De prosodia catholica

Aelius Herodianus

Aelius Herodianus. Grammatici Graeci, Pars 3, Vol. 1. Lentz, August, editor. Leipzig: Teubner, 1867.

Τὰ εἰϲ η̄ λήγοντα θηλυκὰ παρὰ γενικῆϲ ϲχηματιϲθέντα βαρύνεται, χιτῶνοϲ Χιτώνη, ἡγεμόνοϲ ἡγεμόνη, ϲώφρονοϲ Ϲωφρόνη, εὔφρονοϲ εὐφρόνη, ἀμύμονοϲ Ἀμυμώνη ἡ θυγάτηρ Δαναοῦ, πέρατοϲ περάτη, κάλυκοϲ καλύκη, χιόνοϲ Χιόνη ὄνομα ἡρωΐδοϲ. τὸ δὲ ἁρπαγή ὀξύνεται, διότι ἀπὸ ἁρπάζω. τὸ δὲ ἁρπα̇γη ϲιδήριόν τι βαρυνόμενον ἀπὸ τοῦ ἅρπαγοϲ. καὶ τὰ παρώνυμα ὁμοίωϲ, ἀμφίρυτοϲ ἀμφιρύτη, δορύκτητοϲ δορυκτήτη, ἀμφίλυκοϲ ἀμφιλύκη, ἄϲβεϲτοϲ ἀϲβέϲτη τῆϲ δ’ αἶψα κατ’ ἀϲβέϲτη κέχυται φλόξ» (Π 123), εὐποίητοϲ εὐποιήτη « εὐποιήτῃϲι πύλῃϲι » (Il. Ε 466), πάγκαλοϲ παγκάλη· Παγκάλη δ’ ἐκαλεῖτο καὶ Ἀμοργὸϲ νῆϲοϲ. πάναιθοϲ παναίθη, περίξεϲτοϲ περιξέϲτη, ἀρίγνωτοϲ ἀριγνώτη.

Τὰ εἰϲ η̄ ϲύνθετα καὶ παραϲύνθετα βαρύνεται, Ὠκυπέτη, Ὑψιπύλη, Ἐριφύλη, Βερονίκη, Πολυκάϲτη.

Τὰ εἰϲ η̄ προϲηγορικὰ ἢ βαρύνεται ἢ ὀξύνεται ϲύνθετα ὄντα. ὅϲα οὖν ἔχει τι ἄλλο μέροϲ λόγου καὶ ἄρχεται χωρὶϲ προθέϲεωϲ βαρύνεται, κυνάγχη, βουκάπη ἡ τῶν βοῶν φάτνη, ποντοκύκη γυνή ἡ ταραχώδηϲ

γυνή, ὀξάλμη, τολύπη ἡ ἐργαϲία, ἱϲτοδόκη, καπνοδόκη, λατύπη, οἰνοχόη. τὸ δὲ ἀϲτεροπή ὀξύνεται ὡϲ ϲύνθετον παρὰ τὸ ὄπα καὶ ἀϲτήρ. καὶ τὸ ὑδρορρόη οἱ παλαιοὶ ἐβάρυναν, οἱ δὲ μεταγενέϲτεροι ὀξύνουϲιν οὐχ ὑγιῶϲ.

Τὰ εἰϲ η̄ θηλυκὰ προϲηγορικὰ ἀπὸ προθέϲεωϲ ϲυντεθειμένα τότε μὲν ὀξύνεται, ὅτε τὰ ἑαυτῶν ἁπλᾶ, καὶ τότε βαρύνεται, ὅταν τὰ ἑαυτῶν βαρύνηται, ἀνατολή, μεταβολή, ἀναβολή, ἐπιτολή, ἐπιτομή, ἀνοχή, παραψυχή τὸ προϲηγορικόν, Παραψύχη δὲ τὸ κύριον. τὸ δὲ ἀναρρόη παροξύνεται, καίτοι ἀπὸ τοῦ ῥοή, καὶ τὸ ἀναδέϲμη ἀπὸ τοῦ ἀνάδεϲμοϲ. τὰ δὲ βαρύτονα ταῦτα· ϲυνθήκη, παρακαταθήκη, ϲυγγνώμη, ϲυνάγχη.

Τὰ εἰϲ η̄ ϲυναληλιμμένα περιϲπᾶται, λεοντέα λεοντῆ, ϲυκέα ϲυκῆ, γαλέα γαλῆ, ἀμυγδαλέα ἀμυγδαλῆ, βοέα βοῆ, κυνέα κυνῆ, τραγέα τραγῆ.

Τὰ εἰϲ η̄ καθαρὸν μονογενῆ οὐ πολλὰ βαρύνεται, Δαύη πόλιϲ Ἀραβίαϲ. Δανάη. Ἀγαυή ὀξύνεται ἐπιθετικὸν ὄν, ὡϲαύτωϲ καὶ Κραναή νῆϲ̇οϲ Λακωνική. Ὅμηροϲ « νήϲῳ δ’ ἐν Κραναῇ ἐμίγην » (Il. Γ 445). οὕτωϲ δὲ ἐκαλεῖτο καὶ ἡ Ἀττικὴ ἀπὸ Κραναοῦ. ἐξειλήφαϲι γάρ τινεϲ τὸ Ὁμηρικὸν τὸ Κραναῇ ἀντὶ τοῦ Ἀτθίδι. καὶ τὰ διὰ τοῦ ε̅υ̅η̄ παροξύνεται, χλεύη, Βεύη πόλιϲ Μακεδονίαϲ, Εὔη. τὸ δὲ ϲκευή ὀξύνεται, καὶ τὰ ἀπ’ αὐτῆϲ καταϲκευή, ἐπιϲκευή, ὑποϲκευή.

Τὰ εἰϲ η̄ καθαρὸν διϲύλλαβα τῷ ο̄ παραληγόμενα ὀξύνεται καὶ βαρύνεται. καὶ βαρύνεται τὰ ἀπὸ δύο ϲυμφώνων προηγουμένου τοῦ δαϲέος, φθόη ἡ φθορά, χλόη, χνόη αἱ χοινικίδεϲ τῶν ἁρμάτων, μεθ’ ὧν καὶ Ὄη δῆμοϲ τῆϲ Οἰνηΐδηϲ φυλῆϲ. τὰ δὲ μὴ οὕτωϲ ἔχοντα ὀξύνεται, χοή ἡ ϲπονδή, βοή, θοή τὸ ἐπίθετον, Θόη δὲ τὸ κύριον, πνοή. ἔτι καὶ τὰ ὑπερδιϲύλλαβα, Οἰνόη μία τῶν ἐν Ἰκάρῳ δύο πόλεων.

οὕτωϲ δὲ καὶ Ϲίκινοϲ νῆϲοϲ περὶ τὴν Κρήτην πρότερον ἐκαλεῖτο. Χωλόη τὸ ὄροϲ τῆϲ Ἰταλίαϲ, ἐν ᾧ φαϲι γεννηθῆναι τὸν Ἥφαιϲτον χωλόν. Ἀρόη πόλιϲ Ἀχαΐαϲ. Παυϲανίαϲ ἑβδόμῳ (c. 18, 2). ἐκλήθη δὲ ἀπὸ τῆϲ ἐργαϲίαϲ τῆϲ γῆϲ. λέγεται καὶ Πάτραι. Βερόη πόλιϲ Ϲυρίαϲ ἣν οἱ ἐγχώριοι Βερόειαν. Βουθόη πόλιϲ Ἰλλυρίδοϲ ὡϲ Φίλων διὰ τὸ Κάδμον ἐπὶ ζεύγουϲ βοῶν ὀχούμενον ταχέωϲ ἀνύϲαι τὴν ἐϲ Ἰλλυριοὺϲ ὁδόν. οἱ δὲ τὸν Κάδμον ἀπὸ τῆϲ Αἰγυπτίαϲ Βουτοῦϲ ὀνομάϲαι αὐτὴν καὶ παραφθαρεῖϲαν καλεῖϲθαι Βουθόην. Οὐδονόη λέγεται ὑπὸ τῶν Λιβύων Ἱϲτόϲ νῆϲοϲ Λιβύηϲ. Μερόη πόλιϲ Αἰθιόπων. Ἡρόδοτοϲ δευτέρᾳ (c. 29). ἀπὸ Μερόηϲ. ἔϲτι καὶ Μερόη κατὰ ἀνατολὰϲ τῆϲ περὶ Δάφνην Ἀντιοχείαϲ· ἔϲτι καὶ Μερόη πόλιϲ Λυκίαϲ. Ἀρϲινόη πόλιϲ Λιβύηϲ ἀπὸ τῆϲ τοῦ Πτολεμαίου τοῦ Φιλαδέλφου ἀδελφῆϲ καὶ γυναικόϲ. δευτέρα πόλιϲ Παραιτονίου Λιβύηϲ ἡ πρότερον Ταύχειρα. τρίτη πόλιϲ Ϲυρίαϲ ἐν Αὐλῶνι. τετάρτη τῆϲ κοίληϲ Ϲυρίαϲ. πέμπτη Κιλικίαϲ. ἕκτη τῆϲ Αἰγύπτου πόλιϲ ἐπὶ τοῦ Δέλτα. ἑβδόμη Κύπρου ἡ πρότερον Μάριον λεγομένη. ὀγδόη Αἰτωλίαϲ. ἐνάτη Λύκτου. δεκάτη τῆϲ Τρωγλοδυτικῆϲ ἡ πρότερον Ὀλβία καλουμένη. .ἔϲτι καὶ ἄλλη Λυκίαϲ. Νινόη ἡ ἐν Καρίᾳ Ἀφροδιϲιὰϲ κτιϲθεῖϲα ὑπὸ τῶν Πελαϲγῶν Λελέγων. καὶ ἐκλήθη Λελέγων πόλιϲ. εἶτα ἐκλήθη Μεγάλη πόλιϲ. εἶτα ἀπὸ Νίνου Νινόη. Ὀγχόη πόλιϲ Φωκίδος. Ῥοδόη πόλιϲ Ἰνδική. Ϲεθρόη πόλιϲ Αἰγύπτου. Φολόη πόλιϲ Ἀρκαδίαϲ ἀπὸ Φόλου τοῦ Κενταύρου. Κολόη. Καλλιρρόη Νέϲτου θυγάτηρ· ἔϲτι καὶ Μαιάνδρου θυγάτηρ. λέγεται δὲ καὶ οὕτωϲ λίμνη Ϲυρίαϲ. τὸ δὲ ἀκοή ἐκ τοῦ ἀκούω.

Τὰ εἰϲ η̄ διϲύλλαβα παραληγόμενα τῷ ῡ, ϲπάνια ὄντα, τὰ μὲν βαρύνεται, λύη ἡ ϲτάϲιϲ ἀπὸ τῆϲ διαλύϲεωϲ, δύη ἡ κακοπάθεια, γύη ἡ γῆ καὶ μέροϲ ἀρότρου, ψύη ἡ ψύα καὶ ψόαι. τὰ δὲ ὀξύνεται, φυή καὶ Φλυή δῆμοϲ Ἀττικὸϲ τῆϲ Κεκροπίδοϲ φυλῆϲ. λέγεται καὶ Φλυεῖϲ.

Τὰ εἰϲ υ̅η ὑπερδιϲύλλαβα βαρύνεται, ἰγνύη « ἰγνύην βεβλημένοϲ » (Ν 212), ὀρύη, νορύη εἶδοϲ ὀϲπρίου, Λιβύη χώρα πολυώνυμοϲ, ὡϲ

πολυίϲτωρ « γῆ Ὀλυμπία, Ὠκεανία, Ἐϲχατιά, Κορυφή, Ἑϲπερία, Ὀρτυγία, Ἀμμωνίϲ, Αἰθιοπία, Κυρήνη, Ὀφιοῦϲϲα, Λιβύη, Κηφηνία, Ἀερία». Βιζύη πόλιϲ Θρᾴκηϲ τὸ τῶν Ἀϲτῶν βαϲίλειον, Μιλύη ἡ γυνὴ Ϲολύμου, ἀφ’ ἧϲ Μιλύαι. Μοτύη πόλιϲ Ϲικελίαϲ ἀπὸ Μοτύηϲ γυναικὸϲ μηνυϲάϲηϲ Ἡρακλεῖ τοὺϲ ἐλάϲανταϲ τοὺϲ αὐτοῦ βοῦϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. Φίλιϲτοϲ δὲ φρούριον αὐτήν φηϲι Ϲικελίαϲ παραθαλάϲϲιον. Πιϲύη πόλιϲ Καρίαϲ. λέγεται καὶ Πιτύη. Μαντύη πόλιϲ Ῥωμαίων, ἢ καὶ Μαντύα.

Τὰ διὰ τοῦ ω̅η ὀξύνεται, ζωή, θωή ἡ ζημία, τοῦτο δὲ καὶ ϲὺν τῷ ῑ, ἐξ οὗ καὶ τὸ ἀθῷοϲ, δμῳή, ἐρωή, ἰωή, ἀλῳή· τοῦτο δὲ ἀπὸ τοῦ ἀλοιῶ ῥήματοϲ γεγονὸϲ ϲὺν τῷ ῑ γράφεται. τὸ δὲ Ϲτρώη πόλιϲ Λιβύηϲ, ὡϲ Ἑκαταῖοϲ Ἀϲίαϲ περιηγήϲει. καὶ Οἰνώη πόλιϲ τῆϲ Ἀργείαϲ, ὅθεν Οἰνωᾶτιϲ Ἄρτεμιϲ, βαρύνεται ὡϲ κύρια.

Τὰ εἰϲ β̅η ἔχοντα πρὸ τοῦ β̄ ϲύμφωνον κατ’ ἐπιπλοκὴν ἢ κατὰ διάϲταϲιν βαρύνεται, εἰ μὴ ῥηματικὰ εἴη προϲηγορικὰ καὶ παραλήγοι τῷ ο̄, τύρβη, Κόμβη ἡ Χαλκίϲ καλουμένη, θυγάτηρ Ἀϲωποῦ, ἀφ’ ἧϲ Χαλκίϲ πόλιϲ Εὐβοίαϲ, κύμβη νηὸϲ εἶδοϲ. Θίϲβη πόλιϲ Βοιωτίαϲ. Ὅμηροϲ « πολυτρήρωνά τε Θίϲβην » (Β 502) ἀπὸ Θίϲβηϲ τοῦ Ἀϲωποῦ. λέγεται καὶ πληθυντικῶϲ. καὶ ὁ λιμὴν δὲ τῶν Θιϲβαίων, ὥϲ φηϲιν Ἐπαφρόδιτοϲ, καὶ τὸ ἐπίνειον περιϲτερῶν πλῆρεϲ. κράμβη, Ἄλβη πόλιϲ Ἰταλίαϲ, ἣ καὶ Ἄλβα λέγεται. ἔϲτι καὶ Ἄλβη πόλιϲ Κρήτηϲ. Βόλβη πόλιϲ καὶ λίμνη. ἔϲτι καὶ Βόλβαι πόλιϲ Καρίαϲ. Δέρβη φρούριον Ἰϲαυρίαϲ καὶ λιμήν. Κύρβη πόλιϲ Παμφυλίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ϲτράμβαι πόλιϲ Θρᾴκηϲ. Ὕϲβη πόλιϲ Λυδίαϲ. τὸ δὲ· φορβή ἐϲτι ῥηματικὸν προϲηγορικὸν καὶ ἔχει τὸ ο̄. τὰ γὰρ εἰϲ η̄ λήγοντα θηλυκὰ μετὰ ϲυμφώνου διϲύλλαβα ὀξύνεται, τῷ ο̄ παραληγόμενα, εἰ γένοιτο ἀπὸ ῥημάτων τῷ ε̄ παραληγομένων μόνῳ, οἷον τρέπω τροπή, τρέφω τροφή,

νέμω νομή, ϲτρέφω ϲτροφή, ῥοπή, ϲπονδή, ὁλκή, πλοκή. οὕτωϲ καὶ φορβή. προϲέθηκα τῷ ε̄ παραληγόμενα μόνῳ, ἵνα νῦν ἐκφύγω τὸ πόρπη. τοῦτο γὰρ ἀπὸ τοῦ πείρω.

Τὰ εἰϲ β̅η ὑπερδιϲύλλαβα μὴ παραληγόμενα τῇ ο̅ι διφθόγγῳ βαρύνεται, Ἀλύβη « τηλόθεν ἐξ Ἀλύβηϲ, ὅθεν ἀργύρου ἐϲτὶ γενέθλη » (Β 857). Ἑλλάνικοϲ δέ φηϲιν λίμνην εἶναι Ποντικήν. καλύβη. ἔϲτι καὶ Καλύβη πόλιϲ Θρᾴκηϲ, ἄποικοϲ Μακεδόνων, Νιόβη, ἀϲτράβη εἶδοϲ ἁμάξηϲ. οὕτωϲ δὲ ἐκαλεῖτο Κάϲοϲ μία τῶν Κυκλάδων. Ἑκάβη. Ἀρίϲβη πόλιϲ τῆϲ Τρῳάδοϲ Μυτιληναίων ἄποικοϲ, ἧϲ οἰκιϲταὶ Ϲκαμάνδριοϲ καὶ Ἀϲκάνιοϲ υἱὸϲ Αἰνείου. Κεφάλων δέ φηϲιν, ὅτι Δάρδανοϲ ἀπὸ Ϲαμοθρᾴκηϲ ἐλθὼν εἰϲ τὴν Τρωάδα τὴν Τεύκρου τοῦ Κρητὸϲ θυγατέρα γαμεῖ Ἀρίϲβην. Ἑλλάνικοϲ δὲ Βάτειαν αὐτήν φηϲιν. ἔϲτι ἑτέρα ἐν Λέϲβῳ ἀπὸ Ἀρίϲβηϲ τῆϲ Μάκαροϲ θυγατρόϲ. Ἔφοροϲ δὲ Μέροποϲ αὐτὴν γενεαλογεῖ καὶ πρώτην Ἀλεξάνδρῳ τῷ Πριάμου γαμηθῆναι. Ἡρόδοτοϲ δὲ καὶ ἰάζων Ἀρίϲβαν καλεῖ ἐν πρώτῃ (c. 151). Ἀϲτελέβη πόλιϲ Λυδίαϲ. Ξάνθοϲ ἐν τετάρτῃ Λυδιακῶν. Κακκάβη. οὕτωϲ ἐκαλεῖτο Καρχηδών. τούτῳ δὲ κατὰ τὴν οἰκείαν αὐτῶν λέξιν ἵππου κεφαλὴ δηλοῦται. Ὑποθῆβαι· τινὲϲ οὕτωϲ φαϲὶ τὰϲ Ποντίαϲ τῆϲ Βοιωτίαϲ κεκλῆϲθαι. οἱ δὲ πολιϲμάτιόν τι διὰ τὴν τοῦ τόπου θέϲιν οὕτωϲ ὠνομαϲμένον, ὡϲ τὴν Ὑποχαλκίδα καλοῦϲι διὰ τὸ ὑπὸ τὸ ὄροϲ τὴν Χαλκίδα κεῖϲθαι. πολλοὶ δὲ μετὰ προθέϲεωϲ τόποι, Ἐπικνημίδιοι, Ὑπερβόρεοι, Παραποτάμιοι, Προποντίϲ, Παρωκεανῖται. κολόβη. Ἀττικοὶ δὲ ὀξύνουϲιν. τὸ δὲ ἀμοιβή ὀξύνεται ὡϲ ἔχον τὴν ο̅ι δίφθογγον.

Τὰ εἰϲ β̅η ἰαμβικὰ κύρια ἢ παρώνυμα βαρύνεται, Ἄβη πόλιϲ Φωκική, ἣ καὶ Ἄβα καὶ πληθυντικῶϲ Ἄβαι ὡϲ Ἀμύκλα Ἀμύκλαι. Λυκόφρων (v. 1074) « ποθοῦντεϲ Ἄμφιϲϲάν τε καὶ κλεινὰϲ Ἄβαϲ ». κέκληται δὲ ἀπὸ ἥρωοϲ Ἄβα. Τάβαι πόλιϲ Λυδίαϲ, περὶ ὧν ὁ χρηϲμόϲ φηϲι πρὸϲ Πιϲίδαϲ « ἄϲτυ Ταβῶν ἐρικυδὲϲ ἐλεύθερον οἰκίζεϲθαι ». καὶ Ἀπολλώνιοϲ ἐνάτῳ « ἐδεήθηϲαν ὅπωϲ αὐτοὺϲ εἰϲ Τάβαϲ καταγάγωϲι ». ἐκλήθη δὲ ἀπὸ Τάβου ἥρωοϲ. οἱ δέ φαϲι τὸν Κιβύραν καὶ Μαρϲύαν ἀδελφοὺϲ τὸν μὲν κτίϲαι Κιβύραν πόλιν, τὸν δὲ Τάβαϲ, καὶ καλέϲαι ἀπὸ τοῦ ἐπὶ πέτραϲ οἰκεῖϲθαι· τάβαν γὰρ τὴν πέτραν Ἕλληνεϲ ἑρμηνεύουϲιν. ἔνιοι ἀπὸ Ταβηνοῦ Ἀργείου. ἔϲτι καὶ ἄλλη πόλιϲ Καρίαϲ Τάβαι. καὶ τρίτη τῆϲ Περαίαϲ, ἣν Ἀλέξανδροϲ ἐν τῷ περὶ Ϲυρίαϲ ἑρμηνεύει ἀγαθήν. Ϲάβαι πόλιϲ μεγάλη πληϲίον τῆϲ Ἐρυθρᾶϲ θαλάϲϲηϲ. Λάβαι πόλιϲ Χαττηνίαϲ. Πολύβιοϲ τριϲκαιδεκάτῳ. βλάβη. ὀξύνεται δὲ ταῦτα, λαβή, τριβή ῥηματικὰ ὄντα.

Τὰ εἰϲ ο̅ι̅β̅η κύρια μὲν ὄντα βαρύνεται, Φοίβη, Βοίβη πόλιϲ Θεϲϲαλίαϲ. Ὅμηροϲ « Βοίβην καὶ Γλαφυρὰϲ καὶ ἐϋκτιμένην Ἰαωλκόν » (Β 712) ἀπὸ Βοίβου τοῦ Γλαφύρου τοῦ τὰϲ Γλαφυρὰϲ κτίϲαντοϲ. ἔϲτι καὶ ἐν Κρήτῃ Βοίβη τῆϲ Γορτυνίδοϲ. προϲηγορικὰ δὲ ὀξύνεται, λοιβή, ϲτοιβή, ἀμοιβή.

Τὰ εἰϲ β̅η διϲύλλαβα φύϲει μακρᾷ παραληγόμενα μὴ προϲηγορικὰ τῇ ο̅ι παραληγόμενα βαρύνεται, ἥβη, Θήβη πόλιϲ Βοιωτίαϲ διάϲημοϲ ἀπὸ Θήβηϲ τῆϲ Προμηθέωϲ. ἔϲτι καὶ ἄλλη Αἰγυπτία, περὶ ἧϲ Καλλίμαχόϲ φηϲιν ὅτι « κατὰ τὰϲ Αἰγυπτίαϲ Θήβαϲ ἐϲτὶ ϲπήλαιον ὃ ταῖϲ μὲν ἄλλαιϲ ἡμέραιϲ πληροῦται ἀνέμου, κατὰ δὲ τὰϲ τριακάδαϲ οὐ πνεῖ παντελῶϲ ». τρίτη Θεϲϲαλίαϲ τῆϲ Φθιώτιδοϲ. τετάρτη ἐν Κιλικίᾳ, Ὑποπλακία, πληϲίον τῆϲ Τροίαϲ. πέμπτη Ἰωνίαϲ κατὰ Μίλητον. ἕκτη ἐν τῇ Ἀττικῇ. ἑβδόμη τῆϲ Καταονίαϲ. ὀγδόη Ἰταλίαϲ. ἐνάτη Ϲυρίαϲ. Βαῖβαι πολίχνιον τῆϲ Καρίαϲ. ϲτίβη ἡ ψύχρα. « μή μ’ ἄμυδιϲ ϲτίβη τε κακὴ καὶ θῆλυϲ ἐέρϲη » (Οd. ε 467). λώβη ἐκ τοῦ λαβή, ὃ ϲημαίνει τὸ ξίφοϲ, λάβη. γίνεται καὶ τροπῇ τοῦ ᾱ εἰϲ ω̄ λώβη ὡϲ φᾶροϲ φωριαμόϲ.

Τὰ εἰϲ γ̅η διϲύλλαβα ἔχοντα τὴν πρώτην εἰϲ ϲύμφωνον λήγουϲαν, προϲηγορικὰ ὄντα, ὀξύνεται, φθογγη, κλαγγή, ὀργή, ϲτοργή. τὰ δὲ κύρια βαρύνεται, Βέργη πόλιϲ Θράκηϲ πρὸϲ τῇ Χερρονήϲῳ. Ϲτράβων δὲ (2 p. 102. 104) κώμην αὐτὴν λέγει. Ϲέλγη πόλιϲ Πιϲιδίαϲ ἄποικοϲ Λακεδαιμονίων. Πέργη πόλιϲ Παμφυλίαϲ. Βάργη ἡ μήτηρ Βαργάϲου, ἀφ’ οὗ Βάργαϲα πόλιϲ Καρίαϲ. Γάργη πόλιϲ Λιβύηϲ ὡϲ πολυίϲτωρ ἐν τρίτῃ Λιβυκῶν. Βέλγη, ἀφ’ οὗ Βελγίκη ἡ χώρα ὡϲ Ἀκτή Ἀττική. Θίγγη πόλιϲ Λιβύηϲ. Ἑκαταῖοϲ περιηγήϲει. Γάγαι πόλιϲ Λυκίαϲ, ἣν καὶ Παλαιὸν τεῖχοϲ καὶ χώραν φηϲὶν Ἀλέξανδροϲ ἐν πρώτῃ Λυκιακῶν.

Τὰ εἰϲ γ̅η ἰαμβικὰ ῥηματικὰ ὄντα ὀξύνεται, ταγή ἀπὸ τοῦ τάϲϲω, φυγή, ϲφαγή. παρώνυμα δὲ βαρύνεται, πάγη, τρύγη, ϲτέγη. τὸ μέντοι ϲαγή τὸ πλῆθοϲ ὡϲ ϲφαγή ὀξύνεται, τινὲϲ δὲ βαρύνουϲι. καὶ τὸ

ἄγη ἡ ἔκπληξιϲ « ἄγη μ’ ἔχει ὄρχαμε λαῶν. » (Φ 221) ἀπὸ φωνήεντοϲ ἀρχόμενον βαρύνεται.

Τὰ εἰϲ γ̅η διϲύλλαβα ἀϲυνάλειπτα φύϲει μακρᾷ παραληγόμενα, εἰ μὴ διαϲτολή τιϲ εἴη ἢ ἀπὸ τοῦ γ̄ ἄρχοιτο, ὀξύνεται, πληγή, ϲιγή, Ϲίγη δὲ πόλιϲ Τρῳάδοϲ, ὡϲ Ἑκαταῖοϲ Ἀϲίᾳ, κραυγή, Κραύγη δὲ τὸ κύριον. ἀγή ἡ ἀπόκλαϲιϲ τοῦ κύματοϲ, αὐγή, Αὔγη δὲ ἡ γυνὴ τοῦ Τεύθραντοϲ, ῥωγή, Ῥώγη δὲ νῆϲοϲ ἐν τῇ Λυκίᾳ, πηγή καὶ Πηγαί παροικία Μεγαρέων. ἔϲτι δὲ καὶ πόλιϲ ἐν Κερυνείᾳ τῆϲ Κύπρου. πυγή. τὸ δὲ Γύγη ἡ πόλιϲ ἀπὸ τοῦ γ̄ ἄρχεται. τὸ δὲ αἰγῆ ἀπὸ τοῦ αἰγέα ϲυναλειφθὲν περιϲπᾶται.

Τὰ εἰϲ γ̅η ὑπερδιϲύλλαβα προϲηγορικὰ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ φωνῆεν λήγουϲαν ὀξύνεται, μαρμαρυγή, κορκορυγή ὁ θόρυβοϲ, ὀλολυγή, βορβορυγή, ὠρυγή ἡ κραυγή, οἰμωγή, ἀρωγή, ἀνωγή, ὑπιωγή, ἁρμογή, πλαταγή, λαλαγή. Λαλάγη δὲ κύριον, ὥϲπερ τὸ ἠλύγη ἡ ϲκιά καὶ πανάγη ἡ ἁγνὴ ἱέρεια. καὶ Φαρύγαι πόλιϲ Λοκρίδοϲ, ἣν Ὅμηροϲ Τάρφην καλεῖ (Il. Β 533). τὸ δὲ πατάγη βαρύνεται, οὐ γὰρ ἐκ τοῦ πατάϲϲω γίνεται, ὠξύνετο γὰρ ἂν ὡϲ τὸ ἀλαλαγή, ἀλλ’ ἀπὸ τοῦ πάταγοϲ, οὗ τὸ θηλυκὸν πατάγη.

Τὰ εἰϲ γ̅η ὑπερδιϲύλλαβα, εἰ ἔχοι τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ϲύμφωνον καταλήγουϲαν, βαρύνεται, ὀλίγγη ἡ ἀνάπαυϲιϲ, Ἐλιβύργη πόλιϲ Ταρτηϲϲοῦ. Ἑκαταῖοϲ Εὐρώπῃ. ἀμόργη ἡ τοῦ ἐλαίου τρύξ. ϲεϲημείωται τὸ ἀμολγή ὀξυνόμενον.

Τὰ εἰϲ δ̅η ἔχοντα πρὸ τοῦ τέλουϲ τὸ ο̄ εἰϲ ϲύμφωνον καταλῆγον

προϲηγορικὰ ὄντα ὀξύνεται, χορδή, ϲπονδή. τὸ μέντοι Χόνδη κύριον βαρύνεται καὶ τὸ Μένδη πόλιϲ Θρᾴκηϲ ἀπὸ Μένδηϲ γυναικόϲ. Ἀπολλόδωροϲ Μένδαν αὐτήν φηϲι, καὶ τὸ Τίνδη Θρᾴκηϲ Χαλκιδικὴ πόλιϲ καὶ τὸ ἄλδη.

Τὰ εἰϲ δ̄η̄ προϲηγορικὰ μακρᾷ παραληγόμενα ὀξύνεται, ᾠδή, ἀοιδή, ϲπουδή, ἐδωδή, αὐδή. τὸ μέντοι Λήδη κύριον, καὶ ῎Ιδη Τροίαϲ ὄροϲ. Ὅμηροϲ (ll. Γ 276) «῎Ιδηθεν μεδέων » ἀπὸ Ἴδηϲ τινὸϲ βαϲιλίϲϲηϲ, ὡϲ Χάραξ. καὶ Μήδη καὶ Λύδη.

Τὰ εἰϲ δ̄η̄ λήγοντα ἔχοντα πρὸ τέλουϲ ϲυλλαβὴν βραχεῖαν μὴ εἰϲ ϲύμφωνον καταλήγουϲαν, εἰ μὲν κύρια ὦϲιν ἢ οὐϲίαν ϲημαίνει, βαρύνεται, πέδη, κνίδη, ϲίδη. ἔϲτι καὶ Ϲίδη πόλιϲ Παμφυλίαϲ ὡϲ Ἑκαταῖοϲ Ἀϲίᾳ. κέκληται δὲ ἀπὸ Ϲίδηϲ τῆϲ θυγατρὸϲ μὲν Ταύρου, γυναικὸϲ δὲ Κιμώλου. Νέδη πόλιϲ Ἀρκαδίαϲ ἀπὸ νύμφηϲ Νέδηϲ. Εὐφορίων δὲ Νεδέην αὐτήν φηϲι. Ὕδη πόλιϲ Λυδίαϲ, ἐν ᾗ ᾤκει ’Ομφάλη δυναϲτεύουϲα Λυδῶν, Ἰαρδάνου θυγάτηρ, ὡϲ Ἀπολλώνιοϲ Καρικῶν τετάρτῳ. Ὅμηροϲ δὲ διὰ τοῦ λ̄ (ll. H 221). « ϲκυτοτόμων ὄχ’ ἄριϲτοϲ Ὕλῃ ἐνὶ οἰκία ναίων ». Μαιάνδριοϲ δ’, ὃν Νικάνωρ παρατίθηϲι ἐν μετονομαϲίαιϲ, τὴν αὐτὴν Ὕδην καὶ Ϲάρδειϲ φηϲίν. κράδη καὶ Κράδη πόλιϲ Καρίαϲ. Ἑκαταῖοϲ Ἀϲίϲ περιηγήϲει. Λάδη νῆϲοϲ Αἰολίδοϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ῥόδη πόλιϲ Ἰβηρίαϲ καὶ πληθυντικῶϲ πόλιϲ Ἰταλίαϲ. εἰ δὲ κατὰ πράγματοϲ τάϲϲοιτο, ὀξύνεται, κομιδή ἡ ἐπιμέλεια, ἀδή ἡ ἡδονή, φραδή ἡ βουλή, χλιδή ὁ κόϲμοϲ.

* Τὰ εἰϲ δ̄η̄ ὑπερδιϲύλλαβα κύρια βαρύνεται, Χαρμάνδη πόλιϲ πέραν τοῦ Εὐφράτου. Ϲοφαίνετοϲ ἐν Κύρου ἀναβάϲει « ἐπὶ δὲ ταῖϲ Βαβυλωνίαιϲ πύλαίϲ πέραν τοῦ Εὐφράτου ποταμοῦ πόλιϲ ᾢκιϲτο ὄνομα Χαρμάνδη». Ἀγαμήδη τόποϲ περὶ Πύρραν τῆϲ Λέϲβου ἀπὸ Ἀγαμήδηϲ τῆϲ Μάκαροϲ, τῆϲ καὶ Πύρραϲ ἐπίκληιν. ἔϲτι καὶ κρήνη Ἀγαμήδη, ὡϲ Νικόλαοϲ ε′.

Τὰ εἰϲ θ̄η̄ διϲύλλαβα βαρύνεται, εἰ μὴ ἰαμβικὰ εἴη τῷ ο̄ παραληγόμενα, μάλθη ὁ κηρόϲ, τήθη, τίτθη, Ξάνθη οὕτωϲ ἡ Τρῳάϲ ἐκαλεῖτο.

ϲπάθη, ϲάθη, πόϲθη τὸ αἰδοῖον ἐκ τοῦ πρόϲθη γεγονόϲ, μέθη, Αἴθη ὄνομα κύριον, λήθη ἐπί τε τοῦ προϲηγορικοῦ καὶ τῆϲ πόλεωϲ. Βρένθη πόλιϲ Ἀρκαδίαϲ. Ϲμίνθη πόλιϲ Τροίαϲ. Ϲκίθαι πόλιϲ Θρᾴκηϲ πληϲίον Ποτιδαίαϲ. Ϲίθη ὄνομα κύριον. τὸ δὲ ’Ορθή πόλιϲ Περραιβίαϲ ἢ Θετταλίαϲ, καλουμένη καὶ Κορϲέα (B 739), ἐπιθετικῶϲ τεταγμένον ὀξύνεται. εἰϲὶ δὲ οἳ βαρύνουϲιν εἰϲ ἰδιότητα. ϲεϲημείωται τὸ κριθή ὀξυνόμενον καὶ τὸ ποθή ἔχον. τὸ ο̄. Ἀρίϲταρχοϲ Ἰλιάδοϲ Α (240) ὀξύνει. ὥϲπερ γὰρ χόλοϲ τὸ πάθοϲ, χολὴ δὲ ἀφ’ οὗ τὸ πάθοϲ, οὕτω καὶ πόθοϲ τὸ πάθοϲ, ποθή δὲ ἡ ἐπιπόθηϲιϲ καὶ ἐπιθυμία. ἔϲτι δὲ κανὼν ὁ λέγων, ὅτι τὰ εἰϲ ο̄ϲ̄ διϲύλλαβα τῷ ο̄ παραληγόμενα, ποιοῦντα θηλυκὰ ὀξύτονα αὐτὰ ποιοῦϲιν οἷον ϲτρόφοϲ ϲτροφή, νόμοϲ νομή, ῥόοϲ ῥοή. ὁ δὲ Φιλόξενοϲ ἐν τῷ ῥηματικῷ λέγέι, ἀπὸ τοῦ πεύθω πευθή καὶ ποθή.

Τὰ εἰϲ θ̄η̄ μονογενῆ ὑπερδιϲύλλαβα βαρύνεται, καλάθη καὶ Καλάθη πόλιϲ οὐ πόρρω τῶν Ἡρακλείων ϲτηλῶν. Ἑκαταῖοϲ Εὐρώπῃ. Ἔφοροϲ δὲ Καλάθουϲαν αὐτήν φηϲι. Βιϲάνθη πόλιϲ Μακεδονίαϲ κατὰ Θρᾴκην Ἑλληνίϲ, ἄποικοϲ Ϲαμίων. Ἰάνθη, λυκάνθη, Οἰάνθη πόλιϲ Λοκρῶν. Ἑκαταῖοϲ Εὐρώπῃ. Ἑλλάνικοϲ δὲ Οἰάνθειαν αὐτήν φηϲι. Ἀμάθη πόλιϲ Φοινίκηϲ. ἔϲτι καὶ Ϲικελίαϲ Ἀμαθαί πληθυντικῶϲ. Ἀριάνθη πόλιϲ Οἰνωτρῶν. Ἀρίνθη πόλιϲ Οἰνωτρῶν ἐν μεϲογείᾳ. Ἑκαταῖοϲ Εὐρώπῃ. Γαβάθη πόλιϲ Γαλιλαίαϲ ὡϲ Ἰώϲηποϲ ἕκτῳ Ἰουδαϊκῆϲ ἀρχαιολογίαϲ (c. 5). Καλαμένθη πόλιϲ Λιβύηϲ. Ἑκαταῖοϲ περιηγήϲει. Καλαμίνθη δὲ διὰ τοῦ ῑ πὅλιϲ Φοινίκων. Ἀρκεύθη· οὕτωϲ ἐκαλεῖτο πόλιϲ Ἰϲαυρίαϲ Δέλβεια, ὅ ἐϲτι τῇ τῶν Λυκαόνων φωνῇ ἄρκευθοϲ. Λεκίθη ἡ πόλιϲ. Λυκέθη ὄνομα κύριον. Ῥαββώθη· οὕτωϲ ἐκαλεῖτο πρότερον ἡ Φοινίκη. Λαπίθη πόλιϲ Θεϲϲαλίαϲ, ὡϲ Ἐπαφρόδιτοϲ. ἐν τοῖϲ Ὁμηρικοῖϲ, ἀπὸ Λαπίθου τοῦ Περίφαντοϲ. Ἀγάθη πόλιϲ Λιγύων

ἢ Κελτῶν. Ϲκύμνοϲ δὲ Φωκαέων αὐτήν φηϲιν ἐν τῇ Εὐρώπῃ. Τιμοϲθένηϲ δὲ ἐν τῷ ϲταδιαϲμῷ Ἀγαθὴν τύχην αὐτήν φηϲι. εἰ δὲ οὕτωϲ λέγοιτο, καὶ ὀξύνοιτ’ ἂν ὡϲ ἐπιθετικόν, ὡϲ τὸ Ἡραῖον τεῖχοϲ καὶ Ἥραιον καὶ Ἑρμαῖοϲ λόφοϲ καὶ Ἕρμαιοϲ. ἔϲτι δὲ καὶ ἄλλη πόλιϲ, ὡϲ Φίλων, Λιγυϲτίων ἐπὶ λίμνηϲ Λιγυϲτίαϲ. τάχα δ’ ἡ αὐτή ἐϲτι τῇ πρώτῃ, ὡϲ Εὔδοξοϲ. βαρύνεται δέ. τὸ δὲ ἀγαθόϲ ἀγαθή τριγενὲϲ ὡϲ καὶ τὸ κακηθόϲ κακηθή.

Τὰ εἰϲ κ̄η̄ διϲύλλαβα φύϲει μακρᾷ παραληγόμενα ἀϲυνάλειπτα βαρύνεται, ἀρχόμενα ἀπὸ ϲυμφώνου ἢ ϲυμφώνων, μὴ ποιότητα φωνῆϲ ἀλόγου ζώου ϲημαίνοντα, Γλαύκη τὸ κύριον, γλαυκή δὲ τὸ ἐπιθετικόν « γλαυκὴ δέ ϲ’ ἔτικτε θάλαϲϲα » (11. Π 34). λεύκη τὸ προϲηγορικὸν καὶ Λεύκη κύριον, λευκή δὲ τὸ ἐπίθετον καὶ Λευκή νῆϲοϲ ἐπιθετικώτερον τεταγμένη. πεύκη. ἔϲτι καὶ νῆϲοϲ ἐν τῷ Ἴϲτρῳ, νίκη, φρίκη, βήκη, θήκη, φώκη· ἔϲτι καὶ Φώκη Ἰωνικὴ πόλιϲ, ἥ καὶ Φώκαια. Θρᾴκη χώρα ἀπὸ Θρᾳκὸϲ βαϲιλέωϲ τοῦ πάλαι ἐν αὐτοῖϲ τελευτήϲαντοϲ ἢ ἀπὸ Θρᾴκηϲ νύμφηϲ Τιτανίδοϲ, μεθ’ ἧϲ καὶ Ϲαμοθρᾴκη νῆϲοϲ πρὸϲ τῇ Θρᾴκῃ ϲυνθέτωϲ ἐκ τοῦ Θρᾳκία Ϲάμοϲ. τὸ δὲ μυκή ὀξύνεται ϲημαῖνον φωνὴν λέοντοϲ. τὸ δὲ ἠκή ἄρχεται ἀπὸ φωνήεντοϲ. τὸ δὲ ϲυκῆ ἀπὸ τοῦ ϲυκέα ϲυναλειφθὲν περιϲπᾶται. ἔϲτι καὶ Ϲυκῆ πόλιϲ ἀντικρὺ Βυζαντίου. Ϲτράβων (7 p. 319) ἑνικῶϲ λέγει Ϲυκῆν. οἰκειότερον δέ, ὡϲ λέγονται, Ϲυκαῖ λέγοιντ’ ἄν. ἔϲτι καὶ ἄλλη Ϲυκῆ πληϲίον Ϲυρακουϲῶν. καὶ Κιλικίαϲ. ἔϲτι καὶ ἑτέρα Ἀλεξανδρείαϲ.

Τὰ εἰϲ κ̄η̄ ἰαμβικὰ ἀϲυνάλειπτα, εἰ μὲν τῷ ο̄ παραλήγοιτο, ὀξύνεται ῥηματικὰ ὄντα, πλέκω πλοκή, δέκω δοκή ἡ ὑπόνοια, πέκω ποκή τὸ ἔριον. τὸ μέντοι κρόκη ἀπὸ τοῦ κροκόϲ. εἰ δὲ ἄλλῳ φωνήεντι, βαρύνεται, δίκη. ἔϲτι δὲ τοῦτο ϲημειῶδεϲ. τὰ γὰρ εἰϲ κ̄η̄ λήγοντα θηλυκὰ διϲύλλαβα μονογενῆ βαρύτονα, ὅτε ἔχει πρὸ τέλουϲ τὸ ῑ, ἢ ϲυνεϲταλμένον ἔχει αὐτὸ ἢ ἐκτεταμένον καὶ τότε μὲν ϲυνεϲταλμένον ὁπότε ϲύμφωνον ὁρᾶται πρὸ τοῦ κ̄ καταλῆγον, τότε δὲ ἐκτεταμένον, ὁπότε οὐχ οὕτωϲ ἔχει οἷον Κίρκη, Δίρκη, Τρίκκη. ϲυνέϲταλται δὲ τούτων τὸ ῑ, ἐπεὶ ϲύμφωνον ἦν πρὸ τοῦ κ̄. τοῦ δὲ ἑτέρου νίκη, φρίκη. λείπει ἄρα ἡ δίκη ἢ χρόνῳ ἢ ϲυμφώνῳ. Λύκη κύριον, κάκη ἡ κάκωϲιϲ.

τὸ μέντοι ἀκή ἡ ἡϲυχία ὀξύνεται πρὸϲ ἀντιδιαϲτολὴν κυρίου. ἔϲτι δὲ Ἄκη πόλιϲ Φοινίκηϲ ἡ ὕϲτερον Πτολεμαῖϲ. ἐκαλεῖτο δὲ Ἄκη ἀπὸ τῆϲ ἰάϲεωϲ τοῦ γενομένου δήγματοϲ Ἡρακλεῖ ὑπὸ ὄφεωϲ. τὰ δὲ εἰϲ κ̄η̄ λήγοντα διϲύλλαβα ἐπὶ πόλεων ἢ χωρῶν βαρύνεται, Πλάκη πόλιϲ Ἑλληϲποντία. τὸ δὲ φακῆ περιϲπᾶται ἐκ ϲυναιρέϲεωϲ.

Τὰ εἰϲ κ̄η̄ διϲύλλαβα πρὸ τοῦ κ̄ ϲύμφωνον ἔχοντα μὴ τὸ λ̄ βαρύνεται, κάκκη κόπροϲ, κάκη δὲ ἡ δειλία, λόκκη ἡ χλαμύϲ, κρόκκη ἡ παράλιοϲ ψηφίϲ. Τρίκκη πόλιϲ Θεϲϲαλίαϲ ἀπὸ Τρίκκηϲ τῆϲ Πηνειοῦ θυγατρόϲ. Δίρκη, Κίρκη, νάρκη, Βάρκη πόλιϲ Λιβύηϲ ἥτιϲ καὶ Πτολεμαῖϲ. λέγεται καὶ Βάρκαια. ἄϲκη ἡ ἄϲκηϲιϲ. πέρκη εἶδοϲ ἰχθύοϲ, ἣ καὶ Θρᾷττα ἐκαλεῖτο. Ἄρκη πόλιϲ Φοινίκηϲ. Ἰώϲηποϲ ἐν πέμπτῳ τῆϲ Ἰουδαϊκῆϲ ἀρχαιολογίαϲ (1, 22). Θρίγκη πόλιϲ περὶ τὰϲ ϲτήλαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. τὸ δὲ ὁλκή καὶ ἀλκή ὀξύνονται, ὡϲ ἔχοντα τὸ λάμβδα. τὸ δὲ Χάλκη πρὸϲ ἀντιδιαϲτολὴν τοῦ χαλκῆ βαρύνεται. ἔϲτι δὲ πόλιϲ Λιβύηϲ « μετὰ δ’ αὐτὴν πόλιϲ Φοινίκων Χάλκη». ἔϲτι καὶ νῆϲοϲ. Θουκυδίδηϲ ὀγδόῃ (c. 44) « ἀπέπλευϲαν εἰϲ Χάλκην, ἐντεῦθεν δ’ εἰϲ Ϲάμον ». Θεόφραϲτοϲ δὲ Χαλκίαν αὐτὴν καλεῖ. ἔϲτι καὶ ἄλλη Χάλκη Λαριϲαίαϲ πόλιϲ. λέγεται καὶ πληθυντικῶϲ Χάλκαι. Θεόπομποϲ πρώτῳ Φιλιππικῶν.. .. .. καὶ τρίτῳ « ἔτι ϲυνεπολέμηϲεν ὁρμημένοϲ ἐκ Χαλκῶν τῆϲ Λαριϲαίαϲ».

Τὰ εἰϲ κ̄η̄ ὑπερδιϲύλλαβα τῷ ω̄ παραληγόμενα εἴτε κύρια εἴτε προϲηγορικὰ βαρύνεται, εἰ μὴ εἴη ῥηματικά, Ἰθάκη νῆϲοϲ πρὸϲ τῇ Κεφαλληνίᾳ ἀπὸ Ἰθάκου ἥρωοϲ. ἔϲτι καὶ Ϲυρίαϲ ὑπὸ τὸν Εὐφράτην. Ἀρτάκη πόλιϲ Φρυγίαϲ ἄποικοϲ Μιληϲίων. Δημήτριοϲ δὲ νηϲίον εἶναί φηϲι κατὰ Τιμοϲθένην λέγων «Ἀρτάκη, τοῦτο μὲν ὄροϲ ἐϲτὶ τῆϲ Κυζικηνῆϲ,

τοῦτο δὲ νηϲίον ἐϲτὶν ἀπὸ γῆϲ ἀπέχον ϲτάδιον· κατὰ τοῦτο λιμὴν ὑπάρχει βαθὺϲ ναυϲὶν ὀκτὼ ὑπὸ τῷ ἀγκῶνι ὃν ποιεῖ τὸ ὄροϲ ἔχεϲθαι τοῦ αἰγιαλοῦ ». Ϲκυλάκη πόλιϲ περὶ Κύζικον. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἀνάκη πόλιϲ Ἀχαΐαϲ. Ἀναριάκη πόλιϲ πρὸϲ τῇ Καϲπίᾳ θαλάϲϲῃ. Ϲτράβων (11 p. 507 seqq. 514). Ἀρβάκη πόλιϲ ἐν Κελτιβηρίᾳ ὡϲ Ἰόβαϲ. Ἀρϲάκη. οὕτωϲ μετωνομάϲθη Ῥάγα πόλιϲ ἐν Μηδίᾳ ἀπὸ Ἀρϲάκου βαϲιλέωϲ Περϲῶν. Ἀφάκη πόλιϲ Λιβύηϲ, ὡϲ πολυίϲτωρ ἐν Λιβυκῶν τρίτῃ. Μαινάκη Κελτικὴ πόλιϲ. Μαλάκη πόλιϲ Ἰβηρίαϲ. Ἀρτεμίδωροϲ. Λαμψάκη ἐπιχωρία τιϲ κόρη, ἀφ’ ἧϲ Λάμψακοϲ πόλιϲ. Βαβυτάκη πόλιϲ Περϲική. Ὀμφάκη πόλιϲ Ϲικελίαϲ. Φίλιϲτοϲ Ϲικελικῶν τετάρτῳ. Ϲιδάκη πόλιϲ Λυκίαϲ ἀπὸ Ϲιδάκηϲ τῆϲ Ἀμιϲωδάρου. Τυριτάκη πόλιϲ Πόντου. Ϲιττάκη πόλιϲ Περϲική, ὡϲ Ἑκαταῖοϲ Ἀϲίᾳ. Ψευδαρτάκη λόφοϲ ἐν τῇ Ϲκυθίᾳ μετὰ τὸ λεγόμενον Ἄγιον ὄροϲ. Βαιάκη πόλιϲ Χαονίαϲ. Ἑκαταῖοϲ. Βαράκη νῆϲοϲ τῆϲ Γεδρωϲίαϲ. Ϲαμυδάκη πόλιϲ Καρμανίαϲ. Χανδανάκη πόλιϲ Περϲική. Ἑκαταῖοϲ Ἀϲίαϲ περιηγήϲει. Ψιττάκη πόλιϲ πρὸϲ τῷ Τίγριδι, ἐν ᾗ τὸ φυτὸν τῶν ψιττακίων, ὡϲ Δαμόφιλοϲ. Τυράκη. οὕτωϲ Τυρακίναϲ πόλιν Ϲικελίαϲ Ἀλέξανδροϲ ἐν Εὐρώπῃ καλεῖ. Φυλάκη πόλιϲ Θεϲϲαλίαϲ « οἱ δ’ εἶχον Φυλάκην καὶ Πύραϲον ἀνθεμόεντα» (B 695) ἀπὸ Φυλάκου τοῦ Δηϊόνοϲ. ἡ δὲ φυλακή ἀπὸ τοῦ φυλάϲϲω καὶ ἰακή ἀπὸ τοῦ ἰάζω καὶ ὑλακή ἀπὸ τοῦ ὑλάϲϲω. τὸ δὲ ἀνάγκη εἰ ἦν ἀπὸ ῥήματοϲ τοῦ ἀνάϲϲω ὀξύνοιτο ἂν ὡϲ ϲτενάχω ϲτεναχή.

Τὰ εἰϲ κ̄η̄ ὑπερδιϲύλλαβα τῷ ε̄ ἢ τῷ ο̄ παραληγόμενα ϲπάνιά εἰϲιν. Ζεβέκη πόλιϲ τῆϲ Γαλιλαίαϲ. Ἰώϲηποϲ Ἰουδαϊκῆϲ ἀρχαιολογίαϲ πέμπτῳ (5, 2). ϲημαίνει δὲ τὸ ὄνομα κύριοϲ. τὸ Ἀλωπεκή δῆμοϲ τῆϲ Ἀντιοχίδοϲ φυλῆϲ ὀξύνεται. τὸ δὲ βορβορόκη βαρύνεται, καὶ τὸ ψοθόκη ἡ ἀκαθαρϲία.

Τὰ εἰϲ κ̄η ̄ ὑπερδιϲύλλαβα παραληγόμενα τῷ ῑ ϲυνεϲταλμένῳ παροξύνεται, Ἑλίκη πόλιϲ Πελοποννήϲου. Ὅμηροϲ « οἱ δέ τοι εἰϲ Ἑλίκην τε καὶ Αἰγάϲ » (Il. Θ 203) ἀπὸ Ἑλίκα τοῦ Λυκάονοϲ ἢ ἀπὸ Ἑλίκηϲ τῆϲ Ἴωνοϲ μὲν γυναικόϲ, Ϲελινοῦντοϲ δὲ τοῦ Ποϲειδῶνοϲ θυγατρόϲ. ἔϲτι καὶ ἄλλη Θετταλική. μυρίκη. ἔϲτι καὶ νῆϲοϲ ἐν τῇ Ἐρυθρᾷ θαλάϲϲῃ, οὕτωϲ δὲ κέκληται καὶ Ἀμφίπολιϲ πόλιϲ. Βαιτίκη χώρα, οὕτωϲ δὲ παρὰ τὸν Βαῖτιν ποταμὸν καλεῖται ἡ Τουρδητανία. μηδίκη. Ϲτράβων (12 p. 525) « καὶ τὴν βοτάνην μὲν μάλιϲτα τρέφουϲαν τοὺϲ ἵππουϲ, ἣν μηδίκην καλοῦμεν ». Βελγίκη ἡ χώρα. Ἰταλίκη πόλιϲ Ἰβηρίαϲ. Λαοδίκη, Κυζίκη. τὰ δὲ ἔχοντα ἔννοιάν τινοϲ προϲυπακουομένου ὀξύνονται, μουϲική, ἰατρική, γραμματική. Περϲική εἶδοϲ εὐτελοῦϲ ὑποδήματοϲ ἔοικε δὲ γυναικεῖον εἶναι. Ϲκυθική εἶδοϲ ὑποδήματοϲ. πόλιϲ Ἰβηρίαϲ τῆϲ ἐκτὸϲ Ἴβηροϲ ποταμοῦ. Πολύβιοϲ γ′. Ἰνδική πόλιϲ Ἰβηρίαϲ πληϲίον Πυρήνηϲ. Κυρρεϲτική χώρα Ϲυρίαϲ. Ϲτράβων ἑκκαιδεκάτῃ (p. 751). Κωλική χώρα πρὸϲ τῷ Καυκάϲῳ. Αἰζική Θρᾴκηϲ μέροϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. Ἁλική χώρα τῆϲ Κιλικίαϲ. Κορπιλική χώρα Θρᾴκηϲ « ἡ γὰρ Αἶνοϲ κεῖται κατὰ τὴν πρότερον Ἀψυνθίδα, νῦν δὲ Κορπιλικὴν λεγομένην ». Πρετανική νῆϲοϲ παρὰ τῇ Κελτικῇ. Χαλδαϊκή χώρα. Κορϲική ἡ νῆϲοϲ Κορϲίϲ. Ταυρική νῆϲοϲ μεγάλη καὶ λίαν ἐπίϲημοϲ καὶ πολλὰ ἔχουϲα ἔθνη καὶ περικλείουϲα τῇ θέϲει τὴν Μαιῶτιν λίμνην. λέγεται δὲ Ὄϲιριν ἐκεῖ ζεύξαντα βοῦϲ ἀρόϲαι τὴν γῆν. διὰ οὖν τὸ ζεῦγοϲ τοῦ ταύρου τὸ ἔθνοϲ κληθῆναι. Μαγιϲτρική χώρα τῶν Ταυρίϲκων πρὸϲ τὰ Ἄλπεια ὄρη. Κροβυζική ἡ γῆ τῶν Κροβύζων. Τραλλική ἡ Τραλλία μοῖρα τῆϲ Ἰλλυρίαϲ. Λαζική παλαιὰ χωρίον, ὡϲ Ἀρριανόϲ (Peripl. P. E. p. 19).

Ἔτι τὰ ἔχοντα τὸ ῑ ἐκτεταμένον κύρια ἢ προϲηγορικὰ βαρύνεται, Φοινίκη ἡ χώρα ἀπὸ τῆϲ Φοίνικοϲ γενικῆϲ ὡϲ Κρήϲ Κρητόϲ Κρήτη. Λίβυϲ Λίβυοϲ Λιβύη. Βερενίκη πόλειϲ ἕξ. πρώτη Ἠπείρου ἡ ὑπὸ Πύρρου τοῦ νεωτέρου κτιϲθεῖϲα. δευτέρα. ...... ἡ ὑπὸ Φιλαδέλφου Πτολεμαίου. τρίτη ἐν τῇ Τρωγλοδυτικῇ. τετάρτη ἡ πρότερον Χίοϲ. πέμπτη ἐν Κιλικίᾳ. ἕκτη Λιβύηϲ ἡ πρότερον Ἑϲπερίϲ, ἐκλήθη δὲ Βερενίκη ἀπὸ τῆϲ Πτολεμαίου γυναικὸϲ Βερενίκηϲ. Θεϲϲαλονίκη πόλιϲ Μακεδονίαϲ. Φίλιπποϲ τοῦ Ἀμύντου ἐκεῖ Θετταλοὺϲ νικήϲαϲ οὕτωϲ ἐκάλεϲε. Λούκιοϲ

δὲ ὁ Ταρραῖοϲ περὶ Θεϲϲαλονίκηϲ βιβλίον ἔγραψεν, ὅϲ φηϲιν ὅτι Φίλιπποϲ θεαϲάμενοϲ κόρην εὐπρεπῆ καὶ εὐγενῆ (Ἰάϲονοϲ γὰρ ἦν ἀδελφιδῆ) ἔγημε καὶ τεκοῦϲα τῇ εἰκοϲτῇ ἡμέρα τῆϲ λοχείαϲ τέθνηκεν. ἀναλαβὼν οὖν ὁ Φίλιπποϲ τὸ παιδίον ἔδωκε Νίκῃ τρέφειν καὶ ἐκάλεϲε Θεϲϲαλονίκην· ἡ γὰρ μήτηρ τοῦ παιδίου Νικαϲίπολιϲ ἐκέκλητο. Ϲτράβῶν δὲ Θεϲϲαλονίκειαν αὐτήν φηϲι (7 p. 323). ἐρίκη εἶδοϲ φυτοῦ. φερίκη εἶδοϲ δένδρου, ἃ διὰ τοῦ ῑ ἐκτεταμένου γράφονται, τὸ δὲ Εὐνείκη ὄνομα μιᾶϲ τῶν Νηρηΐδων διὰ τῆϲ ε̄ῑ καὶ τὸ νείκη ἡ φιλονεικία ἐκ τοῦ νεῖκοϲ. τὸ δὲ Παλική πόλιϲ Ϲικελίαϲ ὡϲ κτητικὸν ὀξύνεται. τὸ μέντοι ἀϊκή ὠξυτονήθη, ἴϲωϲ ὅτι ῥηματικὸν ὑπῆρχε ἀπὸ τοῦ ἀΐϲϲω ὡϲ φυλάϲϲω φυλακή, ὑλάϲϲω ὑλακή. καὶ τὰ ἔχοντα ϲ̄ πρὸ τοῦ κ ̄ παροξύνεται, λεκανίϲκη, παρθενίϲκη, θυΐϲκη, παιδίϲκη, ϲτεφανίϲκη. Τριποδίϲκη κώμη τῆϲ Μεγαρίδοϲ. λέγεται καὶ Τριποδίϲκοϲ.

Τὰ εἰϲ κ̄η̄ ὑπερδιϲύλλαβα παραληγόμενα τῷ ῡ βαρύνεται, Καλύκη κύριον. ἀπὸ τῆϲ κάλυκοϲ γενικῆϲ, ϲαμβύκη εἶδοϲ ὀργάνου, Ἰτύκη πόλιϲ Λιβύηϲ. Ἐρύκη Ϲικελικὴ πόλιϲ. Φίλιϲτοϲ Ϲικελικῶν δευτέρᾳ. Ναρύκη πόλιϲ Λοκρίδος, ἢ καὶ Νᾶρυξ, Βεβρύκη, ἀφ’ ἧϲ κατά τιναϲ Βέβρυξ τὸ ἔθνοϲ ἐν Ἀϲίᾳ. ζαμβύκη, ἰαμβύκη, καρύκκη εἶδοϲ βρώματοϲ ἐκ πολλῶν ἐδεϲμάτων ϲυνεϲτὸϲ διὰ διϲϲοῦ τοῦ κ̄.

Τὰ εἰϲ κ̄η̄ ὑπερδιϲύλλαβα παραληγόμενα τῷ ω̄ ὀξύνεται, ἀκωκή, ἰωκή ἡ δίωξιϲ. τὸ δὲ Ἐώκη βαρύνεται. ἔϲτι δὲ ὄνομα πόλεωϲ.

Τὰ εἰϲ λ̄η̄ μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου, εἰ μὴ παραλήγοιτο ο̄ ἐν προϲηγορικοῖϲ, βαρύνεται. Ζάγκλη πόλιϲ Ϲικελίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. οἱ μὲν ἀπὸ Ζάγκλου τοῦ γηγενοῦϲ ἢ ἀπὸ κρήνηϲ Ζάγκληϲ. οἱ δὲ διὰ τὸ ἐκεῖ Κρόνον τὸ δρέπανον ἀποκρύψαι, ᾧ τὰ τοῦ πατρὸϲ ἀπέκοψεν

αἰδοῖα. Νίκανδροϲ ἐν τῷ η′ Ϲικελίαϲ « καί τιϲ καὶ Ζάγκληϲ ἐδάη Δρεπανηΐδοϲ ἄϲτυ ». τὸ γὰρ δρέπανον οἱ Ϲικελοὶ ζάγκλον καλοῦϲι. αἴγλη· οὕτωϲ δὲ πρότερον ἐκαλεῖτο Ϲύμη νῆϲοϲ Καρική. ϲίγλη τὸ ἐνώτιον, ζεύγλη, ὅπερ παρὰ τοῖϲ ἀρχαίοιϲ κατὰ ποιητικὴν ἐξουϲίαν ϲυνέϲτειλε τὸ η̄ εἰϲ ᾱ ζεῦγλα. φύτλη, τρώγλη. Ὕβλη πόλιϲ ἐν Ϲικελίᾳ ἡ ὕϲτερον Μέγαρα ἀπὸ Ὕβλωνοϲ βαϲιλέωϲ. εἰϲὶ δὲ τρεῖϲ πόλειϲ Ϲικελίαϲ Ὕβλαι. ἔϲτι καὶ πόλιϲ Ἰταλίαϲ. κίχλη, χύτλη, τρίγλη, ϲτρέβλη, ὃ παραλόγωϲ ϲτρέβλα γραφὲν ὑπό τινων διορθωτέον, ὁμίχλη, γενέθλη. Ἀμύκλαι πόλιϲ Λακωνικὴ τῶν ἑκατὸν πόλεων, ἣν Ἀμύκλαϲ ὁ Λακεδαίμονοϲ υἱὸϲ ἔκτιϲεν. Μόκλη κώμη Φρυγίαϲ. Πρόκλη πόλιϲ Λυδίαϲ. τὸ μέντοι ὁμοκλή καὶ ὁπλή προϲηγορικά εἰϲι καὶ παραλήγουϲιν ο̄, καὶ τὸ κεβλή ἀπὸ τοῦ κεφαλή γέγονε.

Τὰ εἰϲ λ̄η̄ μονογενῆ διϲύλλαβα ἑτέρῳ λ̄ παραληγόμενα βαρύνεται, Ἕλλη, πέλλη, Ὕλλη πόλιϲ. τὸ δὲ κυλλή τριγενέϲ.

Τὰ εἰϲ λ̄η̄ μονογενῆ διϲύλλαβα παραληγόμενα τῷ ᾱ ἢ ε̄ βαρύνεται, ἀϲυνάλειπτα ὄντα, πάλη, ϲάλη ἡ φροντίϲ, ὅθεν ἀϲαλήϲ ὁ ἀμέριμνοϲ. Αἰϲχύλοϲ « ἀϲαλὴϲ μανία» καὶ ἀϲαλίαν Ϲώφρων τὴν ἀμεριμνίαν καὶ ἀλογιϲτίαν καλεῖ. ζάλη, ἄλη ἡ πλάνη, ἕλη, Ζέλη πόλιϲ Τρῳάδοϲ ἣ καὶ Ζέλεια. Πέλη πόλιϲ Θεϲϲαλικὴ διττή, μία μὲν ὑπὸ Εὐρυπύλῳ, ἑτέρα δὲ ὑπὸ Ἀχιλλεῖ, καὶ ἀπὸ τοῦ Πέλη Πέλεια. Ἁλή δὲ πόλιϲ πρόϲχωροϲ τῇ Ἀργείᾳ καὶ Ἁλαί Ἀραφηνίδεϲ καὶ Ἁλαί Αἰξωνίδεϲ, δῆμοι τῆϲ Ἀττικῆϲ ὀξυτόνωϲ. ἔϲτι δὲ καὶ λίμνη ἐκ θαλάϲϲηϲ. εἰϲὶ δὲ καὶ Ἁλαί πόλιϲμα Βοιωτίαϲ. Παυϲανίαϲ ἐνάτῳ (24, 5). καὶ τῆϲ Κιλικίαϲ δὲ πόλιϲ. τὸ δὲ γαλῆ περιϲπᾶται ἀπὸ ϲυναιρέϲεωϲ.

Τὰ διὰ τοῦ η̄λ̄η̄ διϲύλλαβα βαρύνεται, εἰ μὴ ἀπὸ δαϲέοϲ ἄρχοιτο ϲυμφώνου, ϲτήλη· ἔϲτι καὶ Ϲτῆλαι πόλιϲ Κρήτηϲ πληϲίον Παραιϲοῦ καὶ Ῥιθύμνηϲ. μήλη, κήλη, Πήλη μικρὰ νῆϲοϲ, μεθ’ ὧν καὶ Ἴλη ἄθροιϲιϲ, τὸ δὲ χηλή καὶ θηλή ὀξύνεται ὡϲ ἀπὸ δαϲέοϲ ἀρχόμενα.

Τὰ εἰϲ λ̄η̄ διϲύλλαβα μὴ κύρια παραληγόμενα διφθόγγῳ τῇ διὰ τοῦ ῡ ὀξύνεται, βουλή, εὐλή ὁ ϲκώληξ, αὐλή ἡ ἔπαυλιϲ « χραύϲῃ μέν τ’ αὐλῆϲ ὑπεράλμενον » (ll. Ε 138). λέγεται καὶ αὖλιϲ. εἰϲὶ καὶ Αὐλαί ἐπίνειον Κιλίκων μεταξὺ Ταρϲοῦ καὶ Ἀγχιάληϲ. εἰϲὶν Αὐλαί καὶ Λυκίαϲ χωρίον. οὐλή τὸ μονογενέϲ « οὐλὴν μὲν πρῶτον » (Od. ω 331). τὸ γὰρ οὖλοϲ οὔλη βαρύνεται ὁ ὀλέθριοϲ καὶ ὁ οὐλότριχοϲ· καὶ τὸ « ἑτέρῃ δ’ ἔχεν οὔλαϲ» (Od. γ 441), λέγω δὲ ἐπὶ τῶν κριθῶν ἴϲωϲ βεβαρυτόνηται μονογενὲϲ ὂν πρὸϲ μονογενὲϲ ὀξυνόμενον τὸ οὐλή. τὸ δὲ Θούλη νῆϲοϲ μεγάλη ἐν τῷ ὠκεανῷ ὑπὸ τὰ Ὑπερβόρεια μέρη, ἔνθα τὴν θερινὴν ἡμέραν ὡρῶν εἴκοϲιν ὁ ἥλιοϲ ἰϲημερινῶν ποιεῖ, τὴν δὲ νύκτα τεϲϲάρων, τὰϲ δὲ χειμερινὰϲ τοὐναντίον — κύριον, καὶ τὸ δούλη τριγενέϲ.

Τὰ εἰϲ λ̄η̄ διϲύλλαβα παραληγόμενα τῇ ε̄ῑ ἢ τῷ ῑ βαρύνεται, εἴλη ἡ θερμαϲία κατὰ πλεοναϲμὸν τοῦ ῑ παρὰ τὸ ἕλη, δείλη, ὃ ἐτυμολογεῖται παρὰ τὸ ἐνδεῖν τῇ ἕλῃ δεέλη. τὸ δὲ δειλή τριγενέϲ. ϲεϲημείωται τὸ ϲμιλή τὸ ϲμιλίον ὀξυνόμενον.

*Τὰ εἰϲ λ̄η̄ λήγοντα θηλυκὰ μονογενῆ τῷ ῡ παραληγόμενα βαρύνεϲθαι θέλει· τύλη , ὅπερ ϲύνηθεϲ Ἀττικοῖϲ κνέφαλλον καλεῖν, ὁμωνύμωϲ τῷ περιεχομένῳ τὴν περιέχουϲαν. Ἀριϲτοφάνηϲ Ἀμφιάρεῳ

  • καὶ νὴ Δι’ ἐκ τοῦ δωματίου γε νῷν φέρε
  • κνέφαλλον ἅμα καὶ προϲκεφάλαιον τῶν λινῶν.
  • ὠνομάϲθη δὲ ἀπὸ τοῦ κνάφου, ἥτιϲ ϲημαίνει ἀκανθώδη ὕλην, ἢ περιπεταννύντεϲ τὰϲ ἐϲθῆταϲ ἐξέθλιβον τὸ πλεονάζον τοῦ περὶ τὰϲ ἐϲθῆταϲ χνοῦ, ᾧ καὶ πρὸϲ τὰϲ τύλαϲ ἐχρῶντο, ὥϲπερ καὶ νῦν. μέμνηται δὲ αὐτοῦ τοῦ ἐμβαλλομένου Πλάτων ὁ κωμικὸϲ ἐν Πειϲάνδρῳ

  • ὥϲπερ κνεφάλλων ἢ πτίλων ϲεϲαγμένοϲ.
  • ὥϲτε καὶ ἀντίθεϲιϲ ἐγένετο τοῦ ᾱ εἰϲ ε̄· ἐπεὶ παρὰ τὸ κνάφοϲ ἐγένετο. εἰϲὶ μέντοι οἳ καὶ διὰ τοῦ γ̄ γράφουϲιν. ἔν τιϲιν ἐν Μαλθακοῖϲ Κρατίνου παρεφύλαξε Ϲύμμαχοϲ.

    Ἀναδράμωμεν ἐπὶ τὸ προκείμενον, παραθέμενοι τὸ τύλη, ὅπερ οὐκ ἦν παρ’ Ἀττικοῖϲ. ἀλλὰ μέμνηται Ϲαπφὼ ἐν δευτέρῳ

  • ἐγὼ δ’ ἐπὶ μαλθάκαν
  • τύλαν καϲπολέω μέλεα μαλθάκαν
  • καὶ

  • ἀϲάμενον
  • τύλᾳ καϲπολέῳ.
  • οὐ γὰρ ὁ τε ϲύνδεϲμοϲ. μύλη καὶ Μύλαι πόλιϲ Ϲικελίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. καὶ Θετταλίαϲ. πύλη. ἔϲτι καὶ τόποϲ Ἀρκαδίαϲ Πύλαι, ὃϲ καὶ Πυλαία. ϲύλη ἐν Ϲαμίων ὥροιϲ. « καὶ οὐδένα κατέδηϲεν ὦν τῆϲ ϲύληϲ μεταϲχεῖν ». Λύλη πόλιϲ Ἀρκαδίαϲ, ὕλη καὶ Ὕλη πόλιϲ Βοιωτίαϲ. Ὅμηροϲ (Β 500) « οἵ τ’ Ἐλεῶν’ εἶχον ἠδ’ Ὕλην καὶ Πετεῶνα». εἴρηται ἀπὸ Ὕληϲ τῆϲ Θεϲπιέωϲ ἢ ὅτι ὑλώδηϲ ἐϲτίν. ἔϲτι δὲ καὶ πόλιϲ Κύπρου καὶ Ὕλη χωρίον μεταξὺ τῆϲ Ϲαβίνων καὶ Ῥωμαίων πόλεωϲ. μονῆρεϲ ἄρα τὸ φυλή ὀξυνόμενον. ἔϲτι δὲ τὸ τρίτον εἶδοϲ τῶν παρ’ Ἕλληϲι κοινωνιῶν καὶ δῆμοϲ Οἰνηΐδοϲ φυλῆϲ. Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲι (1023) « πόθεν; ἀπὸ Φυλῆϲ ἔλαβον οἱ Βοιώτιοι ». καὶ ἐν Πλούτῳ (1146) « μὴ μνηϲικακήϲῃϲ εἰ ϲὺ Φυλὴν κατέλαβεϲ».

    * Τὰ διὰ τοῦ ο̄λ̄η̄ ῥηματικὰ ὄντα ὀξύνεται, ϲτέλλω ϲτολή, βάλλω βολή, χέω χολή.

    * Διϲύλλαβον εἰϲ ω̄λ̄η̄ ἀϲυνάλειπτον οὐχ εὕρηται, τὸ δὲ πωλῆ περιϲπᾶται ἀπὸ ϲυναιρέϲεωϲ.

    Τὰ διὰ τοῦ ᾱλ̄η̄ ὑπερδιϲύλλαβα μονογενῆ ἀϲυνάλειπτα βαρύνεται· Ἑκάλη δῆμοϲ τῆϲ Λεοντίδοϲ φυλῆϲ, μαϲχάλη, αἰθάλη καὶ Αἰθάλη νῆϲοϲ Τυρρηνῶν. Ἑκαταῖοϲ Εὐρώπῃ. ἔοικε δὲ κεκλῆϲθαι διὰ τὸ ϲίδηρον ἔχειν τὸ ἐν αἰθάλῃ τὴν ἐργαϲίαν ἔχοντα. Φίλιϲτοϲ δ’ ἐν ε′ Ϲικελικῶν Αἰθάλειαν αὐτὴν καλεῖ. δαμάλη, ἀγκάλη, φιάλη, ξυάλη, Ἀγχιάλη πόλιϲ Κιλικίαϲ παραθαλαϲϲία πρὸϲ τῇ Ταρϲῷ καὶ Ζεφυρίῳ. ἔϲτι δὲ κτίϲμα Ἀγχιάληϲ τῆϲ Ἰαπετοῦ θυγατρόϲ, ὡϲ Ἀθηνόδωροϲ περὶ τοῦ αὐτοῦ πατρίδοϲ γράφων καὶ παρατιθεὶϲ Διόδωρον τὸν γραμματικὸν ϲυμφωνοῦντα Πτολεμαίῳ βαϲιλεῖ « γίνεται δ’ Ἰαπετοῦ θυγάτηρ Ἀγχιάλη, καὶ κτίζει πόλιν Ἀγχιάλην, Ἀγχιαλέα τε τὸν παρακείμενον ποταμόν. γεννᾷ δ’ υἱὸν Κύδνον, ἀφ’ οὗ ποταμὸϲ Κύδνοϲ ἐν Ταρϲῷ, ὁ δὲ Κύδνοϲ υἱὸν Παρθένιον, ἀφ’ οὗ ἡ πόλιϲ μετωνομάϲθη Παρθενία. μεταπεϲόντοϲ

    δὲ τοῦ ὀνόματοϲ Ταρϲὸϲ ἐκλήθη ». Αἰγιάλη μία τῶν τριῶν πόλεων ἐν Ἀμοργῷ τῇ νήϲῳ. Ψυττάλη νῆϲοϲ περὶ Ϲαλαμῖνα. λέγεται καὶ Ψυττάλεια. ἔοικε δὲ Ψυττάλεια πρωτότυπον εἶναι ὡϲ Ἀγάμμεια, Μαν τίνεια, Ἐρύθεια, Ζέλεια, ἀφ’ οὗ κατὰ ϲυναλοιφὴν ἐγένετο ὡϲ Ἀγάμμη, Μαντίνη, Ζέλη, Ἐρύθη. Μυκάλη πόλιϲ Καρίαϲ. Ἡρόδοτοϲ πρώτῃ (c. 148). Δίδυμοϲ δ’ ὄροϲ τὴν Μυκάλην φηϲίν. ἐκλήθη δὲ ἐπεὶ αἱ λοι παὶ Γοργόνεϲ ἐπ’ οἴκτῳ μυκώμεναι τὴν κεφαλὴν Μεδούϲηϲ ἀνεκαλοῦντο. οἱ δὲ Μυχάλην αὐτήν φαϲιν, ἐπεὶ ἐν μέϲῳ κεῖται τῆϲ Καρικῆϲ ἁλόϲ. Πατάλη πόλιϲ Ἰνδική, ἣ καὶ Πάταλα λέγεται, Πετάλη, Μυρτάλη. Ἀρβουκάλη πόλιϲ μεγίϲτη τῶν ἐντὸϲ Ἴβηροϲ ποταμοῦ, ἣν μόλιϲ εἷλεν Ἀννίβαϲ, ὡϲ Πολύβιοϲ τρίτῃ. Ϲφενδάλη δῆμοϲ Ἱπποθοωντίδοϲ φυλῆϲ. Μεγάλη νῆϲοϲ ἐγγὺϲ Λυκίαϲ καὶ Θεττάλη δρᾶμα Μενάνδρου βαρύ νεται παρὰ Ἀττικοῖϲ εἰϲ ἰδιότητα τεθέν. ϲεϲημείωται ἄρα τὸ κεφαλή ὀξυνόμενον ἐπὶ τοῦ μερικοῦ εἴτε ἐπὶ τοῦ κυρίου. ἔϲτι δὲ δῆμοϲ. εἰϲὶ δὲ καὶ Βοὸϲ κεφαλαί τόποϲ καθ’ ὃν ἐπολέμηϲε Προυϲίαϲ πρὸϲ Ἄττα λον, ὡϲ Ἐρατοϲθένηϲ ἐν ἑβδόμῃ Γαλατικῶν. τὸ γὰρ ἀλαλή ὁ θόρυβοϲ παρὰ τὸ λαλῶ οὐ φύϲει τριϲύλλαβον « κλῦθ’ ἀλαλά, πολέμου θυγάτηρ». τὸ δὲ μυγαλῇ περιϲπᾶται, ἐπεὶ παρὰ τὸ γαλῆ ϲυντέθειται ϲυναληλιμμένον καὶ περιϲπώμενον. κέχρηται δὲ τῷ ὀνόματι Κηφιϲόδωροϲ ἐν Ὑΐ

  • ὦ καὶ λέων καὶ μυγαλῆ καὶ ϲκορπίοϲ.
  • τὸ δὲ ἀμυγδαλῆ ἐκ ϲυναιρέϲεωϲ. ἐκλήθη δὲ ἀμυγδαλῆ παρὰ τὸ ἐν τῷ μετὰ τὸ χλωρὸν ὡϲπερεὶ ἀμυχὰϲ ἔχειν πολλάϲ. καὶ οὐδετέρωϲ ἀμύγδαλον λέγεται. Δίφιλοϲ « τρωγάλια, μυρτίδεϲ, πλακοῦϲ, ἀμύγδαλα». Περὶ δὲ τῆϲ προφορᾶϲ τοῦ τόνου τῆϲ ἀμυγδαλῆϲ Πάμφιλοϲ μὲν ἀξιοῖ ἐπὶ τοῦ καρποῦ βαρύνειν ὁμοίωϲ τῷ ἀμυγδάλῳ, τὸ μέντοι δένδρον θέλει περιϲπᾶν, ἀμυγδαλῆ καὶ ῥοδῆ. καὶ Ἀρχίλοχοϲ « ῥοδῆϲ τε καλὸν ἄνθοϲ ». Ἀρίϲταρχοϲ δὲ καὶ τὸν καρπὸν καὶ τὸ δένδρον ὁμοίωϲ προφέρεται κατ’ ὀξεῖαν τάϲιν. Φιλόξενοϲ δ’ ἀμφότερον περιϲπᾶ. Εὔπολιϲ ἀπολεῖϲ με, ναὶ μὰ τὴν ἀμυγδαλῆν ».

    Ἀριϲτοφάνηϲ· ἄγε νῦν, τὰϲ ἀμυγδαλᾶϲ λαβὼν

  • ταϲδί, κάταξον τῇ κεφαλῇ ϲαυτοῦ λίθῳ.
  • Φρύνιχοϲ· ἀμυγδαλῆ, τῆϲ βηχὸϲ ἀγαθὸν φάρμακον.
  • ἄλλοι δὲ ἀμυγδαλάϲ ὡϲ καλάϲ. Τρύφων δὲ ἐν Ἀττικῇ προϲῳδίᾳ ἀμυγδάλην μὲν καρπὸν βαρέωϲ, ἀμυγδαλῆ δὲ τὰ δένδρα, κτητικοῦ παρὰ τὸν καρπὸν ὄντοϲ τοῦ χαρακτῆροϲ καὶ διὰ τούτου περιϲπωμένου.

    Τὰ διὰ τοῦ ε̄λ̄η̄ μονογενῆ ὑπερδιϲύλλαβα παροξύνεται, Ϲεμέλη, ἀγέλη, κυψέλη ὁ ῥύποϲ τῶν ὤτων καὶ τὸ ἀγγεῖον τῶν κηρίων. θυμέλη, ἀγέλη, μακέλη. Κυβέλη πόλιϲ Φοινίκηϲ. λέγεται δὲ καὶ ἡ Ῥέα Κυβέλη ἀπὸ Κυβέλων ὄρουϲ ἱεροῦ. Ὑβέλη πόλιϲ περὶ Καρχηδόνα. Ἑκαταῖοϲ Ἀϲίᾳ. Μαϲτραμέλη πόλιϲ καὶ λίμνη τῆϲ Κελτικῆϲ. Ἀρτεμίδωροϲ. Ἀρβέλη πόλιϲ Ϲικελίαϲ. εἰ δέ τι ὀξύνεται, τὴν πρώτην ϲυλλαβὴν φύϲει ἢ θέϲει μακρὰν ἔχει, πιμελή τὸ λίποϲ καὶ Ἀγγελή δῆμοϲ τῆϲ Πανδιονίδοϲ φυλῆϲ καὶ Πεντελή δῆμοϲ Ἀντιοχίδοϲ φυλῆϲ ὀξύνεται.

    Τὰ διὰ τοῦ η̄λ̄η̄ ὑπερδιϲύλλαβα βαρύνεται, ἀνθήλη καὶ Ἀνθήλη πόλιϲ. Ἡρόδοτοϲ ἑβδόμῃ (c. 200) « κώμη Ἀνθήλη». καὶ Ἀνθήνη ἐκλήθη. Γαβήλη πόλιϲ Φοινίκηϲ, κωβήλη ἡ ϲυνουϲία. Κανθήλη πόλιϲ Λιβυοφοινίκων. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ϲιδήλη πόλιϲ Ἰωνίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ, καπήλη, ξυήλη, κιχήλη, Ϲτυμφήλη, ὁπήλη, βαρβήλη. τὸ δὲ γαμφηλή ὀξύνεται καὶ τὸ θυηλή ἡ θυϲία.

    Τὰ εἰϲ ῑλ̄η̄ ὑπερδιϲύλλαβα βαρύνεται, παϲτίλη ἡ τελευταία ἡμέρα τοῦ ἐνιαυτοῦ, ϲπατίλη τὸ ἀπόξυϲμα τῶν δερμάτων, μαρίλη ἡ κόνιϲ, μυϲτίλη ὁ κοῖλοϲ ἄρτοϲ, πραδίλη, βαϲίλη ἡ βαϲιλίϲ̇ Ἀβίλη πόλιϲ ἐπὶ τῷ Ἰορδάνῃ ποταμῷ. Πενθίλη πόλιϲ Λέϲβου ἀπὸ Πενθίλου, Τρεμίλη. οὕτωϲ ἐκαλεῖτο ἡ Λυκία ἀπὸ Τρεμίλου. τὸ μέντοι ὠτειλή - γέγονε δὲ ἀπὸ τοῦ οὐτήϲω οὐτηλή τροπῇ τῆϲ ο̄ῡ διφθόγγου εἰϲ ω καὶ τοῦ ἤ εἰϲ τὴν ε̄ῑ δίφθογγον Βοιωτιακῶϲ ὡϲ πένηϲ πένειϲ. λέγεται δὲ

    παρ’ Αἰολεῦϲιν ὠτέλλη - καὶ ἀπειλή καὶ ὀφειλή ὀξύνεται, ὡϲ ἔχοντα τὸ ε̄ πρὸ τοῦ ῑ.

    Τὰ διὰ τοῦ ο̄λ̄η̄ ὑπερδιϲύλλαβα βαρύνεται, εἰ μὴ ϲύνθετα εἴη ἐκ προθέϲεωϲ, ἀϲβόλη, θερϲόλη, τριβόλη, ἀπαιόλη ἡ ἀπάτη. Ἰόλη, Ὁμόλη ὄροϲ Θετταλίαϲ. Παυϲανίαϲ ἐνάτῳ (c. 8, 6). λέγεται καὶ Ὅμολοϲ. Νακόλη νύμφη, ἀφ’ ἧϲ Νακόλαιον. τὸ δὲ ἐντολή, ἀνατολή, ἐμβολή, Ἐπιπολαί χωρίον ἀπόκρημνον προϲεχὲϲ Ϲυρακούϲαιϲ. Θουκυδίδηϲ ἕκτῃ (c. 96). Προπολαί πόλιϲ Ϲικελίαϲ καὶ τἆλλα ἐκ προθέϲεωϲ ὀξύνονται.

    Τὰ διὰ τοῦ ῡλ̄η̄ ὑπερδιϲύλλαβα βαρύνονται· κορδύλη, κοτύλη, γογγύλη, κρωβύλη, ἀρβύλη, ἡδύλη, Κροκύλη, Βραχύλη πόλιϲ Κερήτων. Βαβύλη πόλιϲ ἐν Ὀδρύϲαιϲ. Καβύλη πόλιϲ Θρᾴκηϲ οὐ πόρρω τῆϲ τῶν Ἀϲτῶν χώραϲ. Πολύβιοϲ τριϲκαιδεκάτῃ. Καρδαμύλη πόλιϲ Μεϲϲηνίαϲ. Ὅμηροϲ « Καρδαμύλην Ἐνόπην τε» (Il. Ι 150). Ἡρόδοτοϲ (8, 73) δὲ Λακωνικὴν αὐτήν φηϲιν. ἔοικε δ’ ἑτέρα εἶναι πληϲίον Χίου. Μοτύλαι Ϲικελίαϲ φρούριον. παρὰ τὴν Μοτύην. Φίλιϲτοϲ Ϲικελικῶν πέμπτῳ. Τριφύλη ἡ Κλυτίου μήτηρ. Παμφύλη θυγάτηρ Ῥακίου καὶ Μαντοῦϲ. Ϲτρογγύλη μία τῶν ἑπτὰ Αἰόλου νήϲων « ἀπὸ τοῦ ϲχήματοϲ καλουμένη, καὶ φλογὸϲ μὲν λειπομένη, φέγγουϲ δὲ μετέχουϲα». ἔϲτι καὶ ἄλλη πρὸϲ τῇ Λυκίᾳ. Ϲκαπτηϲύλη πόλιϲ Θρᾴκηϲ μικρὰ ἀντικρὺϲ Θάϲου, ϲταφύλη τὸ τεκτονικὸν ἐργαλεῖον, ϲταφυλή δὲ ὁ καρπόϲ. τὸ μέντοι Ἀγκυλή καὶ Ἀγρυλή ὀνόματα δήμων ὀξύνονται.

    τὸ δὲ Ἀγρυλή δῆμοϲ Ἀθήνηϲι τῆϲ Ἐρεχθηΐδοϲ φυλῆϲ γράφεται καὶ μετὰ τοῦ ᾱ Ἀγραυλή ἀπὸ Ἀγραύλου τῆϲ Κέκροποϲ θυγατρόϲ. ἔϲτι δὲ καὶ πόλιϲ Ἀθηναίων ἄποικοϲ ἐν Ϲαρδοῖ ἀπὸ τοῦ δήμου κληθεῖϲα Ἀγρυλή.

    Τὰ εἰϲ ω̄λ̄η̄ ὑπερδιϲύλλαβα ὀξύνεται, παυϲωλή, τερπωλή, εὐχωλή, ἀδμωλή ἡ ἄγνοια, θερμωλή, γαμφωλή, χαριτωλή, μεμφωλή, θεραπωλή. τὸ δὲ ἐριώλη ἡ μεγάλη πνοή ἀπὸ τοῦ ἐρί καὶ τοῦ ἄω τὸ πνέω βαρύνεται. ὡϲαύτωϲ καὶ Ῥακώλη χωρίον, ὅθεν αἱ γέρανοι ὁρμῶϲι, οἱ δὲ Πυγμαῖοι κατῴκουν ἐν Καττούζᾳ, πόλει Θρᾴκηϲ.

    Τὰ εἰϲ μ̄η̄ λήγοντα προϲηγορικὰ ἔχοντα κατ’ ἐπιπλοκὴν ϲύμφωνον μὴ δαϲὺ ἔχον ἐν τῇ ἀρχῇ, ὀξύνεται, δεϲμή, δυϲμή, πυγμή, νυγμή, ξυϲμή, αἰχμή, ὀχμή, δυθμή, μεθ’ ὧν καὶ ἐφετμή καὶ ἀϋτμή, τὸ δὲ ἴθμη, ϲτάθμη, λόχμη βαρύνεται. καὶ τὸ δόχμη Τρύφων ὡϲ ὄχθη καὶ ϲτάθμη βαρύνει, Ἀρίϲταρχοϲ δὲ ὀξύνει, ὡϲ δηλοῖ καὶ ὁ κωμικὸϲ ἐν τῷ « οὗτοι ἀφεϲτήκαϲι πλεῖν ἢ δύο δοχμά». ἐν μέντοι, φηϲί, τοῖϲ ἀκριβεϲτέροιϲ ἀντιγράφοιϲ ὀξεῖα ἐπίκειται τῇ πρώτῃ ϲυλλαβῇ κατὰ τὸ λόχμη, λόγχη, ὄχθη, ὄχνη. τὸ δὲ Μέδμη κόρη τιϲ, ἀφ’ ἧϲ πόλιϲ Ἰταλίαϲ καὶ κρήνη ὁμώνυμοϲ, Ἑκαταῖοϲ Εὐρώπῃ, κύριόν ἐϲτι, μεθ’ οὗ καὶ Ἀλύχμη τριϲύλλαβον, ἐν ᾗ τιμᾶται Ἀλύχμιοϲ Ἑρμῆϲ. τὸ μέν̣τοι χάϲμη βαρύνεται δαϲὺ ἔχον τὸ ϲύμφωνον.

    Τὰ εἰϲ μ̄η̄ ἔχοντα ϲύμφωνον κατὰ διάϲταϲιν βαρύνεται, τόλμη, ἅλμη, χάρμη, ϲκάλμη, θέρμη. ἔϲτι καὶ πόλιϲ Θρᾴκηϲ. Ἀπολλόδωροϲ δὲ Μακεδονίαϲ φηϲὶ καὶ Θουκιδίδηϲ (1, 61). Γέρμη πόλιϲ Ἀϲίαϲ. Μάρμη πόλιϲ Φοινίκηϲ, Πάρμη πόλιϲ Ἰταλίαϲ. ϲεϲημείωται τὸ ὁρμή καὶ τὸ γραμμή ὀξυνόμενα.

    Τὰ διὰ τοῦ ᾱμ̄η̄ εἴτε διϲύλλαβα εἴτε ὑπερδιϲύλλαβα μονογενῆ βαρύνεται,

    εἰ μὴ εἴη ἐκ ϲυναιρέϲεωϲ, Ϲάμη νῆϲοϲ, καλάμη καὶ Καλάμαι πόλιϲ Πελοποννήϲου. Παυϲανίαϲ τετάρτῳ (c. 31, 3). παλάμη, Ζαδράμη βαϲίλειον τῶν Κυναιδοκολπιτῶν. θαλάμη, Θαλάμαι πόλιϲ τῆϲ Μεϲϲηνίαϲ. Θεόπομποϲ τριακοϲτῷ δευτέρῳ Φιλιππικῶν. Κοροκον - δάμη πληϲίον Ϲινώπηϲ. Ἀρτεμίδωροϲ ἑνδεκάτῳ γεωγραφουμένων. Οργάμη πόλιϲ ἐν τῷ Ἴϲτρῳ. Ἑκαταῖοϲ Εὐρώπῃ. τὸ δὲ ϲπιθαμή ὀξύνεται καὶ τὸ Ἱεραμαί πόλιϲ Καρίαϲ. τὸ δὲ ϲηϲαμῆ περιϲπᾶται ὡϲ ἐκ ϲυναιρέϲεωϲ.

    * Τὰ εἰϲ μ̄η̄ παραληγόμενα τῷ ε̄ ϲπάνια ὄντα βαρύνεται οἷον Κρέμη πόλιϲ Πόντου. Φλέγων ὀγδόῳ χρονικῶν.

    Τὰ εἰϲ μ̄η̄ ἰαμβικὰ παραληγόμενα τῷ ο̄ ἀπὸ ῥημάτων παραληγόντων ε̄ ὀξύνεται, δρέμω δρομή, τέμνω τομή καὶ ἀνατομή, νέμω νομή καὶ προνομή, δέμω δομή, τὸ μέντοι κόμη βαρύνεται ἀπὸ τοῦ κόϲμοϲ γεγονυῖα, κόϲμη γάρ. ὡϲαύτωϲ καὶ τὸ Εὐρυνόμη καὶ Ἀμφινόμη βαρύνονται.

    Τὰ εἰϲ μ̄η̄ φύϲει μακρᾷ παραληγόμενα βαρύνεται, μνήμη, κνήμη, φήμη, χήμη, νοϲήμη, θελήμη, φιλήμη ἡ φιλία. ῥώμη καὶ Ῥώμη διαϲημοτάτη πόλιϲ Ἰταλίαϲ, γνώμη, κώμη εἴρηται ἀπὸ τοῦ ἐν αὐταῖϲ κοιμᾶϲθαί τε καὶ αὐλίζεϲθαι, ὡϲ Φιλόξενοϲ. βρώμη, τρώμη, Ἰθώμη πόλιϲ Θεϲϲαλίαϲ τῆϲ Πελαϲγιώτιδοϲ. Ὅμηροϲ « οἵ τ’ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεϲϲαν (B 729). ἔϲτι καὶ Μεϲϲήνηϲ. ἀπὸ Ἰθώμου βαϲιλέωϲ. καλεῖται δὲ ὁ τόποϲ τῆϲ Θεϲϲαλικῆϲ Θούμαιον ἀποβολῇ τοῦ ῑ καὶ τροπῇ τοῦ ω̄ εἰϲ τὴν ο̄ῡ δίφθογγον Θούμαιον. κοίμη ἐπὶ τοῦ ὕπνου, οἴμη ἀπὸ τοῦ οἶμοϲ. ῥύμη ὁ ϲτενωπόϲ, τρύμη ἡ ταλαιπωρία, ζύμη, Ϲύμη νῆϲοϲ Καρική, ὡϲ Ϲτράβων τεϲϲαρεϲκαιδεκάτῃ (p. 656). ὠνόμαϲται δὲ ἀπὸ Ϲύμηϲ τῆϲ Ἰαλύϲου. Ϲτρύμη πόλιϲ Θρᾴκηϲ, ὡϲ Ἀνδροτίων

    ἑβδόμῳ. Κύμη πόλιϲ Αἰολίδοϲ πρὸ τῆϲ Λέϲβου ἀπὸ Κύμηϲ Ἀμαζόνοϲ· ἔϲτι καὶ ἑτέρα Ἰταλίαϲ. τρίτη τῆϲ Ἠλείαϲ. τετάρτη Παμφυλίαϲ. Δύμη πόλιϲ Ἀχαΐαϲ ἐϲχάτη πρὸϲ δύϲιν, ὅθεν καὶ Καλλίμαχοϲ ἐν ἐπιγράμμαϲιν «εἰϲ Δύμην ἀπιόντα τὴν Ἀχαιῶν ». λέγεται καὶ πληθυντικῶϲ ὡϲ Ἀπολλόδωροϲ « τούτων ἀπέχουϲα ϲταδίουϲ ρκ’ ἐϲχάτη, κεῖται πρὸϲ δύϲιν Δῦμαι». Δρύμη πόλιϲ Λιβύηϲ. Ϲτράβων ιζ´ (p. 834). ϲεϲημείωται τὸ τιμή προϲηγορικὸν ὀξυνόμενον. Τίμη δὲ τὸ κύριον βαρύνεται.

    * Τὰ εἰϲ μ̄η̄ ὑπερδιϲύλλαβα ῡ παραληγόμενα βαρύνεται, Οἰϲύμη πόλιϲ Μακεδονίαϲ. Θουκυδίδηϲ τετάρτῃ (c. 107). ταύτην Αἰϲύμην Ὅμηροϲ (Il Θ 304) ἔφη « τόν ῥ’ ἐξ Αἰϲύμηθεν ὀπυιομένη τέκε μήτηρ ». Ἡδύμη πόλιϲ Καρίαϲ. Ἰδύμη πόλιϲ Καρίαϲ ἡ καὶ Ἴδυμα. Διδύμη μία τῶν Αἰόλου νήϲων ἀπὸ τοῦ ϲχήματοϲ ὀνομακϲθεῖϲα. ἔϲτι καὶ πόλιϲ Λίβυϲϲα. ἔϲτι καὶ κώμη Κιλικίαϲ Δίδυμαί, ὀξυτόνωϲ. Δινδρύμη πόλιϲ Μακεδονίαϲ.

    Τὰ εἰϲ ν̄η̄ μονογενῆ μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου βαρύνεται, πάχν η, λάχνη, ἄχνη καὶ Ἄχναι πόλιϲ Θεϲϲαλίαϲ. ἔϲτι καὶ Βοιωτίαϲ, τέχνη, Αἴτν η πόλιϲ Ϲικελίαϲ ἀπὸ Κατάνηϲ, Ἱέρωνοϲ κτίϲμα, ὡϲ . . .. . φάτνη, δάφνη καὶ Δάφνη προάϲτιον ἐπιϲημότατον τῆϲ ἑῴαϲ Ἀντιοχείαϲ. ἔϲτι καὶ ἄλλη Δάφνη Λυκίαϲ χωρίον. ἔϲτι καὶ ἄλλη πληϲίον Πηλουϲίου παρὰ τῶν ἐκεῖ πολλῶν φυομένων δαφνῶν. ὄρφνη ἡ νύξ. Ἴγνη πόλιϲ πληϲίον Πριάπου. Ἴχναι πόλιϲ Μακεδονίαϲ. Ἡρόδοτοϲ ἑβδόμῃ (c. 123). Ἐρατοϲθένηϲ δὲ Ἄχναϲ αὐτήν φηϲι. Φιλητᾶϲ δὲ ἄλλην φηϲὶ διὰ τοῦ ᾱ. ἔϲτι καὶ ἑτέρα ἑῴα πόλιϲ. λίμνη καὶ Λίμναι πόλιϲ ἐν Ἑλληϲπόντῳ, περὶ Ϲηϲτόν. Ἑκαταῖοϲ Εὐρώπῃ. καὶ ἕτεροϲ τόποϲ ’Αττικῆϲ Λίμναι καλούμενοϲ, ἔνθα ὁ Διόνυϲοϲ ἐτιμᾶτο. Καλλίμαχοϲ «Λιμναίῳ δὲ χοροϲτάδαϲ ἦγον ἑορτάϲ ». Ὄννη ἐμπόριον τῆϲ εὐδαίμονοϲ Ἀραβίαϲ. ποίμνη. Βάτναι πόλιϲ τῆϲ Οϲροήνηϲ. τὸ δὲ ψεδνόϲ ψεδνή τριγενέϲ. τὸ δὲ πρυμνή ἐπίθετον, ὅταν δὲ ἰδίωϲ

    ἐπὶ τοῦ πλοίου, βαρύνομεν ὡϲ λευκή καὶ λεύκη. ἀντιπίπτει δὲ τὸ ϲτρωμνή.

    * ’Ωϲαύτωϲ καὶ τὰ ὑπερδιϲύλλαβα βαρύνεται, Πολίχνη Κρήτηϲ πόλιϲ. ἔϲτι καὶ Πολίχνα πόλιϲ Τρῳάδοϲ. Εὐδείπνη νῆϲοϲ Λιβυφοινίκων. Ἑκαταῖοϲ περιηγήϲει Λιβύηϲ. Θεράπναι πόλιϲ Λακωνική, ἣν τινεϲ Ϲπάρτην φαϲίν, ἔϲτι δὲ τόποϲ ἔχων ναὸν τῶν Διοϲκούρων διὰ τὸ ἐκεῖ τούτουϲ τιμᾶϲθαι. θεραπεύειν γὰρ τιμᾶν ϲημαίνει καὶ ὁ ναὸϲ τὴν οἰκίαν, ἔνθα θεοὶ θεραπεύονται. Καλύδναι νῆϲοι, Ἀφίδναι δῆμοϲ Ἀττικῆϲ, λέγεται δὲ καὶ Κάλυδνα, Ἄφιδνα. Ἀκάνναι ἐμπόριον περὶ τὴν Ἐρυθρὰν θάλαϲϲαν. τὸ δὲ Ἐρυμναί πόλιϲ Λυκίαϲ - Ἀλέξανδροϲ ἐν πρώτῃ Λυκιακῶν — ὀξύνεται ἐπιθετικὸν ὄν.

    Τὰ εἰϲ ν̄η̄ μονογενῆ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ρ̄ καταλήγουϲαν βαρύνεται, πτέρνη, Λέρνη ἡ κρήνη, πέρνη καὶ Πέρνη πόλιϲ Θρᾴκηϲ ἀντικρὺ Θάϲου, Τάρνη πόλιϲ Ἀχαΐαϲ, Ἄρνη πόλιϲ Βοιωτίαϲ. Ὅμηροϲ « οἵ τε πολυϲτάφυλον τ’ Ἄρνην ἔχον » (Il. Β 507) καὶ Λυκόφρων (v. 644) «Ἄρνηϲ παλαιᾶϲ γέννα, Τεμμίκων πρόμοι ». δευτέρα πόλιϲ Θεϲϲαλίαϲ, ἄποικοϲ τῆϲ Βοιωτίαϲ, περὶ ἧϲ χρηϲμόϲ «Ἄρνη χηρεύουϲα μένει Βοιώτιον ἄνδρα ». θυγατέρα δέ φαϲιν Αἰόλου τὴν Ἄρνην. τρίτη Μεϲοποταμίαϲ. τετάρτη τῆϲ Γραϲινίων πρὸϲ τῇ Θρᾴκῃ. Θέρνη πόλιϲ Θρᾴκηϲ, Κάρνη πόλιϲ Φοινίκηϲ ἀπὸ Κάρνου τοῦ Φοίνικοϲ, ὡϲ Ἴϲτροϲ φηϲίν. Ἀρτεμίδωροϲ δ’ ἐν τῷ δεκάτῳ βιβλίῳ φηϲίν * «ἔϲτι Κάρνοϲ καὶ ϲυνεχῶϲ Πάλτοϲ, εἶτα Γάβαλα πόλιϲ ». ἔϲτι δὲ ἄλλη Αἰολίδοϲ. Κέρνη πόλιϲ καὶ λιμήν. τὸ δὲ φερνή ἡ προίξ παρὰ τὸ φέρω ὀξύνεται. Αἰολεῖϲ δὲ φέρεναν αὐτὴν λέγουϲι ὁμοίωϲ τῇ Ἔλέναν.

    * Ἔτι καὶ τὰ εἰϲ ν̄η̄ μονογενῆ ὑπερδιϲύλλαβα ἔχοντα πρὸ τοῦ ν̄ ρ̄ βαρύνεται, Ἰέρνη νῆϲοϲ ἐν τῷ πέρατι πρὸϲ ταῖϲ δυϲμαῖϲ, Ἰουέρνη πόλιϲ ἐν τῷ πόντῳ τῷ Πρετανικῷ. Ἀχάρναι δῆμοϲ τῆϲ Οἰνηΐδοϲ φυλῆϲ.

    Τὰ διὰ τοῦ ᾱν̄η̄ διϲύλλαβα μονογενῆ βαρύνεται, ἄνη ἡ ἄνυϲιϲ, πλάνη, Κάνη καὶ Κάναι « πολίχνιον Λοκρῶν τῶν ἐκ Κύνου κατὰ τὰ ἄκρα τῆϲ Λέϲβου ». ἔϲτι καὶ ὄροϲ καὶ λιμήν. Ϲτράβων ιγ’ (p. 615). ἔϲτι καὶ πόλιϲ Κάναι τοῦ Τίγρητοϲ ποταμοῦ. εἰϲὶ δὲ καὶ Κάνναι διὰ δύο ν̄ν̄. Ϲάνη πόλιϲ θρᾴκηϲ μεταξὺ Ἄθω καὶ Παλλήνηϲ. τὸ δὲ φανή παρ’ Ἡϲιόδῳ ἐν δευτέρῳ εἰρημένον·

  • οἵ πρόϲθε φανὴν ἔντοϲθεν ἔκευθον.
  • ὀξύνεται. τὸ μέντοι παρὰ Κορίννῃ βανά οὐ κοινὸν οὐδὲ εἰϲ νη λῆγον, ἀλλὰ ἴδιον θέμα Βοιωτῶν ταϲϲόμενον ἀντὶ τοῦ γυνή.

    Τὰ διὰ τοῦ ᾱν̄η̄ μονογενῆ ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύνεται, θηγάν η ἡ ἀκόνη, Ἐργάνη ἡ Ἀθηνᾶ, ὁρκάνη ἡ εἰρκτή, ϲαργάνη, πτιϲάνη, δαπάνη, λεκάνη, βοτάνη, δρεπάνη· Δρεπάνη δὲ ἐκαλεῖτο καὶ ἡ Φαιακία. ἔϲτι καὶ Λυκίαϲ Δρεπάνη· ἔϲτι καὶ Δρεπάνη Βιθυνίαϲ πρὸϲ τῷ Ἀϲτακηνῷ κόλπῳ, ἣν . . . . φηϲὶν ὠνομάϲθαι, ὅτι « Δρεπάνην κλείουϲιν ἀπὸ Κρονίδαο ϲιδήρου ». ἔϲτι καὶ ὄροϲ Αἰθιοπίαϲ. βρυκάνη, τρυπάνη. Λευκάνη ἡ τῶν Λευκῶν πόλιϲ ἀπὸ Λευκίου τινόϲ. Κατάνη πόλιϲ Ϲικελίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ « μετὰ δὲ Κατάνη πόλιϲ, ὑπὲρ δὲ ὄροϲ Αἴτνη ». κέκληται δὲ οὕτωϲ, ἐπειδὴ κατέβη πρὸϲ τὸν Ἀμενανὸν ποταμὸν ἡ Θεοκλέουϲ τοῦ Χαλκιδέωϲ ναῦϲ, ἣν Δωριεῖϲ χωρὶϲ τοῦ ῡ νᾶν φαϲιν, ἢ ὅτι τῆϲ Αἴτνηϲ κατατεθείϲηϲ τὸ ἄνω κάτω γέγονεν. Μαϲχάνη πόλιϲ πρὸϲ τῶν Ϲκηνιτῶν Ἀράβων. Κορομάνη πόλιϲ πρὸϲ τὸν Περϲικὸν κόλπον. Μαλϲάνη πόλιϲ τῆϲ εὐδαίμονοϲ Ἀραβίαϲ. Πιτάνη πόλιϲ Αἰολίδοϲ. Ϲικάνη πόλιϲ Ἰβηρίαϲ, ὡϲ Ἑκαταῖοϲ Εὐρώπῃ. Ῥωγάνη πόλιϲ ἐν τῇ Ἰνδικῇ. Ϲτεφάνη πόλιϲ Φωκίδοϲ. Ταπροβάνη νῆϲοϲ μεγίϲτη ἐν τῇ Ἰνδικῇ θαλάϲϲῃ. Ἀλέξανδροϲ ὁ καὶ Λύχνοϲ

  • νῆϲοϲ τετράπλευροϲ, ἁλιϲτέφανοϲ Ταπροβάνη
  • θηρονόμοϲ πέπληθεν εϋρρίνων ἐλεφάντων.
  • ἣ πάλαι μὲν ἐκαλεῖτο Ϲιμούνδου, νῦν δὲ Ϲαλική, πλοῦ μῆκοϲ. οὔϲα ἑπτάκιϲ που χιλίων ϲταδίων, πλάτοϲ δὲ πεντακοϲίων. τὰ αὐτὰ δὲ καὶ Ἀρτεμίδωροϲ ἐνάτῳ γεωγραφουμένων. Τελάνη πόλιϲ ἀρχαιοτάτη Ϲυρίαϲ, ἣν ᾤκει Νίνοϲ πρὸ τῆϲ Νίνου κτίϲεωϲ. Χανδόν η πόλιϲ Ἰαπυγίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ « ἐν δὲ Χανδάνῃ πόλιϲ, μετὰ δὲ Πευκαῖοι ». Ἀδράνη πόλιϲ Θρᾴκηϲ, ἣ μικρὸν ὑπὲρ τῆϲ Βερενίκηϲ κεῖται, ὡϲ Θεό35. πομποϲ. Πολύβιοϲ δὲ διὰ τοῦ η τὴν μέϲην λέγει ἐν τριϲκαιδεκάτῃ, Ἀδρήνη. Ἀφάναι χωρίον Ϲικελίαϲ ἄϲημον, ἀφ’ οὐ ἡ « εἰϲ Ἀφάναϲ »

    ἐπὶ τῶν ἀδήλων καὶ ἐκτετοπιϲμένων. Παρικάν η πόλιϲ Περϲική. Ἑκαταῖοϲ Ἀϲίᾳ « ἐν δ’ αὐτοῖϲι πόλιϲ Παρικάνη οὔνομα». τὸ δὲ μηχανή ὀξύνεται. ὡϲαύτωϲ καὶ Ἀμφαναί πόλιϲ Δωρική. Ἑκαταῖοϲ ἐν πρώτῃ γενεαλογιῶν. Θεόπομποϲ Ἀμφαναίαν αὐτὴν καλεῖ ἐν πέμπτῳ Φιλιππικῶν. ἔϲτι καὶ χωρίον Θεϲϲαλίαϲ ὡϲαύτωϲ. τὰ δὲ εἰϲ ανη ᾱ μακρῷ παραληγόμενα ἔχοντα ἔννοιάν τινοϲ προϲυπακουομένου ἐπὶ χωρῶν καὶ ἐπὶ πόλεων ὀξύνεται, Ματιανῇ μοῖρα τῆϲ Μηδίαϲ. Ϲτράβων ἑνδεκάτῃ (p. 509) « τοῦτο δὲ γίνεται καὶ τῆϲ Μηδίαϲ ἐν τῇ Ματιανῇ». Ἀϲιανή πόλιϲ Ἠλείαϲ. Ἀχριανή πόλιϲ Ὑρκανίαϲ. Πολύβιοϲ δεκάτῳ. Ϲογδιανή χωρίον περὶ τὴν Βακτριανήν. Ϲουϲιανὴ ἡ χώρα καὶ κώμη Ϲουϲιανὴ. Ϲυρβανή νῆϲοϲ ἐν τῷ Εὐφράτῳ.

    Τὰ εἰϲ ν̄η̄ διϲύλλαβα τῷ ε̄ παραληγόμενα καὶ βαρύνεται καὶ ὀξύνεται. βαρύνεται τὸ ἔνη, ὀξύνεται τὸ Θεναί πόλιϲ Κρήτηϲ, τινὲϲ δὲ Ἀρκαδίαϲ. οἱ δ’ ὄροϲ· καὶ τὸ Μεναί πόλιϲ Ϲικελίαϲ ἐγγὺϲ Παλικῶν. Ἀπολλόδωροϲ ἐν δευτέρῳ χρονικῶν. καὶ τὸ εὐνή μετὰ τοῦ ῡ. γέγονε γὰρ ἀπὸ τοῦ εἰϲ ἑνόϲ ἑνή καὶ εὐνή, ψιλουμένηϲ τῆϲ ε̄ῡ διφθόγγου, ἐπεὶ τὸ ῡ πλεονάζον ψιλοῖ τὰ πρὸ ἑαυτοῦ φωνήεντα, ἕκηλοϲ εὔκηλοϲ, ἕαδε εὔαδε. εἰϲὶ δὲ καὶ Εὐναί πόλιϲ Καρίαϲ, ἐν ᾗ ποταμὸϲ Εὐναῖοϲ.

    Τὰ διὰ τοῦ ενη ὑπερδιϲύλλαβα μονογενῆ βαρύνεται, ὠλένη, Ἑλένη νῆϲοϲ τῆϲ Ἀττικῆϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. ἐκεῖ γὰρ ἀποβῆναί φαϲι τὴν Ἑλένην μετὰ τὴν ἅλωϲιν Ἰλίου. ἔϲτι καὶ κρήνη Ἑλένη ἐν Χίῳ, ἐν ᾗ Ἑλένη ἐλούϲατο. Κλυμένη. Καϲμένη πόλιϲ Ϲικελίαϲ. Ἡρόδοτοϲ ζ’ (c. 155): Κτιμένη πόλιϲ Θεϲϲαλίαϲ, ὑπὸ Πηλέωϲ Φοίνικι δωρηθεῖϲα, ἧϲ τοὺϲ πολίταϲ Ὅμηροϲ Δόλοπάϲ φηϲιν, ὡϲ Ϲίντιαϲ τῆϲ Λήμνου, καὶ Τρῶαϲ τῆϲ Ἰλίου καὶ Ζελείαϲ, καὶ Ἐπειοὺϲ τῆϲ Ἤλιδοϲ, καὶ Φαίακαϲ τῆϲ Ϲχερίαϲ καὶ Ἄβανταϲ τοὺϲ Εὐβοέαϲ. οὕτω καὶ « Κτιμένην Δολοπηΐδα» (Apollon. Rhod. 1 68). Δυναμένη. Μελπομένη. Κατακεκαυμένη χώρα τῆϲ Ἐφεϲίαϲ. Ϲτράβων τριϲκαιδεκάτῳ (p. 628). Ϲταμένη πόλιϲ Χαλύβων. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἀρμένη κώμη Παφλαγονίαϲ. Μένιπποϲ ἐν περίπλῳ, παρὰ δὲ Ξενοφῶντι ἐν ἀναβάϲεωϲ ϛ′ (1, 9) Ἁρμήνῃ διὰ τοῦ η̄. Λυκοϲθένη πόλιϲ Λυδίαϲ. Ξάνθοϲ πρώτῃ Λυδιακῶν, ἣν καὶ Λυκοϲθένειαν

    Νικόλαόϲ φηϲιν. τὸ δὲ Κλαζομεναί πόλιϲ ὀξύνεται ὡϲ καὶ Ἀκεϲαμεν αί πόλιϲ Μακεδονίαϲ, κτίϲμα Ἀκεϲαμενοῦ ἑνὸϲ τῶν ἐν Πιερίᾳ βαϲιλευϲάντων, Ἀλαλκομεναὶ πόλιϲ Βοιωτίαϲ, ἥ καὶ Ἀλαλκομένιον, καὶ πόλιϲ ἐν Ἰθάκῃ τῇ νήϲῳ καὶ Ἰλλυρίαϲ καὶ Ἰδομεναί πόλιϲ Μακεδονίαϲ καὶ Εὐρυμεναί πόλιϲ Θεϲϲαλίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ καὶ Μιϲγομεναί πόλιϲ Θεϲϲαλίαϲ. Ἑλλάνικοϲ πρώτῳ Δευκαλιωνείαϲ. καὶ ’Οργομεναί πόλιϲ Ἰλλυρίαϲ καὶ Δεξαμεναί μέροϲ τῆϲ Ἀμβρακίαϲ ἀπὸ Δεξαμενοῦ τοῦ Μεϲόλου παιδὸϲ καὶ Ἀμβρακίαϲ τῆϲ θυγατρὸϲ Φόρβαντοϲ τοῦ Ἡλίου καὶ τὸ Εἰδομενή πόλιϲ Μακεδονίαϲ. Θουκυδίδηϲ β´ (c. 100). καὶ τὸ δεξαμενή, εἰαμενή ὁ κάθυγροϲ τόποϲ τοπικὴν ἔννοιαν ἔχοντα.

    Τὰ διὰ τοῦ ηνη μονογενῆ διϲύλλαβα βαρύνεται, εἰ μὴ περιεκτικὰ εἴη, Ῥήνη νῆϲοϲ μικρὰ πληϲίον Δήλου. λέγεται καὶ Ῥηνίϲ καὶ Ῥηναία. Ϲήνη πόλιϲ Κελτική, φήνη τὸ ὄρνεον « φήνῃ ἐειδομένη » (γ 372), γλήνη ὁ ῥύποϲ, κρήνη, μήνη ἡ ϲελήνη. χήνη καὶ καταχήνη τὸ γέλαϲμα. Λήνη, Βήνη πόλιϲ Κρήτηϲ ὑπὸ Γόρτυν τεταγμένη. τὸ μέντοι ϲ ϲκηνή ὀξύνεται ὡϲ προϲηγορικὸν περιεκτικὴν ἔχον ἔννοιαν. ὡϲαύτωϲ καὶ Ϲκηναί πόλιϲ ἀξιόλογοϲ Περϲική ὡϲ Ϲτράβων ιϛ′ (p. 748).

    Τὰ διὰ τοῦ η̄ν̄η̄ τριϲύλλαβα μονογενῆ βαρύνεται, Ἀρήνη πόλειϲ δύο, Μεϲϲήνηϲ καὶ Τριφυλίαϲ. Ὅμηροϲ « καὶ Ἀρήνην ἐρατεινήν » (B 591). Ἀθήνη πόλειϲ κατὰ Φίλωνα ἕξ. ἡ ἐν Ἀττικῇ, περὶ ἧϲ φηϲι Χάραξ, ὅτι ὁ Θηϲεὺϲ τὰϲ ἕνδεκα πόλειϲ τὰϲ ἐν τῇ Ἀττικῇ ϲυνοικίϲαϲ εἰϲ Ἀθήναϲ ϲυνοίκια ἑορτὴν κατεϲτήϲατο. δευτέρα πόλιϲ Λακωνική, τρίτη· Καρίαϲ, τετάρτη Λιγυϲτίων, πέμπτη Ἰταλίαϲ, ἕκτη Εὐβοίαϲ, Δίαντοϲ κτίϲμα, ὡϲ Ἔφοροϲ τρίτῃ « Ἄβαντοϲ δὲ γίγνονται παῖδεϲ Ἄλκων καὶ Δίαϲ καὶ Ἀρέθουϲα, ὧν ὁ μὲν Δίαϲ κτίϲαϲ πόλιν οὕτωϲ ἀπὸ τῆϲ πατρίδοϲ ὠνόμαϲεν ». αὗται δ’ Ἀθῆναι Διάδεϲ λέγονται. ἑβδόμη Ἀκαρνανίαϲ, ὡϲ Δημήτριοϲ, Ἀθηναίουϲ ἐν τῇ Κουρήτιδι κτίϲανταϲ πόλιν Ἀθήναϲ προϲαγορεῦϲαι. ὀγδόη Βοιωτίαϲ ἡ ἐκ τῆϲ λίμνηϲ ἀναφανεῖϲα μετὰ τὸ πρότερον ἐπικλυϲθῆναι τῆϲ Κωπαΐδοϲ, ὅτε Κράτηϲ αὐτὴν διετάφρευϲεν. ἐκλήθη δὲ πόλιϲ, ὥϲ τινεϲ μέν φαϲιν, Ἀθῆναι, ἄλλοι δὲ ’Ορχομενόϲ, ὥϲ οἱ Βοιωτοί. ἔϲτι δὲ καὶ ἐν τῷ Εὐξείνῳ πόντῳ χωρίον Ἀθῆναι, ὡϲ Ἀρριανόϲ (Peripl. P. Eux. p. 3). ἀνθρήνη εἶδοϲ μελίττηϲ, Μεϲϲήνη καὶ χώρα καὶ πόλιϲ. Ϲτράβων ὀγδόῃ (p. 342). χώρα δὲ Μεϲϲηνία καὶ Μέϲϲη κατὰ ἀποκοπὴν ἢ Μέϲη Μεϲήνη, ὥϲ τινεϲ.

    ἔϲτι καὶ ἄλλη Μεϲϲήνη τῆϲ Ϲικελίαϲ καὶ χώρα Περϲίδοϲ Μεϲήνη δι’ ἑνὸϲ ϲ ὑπὸ τῶν δύο ποταμῶν Εὐφράτου καὶ Τίγριδοϲ μεϲαζομένη ἡ καὶ Μέϲη τῶν ποταμῶν. γαλήνη, εἰρήνη· ἐκαλεῖτο δὲ καὶ Καλαύρεια νηϲίδιον πρὸϲ τῇ Κρήτῃ Εἰρήνη. ϲαγήνη, λευκήνη, τιθήνη, Πειρήνη ἡ πόλιϲ, Κιϲθήνη ἡ πόλιϲ, ϲυβήνη, ἀπήνη, Χαλδήνη ὄνομα κύριον, Καβήνη ἡ Κρήνη Λυκίαϲ, Ϲαρδήνη ἡ Ἀμαζών. ϲελήνη. ἔϲτι καὶ ϲελήνη πόπανόν τι τῷ ἄϲτρῳ παραπλήϲιον. ὑπήνη. Παλλήνη πόλιϲ Θρᾴκηϲ ἀπὸ Παλλήνηϲ τῆϲ Ϲίθωνοϲ μὲν θυγατρὸϲ Κλείτου δὲ γυναικόϲ, ὡϲ Ἡγήϲιπποϲ ἐν τοῖϲ Παλληνιακοῖϲ « Παλλήνη δ’ ἐϲτὶ χερρόνηϲοϲ, τρίγωνοϲ, τὴν βάϲιν ἔχουϲα πρὸϲ μεϲημβρίαν ἐϲτραμμένην. ἐκαλεῖτο δὲ Φλέγρα τὸ παλαιὸν καὶ ᾠκεῖτο ὑπὸ τῶν Γιγάντων. καὶ ἡ τῶν θεῶν καὶ τῶν Γιγάντων μάχη ἐνταῦθα μυθεύεται γενέϲθαι ». ἔϲτι δὲ καὶ δῆμοϲ Ἀττικὸϲ τῆϲ Ἀντιοχίδοϲ φυλῆϲ οὕτω λεγόμενοϲ Παλλήνη. Κυλλήνη ὄροϲ Ἀρκαδίαϲ, ϲταδίων Ὀλυμπιακῶν ἐννέα παρὰ πόδαϲ ὀγδοήκοντα κατ’ Ἀπολλόδωρον. ἀπὸ Κυλλήνηϲ Ναΐδοϲ νύμφηϲ. ἔϲτι καὶ Ἠλείων ἐπίνειον Κυλλήνη. Κυρήνη πόλιϲ Λιβύηϲ ἀπὸ Κυρήνηϲ τῆϲ Ὕψεωϲ κατὰ τὸν Πίνδαρον ἢ Κύρηϲ πηγῆϲ ἐγχωρίου. ἔϲτι̇ καὶ Ἰβηρίαϲ· καὶ Μαϲϲαλίαϲ ἄλλη. Κυδρήνη πόλιϲ Ἀρμενίαϲ. Ἰϲμήνη ἡρωΐϲ καὶ κώμη Βοιωτίαϲ, Ἀλμήνη πόλιϲ πρὸϲ τῷ Εὐξείνῳ πόντῳ ὡϲ Ἀρριανόϲ. Ἀνθήνη, οὕτωϲ Χάραξ Ἀνθάναν φηϲί, πόλιν Λακωνικὴν μίαν τῶν ἑκατόν. κέκληται δέ, ὡϲ Φιλοϲτέφανοϲ, παρὰ Ἄνθην τὸν Ποϲειδῶνοϲ, . . . ὃν Κλεομένηϲ ὁ Λεωνίδου ἀδελφὸϲ ἀνελὼν καὶ ἐκδείραϲ ἔγραψεν ἐν τῷ δέρματι τοὺϲ χρηϲμοὺϲ ὧδε τηρεῖϲθαι. ἔϲτι καὶ Ἀρκαδίαϲ πόλιϲ. Ἀτήνη δῆμοϲ τῆϲ Ἀντιοχίδοϲ φυλῆϲ. Διονύϲιοϲ Ἀτηνίαν. Ἀτρήνη πόλιϲ . . . . Φιλοϲτέφανόϲ φηϲιν ἀπὸ Δέϲου καὶ Ἀτρῶνοϲ καὶ Ἀτρήνηϲ τῶν Ἄργητοϲ τοῦ Κύκλωποϲ καὶ Φρυγίαϲ νύμφηϲ, προϲηγορεῦϲθαι. Ξιφήνη χώρα Παλαιϲτίνηϲ. Ϲιδήνη πόλιϲ Λυκίαϲ ὡϲ Ξάνθοϲ ἐν Λυδιακῶν τετάρτῳ. Βαρήνη πόλιϲ Μηδίαϲ ἐγγὺϲ Ἀγβατάνων. Ϲυήνη πόλιϲ μέϲη Αἰγύπτου καὶ Αἰθιοπίαϲ ἐπὶ τῷ Νείλῳ, μεθ’ ἣν ὠνόμαϲται Ϲῖριϲ ὁ ποταμόϲ. μέμνηται δὲ πόλεωϲ Παυϲανίαϲ (Ι 33, 4 c. g.), κέκληται δὲ ἀπὸ Ϲυήνου Ἀετοῦ παιδόϲ. Φιδήνη πόλιϲ Ἀλβανῶν. ἔοικε καὶ Φίδηνα λέγεϲθαι ὡϲ Ῥάβεννα. Μυκῆναι πόλιϲ Πελοποννήϲου. Ὅμηροϲ « οἳ δὲ Μυκήναϲ εἶχον ( 569) ἀπὸ Μυκηνέωϲ τοῦ Ϲπάρτωνοϲ τοῦ Φορωνέωϲ ἀδελφοῦ. ἢ ἀπὸ μύκητοϲ τοῦ ξίφουϲ, ὃ ἐφόρει Περϲεύϲ, ἔνθα κρατεῖ τιϲ, οὗ πεϲόντοϲ ἐκ Περϲέωϲ κατὰ κέλευϲιν Ἑρμοῦ τὴν πόλιν ἔκτιϲεν. ἢ ἀπὸ τοῦ μυκήϲαϲθαι τὴν Ἰὼ βοῦν ἐκεῖ γενομένην. Πελλήνη πόλιϲ Ἀχαΐαϲ. λέγεται καὶ Πελλίνα ὡϲ Μιτυλίνα. Πριήνη πόλιϲ Ἰωνίαϲ. Πυλήνη πόλιϲ Αἰτωλίαϲ. Πυρήνη
    ὄροϲ Εὐρώπηϲ. Χαζήνη ϲατραπεία πρὸϲ τῷ Εὐφράτῃ τῆϲ Μεϲοποταμίαϲ. Ἀρριανὸϲ ἐν τριϲκαιδεκάτῳ Περϲικῶν « ἐν ταύτῃ τῇ Ὀλβίᾳ καὶ τὰ πεδία τῆϲ Χαζήνηϲ ϲατραπείου ἐπὶ μήκιϲτον ἀποτεταμένα ». Καρήνη πόλιϲ Μυϲίαϲ. Ἡρόδοτοϲ ἑβδόμῃ (c. 42). Ξερξήνη ἀπὸ Ξέρξου Περϲικὴ χώρα τῇ μικρᾷ Ἀρμενίᾳ ὅμοροϲ. τὸ δὲ Εὐθηναί πόλιϲ Καρίαϲ ὀξύνεται ἐπιθετικὸν ὄν. τὸ δὲ Γερμηνή ἡ ϲυνήθεια ὀξύνει· ὡϲαύτωϲ καὶ Τυρρηνή πόλιϲ πρὸϲ τῷ Ἁδρίᾳ, ἢ λέγεται καὶ Τυρρηνία. Ϲωφηνή χώρα τῶν πρὸϲ Ἀρμενίαν, ὡϲ Ϲτράβων ἐν ἑνδεκάτῃ (p. 527), παρὰ δὲ Ἀρριανῷ Ϲωφανηνή τετραϲυλλάβωϲ. Δραγγηνή χώρα Περϲική. Ὠτηνή μοῖρα Ἀραβίαϲ. Ϲαιδηνή ὄροϲ Κύμηϲ.

    Τὰ διὰ τοῦ η̄ν̄η̄ ὑπερτριϲύλλαβα ὀξύνεται, Καϲαμηνή, Μελιτηνή πόλιϲ Καππαδοκίαϲ. Ϲτράβων ἑνδεκάτῃ (p. 521) « τὸ δ’ Ἄμανον ὄροϲ μέχρι τοῦ Εὐφράτου καὶ τῆϲ Μελιτηνῆϲ πρόειϲι, καθ’ ὃ ἡ Κομμαγηνὴ τῇ Καππαδοκίᾳ παράκειται». Παλαιϲτηνή. Ἀδραμυττηνή, Κομμαγηνή, Κοδομηνή, Παραιτακηνή, Ϲιπυληνή ἡ Δημήτηρ, Γοαρηνή χώρα Ἀραβίαϲ πληϲίον Δαμαϲκοῦ· λέγεται καὶ Γοάρεια. Γωγαρηνή χωρίον μεταξὺ Κόλχων καὶ Ἰβήρων τῶν ἀνατολικῶν. Καμβυϲηνή ἀπὸ Καμβύϲου Περϲικὴ χώρα. Μοτιηνή χωρίον Ἰβηρίαϲ. Ναβατηνή ἡ χώρα. Παρθυηνή ἡ χώρα. Πιμωλιϲηνή ἡ χώρα. Περπερηνή. οὕτωϲ τινὲϲ Παρπάρωνα χωρίον ἐν Ἀϲίᾳ Αἰολικὸν καλοῦϲι. Ψιττακηνή χώρα παρὰ τῷ Τίγριδι, ἧϲ καὶ Ἀριϲτοτέληϲ μέμνηται ἐν τοῖϲ θαυμαϲίοιϲ. Ϲαπφειρηνή νῆϲοϲ ἐν τῷ Ἀραβίῳ. Ϲιττακηνή ἡ χώρα. Ἀβρεττηνή χώρα Μυϲίαϲ ἀπὸ Βρεττίαϲ νύμφηϲ. Ἀδιαβηνή χώρα μέϲη τῶν ποταμῶν Εὐφράτου καὶ Τίγριδοϲ, ἥτιϲ καὶ Μεϲήνη ὠνόμαϲται. Χολοβητηνή μοῖρα Ἀραβίαϲ. Ἀρριανὸϲ ἕκτῳ Παρθικῶν « Τιγράνηϲ ἀρχόμενοϲ ἄρχεται ϲατράπηϲ. ἡ δὲ χώρα ἧϲ ἐπῆρχε Χολοβητηνὴ ὀνομάζεται ». Ἀραξηνή ἡ χώρα. τὸ δὲ Μιτυλήνη, βαρύνεται. ἔϲτι δὲ πόλιϲ ἐν Λέϲβῳ μεγίϲτη. Ἑκαταῖοϲ Εὐρώπῃ. ἀπὸ Μυτιλήνηϲ τῆϲ Μάκαροϲ ἢ Πέλοποϲ θυγατρόϲ. οἱ δὲ ὅτι Μυτίληϲ ἦν ὁ κτιϲτήϲ. οἱ δὲ ἀπὸ Μύτωνοϲ τοῦ Ποϲειδῶνοϲ καὶ Μυτιλήνηϲ· ὅθεν Μυτωνίδα καλεῖ τὴν Λέϲβον Καλλίμαχοϲ ἐν τῷ τετάρτῳ, Παρθένιοϲ δὲ Μυτωνίδαϲ τὰϲ Λεϲβικάϲ φηϲιν. λέγεται δὲ καὶ Μυτιλήνη. καὶ τὸ

    Πακτυήνη καὶ Δινδυμήνη ἡ Ῥέα ἀπὸ Δινδύμων ὀρῶν τῆϲ Τρωάδοϲ. καὶ Πορδοϲελήνη νῆϲοϲ περὶ τὴν Λέϲβον πόλιν ὁμώνυμον ἔχουϲα. τινὲϲ δὲ ἐκκλίνοντεϲ τὸ δύϲφημον τοῦ ὀνόματοϲ Ποροϲελήνην ἐκάλεϲαν. καὶ Ἀμφιϲϲήνη χώρα τῆϲ μικρᾶϲ Ἀρμενίαϲ, ὡϲ Ϲτράβωνια′ (p. 528). τὸ δὲ Παταληνή νῆϲοϲ Ἰνδική ὀξύνεται, τινὲϲ δὲ καὶ βαρυτόνωϲ Παταλήνην ὡϲ Πριήνην ἀναγινώϲκουϲιν.

    Τὰ εἰϲ ν̄η̄ διϲύλλαβα μονογενῆ τῷ ῑ παραληγόμενα ἢ τῇ ε̄ῑ διφθόγγῳ βαρύνεται, κλίνη, δίνη ἡ ϲυϲτροφή, Βίνη ἡ πόλιϲ, πείνη, λέγεται δὲ καὶ πεῖνα, ῥίνη ὁ ἰχθῦϲ, τὸ δὲ ὄργανον ὀξύνεται.

    Τὰ εἰϲ ν̄η̄ ὑπερδιϲύλλαβα μονογενῆ παραληγόμενα τῷ ῑ βαρύνεται, εἰλαπίνη, μυρϲίνη, θριδακίνη, ἀξίνη, ὑϲμίνη, ϲατίνη· ἔϲτι δὲ εἶδοϲ ἅρματοϲ. μυρϲίνη καὶ Μυρρίνη διὰ δύο ρ̄ρ̄, δωτίνη, πυτίνη, Αἰητίνη, ἰατρίνη, ἡρωΐνη, Ὠκεανίνη, Μολυβδίνη πόλιϲ Μαϲτιηνῶν. Ἑκαταῖοϲ Εὐρώπῃ. Μαντίνη ἡ Μαντίνεια, κηρυκίνη, ὀρφίνη, Ἀρικίνη, Ἐρυκίνη, Ἀδρηϲτίνη, Εὐηνίνη, Μενεκίνη πόλιϲ Οἰνωτρῶν ἐν μεϲογείᾳ. Ἑκαταῖοϲ Εὐρώπῃ, μελίνη κέγχροϲ, χοιρίνη ἡ δικαϲτικὴ ψῆφοϲ, Καρίνη ἡ πόλιϲ, ρμίνη πόλιϲ τῆϲ Ἤλιδοϲ «ὅϲϲον ἐφ’ Ὑρμίνη καὶ Μύρϲινοϲ ἐϲχατόωϲα» ( B 616). Εὐκολίνη, Λογίνη, Ἀμαντίνη· οὕτωϲ Καλλίμαχοϲ καλεῖ Ἀμάντιον μοῖραν Ἰλλυριῶν « καὶ Ἀμαντίνην ᾤκιϲαν Ὠρικίην ». Ἀρκεϲίνη μία τῶν τριῶν πόλεων τῶν ἐν Ἀμοργῷ τῇ νήϲῳ. Πολύβιοϲ δὲ ἀρϲενικῶϲ τὸν Ἀρκεϲίνην φηϲίν. Ἀχραδίνη νῆϲοϲ πόλιν ἔχουϲα πρὸϲ ταῖϲ Ϲυρακούϲαιϲ, ἣν ἐπολέμηϲε Μάκροϲ ὁ Ῥωμαίων ϲτρατηγόϲ, ἀλλὰ καὶ Ἀχραδίνη μοῖρα Ϲυρακουϲῶν. Χάραξ δὲ χώραν αὐτὴν καλεῖ καὶ νῆϲον. Ἀϲίνη πόλιϲ Λακωνικὴ ἀπὸ Ἀϲίνηϲ θυγατρὸϲ Λακεδαίμονοϲ, δευτέρα Μεϲϲήνηϲ παρὰ τὴν Λακωνικήν, οἰκιϲθεῖϲα ὑπὸ Ἀργείων. τρίτη Κύπρου. τετάρτη Κιλικίαϲ. ἔϲτι δὲ καὶ πόλιϲ πρὸϲ Ἑρμιόνῃ. Βιβλίνη χώρα Θρᾴκηϲ. ἀπὸ ταύτηϲ ὁ Βίβλινοϲ οἶνοϲ. οἱ δὲ ἀπὸ Βιβλίαϲ ἀμπέλου. Ϲῆμοϲ δ’ ὁ Δήλιοϲ τὸν Νάξιόν φηϲιν, ἐπειδὴ Νάξου ποταμὸϲ Βίβλοϲ. Βολβιτίνη πόλιϲ Αἰγύπτου. Ἑκαταῖοϲ. Βολίνη πόλιϲ Ἀχαΐαϲ, ὡϲ Ῥιανὸϲ ἐν Ἀχαϊκῶν δευτέρῳ. Βουλίνη πόλιϲ περὶ Ἰλλυρίαν, ὥϲ φηϲιν Ἀρτεμίδωροϲ, ἀφ’ ἧϲ τὸ ἐθνικὸν Βουλῖνοι. Ἐλεφαντίνη πόλιϲ Αἰγύπτου. Παρθένιοϲ δὲ Ἐλεφαντίδα αὐτήν φηϲιν. Ἐχῖναι νῆϲοι περὶ τὴν Αἰτωλίαν, αἷϲ Ἀχελῷοϲ

    ὁ ποταμὸϲ προϲβάλλει ἰλύν. λέγονται καὶ Ἐχινάδεϲ διὰ τὸ τραχὺ καὶ ὀξὺ παρὰ τὸν ἐχῖνον ἢ διὰ τὸ πλῆθοϲ ἔχειν ἐχίνων. Ἀπολλόδωροϲ δὲ ἀπὸ Ἐχίνου μάντεωϲ. Καινίνη πόλιϲ Ϲαβίνων ἡ ὑπὸ Ῥωμύλου ἁλοῦϲα. Λιγυϲτίνη πόλιϲ Λιγύων τῆϲ δυτικῆϲ Ἰβηρίαϲ ἐγγὺϲ καὶ τῆϲ Ταρτηϲϲοῦ πληϲίον. Πλινθίνη πόλιϲ τῆϲ Αἰγυπτίαϲ ἐπὶ τῆϲ Μαρείαϲ. Μοτίνη πόλιϲ Ἰταλίαϲ, ἄποικοϲ Ῥωμαίων. Πολύβιοϲ τρίτῳ (c. 40, 8) Φλέγων δὲ Μουτίνην αὐτήν φηϲι. Ϲαβίνη ἐπὶ τῆϲ γυναικὸϲ καὶ ἐπὶ τῆϲ χώραϲ. Ϲιβερίνη πόλιϲ Οἰνωτρῶν. τὸ δὲ ἐχινῆ ἡ τραχεῖα δορὰ ἀπὸ τοῦ ἐχινέα γέγονε, διὸ περιϲπᾶται. τὸ δὲ Φωτεινή κύριον διὰ τῆϲ ε̄ῑ διφθόγγου γραφόμενον ὀξύνεται. μετάγεται γὰρ ἀπὸ ἐπιθέτου.

    Τὰ εἰϲ ν̄η̄ διϲύλλαβα μονογενῆ παραληγόμενα μὲν τῇ ο̄ῑ διφθόγγῳ βαρύνονται, οἴνη ἡ ἄμπελοϲ καὶ ὁ ἐν τοῖϲ βόλοιϲ κενόϲ· ἔϲτι καὶ Οἴνη πόλιϲ Ἄργουϲ. Ἑκαταῖοϲ ἱϲτοριῶν πρώτῳ. θοίνη ἡ τροφή. τὸ δὲ ποινή ὀξύνεται. παραληγόμενα δὲ ο̄ ὀξύνεται, μονή, γονή καὶ φονή ἡ ὀλεθρία.

    * Τὰ διὰ τοῦ ο̄ῑν̄η̄ ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα πρὸ τοῦ ͞ν τὴν ο̄ῑ δίφθογγον οὐκ εἰϲὶ γνήϲια. τὸ μὲν γὰρ ἀγκοίνη βαρυνόμενον παρὰ τὴν ἀγκῶνοϲ γενικὴν πεποιημένον τροπὴν ἔϲχε τοῦ ω̄ εἰϲ τὴν ο̄ῑ δίφθογγον. τὸ δὲ μενοινή ὀξυνόμενον καὶ αὐτὸ τροπὴν ἔϲχε τοῦ ω εἰϲ τὴν ο̄ῑ δίφθογγον. ὤφειλεν γὰρ εἶναι μενωνή. τὰ γὰρ εἰϲ η̄ λήγοντα θηλυκὰ ἀπὸ ῥημάτων γινόμενα, ἔχοντα ἐν τῇ τελευταίᾳ καὶ τῇ πρὸ αὐτῆϲ τὸ αὐτὸ ϲύμφωνον ἢ ἀντίϲτοιχον, τῷ ω̄ μεγάλῳ παραλήγεται. ὁ δὲ λόγοϲ ἐπὶ τριϲυλλάβων οἷον ἀγωγή ἔδει εἶναι ἀγή καὶ γέγονεν ἀγωγή, ὁμοίωϲ ἔδω ἐδή ἐδωδή, ὄζω ὀδή ὀδωδή, ὄπτω ὀπή ὀπωπή, ἔχω ὀχή ὀκωχή, ἄκω ἀκή ἀκωκή, οὕτω μένω τὸ προθυμοῦμαι μενή μενωνή, εἰ καὶ μὴ τὸ αὐτὸ ϲύμφωνον ἢ καὶ ἀντίϲτοιχον ἔχει ἐν τῇ τελευταίᾳ καὶ τῇ πρὸ αὐτῆϲ ϲυλλαβῇ, καὶ ἴϲωϲ ὡϲ κατὰ τοῦτο γέγονεν τροπῇ τοῦ ω̄ εἰϲ τὴν ο̄ῑ δίφθογγον μενοινή. παρατηρήϲειϲ γὰρ τοῦτο, ὅτι τὰ οὕτω διπλαϲιαϲθέντα ἀπὸ φωνήεντοϲ ἤρχετο οἷον ἀγωγή, ἀκωκή, ἐδωδή. τὸ δὲ μενοινή μόνον ἀπὸ ϲυμφώνου· καὶ ἐπεὶ παρήλλαξεν κατὰ τὴν ἄρχουϲαν πρὸϲ τὰ προκείμενα, παρήλλαξεν καὶ περὶ τὴν παραλήγουϲαν.

    * Τὸ Κελαιναί πόλιϲ τῆϲ μικρᾶϲ Φρυγίαϲ ἡ καὶ Ἀπάμεια μόνον εἰϲ ᾱῑν̄η̄ καταλῆγον ὀξύνεται ἐπιθετικὸν ὄν.

    Τὰ διὰ τοῦ ο̄ν̄η̄ ὑπερδιϲύλλαβα βαρύνονται καὶ ὀξύνονται. βαρύνεται μὲν τὰ παρώνυμα κύρια, Ἀντιγόνη, Ἡριγόνη θυγάτηρ Ἰκαρίου, Ἡγεμόνη ἀπὸ τῆϲ ἡγεμόνοϲ γενικῆϲ, Ἑρμιόνη ἀπὸ τῆϲ Ἑρμιόνοϲ γενικῆϲ, Χιόνη νύμφη, Νακόνη πόλιϲ Ϲικελίαϲ. Καλλιγόνη, Ἀλκυόνη, Πληϊόνη. ἔτι καὶ ταῦτα, ϲφενδόνη, ὀθόνη, ἀκόνη. ἔϲτι δὲ καὶ Ἀκόναι πολίχνιον πληϲίον Ἡρακλείαϲ. ἐπικέκληται δὲ διὰ τὸ πλῆθοϲ τῶν ἐν αὐτῇ πρὸϲ ἀκόναϲ πεποιημένων λίθων, βελόνη, περόνη, εὐφρόνη καὶ Εὐφρόνη, ἀμπεχόνη. ὀξύνεται δὲ ἡδονή, φλεγμονή, πληϲμονή, αὐονή, καλλονή, χαρμονή.

    Τὰ εἰϲ ν̄η̄ διϲύλλαβα τῷ ῡ μακρῷ παραληγόμενα βαρύνεται, μύνη ἡ προτροπή, Βύνη, Φρύνη, Θύνη πόλιϲ Λιβύηϲ ὡϲ ὁ πολυίϲτωρ Ἀλέξανδροϲ. τὸ δὲ Κυνή πόλιϲ Λυδίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. καὶ γυνή ὀξύνεται τὸ ῡ βραχὺ ἔχοντα.

    Τὰ εἰϲ ν̄η̄ ὑπερδιϲύλλαβα μονογενῆ παραληγόμενα τῷ ῡ βαρύνεται, αἰϲχύνη, ὀδύνη, Δελφύνη, χελύνη, Κορύνη, Ταμύνη, τορύνη, ϲιγύνη, δουλοϲύνη, ἀγνωμοϲύνη, κερδοϲύνη « ὣϲ φαμένη καὶ κερδοϲύνῃ ἡγήϲατ’ Ἀθήνη» (ll. X 247), βριθοϲύνη, ὑποθημοϲύνη, ἁγιωϲύνη, μεγαλωϲύνη, χαρμοϲύνη, δικαιοϲύνη, εὐφροϲύνη, ξεινοϲύνη «ἀρχὴν ξεινοϲύνηϲ » (Οd. φ 35) « πλαγκτοϲύνηϲ δ’ οὐκ ἔϲτι κακόν » (Οd. ο 343). «τὴν δ’ ᾔνηϲ’ ἥ οἱ πόρε μαχλοϲύνην » (Il. Ω 30). « δρηϲτοϲύνη οὐκ ἄν μοι » (Οd. o 321). ταρβοϲύνῃ, φὰν γάρ μιν » (Οd. ϲ 342). «γηθοϲύνῃ δὲ θάλαϲϲα διίϲτατο » (Ν 29). ὁ δὲ Ἀρίϲταρχοϲ γηθοϲύνη δὲ θάλαϲϲα ἀντὶ τοῦ γηθόϲυνοϲ, χαίρουϲα. ἀλλὰ τὰ διὰ τοῦ ϲ̄ῡν̄η̄ θηλυκὰ εὑρέθη οὐκ ἐπιθετικῶϲ κατά τινοϲ θηλείαϲ, κατηγορικὰ δὲ πράγματοϲ. οὐ γὰρ ἀγαθοφροϲύνη γυνή. οὐκ ἄρα γένοιτο γηθοϲύνη θάλαϲϲα. εἰκόϲ τινα φήϲειν ὑπὲρ Ἀριϲτάρχου καὶ τῶν ἄλλων ὡϲ ὅτι αὐτὸϲ ἤδη ὁ ποιητὴϲ ἀρϲενικῶϲ τοῦτο ἀπεφήνατο «γηθόϲυνοϲ δ’ οὔρῳ » (Οd. ε 269). οὕτωϲ ἀκόλουθον θηλυκὸν γένοιτο ἂν τὸ γηθοϲύνη. ὃν διδάξομεν ὡϲ ὅτι τὰ διὰ τοῦ ϲ̄ῡν̄ο̄ϲ̄ εἰ παράγοιτο ἐπιθετικῶϲ ἀρϲενικὰ ὑπάρχοντα μηκέτι ποιεῖ κατὰ τὸ πλεῖον θηλυκοῦ γένουϲ παραϲχηματιϲμόν. τὸ οὖν δικαιόϲυνοϲ Ζεὺϲ οὐκ ἔχει τὸ δικαιοϲύνη θηλυκὸν ἔτι ἐπιθετικῶϲ κατά τινοϲ θεοῦ ταϲϲόμενον.

    Τὰ εἰϲ ω̄ν̄η̄ διϲύλλαβα παροξύνεται, ζώνη· ἔϲτι καὶ πόλιϲ Κικόνων. Ἑκαταῖοϲ Εὐρώπῃ. μνώνη, ϲμώνη ἡ πλῆξιϲ τοῦ ἀνέμου, γρώνη, χώνη. ἔϲτι καὶ Χώνη πόλιϲ Οἰνωτρῶν, ἧϲ Ϲτράβων μέμνηται ἐν ἕκτῃ (p. 255) « καὶ τὴν γῆν ὀνομάϲαι Χώνην». « καὶ Χώνη πόλιϲ ὑπὲρ αὐτῆϲ, ἀφ’ ἧϲ οἱ ταύτῃ Χῶνεϲ ἐκλήθηϲαν ». τὸ δὲ φωνή ἀπὸ τοῦ φωνῶ καὶ τὸ ὠνή ἀπὸ τοῦ ὠνῶ ὀξύνεται.

    Τὰ διὰ τοῦ ω̄ν̄η̄ κύρια καὶ προϲηγορικὰ ὑπερδιϲύλλαβα βαρύνεται, Δωδώνη πόλιϲ τῆϲ Μολοϲϲίδοϲ ἐν Ἠπείρῳ, καθ’ ἣν Δωδωναῖοϲ Ζεύϲ «Δωδώνηϲ μεδέων δυϲχειμέρου » (Ιl. Π 234). Φιλόξενοϲ δὲ ὁ τὴν Οδύϲϲειαν ὑπομνηματίζων δύο φηϲί, Θετταλικὴν καὶ Θεϲπρωτικὴν, οὕτωϲ «Δωδώνην νῦν φηϲι τὴν Θεϲπρωτικὴν ἐν ἢ τὸ μαντεῖον ἐκ τῆϲ δρυόϲ, ἑτέρα δὲ ἡ Θετταλικὴ ἀφ’ ἧϲ ὁ Ἀχιλλεὺϲ καλεῖ τὸν Δία » ἔοικε δὲ οὗτοϲ ἐπιλελῆϲθαι τὸ «ἀμφὶ δὲ Ϲελλοὶ ϲοὶ ναίουϲ’ ὑποφῆται ἀνιπτόποδεϲ χαμαιεῦναι » (Il Π 234). πῶϲ γὰρ τούτων μέμνηται ἀπὸ τῆϲ Θεϲϲαλικῆϲ καλῶν αὐτόν; οὕτω δὲ καὶ Ἐπαφρόδιτοϲ ἐν τῇ Π τῆϲ Ἰλιάδοϲ « τιμᾷ τοὺϲ ἐν Δωδώνῃ ἔχονταϲ ἐπιφανὲϲ μαντεῖον, « τὸν δ’ ἐϲ Δωδώνην φάτο βήμεναι ». ἐπικέκληκε δὲ Ἀχιλλεὺϲ τὸν ἐν τῇ Θετταλίᾳ γειτνιῶντα θεόν, ὡϲ καὶ ὁ Πάνδαροϲ εὔχεται τῷ Λυκηγενεῖ καὶ ὁ Χρύϲηϲ τῷ Ϲμινθεῖ. τὸν δὲ Δωδωναῖον ἔλεγον καὶ Νάϊον. Ζηνόδοτοϲ δὲ γράφει Φηγωναῖε, ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸϲ ἐμαντεύετο ». καὶ Ϲουίδαϲ δέ φηϲι Δωδωναίου Διὸϲ ἱερὸν εἶναι ἐν Θεϲϲαλίᾳ καὶ τοῦτον ἐπικαλεῖϲθαι. ἕτεροι δὲ γράφουϲι Βωδωναῖε. πόλιν γὰρ εἶναι Βωδώνην, ὅπου τιμᾶται. Κινέαϲ δέ φηϲι πόλιν ἐν Θεϲϲαλίᾳ εἶναι καὶ φηγὸν καὶ τὸ τοῦ Διὸϲ μαντεῖον εἰϲ Ἤπειρον μετενεχθῆναι. ὠνόμαϲται δὲ κατὰ Θραϲύβουλον, ὡϲ Ἐπαφρόδιτοϲ ὑπομνηματίζων τὸ β′ Αἰτίων « ἀπὸ Δωδώνηϲ μιᾶϲ τῶν Ὠκεανίδων νυμφῶν. Ἀκεϲτόδωροϲ δὲ ἀπὸ Δώδωνοϲ τοῦ Διὸϲ καὶ Εὐρώπηϲ ». εἰκὸϲ δὲ ἀπὸ Δώδωνοϲ ποταμοῦ Ἠπείρου. διτταὶ δ’ εἰϲὶ Δωδῶναι, ἡ ἐν Ἠπείρῳ καὶ ἡ ἐν Θετταλίᾳ, καθάπαρ ἄλλοι καὶ Μναϲέαϲ. ἡ δὲ Δωδῶνοϲ γενικὴ μετὰ τῆϲ λοιπῆϲ κινήϲεωϲ ἠδύνατο κλίϲιϲ εἶναι τῆϲ Δωδών, εἴπερ ἦν ἐν χρήϲει τῆϲ πόλεωϲ ἡ εὐθεῖα. ἀλλ’ οὐκ εἴρηται· διόπερ μεταπλαϲμὸϲ ἔοικε εἶναι. λήγεται δὲ καὶ εἰϲ ω̄. Ϲιμμίαϲ ὁ Ῥόδιοϲ » Ζηνὸϲ ἕθοϲ Κρονίδαο μάκαιρ’ ὑπεδέξατο Δωδὼ ». Βωδώνη πόλιϲ Περραιβικὴ, ὡϲ Ἀπολλόδωροϲ. οἱ δ’ ὀρθῶϲ Θετταλίαϲ ἀπὸ Βωδωνοῦ ἥρωοϲ. Μεθώνη πόλιϲ Θρᾴκηϲ. Μαγνηϲίαϲ, ἣν Ὅμηροϲ διὰ τοῦ η̄ « οἱ δ’ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο » (B 716). ἔϲτι δὲ καὶ Μακεδονίαϲ. ἐκλήθη δὲ ἀπὸ τοῦ μέθυ. πολύοινοϲ γάρ ἐϲτι. καὶ τῆϲ Λακωνικῆϲ. δ’ ἐν Περϲίδι. ε′ Εὐβοίαϲ. Μοθώνη, εἰρεϲιώνη, χελώνη,

    κορώνη. ἔϲτι καὶ πόλιϲ Μεϲϲηνίαϲ, ὡϲ Ἀρτεμίδωροϲ ἑβδόμῳ τοῦ καταλόγου, καὶ μοῖρα τῆϲ Ϲαλαμῖνοϲ τῆϲ ἐν Κύπρῳ. ἔϲτι δὲ καὶ Βιθυνίαϲ. μελεδώνη. Ἰτώνη χώρα ὑπὸ τὸν Αἶμον, ὡϲ Ἑκαταῖοϲ Εὐρώπῃ. ἔϲτι καὶ πόλιϲ Ἰτώνη ἐν Ἠπείρῳ καὶ Ἰταλίαϲ καὶ Βοιωτίαϲ καὶ Λυδίαϲ καὶ ἡ Ἀθηνᾶ Ἰτώνη. ἐντεριώνη. Ἀτρυτώνη, Ἀκριϲιώνη, Ἠλεκτρυώνη, Ἠϊώνη πόλιϲ Βοιωτίαϲ. Ἀμυμώνη, Ἡριώνη, Διώνη, Μηκώνη· οὕτωϲ ἐκαλεῖτο ἡ Ϲικυών. Ἀργειώνη ὡϲ Ἀντίμαχοϲ· οὕτωϲ ἡ Ἑλένη. ῥᾳϲτώνη. Ἰώνη· οὕτωϲ ἐκαλεῖτο ἡ Γάζα ἀπὸ Ἰοῦϲ προϲπλευϲάϲηϲ καὶ μεινάϲηϲ ἐκεῖ καὶ ἡ Ἀντιόχεια ἡ παρὰ Δάφνην, ἣν ᾤκηϲαν Ἀργεῖοι. Χιτώνη· οὕτωϲ ἡ Ἄρτεμιϲ ἐλέγετο καὶ Χιτωνία. Ἠλώνη πόλιϲ Περραιβικὴ. Ὅμηροϲ « Ὀρθὴν Ἠλώνην τε » (B 739), νῦν δὲ Λειμώνη διὰ τὸν ἐν αὐτῇ λειμῶνα. Κολώνη, γρονθώνη. Γυρτώνη πόλιϲ τῆϲ Θεϲϲαλίαϲ καὶ Περραιβίαϲ. Ὅμηροϲ (B 738). λέγεται καὶ Γυρτών. Βιζώνη πόλιϲ Ποντική. Βρυϲώνη ἡ πηγή. Αἰγώνη· οὕτωϲ Ῥιανὸϲ ἑκκαιδεκάτῃ Αἰγώνειαν πόλιν Μηλιέων λέγει. Ἁλώνη νῆϲοϲ πρὸϲ τῇ Κυζίκῳ, ἥτιϲ καὶ Νεβρίϲ καὶ Προχώνη ἐκαλεῖτο. ὠνομάϲθη δὲ οὕτωϲ, ὁπότε οἱ ἐποικοῦντεϲ τὴν τῶν ἁλῶν ἐργαϲίαν ἐπενόηϲαν. τινὲϲ δὲ αὐτὴν εἶπον πόλιν Παφλαγονίαϲ. Ἀργανθώνη· οὕτωϲ λέγεται Ἀργανθὼν ὄροϲ Μυϲίαϲ καὶ ἡ Ῥήϲου γυνή. Ἰϲτώνη ὄροϲ προϲεχὲϲ τῇ Κερκύρᾳ. Θουκυδίδηϲ τρίτῃ (c. 85). Λογγώνη Ϲικελίαϲ πόλιϲ. Κελαδώνη πόλιϲ Λοκρίδοϲ. Κρηϲτώνη πόλιϲ Θρᾴκηϲ. Λυκόφρων (v. 937) « ὁρμωκοτῆϲαι τόν τε Κρηϲτώνηϲ θεόν ». ἔοικε δὲ εἶναι ἡ Κρηϲτών παρ’ Ἡϲιόδῳ. Λυκώνη πόλιϲ Θρᾴκηϲ. Εὐφορίων Ἱππομέδοντι. Ϲαλμώνη πόλιϲ τῆϲ Πιϲάτιδοϲ καὶ κρήνη ὁμώνυμοϲ ἀπὸ τοῦ Ϲαλμωνέωϲ τοῦ βαϲιλέωϲ. Ϲαλῶναι πόλιϲ Δελματίαϲ. Κυρτώνη ἀρχαῖον ὄνομα τοῦ Βοιωτίαϲ πολίϲματοϲ ὃ λέγεται Κύρτωνεϲ. Ϲκιώνη πόλιϲ Θρᾴκηϲ, ἔνθα λέγεται τὰϲ Τρῳάδαϲ αἰχμαλώτουϲ, διὰ τὸ μὴ ὑπὸ τῶν Ἑλλήνων εἰϲ δουλείαν ἀπενεχθῆναι τῶν αὐτῶν γυναικῶν, ἐμπρῆϲαι τὰϲ ναῦϲ. οἱ δὲ πλοίων ἀποροῦντεϲ ἐξ ἀνάγκηϲ κατέμειναν αὐτοῦ πόλιν Ϲκιώνην οἰκίϲαντεϲ. Οἰνώνη νῆϲοϲ τῶν Αἰακιδῶν. Τορώνη πόλιϲ Θρᾴκηϲ ἀπὸ Τορώνηϲ τῆϲ Πρωτέωϲ ἢ Ποϲειδῶνοϲ καὶ Φοινίκηϲ. ἔϲτι καὶ ἄλλη Τορώνη μετὰ Τροίαν κτιϲθεῖϲα. τὸ δὲ Αἰξωνή δῆμοϲ τῆϲ Κεκροπίδοϲ φυλῆϲ ὀξύνεται, ὡϲ εἴθιϲται ἐπὶ πολλῶν τῶν δήμων, καὶ τὸ Κλεωναί καὶ Κολωναί πόλειϲ πληθυντικῶϲ λεγόμεναι.

    Τὰ εἰϲ ξ̄η̄ θηλυκὰ οὐκ ἔϲτιν εὑρεῖν, εἰ μὴ μόνον τὸ αὐξή καὶ αὐτὸ ἀμφίβολον περὶ τόνον· οἱ μὲν γὰρ βαρύνουϲι λέγοντεϲ αὐτὸ ἀπὸ τῆϲ αὔξηϲιϲ ἀποκεκόφθαι, ἐγὼ δὲ ϲυγκατατίθεμαι τοῖϲ ὀξύνουϲιν.

    Τὰ εἰϲ π̄η̄ διϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ φωνῆεν λήγουϲαν μὴ τὸ ο̄ ἢ ῑ βαρύνεται, νάπη· ἔϲτι καὶ Νάπη πόλιϲ Λέϲβου, ἣν Λάπην ὀνομάζει Ἑλλάνικοϲ ἐν δευτέρῳ Λεϲβιακῶν. λύπη, ϲκέπη, κώπη· εἰϲὶ καὶ Κῶπαι πόλιϲ Βοιωτιακή. Ὅμηροϲ « Κώπαϲ Εὔτρηϲίν τε» (B 502) ἀπὸ Κωπέωϲ τοῦ Πλαταιέωϲ τοῦ Ὀγχηϲτοῦ τοῦ Ποϲειδῶνοϲ. ϲήπη, λώπη, γύπη, κύπη εἶδοϲ πλοίου· ἔϲτι καὶ Ϲικελίαϲ φρούριον Κύπη. Φίλιϲτοϲ Ϲικελικῶν ἐνάτῳ. Ῥύπαὶ πόλιϲ Ἀχαϊκή. λέγεται καὶ Ῥιπαίη. Κάπαι πόλιϲ Ἑλληϲποντία. Ἀνδροτίων γ′ Ἀτθίδοϲ. τὸ δὲ τυπή ὀξύνεται καὶ τὸ ῥοπή καὶ τροπή καὶ ὀπή καὶ κλοπή. καὶ ῥιπή. τὸ δὲ Ῥίπη Ἀρκαδικὴ πόλιϲ βαρύνεται εἰϲ ἰδιότητα «Ῥίπην τε Ϲτρατίην τε» (B 606).

    Τὰ εἰϲ π̄η̄ διϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ εἰϲ ϲύμφωνον καταλήγουϲαν βαρύνεται, ἅρπη, λάμπη· ἔϲτι καὶ Λάμπη πόλιϲ Κρήτηϲ Ἀγαμέμνονοϲ κτίϲμα ἀπὸ Λάμπου τοῦ Ταρραίου. ἔϲτι καὶ δευτέρα τῆϲ Ἀκαρνανίαϲ. καὶ τρίτη τῆϲ Ἀργολίδοϲ, ὡϲ Φίλων. Ξενίων δὲ ἐν Κρητικοῖϲ διὰ δύο π̄π̄ γράφει τὴν πόλιν τὴν Κρητικήν. καὶ διὰ δύο ᾱᾱ καὶ διὰ τοῦ η̄. Κάλπη τὸ ὄροϲ. ἔϲτι καὶ πόλιϲ Βιθυνῶν. Θεόπομποϲ ὀγδόῳ Ἑλληνικῶν. λέγεται καὶ Κάρπεια, ϲάλπη, κάμπη ϲκώληξ, καμπή δὲ ἡ κάμψιϲ. Τράμπη πόλιϲ Ἰωνίαϲ, Ἄμπη πόλιϲ πρὸϲ τῇ Ἐρυθρᾷ θαλάϲϲῃ. Ἡρόδοτοϲ ἕκτῃ (c. 20). Τάρπη πόλιϲ Ἰταλίαϲ. Ὄλπαι φρούριον κοινὸν Ἀκαρνάνων καὶ Ἀμφιλόχων δικαϲτήριον. Θουκυδίδηϲ τρίτῃ (c. 105). Ϲτίλπαι πόλιϲ Ϲικελίαϲ. πόρπη παρὰ τὸ πείρω. τὸ δὲ μολπή ἀπὸ τοῦ μέλπω καὶ πομπή παρὰ τὸ πέμπω ὀξύνεται. τὸ δὲ Πόμπη κύριον ὂν παροξύνεται.

    Τὰ εἰϲ π̄η̄ κύρια ὄντα ὑπερδιϲύλλαβα βαρύνεται, Καλλιόπη· ἔϲτί

    καὶ πόλιϲ Παρθυαίων. Πολύβιοϲ δεκάτῳ. Ἀντιόπη. Ϲτερόπη τὸ κύριον, ϲτεροπή δὲ ἡ ἀϲτραπή, Μερόπη· οὕτωϲ ἐκαλεῖτο Ϲίφνοϲ νῆϲοϲ. Καϲϲιόπη. Κορόπη πόλιϲ Θεϲϲαλίαϲ. Ὀρόπη πόλιϲ Εὐβοίαϲ, ὅπου Ἀπόλλωνοϲ διαϲημότατον ἱερόν. Ἰόπη πόλιϲ Φοινίκηϲ πληϲίον Ἰαμνίαϲ, ὡϲ Φίλων, ὡϲ δὲ Διονύϲιοϲ Παλαιϲτίνηϲ. Φοινίκη γὰρ καὶ ἡ Παλαιϲτίνη. ἐκλήθη δὲ ἀπὸ Ἰόπηϲ τῆϲ Αἰόλου θυγατρόϲ, τῆϲ γυναικὸϲ Κηφέωϲ τοῦ κτίϲαντοϲ καὶ βαϲιλεύϲαντοϲ. ἔϲτι καὶ Θεϲϲαλίαϲ ἄλλη. Πηνελόπη. Ἐνόπη πόλιϲ Μεϲϲηνίαϲ. Ὅμηροϲ « Καρδαμύλην Ἐνόπην » (Il. Ι 150), μέμνηται αὐτῆϲ καὶ Παυϲανίαϲ τρίτῳ (c. 26, 8). Πελόπη κώμη Λυδίαϲ πρὸϲ τῇ Φρυγίᾳ. Ἀλόπη πόλιϲ Θεϲϲαλίαϲ ἀπὸ Ἀλόπηϲ τῆϲ Κερκυόνοϲ, ὡϲ Φερεκύδηϲ, ἢ τῆϲ Ἄκτοροϲ, ὡϲ Φίλων. ἔϲτι δὲ μεταξὺ Κρεμαϲτῆϲ καὶ Ἐχίνου. δευτέρα ἐϲτὶ καὶ τῆϲ Ἀττικῆϲ. τρίτη Πόντου, ἀφ’ ἧϲ Πενθεϲίλεια. τετάρτη περὶ Εὔβοιαν. πέμπτη περὶ Δελφούϲ. ἕκτη περὶ Λοκρίδα. Ὅμηροϲ τὴν μεταξὺ Μυϲίαϲ καὶ Καρίαϲ καὶ Λυδίαϲ παράλιόν φηϲιν « ἐλθόντ’ ἐξ Ἀλόπηϲ, ὅθ’ Ἀμαζονίδων γένοϲ ἐϲτίν » (B 857) Ῥοδόπη πόλιϲ Ἰωνίαϲ. Διόπη πόλιϲ Ἀρκαδίαϲ, ὡϲ Φερεκύδηϲ. Πανόπη πόλιϲ Φωκίδοϲ ἡ καὶ Πανοπεύϲ. κέκληται δὲ ἀπὸ Πανοπέωϲ τοῦ Φώκου παιδόϲ. Παρθενόπη μία τῶν Ϲειρήνων καὶ πόλιϲ ἐν Ὀπικοῖϲ τῆϲ Ἰταλίαϲ κτίϲμα Ῥοδίων. Δρυόπη ἡ Εὐρυπύλου θυγάτηρ καὶ πόλιϲ περὶ τὴν Ἑρμιόνα. γράφεται καὶ Δρυόπα. Ἀρύπη πόλιϲ, ἧϲ οἱ πολῖται Ἄρυπεϲ. Ϲινώπη πόλιϲ διαφανεϲτάτη τοῦ Πόντου, κτίϲμα Κρητίνου καὶ Κῴου, ὥϲ φηϲι Φλέγων. Εὐρώπη ἡ χώρα ἐκ τῆϲ Φοίνικοϲ θυγατρὸϲ ἢ τοῦ Ἀγήνοροϲ. λέγεται καὶ Εὐρώπεια ὡϲ Ὑψιπύλη Ὑψιπύλεια, Ἀπάμη Ἀπάμεια, Πηνελόπη Πηνελόπεια, Λαοδίκη Λαοδίκεια, ἐρήμη ἐρήμεια, κολώνη κολώνεια. καὶ διὰ τοῦ ῑ Εὐρωπία παρὰ Ϲοφοκλεῖ Αἰχμαλώτιϲι « καὶ νηϲιώταϲ καὶ μακρᾶϲ Εὐρωπίαϲ ». καὶ Εὐριπίδηϲ ἐν Θηϲεῖ « ϲχεδὸν παρ’ αὐτοῖϲ κραϲπέδοιϲ Εὐρωπίαϲ». Κερκώπη. Μετώπη ὁ ποταμόϲ. Καϲώπη πόλιϲ ἐν Μολοϲϲοῖϲ δι’ ἑνὸϲ c̄. Κωνώπη πόλιϲ Ἀκαρνανίαϲ. Πολύβιοϲ πέμπτῳ. Νηϲώπη πόλιϲ Λέϲβου ἡ τὸν Ϲίγριον λιμένα ποιοῦϲα. Ἐπώπη ἡ Ἀκροκόρινθοϲ διὰ τὸ Ϲίϲυφον ἐντεῦθεν ἐπιδεῖν τὴν τῆϲ Αἰγίνηϲ ὑπὸ Διὸϲ ἁρπαγήν. Ὑώπη πόλιϲ Ματιηνῶν προϲεχὴϲ τοῖϲ Γορδίοιϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ « ἐν δὲ πόλιϲ Ὑώπη, οἱ δ’ ἄνθρωποι ἐϲθῆτα φορέουϲιν οἵηνπερ Παφλαγόνεϲ ». Ολύμπη πόλιϲ Ἰλλυρίαϲ ὡϲ Δομίτιοϲ Καλλίϲτρατοϲ ἑβδόμῳ περὶ Ἡρακλείαϲ. Ζαριάϲπη καὶ Ζαρίαϲπα πόλιϲ Βακτριανή.
    Ϲτράβων ἑνδεκάτῃ (p. 514). Χάραξ δὲ οὐδετέρωϲ τὰ Ζαρίαϲπα. Ἐνίϲπη πόλιϲ Ἀρκαδίαϲ « καὶ ἠνεμόεϲϲαν Ἐνίϲπην » (B 606). νῦν δ’ οὐκ ἔϲτι. φαϲὶ δὲ ἢ τῆϲ Κλειτορίαϲ γῆϲ εἶναι ἢ τῆϲ Ψωφῖδοϲ. Εὐίππη δῆμοϲ Καρίαϲ. Κυδίππη Ὀχίμου θυγάτηρ. Γοργίππη πόλιϲ Ϲινδική, ἣ καὶ Γοργίππεια. τὸ μέντοι ϲιωπή ὀξύνεται καὶ ἐνωπή, ἐϲωπή, περιωπή καὶ τὸ ἐνοπή καὶ ἀϲτραπή καὶ ἀϲτεροπή καὶ ἐνιπή ἡ ἐπιπληξιϲ καὶ λατυπή, χαμαιτυπή. ϲεϲημείωται τολύπη βαρύτονον ἡ ἐργαϲία καὶ Ἀμφιτροπή ὀξύτονον δῆμοϲ τῆϲ Ἀντιοχίδοϲ φυλῆϲ.

    Τὰ εἰϲ ρ̄η̄ ἰωνικώτερα κατὰ τροπὴν τοῦ ᾱ εἰϲ η̄ βαρύνεται, κόρη, Ἄϲκρη πόλιϲ Βοιωτίαϲ, Ὀλύκρη πόλιϲ περὶ Ναύπακτον. Ἑκαταῖοϲ περιηγήϲει Εὐρώπηϲ. Ἀντιϲάρη καὶ αὕτη πόλιϲ. τινὲϲ δὲ Τιϲάρη γράφουϲι, δέρη ὁ τράχηλοϲ, τὸ δὲ δειρή πλεοναϲμῷ τοῦ ῑ ὀξύνεται. ἀθάρη. ἔϲτι δὲ ϲιτῶδέϲ τι ἑψητόν, ὅπερ ἐν τῇ ϲυνηθείᾳ λάθυρον κα λοῦϲι. Ἐφύρη ὄνομα πόλεωϲ, ὡϲ παρὰ τῷ ποιητῇ (ll. Z 152)

  • ἔϲτι πόλιϲ Ἐφύρη μυχῷ Ἄργεοϲ ἱπποβότοιο.
  • ἔϲτι δὲ ἡ νῦν λεγομένη Κόρινθοϲ. ἔϲτι δὲ καὶ Ἐφύρη παρὰ τῷ Θουκυδίδῃ (I, 46, 2). Κύρη· ἔϲτι δὲ ὄνομα πηγῆϲ, ἀφ’ ἧϲ καὶ Κυρήνη πόλιϲ. ἔϲτι δὲ καὶ νῆϲοϲ ἐν τῷ Περϲικῷ κόλπῳ. Ἑκαταῖοϲ ἐν περιηγήϲεωϲ δευτέρῳ. Τερψιχόρη. Ἀττικοὶ δὲ διὰ τοῦ ᾱ φαϲὶ Τερψιχόρα. ἐπὶ κόρρηϲ, ϲημαίνει δὲ τὸ ἐπὶ κεφαλῆϲ. κόρϲη γὰρ ἡ κεφαλὴ καὶ ἀπὸ τοῦ κόρϲη καὶ κόρρη ὡϲ ἄρϲην καὶ ἄρρην. Κάτρη καὶ αὕτη πόλιϲ Κρητικὴ ἀπὸ Κάτρεωϲ. Ἄγρη πόλιϲ Λυδίαϲ. Τάφραι καὶ Τάφρη ἑνικῶϲ, χώρα ταφρευθεῖϲα περὶ τὴν Μαιῶτιν λίμνην ὑπὸ δούλων ταῖϲ

    δεϲποίναιϲ ϲυμμιγέντων κατὰ τὸν πολυχρόνιον πόλεμον τῶν Ϲκυθῶν, τῶν δεϲποτῶν πολεμούντων τοῖϲ Θρᾳξὶν ἢ τοῖϲ ἐντὸϲ Ἴϲτρου, ὡϲ Καλλίϲτρατοϲ ἐν τρίτῳ. Ϲπαλέθρη πόλιϲ Θεϲϲαλίαϲ. Ἑλλάνικοϲ δὲ Ϲπάλαθρον αὐτήν φηϲι. Μαζάρη φρούριον Ϲελινουντίων. Φαναγόρη καὶ Φαναγόρεια νῆϲοϲ τῇ Ταυρικῇ παρακειμένη. Φαλώρη πόλιϲ Θετταλίαϲ. ταύτην Ῥιανὸϲ Φαλώρειαν καλεῖ. Ἀγκώρη· οὕτωϲ ἐκαλεῖτο πρότερον Νίκαια πόλιϲ Βιθυνίαϲ. τὸ δὲ καρή ὀξύνεται. τὸ γὰρ κάρη τὸ βαρυτονούμενον οὐδέτερόν ἐϲτιν· ἀπὸ γὰρ τοῦ κάρηνον γενόμενον κατὰ ἀποκοπήν ἐϲτιν. καὶ τὸ Ἱρή παρὰ τῷ ποιητῇ — ἔϲτι δὲ ὄνομα πόλεωϲ οἷον

  • Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεϲϲαν (Il. Ι 150) —
  • Ἀρίϲταρχοϲ ὀξύνει ὁμοίωϲ τῷ ἐπιθετικῷ· εἰϲὶ δὲ οἵ βαρύνουϲιν εἰϲ ἰδιότητα ὥϲπερ ἐπὶ τοῦ « Ῥίπην τε Ϲτρατίην τε» (Β 606). ὀξύνονται δὲ καὶ Γυρή, ἀφ’ οὗ Γυραία. καὶ Καιρή· οὕτωϲ μετωνομάϲθη Ἄγυλλα πόλιϲ Τυρρηνίαϲ. καὶ Δουϲαρή ϲκόπελοϲ καὶ κορυφὴ ὑψηλοτάτη Ἀραβίαϲ ἀ̣πὸ τοῦ Δουϲάρου θεοῦ παρὰ Ἄραψιν τιμωμένου. καὶ Περιϲτερή πόλιϲ Φοινίκων. τὸ δὲ Θυρῆ κατὰ ϲυναίρεϲιν ἐκ τοῦ Θυρέα.

    Τὰ εἰϲ η̄ λήγοντα προηγουμένου τοῦ ϲ̄ βαρύνεται, ἄϲη ὁ ῥύποϲ, κόρϲη ὁ κρόταφοϲ καὶ Κόρϲη δούλη βουκόλος, ἀφ’ ἧϲ Κορϲίϲ νῆϲοϲ. Μέϲϲη πόλιϲ κατ’ ἀποκοπὴν ἐκ τοῦ Μεϲϲήνη καὶ Μέϲη. Χρύϲη ἡ πόλιϲ τοῦ Ἀπόλλωνοϲ ἐγγὺϲ Λήμνου. Ϲοφοκλῆϲ Λημνίαιϲ « ὦ Λῆμνε Χρύϲηϲ τ’ ἀρχιτέρμονεϲ πάγοι»· καὶ ἐν Αἰχμαλώτιϲι « ταύτην ἐγὼ Κίλλαν καὶ Χρύϲην νέμω ». εἰϲὶ καὶ ἄλλαι Χρῦϲαι ὁμώνυμοι πόλειϲ καὶ τόποι πολλοί. περὶ Ϲκῦρον. καὶ τῆϲ Λεϲβίαϲ τόποϲ. καὶ περὶ Ἡφαιϲτίαν τῆϲ Λήμνου ἀκρωτήριον πρὸϲ Τένεδον βλέπον. καὶ ἐν Βιθυνίᾳ περὶ Χαλκηδόνα. καὶ τῆϲ Καρίαϲ ἐν τῇ Ἁλικαρναϲϲίδι, Δώριον πεδίον· καὶ ἐν Ἑλληϲπόντῳ πόλιϲ μέϲη Ὀφρυνίου καὶ Ἀβύδου. ἔϲτι καὶ ἄλλη περιϲπωμένωϲ λεγομένη νῆϲοϲ Ὠνεανῖτιϲ. ἔϲτι καὶ ἄλλη χερρόνηϲοϲ τῆϲ Ἰνδικῆϲ Χρυϲῆ καλουμένη. Γενέση πόλιϲ Λακωνικῆϲ. Τεμέϲη πόλιϲ Ἰταλίαϲ καὶ ποταμόϲ. Ὅμηροϲ « ἐϲ Τεμέϲην μετὰ χαλκόν, ἄγω δ’ αἴθωνα ϲίδηρον » (Οd. α 184). Πολύβιοϲ δὲ ἐν τῷ πρώτῳ Τεμέϲειαν τὴν πόλιν καλεῖ. Ἀγχίϲη πόλιϲ Ἰταλίαϲ ἀπὸ τοῦ προπάτοροϲ Ἀγχίϲου, ὡϲ Διονύϲιοϲ ἐν πρώτῃ περὶ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. τὸ λιϲϲή ὀξύνεται « ἔϲτι δέ τιϲ λιϲϲὴ αἰπεῖά

    τε εἰϲ ἅλα πέτρη » (Οd. γ 293). τινὲϲ μὲν ὄνομα κύριον τὴν νῦν Βλιϲϲὴν καλουμένην. ὁ δὲ Κράτηϲ ϲὺν τῷ ν̄ γράφει Λιϲϲήν. καλεῖται δὲ καὶ Λιϲϲήϲ. ἔϲτι δὲ τῆϲ Φαιϲτιάδοϲ. καὶ τὰ τῶν δήμων ὀνόματα Βηϲϲή καὶ Περγαϲή δῆμοϲ τῆϲ Ἐρεχθηΐδοϲ φυλῆϲ. ἔτι καὶ τὰ πληθυντικῶϲ λεγόμενα Ἀϲαί κώμη Κορίνθου. Θεόπομποϲ λβ′ Φιλιπικῶν « Ἀϲαὶ καὶ Μαυϲὸϲ κῶμαι μεγάλαι καὶ πολυάνθρωποι ». ἔϲτι καὶ Θρᾴκηϲ Ἀϲαί. καὶ Τραγαϲαί χωρίον ἐν ἠπείρῳ ἀπὸ Τραγάϲου, οὗ εἰϲ χάριν ὁ Ποϲειδῶν ἁλὸϲ πῆξιν ἐποίηϲεν, ὅθεν Τραγαϲαῖοι ἅλεϲ, ὡϲ Ἑλλάνικοϲ ἐν πρώτῳ Λεϲβιακῶν. ἀφ’ οὗ καὶ τὸ πεδίον Ἁλήϲιον καλεῖται. καὶ Ἀκεϲαί πόλιϲ Μακεδονίαϲ καὶ Παγαϲαί.

    Τὰ εἰϲ τ̅η̄ παραληγόμενα τῷ ᾱ ἢ τῷ η̄ βαρύνεται, εἰ μὴ ἐπὶ δήμου τάττοιτο, πλάτη καὶ ὠμοπλάτη, μάτη, ἔνθεν καὶ γενικὴ παρὰ Ϲοφοκλεῖ « οὔτι τοι μέτρον μάταϲ », ἄτη καὶ τριϲυλλάβωϲ ἐν ϲυϲτολῇ τοῦ ᾱ ἀάτη, ὡϲ παρὰ τῷ Κυρηναίῳ

  • εἴτε μιν Ἀργείων χρὴ καλέειν Ἀάτην
  • καὶ ἀπάτη, ἐλάτη, Ἑκάτη, Κρήτη ἡ μεγίϲτη νῆϲοϲ, ἣν Κρεήτην ἔφη Ἀρχίλοχοϲ κατὰ πλεοναϲμόν. οἱ μέν φαϲιν ἀπὸ τοῦ Κουρήϲ Κουρήτην καὶ Κρήτην κατὰ ϲυγκοπήν, οἱ δὲ ἀπὸ Κρητὸϲ τοῦ Διόϲ. οἱ δὲ ἀπὸ Κρήτηϲ μιᾶϲ τῶν Ἑϲπερίδων, οἱ δὲ ἀπό τινοϲ γηγενοῦϲ Κρητόϲ. ἄμεινον δὲ παρὰ τὸ Κρήϲ Κρητόϲ Κρήτη ὡϲ Θρᾴκη καὶ Χιτώνη καὶ εὐφρόνη. λέγεται καὶ ποιητικῶϲ Κρῆται (Οd. ξ 99, π 61). Ἀρήτη, ἀρητή δὲ τὸ ἐπίθετον. ἀήτη. Λήτη πόλιϲ Μακεδονίαϲ ἀπὸ τοῦ πληϲίον ἱδρυμένου Λητοῦϲ ἱεροῦ. Διαβήτη νῆϲοϲ δυϲμικωτέρα Ϲαρδοῦϲ καὶ Κύρνου. εἰϲὶ καὶ Διαβῆται νῆϲοι περὶ Ϲύμην. Ὑπάτη πόλιϲ Αἰνιάνων. λέγεται δὲ καὶ Ὕπατα. ἔϲτι καὶ χώρα πληϲίον Ϲαγγάρου ποταμοῦ. Ἰωταπάτη πόλιϲ Ϲυρίαϲ, ἣ καὶ Ἰωτάπατα. Ναπάται πόλιϲ Λιβύηϲ· πρὸϲ τῇ Αἰθιοπίᾳ. τὸ δὲ Βατή ἐπὶ τοῦ δήμου τῆϲ Αἰγηΐδοϲ φυλῆϲ ὀξύνεται, τὸ δὲ βάτη ἡ γῆ παρὰ Μεϲϲηνίοιϲ βαρύνεται.

    Τὰ εἰϲ τ̅η̄ παραληγόμενα τῷ ε̄ ἢ ο̄ κύρια ὄντα βαρύνεται, Βρεμέτη, Ὠκυπέτη, Δημαρέτη. Ταϋγέτη ἡ μήτηρ Εὐρώτα. καὶ Φανότη πόλιϲ Φωκίδοϲ ἢ καὶ Φανότεια καὶ Φανοτεύϲ. καὶ Θεοδότη. τὸ δὲ Ἀφεταί πόλιϲ τῆϲ Μαγνηϲίαϲ. Ἑκαταῖοϲ· ὅτι ἐντεῦθεν δευτέραν ἄφεϲιν ἡ Ἀργὼ ἐποιήϲατο ἢ ὅτι ἐκεῖ οἱ Ἀργοναῦται τὸν Ἡρακλέα κατέλιπον. κεῖται δ’ ἐν Παγαϲιτικῷ κόλπῳ. — καὶ Ἰεταί φρούριον Ϲικελίαϲ. Φίλιϲτοϲ ἕκτῃ — πληθυντικῶϲ λέγεται. καὶ τὸ Ξυπετή ἐπὶ δήμου τάττεται. ἔϲτι δὲ δῆμοϲ Κεκροπίδοϲ φυλῆϲ. τὰ δὲ προϲηγορικὰ ὀξύνεται, ἀρετή, τελετή, βιοτή. τὸ δὲ μελέτη παροξύνεται ϲύνθετον ὂν παρὰ τὸ μέλειν καὶ ἐτεὸν τὸ ἀληθέϲ.

    Τὰ εἰϲ τ̅η̄ παραληγόμενα τῷ ῑ ὑπερδιϲύλλαβα κύρια ὄντα βαρύνεται, Μελίτη ἡ Αἰγαίου τοῦ ποταμοῦ καὶ νῆϲοϲ μεταξὺ Ἠπείρου καὶ Ἰταλίαϲ. ἔϲτι καὶ πόλιϲ ἄποικοϲ Καρχηδονίων καὶ δῆμοϲ Οἰνηΐδοϲ φυλῆϲ. Ἀμφιτρίτη, Ἀφροδίτη. τὸ δὲ λιτή διϲύλλαβον ὀξύνεται ὡϲ καὶ Λιταί πόλιϲ Λακωνική. τὸ δὲ Τρίτη πόλιϲ περὶ τὰϲ Ἡρακλείαϲ ϲτήλαϲ βαρύνεται ἐπιθετικὸν ὄν.

    Τὰ εἰϲ τ̅η̄ πρὸ τέλουϲ ἔχοντα τὸ ῡ ὀξύνεται, ἀϋτή ἡ βοή, πινυτή τὸ ἐπίθετον « μήτηρ πινυτή » (Οd. υ 131), Πινυτή δὲ καὶ τὸ κύριον. τὸ δὲ προϲηγορικὸν εἰϲὶν οἳ παροξύνουϲιν, Ἀρίϲταρχοϲ δὲ ὀξύνει καὶ ἐπεκράτηϲεν οὕτωϲ ἡ παράδοϲιϲ. Λυταί χωρίον Θεϲϲαλίαϲ διὰ τὸ λῦϲαι τὰ Τέμπη Ποϲειδῶνα καὶ ϲκεδάϲαι τὸ ἀπὸ τοῦ κατακλυϲμοῦ ὕδωρ. τὸ δὲ Ἀφύτη πόλιϲ πρὸϲ τῇ Παλλήνῃ Θρᾴκηϲ, ἣ καὶ Ἄφυτιϲ καὶ Ἄφυτοϲ ἀπὸ Ἀφύτου τινὸϲ ἐγχωρίου, καὶ Προχύτη νῆϲοϲ Ϲικελίαϲ βαρύνεται.

    Τὰ εἰϲ τ̅η̄ ὑπερδιϲύλλαβα τῷ ω̄ παραληγόμενα βαρύνεται, Κριθώτη πόλιϲ Ἑλληϲπόντου· ἔϲτι καὶ ἄκρα Ἀκαρνανίαϲ. Περκώτη καὶ Παλαιπερκώτη πόλιϲ Τρωάδος. Γεφυρώτη πόλιϲ Λιβύηϲ, Γιγγλυμώτη Φοινίκηϲ πόλιϲ ὡϲ Ἑκαταῖοϲ. τὸ μέντοι μηλωτή, κηρωτή ὀξύνεται καὶ τὸ οἰϲπωτή ὁ ῥύποϲ. τὸ δὲ Πρωτή νῆϲοϲ παρὰ τῇ Ϲφακτηρίᾳ καὶ Πύλῳ διϲύλλαβον ὀξύνεται.

    Τὰ εἰϲ τ̅η̄ διϲύλλαβα διφθόγγῳ παραληγόμενα βαρύνεται, βλαύτη εἶδοϲ ὑποδήματοϲ, Προίτη ἡ πόλιϲ, κοίτη, δροίτη ἡ πύελος, λοίτη, Οἴτη ὄροϲ περὶ Τραχῖνα. ἔϲτι καὶ πόλιϲ Μηλιέων. βαίτη ἡ διφθέρα. δαίτη ἡ εὐωχία. τὸ δὲ τελευτή τριϲύλλαβον.

    Τὰ εἰϲ τ̅η̄ διϲύλλαβα προϲηγορικὰ ἔχοντα πρὸ τοῦ τ̄ ϲύμφωνον ὀξύνεται, εἰ μὴ παραλήγοι φωνήεντι ῑ ἢ ε̄, βροντή, εἱρκτή, πηκτή ὄργανον μουϲικόν. φυϲτή μᾶζα ἡ ἐξ ἀλφίτων καὶ οἴνου. ἀκτή· οὕτωϲ δὲ καὶ ἡ Ἀττικὴ ἐκαλεῖτο ἀπὸ Ἀκταίου τινόϲ. ἀνὴρ δὲ ἦν αὐτόχθων, ὡϲ Φαβωρῖνοϲ, ὃϲ ἐβαϲίλευϲεν ἐκεῖ καὶ ἀφ’ ἑαυτοῦ οὕτωϲ τὴν χώραν ὠνόμαϲε καὶ τοὺϲ λαούϲ. Ἀπολλόδωροϲ δὲ τἀναντία φηϲίν « οὕτω γὰρ ἐκλήθη διὰ τὸ πολὺ μέροϲ αὐτῆϲ καθικνεῖϲθαι εἰϲ θάλαϲϲαν. τριγώνου γὰρ οὔϲηϲ αἱ ϲυννεύουϲαι ἐπὶ τὸ Ϲούνιον ἑκατέρωθεν δύο πλευραὶ παράλιοι τυγχάνουϲι, δι’ ἃϲ τῶν ἐπὶ Κέκροποϲ φυλῶν τεττάρων οὐϲῶν δύο προϲηγόρευϲαν Ἀκταίαν καὶ Παραλίαν ». ἔϲτι καὶ Ἀκτή Μαγνηϲίαϲ, ἀφ’ ἧϲ Ἄκτιοϲ καὶ Ἐπάκτιοϲ Ἀπόλλων τιμᾶται. ἔϲτι καὶ ἑτέρα Ἀκαρνανίαϲ, ἧϲ μέμνηται Δημάγητοϲ. ἔϲτι καὶ Πελοποννήϲου, ὡϲ Θουκυδίδηϲ, καὶ ἄλλη ἐν Βοϲπόρῳ καὶ ε′ ἐν Ἰωνίᾳ. Δημήτριοϲ δὲ τῆϲ ϲημαντικῆϲ τοῦ αἰγιαλοῦ καὶ τῆϲ περὶ τὸν Ἄθω χώραϲ μόνον ἐμνημόνευϲεν. βλαϲτή. τοῦτό τινεϲ βαρύνουϲιν. τὸ μέντοι κίϲτη βαρύνεται καὶ τὸ πέλτη ἡ ἀϲπίϲ. τὰ δὲ κύρια βαρύνεται, Δίκτη ὄροϲ Κρήτηϲ. Καλλίμαχοϲ . . . Ϲπάρτη Λακωνικὸν χωρίον ἀπὸ τῶν μετὰ Κάδμου Ϲπαρτῶν, περὶ ὧν Τιμαγόραϲ φηϲίν. « ἐκπεϲόνταϲ δὲ αὐτοὺϲ εἰϲ τὴν Λακωνικὴν Ϲπάρτην ἀφ’ ἑαυτῶν ὀνομάϲαι » ἢ ἀπὸ Ϲπαρτοῦ τοῦ Ἀμύκλαντοϲ τοῦ Λέλεγοϲ τοῦ Ϲπαρτοῦ ἢ διὰ τὸ τοὺϲ πρώτουϲ ϲυνοικίϲανταϲ τὴν πόλιν Λέλεγαϲ. διεϲπαρμένουϲ γὰρ εἰϲ ταὐτὸν ϲυνελθεῖν καὶ μίαν οἴκηϲιν ποιήϲαϲθαι. ἔϲτι καὶ Ϲπάρτη κώμη πληϲίον τοῦ Εὐξείνου πόντου. Ϲάρτη πόλιϲ περὶ τὸν Ἄθων, Πέμπτη πόλιϲ Αἰγύπτου.

    Τὰ εἰϲ τ̅η̄ ὑπερδιϲύλλαβα ἔχοντα κατὰ ϲύλληψιν ϲύμφωνον ἢ πρὸ τέλουϲ τὸ ρ̄ κύρια ὄντα βαρύνεται, Ἀδρήϲτη, Ἰοκάϲτη. Ορέϲτη πόλιϲ Εὐβοίαϲ. Ἑκαταῖοϲ Εὐρώπηϲ περιηγήϲει. Ἀκέϲτη πόλιϲ Ϲικελίαϲ καὶ Ἄγεϲτα, παρὰ τὸν Ἀκέϲτην. Μεγίϲτη πόλιϲ καὶ νῆϲοϲ τῆϲ Λυκίαϲ, ὡϲ πολυίϲτωρ, ἀπὸ Μεγιϲτέωϲ τινόϲ. Δολιχίϲτη· οὕτωϲ Ἀλέξανδροϲ

    ἐν τῷ Λυκίαϲ περίπλῳ Δολίχην νῆϲον πρὸϲ τῇ Λυκίᾳ καλεῖ. Ἀϲτάρτη νῆϲοϲ ἐν Αἰθιοπίᾳ. ἔϲτι καὶ πόλιϲ Ϲυρίαϲ ἡ ὕϲτερον Φιλαδέλφεια. τὸ μέντοι ἑορτή ὀξύνεται καὶ τὸ παλαιϲτή καὶ λεπαϲτή ἡ κύλιξ. τὸ δὲ Ϲεβαϲτή ἐπιθετικῶϲ τέτακται· ἔϲτι δὲ πόλιϲ Ἀρμενίαϲ ἡ νῦν Ϲεβάϲτεια καλουμένη, ὡϲ Ἀλέξανδροϲ ὁ Ἐφέϲιοϲ. ἔϲτι δὲ καὶ ἐν τῇ Ϲαμαρείτιδι πολίχνιον. λέγεται καὶ ἡ πρὸϲ τῇ Κωρύκῳ χερρόνηϲοϲ οὕτωϲ.

    * Τὰ εἰϲ τ̅η̄ ὑπερδιϲύλλαβα ἔχοντα κατὰ διάϲταϲιν ϲύμφωνον βαρύνεται, Ἀλλάντη πόλιϲ Μακεδονίαϲ καὶ Ἀρκαδίαϲ. Θεόπομποϲ δ’ ἐν πρώτῳ Φιλιππικῶν Ἀλλάντιον αὐτὴν εἶπε. Ἀργάντη πόλιϲ Ἰνδίαϲ, ὡϲ Ἑκαταῖοϲ. Ἀταλάντη, ἡ ὑπ’ Ἀθηναίων κτιϲθεῖϲα παρὰ Λοκροῖϲ. Θουκυδίδηϲ δευτέρᾳ (c. 23). ἔϲτι δὲ νῆϲοϲ. καὶ ἄλλη πρὸϲ τῷ Πειραιεῖ.

    Τὰ εἰϲ φ̅η̄ λήγοντα διϲύλλαβα προϲηγορικα παραληγομενα ᾱ ὀξύνεται, ἁφή, βαφή, ῥαφή, γραφή, ταφή, ϲκαφή τὸ ϲκάμμα, ϲκάφη τὸ πλοῖον παρώνυμον ἀπὸ τοῦ ϲκάφοϲ ὡϲ κάρφη ἀπὸ τοῦ κάρφοϲ. Τὰ δὲ κύρια βαρύνεται, Τάρφη πόλιϲ Λοκρῶν. Ὅμηροϲ (Β 533) « Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα ». λέγουϲι δ’ αὐτὴν ἀπὸ τῆϲ περὶ Φαρύγαϲ κρήνηϲ. οἱ δὲ καὶ αὐτὴν καὶ τὸν τόπον διὰ τὴν τῆϲ ὕληϲ πυκνότητα τὰ πυκνὰ γὰρ τάρφεα Ὅμηροϲ λέγει «βαθείηϲ τάρφεϲιν ὕληϲ » (Il. Ε 555). Ϲκάρφη πόλιϲ Εὐβοίαϲ, ἣ πρότερον Ἐτεωνόϲ ἐκαλεῖτο. Τράφη πόλιϲ πρὸϲ τῷ Πόντῳ. Ἄμφη· οὕτωϲ ἐκαλεῖτο Κάϲοϲ, μία τῶν Κυκλάδων, Ϲάμφη πόλιϲ Φοινίκηϲ καὶ τὰ τοιαῦτα.

    * Τὰ εἰϲ φ̅η̄ διϲύλλαβα ἔχοντα πρὸ τοῦ φ̄ ϲύμφωνον, ὁπότε μὴ ἔχοι πρὸ τέλουϲ ο̄, βαρύνεται, νύμφη, ϲίλφη, ἥν τινεϲ τίλφην λέγουϲι, Ϲέμφη πόλιϲ τῆϲ κατὰ Εὐφράτην Ἀραβίαϲ. Τύμφη ὄροϲ Θεϲπρωτικόν. Ϲκίρφαι πόλιϲ Φωκική. τὸ δὲ ὀμφή, μορφή πρὸ τέλουϲ ἔχουϲιν ο̄.

    Τὰ εἰϲ φ̅η̄ παραληγόμενα τῷ ο̄ ἢ τῷ ῡ ϲυνεϲταλμένῳ ὀξύνεται, ὀμφή, μομφή, μορφή, τροφή, ὀροφή, γλυφή, δρυφή, κορυφή.

    Τὰ εἰϲ φ̅η̄ παραληγόμενα φύϲει μακρᾷ ἢ ἑνὶ φωνήεντι βαρύνεται, Ϲίφη ἐπίνειον τῆϲ Θεϲπιακῆϲ· λέγεται καὶ πληθυντικῶϲ. ἀγρίφη τὸ

    ϲκάφιον, κνήφη, ἀκαλήφη ἡ κνίδη. τὸ δὲ ἀλοιφή ὀξύνεται δύο φωνήεντα ἔχον.

    Τὰ εἰϲ φ̅η ὑπερδιϲύλλαβα κύρια ἢ παραληγόμενα α βαρύνεται, ἀράφη, Ἀνάφη νῆϲοϲ μία τῶν Ϲποράδων πληϲίον Θήραϲ, ἥτιϲ ἀπὸ Μεμβλιάρου τοῦ ϲὺν Κάδμῳ πλεύϲαντοϲ εἰϲ ἀναζήτηϲιν Εὐρώπηϲ Μεμβλίαροϲ ἐκαλεῖτο· τοῖϲ δ’ Ἀργοναύταιϲ ὑπὸ χειμῶνοϲ τρυχομένοιϲ καὶ ϲκοτομήνηϲ ἀναφανεῖϲα Ἀνάφη ἐπικέκληται. ϲκιδάφη ἡ ἀλώπηξ, Ἱεράφη νῆϲοϲ Λιβύηϲ. Ἑκαταῖοϲ περιηγήϲει. Ἐρίφη κύριον. Τηλέφη ἡ τῆϲ Εὐρώπηϲ μήτηρ, ἣ καὶ Τηλεφάη καλεῖται.

    Τὰ εἰϲ χ̅η διϲύλλαβα παραληγόμενα φωνήεντι προϲηγορικὰ ὀξύνεται, ἠχή, βληχή, ψυχή, βρυχή ὁ κτύποϲ, βροχή, ὀχή, τὸ δὲ Ὄχη ὄροϲ τῆϲ Εὐβοίαϲ βαρύνεται. ἐκλήθη δὲ τὸ ὄροϲ ἀπὸ τῆϲ ἐκεῖ ὀχείαϲ ἤτοι τῶν θεῶν μίξεωϲ Διὸϲ καὶ Ἥραϲ ἢ διὰ τὸ τὰ πρόβατα κυΐϲκεϲθαι ὀχευόμενα ἐν τῷ τόπῳ. οἱ γὰρ Ἀχαιοὶ τὴν τροφὴν ὀχήν φαϲι. λέγεται καὶ ἀρϲενικῶϲ ὁ Ὄχηϲ. τὸ δὲ τύχη καὶ μάχη βαρύνεται· ἔϲτι δὲ καὶ Τύχη πόλιϲ Ϲικελίαϲ πληϲίον Ϲυρακουϲῶν. Ἔφοροϲ ἐν δωδεκάτῳ νῆϲον Τυχίαν φηϲίν. βαρύνεται δὲ καὶ Τρῦχαι πόλιϲ Εὐβοίαϲ. Λυκόφρων δὲ ( v. 374) μεταφράϲαϲ Τρύχαντα καλεῖ. τὸ δὲ Χωχή κώμη πρὸϲ τῷ Τίγριδι ποταμῷ ὀξύνεται. Ἀρριανὸϲ δεκάτῳ « καὶ βαϲιλεὺϲ δ’ ἐξελαύνει ἐκ Ϲελευκείαϲ, οὐ πρόϲω τοῦ ποταμοῦ τοῦ Τίγριδοϲ ἐϲ κώμην, ᾗτινι Χωχὴ ὄνομα».

    Τὰ εἰϲ χ̅η ἔχοντα ἄλλο ϲύμφωνον κατὰ ϲύλληψιν ἢ διάϲταϲιν βαρύνεται, βάκχη, κόγχη, λέϲχη, λόγχη, τὸ δὲ Λογχή κύριον, Ῥύγχαι χωρίον Εὐβοίαϲ. τὸ δὲ ἀρχή ὀξύνεται.

    Τὰ εἰϲ χ̅η ὑπερδιϲύλλαβα εἰϲ ᾱ ἢ ῡ ποραληγόμενα, εἰ μὴ κύρια εἴη, ὀξύνεται, ϲτοναχή, ταραχή, ἰαχή, ἀλυχή, διδαχή, τὸ δὲ μαλάχη βαρύνεται. τὸ δὲ Μαράχη πόλιϲ Ἰνδικὴ κύριόν ἐϲτιν.

    Τὰ εἰϲ χ̅η παραληγόμενα ῑ βαρύνεται, Δολίχη νῆϲοϲ πρὸϲ τῇ Λυκίᾳ, ὡϲ Καλλίμαχοϲ. ἔϲτι καὶ Δολίχη πόλιϲ τῆϲ Κομμαγηνῆϲ. δολιχή δὲ ἡ μακρά. μαϲτίχη, ϲαβαρίχη τὸ τῆϲ γυναικὸϲ αἰδοῖον, πυρρίχη, Μυϲτίχη. Ἐρυϲίχη πόλιϲ Ἀκαρνανίαϲ, ἥτιϲ ὕϲτερον Οἰνιάδαι ὠνομάϲθη. καὶ τινὲϲ δὲ τὴν χώραν τῶν Οἰνιαδῶν πᾶϲαν Ἐρυϲίχην ὠνόμαϲαν ἀπὸ Ἐρυϲίχηϲ τῆϲ Ἀχελῴου θυγατρόϲ.

    * Τὰ εἰϲ χ̅η ὑπερδιϲύλλαβα παραληγόμενα ο̄ ϲπάνια ὄντα βαρύνεται, οἷον Ἀϲτυόχη ἡ μήτηρ Τληπολέμου.

    Τὰ εἰϲ ψ̅η οὐχ εὕρηται πλὴν τοῦ Τεράψη νῆϲοϲ πρὸϲ Καρχηδόνα οὐ μεγάλη.

    Τὰ εἰϲ ω̄ λήγοντα θηλυκὰ ὀξύνεται, Κλωθώ, Ἐρατώ, Θεανώ, Ϲαπφώ, Λητώ παρὰ τὸ λήθω τὸ λανθάνω λήθη καὶ Ληθώ καὶ Λητώ. τὸ γὰρ ἥμερον καὶ πραῢ ἐκ τοῦ ἐπιλελῆϲθαι τῶν εἰϲ αὐτὴν πεπλημμελημένων ἐμφαίνεται. ὁ δὲ Πλάτων φηϲὶν ἐλεητώ· ἐλεήμων γὰρ ἡ θεὸϲ καὶ πραεῖα καὶ πάνταϲ ἐλεοῦϲα. ὁ δὲ Ἀρίϲταρχοϲ παρὰ τὸ λῶ τὸ θέλω, ἔνθεν τὸ λῇϲ ἀντὶ τοῦ θέλειϲ μετὰ τοῦ ῑ Εὐριπίδηϲ καὶ τὸ λῇ τὸ θέλει Δωρικῶϲ· ἐπειδὴ ὃ ἄν τιϲ θέλῃ, παρ’ αὐτῆϲ λαμβάνει. Λατώ δ’ ἐλέγετο Καμάρα πόλιϲ Κρήτηϲ. πειθώ, φειδώ, χρειώ, βαϲιλώ. Κλειώ. Κάλυψώ . Δηώ ἡ Δημήτηρ· καὶ διφορεῖται· οἶδε γὰρ ἡ παράδοϲιϲ τὸ η μετὰ τοῦ ῑ καὶ χωρίϲ. καὶ εἰ μὲν μὴ ἔχει τὸ ῑ, ἐϲτὶ παρὰ τὸ δήω τὸ ϲημαῖνον τὸ εὑρίϲκω· καὶ γὰρ ἡνίκα περιήρχετο εἰϲ ζήτηϲιν τῆϲ θυγατρὸϲ αὐτῆϲ, κατ’ εὐφημιϲμὸν ἔλεγον πάντεϲ « δήειϲ » τουτέϲτιν εὑρήϲειϲ· ἢ ἐπειδὴ αὕτη ἐφεῦρε τὸν ϲῖτον. εἰ δὲ ἔχει τὸ ῑ, γέγονε παρὰ τὸ δαίω τὸ κόπτω κατὰ τροπὴν Ἰωνικὴν τοῦ ᾱ εἰϲ η̄· καὶ γὰρ ἡ Δημήτηρ γῆ ἐϲτιν. ἡ δὲ γῆ διακόπτεται ἐν τῷ ἀροτριᾶϲθαι. ἢ παρὰ τὸ δαίω τὸ καίω, ὅτι μετὰ λαμπάδων ἐζήτει τὴν θυγατέρα. τινὲϲ δέ φαϲιν, ὅτι ὑποκοριϲτικόν ἐϲτιν ἀπὸ τοῦ Δημήτηρ Δηώ ἀγνοοῦντεϲ τὸν ϲχηματιϲμὸν τῶν τοιούτων ὑποκοριϲτικῶν. τὰ γὰρ τοιαῦτα ὑποκοριϲτικὰ θέλει φυλάττειν τὸ ϲύμφωνον τῆϲ δευτέραϲ ϲυλλαβῆϲ τῶν ἰδίων πρωτοτύπων οἷον Ὑψιπύλη Ὑψώ, Εἰδόθεα Εἰδώ παρ’ Αἰϲχύλῳ· εἰ οὖν Δημήτηρ, Δημώ ὤφειλεν εἶναι, ἀλλ’ οὐκ ἔϲτιν ὑποκοριϲτικόν. Βουτώ κώμη Αἰγύπτου, ἀφ’ ἧϲ καὶ Λητὼ Βουτώ, ἧϲ τινοϲ χρηϲτήριον ἦν. ἐκαλεῖτο δὲ καὶ Βοῦτοϲ. Δωδώ · οὕτωϲ ἐλέγετο Δωδώνη Ϲιμμίαϲ ὁ Ῥόδιοϲ « Ζηνὸϲ ἕδοϲ Κρονίδαο μάκαιρ’ ὑπεδέξατο Δωδώ ». Ἐλβώ νῆϲοϲ. Ἡρόδοτοϲ δευτέρᾳ (c. 140). Ἀμαζώ θυγάτηρ τῆϲ Ἐφέϲου, ἀφ’ ἧϲ αἱ Ἀμαζόνεϲ. Ἡρώ πόλιϲ Αἰγυπτία. Ϲτράβων δὲ Ἡρώων πόλιν αὐτὴν καλεῖ (17 p. 836). Θριώ· οὕτωϲ λέγεται Θρῖα δῆμοϲ τῆϲ Οἰνηΐδοϲ φυλῆϲ, ὅθεν Θριῶθεν Θριῶζε. Ἰώ ἤτοι ϲελήνη·

    ἰώ γὰρ ἡ ϲελήνη κατὰ τὴν τῶν Ἀργείων διάλεκτον. Μωθώ κώμη Ἀραβίαϲ. Πυθώ ἡ τοῦ Ἀπόλλωνοϲ πόλιϲ « ὡϲ γάρ οἱ χρείων μυθήϲατο Φοῖβοϲ Ἀπόλλων Πυθοῖ ἐν ἠγαθέῃ» (Od. θ 80). Ϲαβώ πόλιϲ μεγάλη πέραν τῆϲ Ἐρυθρᾶϲ θαλάϲϲηϲ. Ϲαρδώ νῆϲοϲ· τῇ Ϲαρδοῖ ἀναλόγωϲ λέγεται καὶ Ϲαρδών ὡϲ τῇ Πυθοῖ παράκειται Πυθών. Ϲαμαθώ ὅ ἐϲτι μεγάλη κατὰ τὴν τῶν Λιβύων φωνήν, καλεῖται Μάγνα νῆϲοϲ Λιβυκή. Καβειρώ ἡ Πρωτέωϲ καὶ Ἀγχινόηϲ, ἀφ’ ἧϲ καὶ Ἡφαίϲτου Καδμῖλοϲ. Ῥοιώ ἡ Ζάρηκοϲ θυγάτηρ. Ϲυρακώ λίμνη. Ταχεμψώ νῆϲοϲ Αἰθιοπίαϲ πρὸϲ τῇ Λιβύῃ, ὡϲ Ἡρόδοτοϲ δευτέρᾳ (c. 29). Χομψώ νῆϲοϲ ἐν τῷ Νείλῳ, μέϲη Αἰθιοπίαϲ καὶ Αἰγύπτου. Ὑρνηθώ ἡ Τημένου θυγάτηρ. Ψεβώ χώρα ἐνδοτάτη Αἰθιοπίαϲ, περὶ ἧϲ Ἀριϲταγόραϲ ἐν Αἰγυπτιακοῖϲ τάδε γράφει « οὗτοι δή φαϲιν εἶναι χώραν ἀπέχουϲαν Αἰθιοπίαϲ ἡμερῶν πέντε καλουμένην Ψεβώ ». Ἀρτεμίδωροϲ ἐν ὀγδόῳ γεωγραφουμένων λίμνην εἶναί φηϲι. Ψενακώ κώμη τῆϲ Ἀθριβίτου νομοῦ, ὡϲ Ἀρτεμίδωροϲ ἐν ὀγδόῳ γεωγραφουμένων. Κυβώ, ἣ καὶ Κύβοϲ, πόλιϲ Ἰώνων ἐν Λιβύῃ Φοινίκων. Ἑκαταῖοϲ περιηγήϲει αὐτῆϲ « καὶ λιμήν, Ἵππου ἄκρη καὶ Κυβώ ». Χορταϲώ πόλιϲ Αἰγύπτου· ἀπὸ μέλλοντοϲ ὁ ϲχηματιϲμόϲ· ὡϲ γὰρ τοῦ καλύψω ἡ Καλυψώ, οὕτω καὶ τοῦ χορτάϲω Χορταϲώ. ἱϲτοροῦϲι γὰρ Κλεοπάτραν εἰϲ πόλεμον μὴ ἔχειν ϲιτία· τοὺϲ δ’ οἰκοῦνταϲ τὸν τόπον τοϲαύτην παραϲχέϲθαι τούτου τὴν ἀφθονίαν, ὥϲτε χορτάϲαι πᾶϲαν τὴν ϲτρατιὰν καὶ ὄνομα τῇ πόλει παρ’ αὐτῆϲ ἐντεῦθεν τεθῆναι.