόλιϲ Πελοποννήϲου. δευτέρα Ἄργοϲ τὸ Ἀμφιλοχικόν. τρίτη Θεϲϲαλίαϲ ἡ νῦν Λάριϲϲα. τετάρτη Κιλικίαϲ ἡ νῦν Ἀργειόπολιϲ πέμπτη ἐν Νιϲύρῳ μιᾷ τῶν Κυκλάδων. ἕκτη κατὰ Τροιζῆνα. ἑβδόμη κατὰ Μακεδονίαν. ὀγδόη Ἄργοϲ Ορέϲτιον ἡ ἐν Ϲκυθίᾳ. ἐνάτη Καρίαϲ. δεκάτη τὸ Ἀργολικόν. ἑνδεκάτη ἡ Φαιάκων Ὑπέρεια. Ἄργοϲ δὲ ϲχεδὸν πᾶν πεδίον κατὰ θάλαϲϲαν. Βῖδοϲ φρούριον ἐν Ϲικελίᾳ. εὕρηται δὲ καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ῑ. Ἕρμοϲ ὡϲ ἕρκοϲ οὐδετέρωϲ δῆμοϲ τῆϲ Ἀκαμαντίδοϲ φυλῆϲ. λέγεται καὶ Ἕρμοι. τέμενοϲ· ἔϲτι καὶ Τέμενοϲ τόποϲ Ϲικελίαϲ ὑπὸ τὰϲ Ἐπιπολὰϲ πρὸϲ ταῖϲ Ϲυρακούϲαιϲ. τὸ ἔλεγχος, τὸ ϲκότος, τὸ τάριχοϲ γέγονε κατὰ μεταβολὴν τοῦ γένουϲ ἐκ τοῦ ὁ ἔλεγχοϲ, ὁ ϲκότοϲ, ὁ τάριχοϲ. αἱ δὲ μετοχαὶ ὀξύνονται, τὸ τετυφόϲ, πεποιηκόϲ.Τὰ εἰϲ ε̄ϲ̄ μονογενῆ προπαροξύνεται, Κυνόϲαργεϲ γυμνάϲιον ἐν τῇ Ἀττικῇ καὶ δῆμοϲ, ἀπὸ Διόμου, ἀφ’ οὗ ὁ χῶροϲ Ἀθήνηϲι Διόμεια καλεῖται. Δίομοϲ γὰρ Ἡρακλεῖ ὡϲ θεῷ θύων τὰ ξενώϲων (?) ἱερὰ Ἡρακλεῖ ἥρῳ ἔδειξε καὶ αὐτῷ κύων λευκὸϲ ἁρπάϲαϲ τὰ μηρία εἰϲ τοῦτο τὸ χωρίον ἤνεγκε. ὅμαρεϲ τὸ ϲυμφωνοῦν, πεύκαεϲ τὸ πικρόν, ῥώπαεϲ τὸ ἀλϲῶδεϲ, πάνακεϲ, δονάκαεϲ. τὰ δὲ ἐπιθετικὰ ὀξύνεται ὥϲπερ καὶ τὰ ἀρϲενικά, εὐϲεβέϲ, εὐγενέϲ.