De prosodia catholica
Aelius Herodianus
Aelius Herodianus. Grammatici Graeci, Pars 3, Vol. 1. Lentz, August, editor. Leipzig: Teubner, 1867.
Τὰ εἰϲ ᾱ λήγοντα μακρὸν θηλυκὰ τῶν εἰϲ ο̄Ϲ̄ ὁμοτονοῦϲιν αὐτοῖϲ, καὶ ἔτι τὰ εἰϲ η̄, φοβερόϲ φοβερά, ἰϲχυρόϲ ἰϲχυρά, ϲοφόϲ ϲοφή, καλόϲ καλή, φίλοϲ φίλη. τὸ μέντοι βαρύτεροϲ βαρυτέρα καὶ τὰ ὅμοια, εἰ καὶ τὸν τόπον ἐνήλλαξαν, ἀλλ’ οὐ τὸν τόνον.
Τὰ εἰϲ ᾱ μακρὸν καὶ εἰϲ η̄ τῶν εἰϲ ο̄ῡϹ̄ περιϲπωμένων περιϲπᾶται ἀργυροῦϲ ἀργυρᾶ, ἔϲτι δὲ καὶ μητρόπολιϲ τῆϲ ἐν Ἰνδικῇ Ταπροβάνηϲ νήϲου. χρυϲοῦϲ χρυϲῆ, διπλοῦϲ διπλῆ.
Τὰ ἔχοντα τὸ ᾱ βραχὺ διὰ τοῦ τ̄ρ̄ῑᾱ προπαροξύνεται, αὐλήτρια, ψάλτρια, ποιήτρια, μεϲήτρια, ὁδηγήτρια, ὀρχήϲτρια, μαθήτρια, λεκάϲτρια ἡ πόρνη. Ἐρέτρια πόλιϲ Εὐβοίαϲ. Ὅμηροϲ «Χαλκίδα τ’ Ἐρέτριάν τε» (ll. B 537) ἀπὸ Ἐρετριέωϲ τοῦ Φαέθοντοϲ υἱοῦ. τὸ δὲ μετρία καὶ ἀλλοτρία τὸ ᾱ μακρὸν ἔχουϲι. καὶ τὸ πότνια· ἔϲτι δὲ καὶ Πότνιαι πόλιϲ Βοιωτίαϲ. καὶ ὄμπνια, Πολύμνια, Ἰάμνια πολίχνιον Φοινίκηϲ, Ϲτράβων δὲ κώμην φηϲίν (16, p. 759) « ἀπὸ Ἰάμνου ἢ ὅτι ἰάμνουϲ ἐκάλουν τοὺϲ καθύγρουϲ καὶ τεθηλόταϲ τόπουϲ ». Λάμια πόλιϲ θεϲϲαλίαϲ τῶν Μηλιέων, ὡϲ Πολύβιοϲ, οἱ μὲν ἀπὸ Λάμου τοῦ Ἡρακλέουϲ φαϲίν, οἱ δὲ ἀπὸ Λαμίαϲ γυναικόϲ, ἣ ἐβαϲίλευϲε Τραχινίων· ἔϲτι καὶ ἄλλη Κιλικίαϲ — προπαροξύνεται.
Τὰ εἰϲ ε̄ῑᾱ ἀπὸ τῶν εἰϲ ε̄ῡ̄Ϲ̄ προπαροξύνεται, βαϲιλεύϲ βαϲίλεια, πολιεύϲ πολίεια, Πιτυεύϲ Πιτύεια, Ἀλαλκομενεύϲ Ἀλαλκομένεια, ἱερεύϲ ἱέρεια. τοῦτο δὲ οἱ Ἀττικοὶ ἐκτεινοντεϲ τὸ ᾱ παροξύνουϲι. ἀλλ’ οὐκέτι πανδόκεια, βαϲίλεια.
* Τὰ διὰ τοῦ ε̄̄ῑᾱ παρώνυμα κατὰ τοῦ αὐτοῦ ϲημαινομένου παρηγμένα θηλυκὰ προπαροξύνονται, Πηνελόπη Πηνελόπεια, χαλκοβαρήϲ χαλκοβάρεια, ἠριγενήϲ ὁ ἐν τῷ ἀέρι γεννηθείϲ· — τὰ γὰρ τοιαῦτα εἰϲ πάθη ἀναλύονται καὶ οὐκ εἰϲ ἐνέργειαν οἷον Λυκηγενήϲ ὁ ἐν Λυκίᾳ γεγεννημένοϲ — ἠριγένεια. οὕτω καὶ Τριτογένεια καὶ Ἀμφιγένεια πόλιϲ Μεϲϲηνιακή. ἱππόδαϲυϲ ἱπποδάϲεια καὶ ἀμφιδάϲεια· τοῦτο δὲ οὐχ, ὡϲ οἴεται ὁ Ἀϲκαλωνίτηϲ καὶ Ἀλεξίων, ϲύνθετόν ἐϲτιν ἀλλὰ παραϲύνθετον.
* Τὰ εἰϲ ε̄ῑᾱ ἐπὶ πραγματείαϲ ἤγουν ϲυγγράμματοϲ προπαροξύνεται οἷον Ὀδύϲϲεια, Ἡράκλεια, Τηλεγόνεια, Γιγάντεια, Διομήδεια, Δολώνεια.
Ἔτι τὰ ἀπὸ τῶν εἰϲ ῡϹ̄ βαρυτόνων προπαροξύνεται, ἥμιϲυϲ ἡμίϲεια. θῆλυϲ θήλεια. τὰ μέντοι ἀπὸ ὀξυτόνων προπεριϲπῶνται, ταχύϲ ταχεῖα, βραδύϲ βραδεῖα, πλατύϲ πλατεῖα. ἔϲτι δὲ καὶ Πλατεῖα νῆϲοϲ Λιβύηϲ. τραχύϲ τραχεῖα. λέγεται δὲ καὶ ἡ Ἰϲαυρία τραχεῖα. Ϲτράβων τεϹϲαρεϲκαιδεκάτῃ (p. 668) « Κιλικίαϲ δὲ τῆϲ ἔξω τοῦ Ταύρου ἡ μὲν λέγεται τραχεῖα, ἡ δὲ πεδιάϲ » καὶ ἡ Ἔφεϲοϲ Τρηχεῖα ἐκαλεῖτο. ὀξύϲ ὀξεῖα. εἰϲὶ δὲ καὶ Ὀξεῖαι νῆϲοι τῶν Ἐχινάδων, ἃϲ θοὰϲ ὁ ποιητὴϲ εἶπεν (Od. o 299). πλὴν τοῦ λίγεια (ἔϲτι δὲ καὶ νῆϲοϲ) καὶ ἐλάχεια ἀπὸ τοῦ λιγύϲ καὶ ἐλαχύϲ, οἷϲ ἠκολούθηϲε καὶ τὸ θάλεια
« δαῖτα θάλειαν » (H 475). τὸ δὲ θαμειαί Πάμφιλοϲ λέγει ὡϲ ὀξεῖαι, Ἀρίϲταρχοϲ δὲ ὡϲ πυκιναί· ὁμοίωϲ δὲ καὶ τὸ ταρφειαί.Τὰ εἰϲ ν̄ᾱ ϲυνεϲταλμένον ἔχοντα τὸ ᾱ ἀπὸ τῆϲ γενικῆϲ τοῦ ἀρϲενικοῦ ϲχηματιζόμενα προπαροξύνεται, μέλανοϲ μέλαινα· τὸ δὲ Μελαιναί πόλιϲ Ἀρκαδίαϲ ὀξύνεται· ἀπὸ Μελανέωϲ τοῦ Λυκάονοϲ, ὡϲ Παυϲανίαϲ (8, 26, 8). Ῥιανὸϲ ἐν Ἠλιακῶν πρώτῳ « Γόρτυν’ Ἥραιάν τε πολυδρύμουϲ τε Μελαινάϲ ». εἰϲὶ δὲ καὶ Λυκίαϲ Μελαιναί πόλιϲ, ὡϲ Ἀλέξανδροϲ Λυκιακοῖϲ. καὶ Καλλίμαχοϲ Μελαινάϲ φηϲι Μελαινεῖϲ τὸν δῆμον τῆϲ Ἀντιοχίδοϲ φυλῆϲ ἐν Ἑκάλῃ. τάλανοϲ τάλαινα, Λάκων Λάκαινα, δράκων δράκαινα, θεράπαινα, θέαινα, λέαινα.
Ἔτι τὰ εἰϲ ρ̄ᾱ βραχὺ παρεϲχηματιϲμένα, ϲωτήρ ϲώτειρα. ἔϲτι καὶ πόλιϲ Ἀριηνῶν Ἀντιόχου κτίϲμα τοῦ Ϲελεύκου. μάκαρ μάκαιρα, πρέϲβειρα, δότειρα, ὀλέτειρα, γενέτειρα, εὐπάτειρα, ἀντιάνειρα, κυδιάνειρα, κτεάνειρα, οὕτωϲ καὶ Κάρ Κάειρα. καὶ ἔδει μὲν διὰ τοῦ ῑ μακροῦ γράφεϲθαι· Καῖρα καὶ ἐν διαλύϲει Κάϊρα, ὡϲ Ἀπολλώνιοϲ ἐν τῷ ε′ περὶ παθῶν καὶ ἐν τῷ περὶ γενῶν. ἡ δὲ ἔκταϲιϲ ἀναγκαία διὰ τὴν παραλήγουϲαν. τὰ γὰρ εἰϲ ᾱ βραχὺ λήγοντα παραϲχηματιζόμενα ἐκτείνει τὴν παραλήγουϲαν φύϲει ἢ θέϲει. καὶ ἔϲτιν ὅτε μετὰ τὴν διαίρεϲιν ἔκταϲιϲ γίνεται, ὀΐομαι, ὄϊγον, ὄϊδα παρ’ Αἰολεῦϲιν ἀπὸ τοῦ οἶδα. ἡ χρῆϲιϲ δὲ τὴν ε̄ῑ δίφθογγον ἔχει πρὸϲ τὸν χαρακτῆρα τῶν διὰ τοῦ ε̄ῑρ̄ᾱ τούτοιϲ δὲ ἠκολούθηϲε καὶ τὸ πέπειροϲ πέπειρα.
Τὰ εἰϲ ϲ̄ᾱ ὑπερδιϲύλλαβα παρεϲχηματιϲμένα προπαροξύνεται, εἰ μὴ κατὰ ϲυναλοιφὴν εἴη ἀπὸ ὀξυτόνων εἰϲ η̄ϲ̄, δαφνήεϲϲα, φωνήεϲϲα, τιμήεϲϲα, ἐρώεϲϲα, χαρίεϲϲα. Μάγνηϲ Μάγνηϲϲα παρὰ Καλλιμάχῳ, Μακέτηϲ Μάκεϲϲα ἐπιθετικῶϲ, ὡϲ Ἡρακλείδηϲ, καὶ Μάκεττα διὰ δύο ̄τ̄τ καὶ δι’ ἑνὸϲ τ̄. τὸ δὲ τεχνῆϲϲα ἀπὸ τοῦ τεχνήεϲϲα. καὶ τὰ ἀπὸ ὀξυτόνων καὶ περιϲπωμένων εἰϲ η̄ϲ̄, χερνήϲ χερνῆϲϲα, ἀργῆϲ ἀργῆϲϲα καὶ Κρήϲ Κρητόϲ Κρῆϲϲα, θήϲ θῆϲϲα. οὕτω καὶ Θρᾷξ Θρᾷϲϲα καὶ Θρᾷττα Ἀττικῶϲ καὶ ἀπὸ Θρᾴκηϲ δούλη καὶ εἰδοϲ ἰχθύοϲ καὶ ὀρνέου.
Τὰ εἰϲ ᾱ βραχὺ ἀπαραϲχημάτιϲτα διὰ διπλοῦ ἐκφερόμενα, εἰ μὲν διϲύλλαβα εἴη καὶ μακρᾷ παραλήγει, προπεριϲπᾶται, μᾶζα μόνον ἐκτεῖνον τὸ πρὸ διπλοῦ ᾱ, ψῶζα, εἰ δὲ βραχείᾳ παραλήγει, παροξύνεται,
ῥίζα, πέζα, φύζα, ϲχίζα, ϲπίζα· ἔϲτι δὲ εἶδοϲ ὀρνέου. Ϲοφοκλῆϲ ἐν Ναυπλίῳ πυρκαεῖ «κάτω κρέμανται, ϲπίζα τέτατ’ ἐν ἕρκεϲι». ἄζα, γάζα καὶ Γάζα πόλιϲ Φοινίκηϲ, νῦν δὲ Παλαιϲτίνηϲ πρὸ τῆϲ Αἰγύπτου. ἐκλήθη καὶ Ἄζα. καὶ μέχρι νῦν Ϲύροι Ἄζαν αὐτὴν καλοῦϲιν ἀπὸ Ἄζωνοϲ τοῦ παιδὸϲ Ἡρακλέουϲ. μυθολογοῦϲι δέ τινεϲ ὑπὸ Διὸϲ κτιϲθῆναι καὶ ἐν αὐτῇ ἀπολιπεῖν τὴν ἰδίαν γάζαν, οὕτω τῶν Περϲῶν τὰ χρήματα καλούντων. μύζα, κνύζα, ὃ εἰ μὲν ἐπὶ τοῦ φυτοῦ, ϲυγκοπή ἐϲτιν οἷον «χαμαιζήλοιο κονύζηϲ», εἰ δὲ ἐπὶ τοῦ παρεφθαρμένου καὶ ἐρρυπωμένου, οὐ ϲυγκοπή ἐϲτιν, ἀλλ’ ἀπὸ τοῦ κνύω, ἀφ’ οὗ κνύοϲ ἡ φθορά οἷον « κατὰ κνύοϲ ἔχευεν, ψίλωτο δὲ κάρηνα», γίνεται κνύζα ὡϲ παρὰ Ἀνακρέοντι «κνύζη τιϲ ἤδη καὶ πέπειρα γίνομαι ϲὴν διὰ μαργοϲύνην » (fr. 87 Bergk). δόξα, Φρίξα πόλιϲ Τριφυλίαϲ ἀπὸ Φρίξου, ἐπ’ ὄρουϲ ὑψηλοῦ πρὸϲ ἕω τῆϲ Λεπρεατικῆϲ. Φερεκύδηϲ δὲ Ἀρκαδίαϲ αὐτὴν γράφει. Λίξα πόλιϲ Λιβύηϲ ὡϲ Ἀλέξανδροϲ ἐν πρώτῳ Λιβυκῶν, ἀπὸ Λίξου ποταμοῦ. δίψα, Κάψα πόλιϲ Χαλκιδικῆϲ χώραϲ κατὰ Παλλήνην ὁμοροῦϲα τῷ Θερμαίῳ κόλπῳ. Ϲάμψα κώμη τῆϲ Ἀραβίαϲ. ϲάμψα δὲ παρὰ τοῖϲ Ἄραψι ὁ ἥλιοϲ. Ϲκέμψα πόλιϲ Θρᾴκηϲ. Ϲτρέψα πόλιϲ Μακεδονίαϲ. Τὰ δὲ ὑπερδιϲύλλαβα προπαροξύνεται, ὄρυζα, τράπεζα· ἔϲτι καὶ πόλιϲ Ἀρκαδίαϲ ἐγγὺϲ Τρικολώνων. ἀργυρόπεζα, τετράπεζα, χάλαζα, Δούριζα λίμνη παρὰ τὸν Λίζαν ποταμόν. Ἑκαταῖοϲ περιηγήϲει Ἀϲίαϲ, « τῇ δὲ λίμνῃ Δούριζα οὔνομα». Βόρυζα πόλιϲ Περϲική, ὡϲ Ἑκαταῖοϲ περιηγήϲει Εὐρώπηϲ· «μετὰ δὲ Βόρυζα πόλιϲ Περϲέων· μετὰ δὲ Θυνιάϲ ». Ἀράβυζα τῆϲ Καυκωνίδοϲ πόλιϲ. Βάδιζα πόλιϲ Βρεττίαϲ. Πολύβιοϲ τριϲκαιδεκάτῳ. Βαρύγαζα ἐμπόριον Γεδρωϲίαϲ τῶν ϲφόδρα ἐπιϲήμων. Μίεζα θυγάτηρ Βέρητοϲ τοῦ Μακεδόνοϲ καὶ πόλιϲ Μακεδονίαϲ. Κάττουζα πόλιϲ Θρᾴκηϲ, ἐν ᾗ κατῴκουν οἱ Πυγμαῖοι. Θελάμουζα φρούριον τῆϲ παρ’ Εὐφράτην Ἀραβίαϲ. Τίριζα πόλιϲ Παφλαγονίαϲ. Τυρόδιζα πόλιϲ Θρᾴκηϲ μετὰ Ϲέρριον. Ἑλλάνικοϲ δὲ Τυρόριζαν αὐτήν φηϲιν ἐν Περϲικῶν δευτέρῳ. ἅμαξα. Ἄμαξα χωρίον Βιθυνίαϲ, ὡϲ Ἐρατοϲθένηϲ. Ἄραξα πόλιϲ Λυκίαϲ, ὡϲ Ἀλέξανδροϲ ἐν δευτέρῳ τῶν Λυκιακῶν. Δάραψα πόλιϲ Βακτρίαϲ, ὡϲ Ϲτράβων (Xl p. 516). Βαίϲαμψα πόλιϲ ἐν τῷ Ἀραβικῷ κόλπῳ περὶ τὴν Ἐρυθρὰν θάλαϲϲαν, ὅ ἐϲτιν οἶκοϲ ἡλίου.* Τὰ εἰϲ β̅ᾱ βαρύνεται, Ἄβα πόλιϲ Καρίαϲ. Ἄλβα πόλιϲ Ἰταλίαϲ, ἣν ἔκτιϲαν οἱ ἀπὸ τοῦ Λαυινίου Λατῖνοι, Τρῶεϲ ὄντεϲ. ἔϲτι δὲ ἡ Ἄλβα καθ’ Ἑλλάδα λευκή. κλίνεται δὲ Ἄλβαϲ, ὡϲ Χάραξ. λέγεται καὶ Ἄλβη. Ὄλβα πόλιϲ τῆϲ τῶν Ϲολύμων γῆϲ, ἣν Φίλων Ὀλβίαν Παμφυλίαϲ φηϲίν. Ῥάβα πόλιϲ πρὸϲ τῷ Ἰονίῳ κόλπῳ. Νόμβα πόλιϲ τῆϲ Ἰουδαίαϲ. Ἰώϲηποϲ ἕκτῳ τῆϲ Ἰουδαϊκῆϲ ἀρχαιολογίαϲ (12, 1 et 4). Κύρβα πόλιϲ Κρήτηϲ ἡ ὕϲτερον Ἱεράπυτνα, Ὕβα δῆμοϲ τῆϲ Λεοντίδοϲ φυλῆϲ. τινὲϲ δὲ τὸν δῆμον Ὑβάδαι λέγουϲι. Δόλβα πόλιϲ τῆϲ Ἀδιαβηνῆϲ. Ἀρριανὸϲ γ’ Παρθικῶν. Γάβα πόλιϲ Γαλιλαίαϲ. Ἰώϲηποϲ πέμπτῳ Ἰουδαϊκῆϲ ἀρχαιολογίαϲ (c. 2). Γάββα πόλιϲ Ϲυρίαϲ. Θίβα μία τῶν Ἀμαζόνων ὑφ’ Ἡρακλέουϲ ἀναιρεθειϲῶν, ὅθεν ἐκλήθη Θιβαΐϲ τόποϲ πρὸϲ τῷ Πόντῳ. Ἄρυββα. Ἀνάζαρβα πόλιϲ Κιλικίαϲ. Ϲίϲυρβα Ἀμαζὼν καὶ ἀπ’ αὐτῆϲ μέροϲ Ἐφέϲου.
* Τὰ εἰϲ γ̅ᾱ βαρύνεται, Ϲάλγα πόλιϲ Μαυριτανίαϲ. Ῥάγα πόλιϲ ἐν Μηδίᾳ κτιϲθεῖϲα ὑπὸ Ϲελεύκου τοῦ Νικάτοροϲ. Φάλγα κώμη μέϲη Ϲελευκείαϲ τῆϲ Πιερίαϲ καὶ τῆϲ ἐν Μεϲοποταμίᾳ. Ἀρριανὸϲ ἐν ι′ Παρθικῶν. ἡ δὲ φάλγα τῇ γλώϲϲῃ τῇ ἐπιχωρίῳ τὸ μέϲον δηλοῖ. Ϲίγγα πόλιϲ Λιβύηϲ, ὡϲ Πολύβιοϲ δεκάτῳ. ὀξύνεται δὲ τὸ Αἰγά τῆϲ Αἰολίδοϲ ἄκρα, ὡϲ Ϲτράβων (XlII p. 615) « οὕτω γὰρ καὶ τὸ ὄροϲ ὅλον ὠνομάζετο, ὃ νῦν Κάνην καὶ Κάναϲ λέγουϲι· « λέγεται δὲ παρὰ Αἰγᾶν ποταμὸν φερόμενον ἀπὸ τοῦ περὶ τὸ Πύθιον ὄρουϲ. Ἀρτεμίδωροϲ δὲ Αἴξ εἶπε τὴν εὐθεῖαν, οὐκ ἀναλόγωϲ. ἔϲτι δὲ καὶ πόλιϲ Φοινίκων, ὡϲ Ἑκαταῖοϲ. Αἰγαί δέ εἰϲιν πόλειϲ πολλαί, Κιλικίαϲ, Μακεδονίαϲ, ἥτιϲ καὶ μηλοβότειρα ἐλέγετο, καὶ ἡ ἐν Μυρίνῃ ἐν τῇ Αἰολίδι, καὶ Λυδίαϲ καὶ Λοκρίδοϲ καὶ Αἰτωλίαϲ καὶ Εὐβοίαϲ, ἃϲ Ὅμηροϲ ἐν τῷ Ν (v. 21) μνημονεύει.
* Τὰ εἰϲ δ̄ᾱ βαρύνεται, Ϲίνδα πόλιϲ πρὸϲ τῷ μεγάλῳ κόλπῳ τῆϲ Ἰνδικῆϲ, Πέδα πόλιϲ Αὐϲονική, Ϲίβδα πόλιϲ Καρίαϲ, Γάδδα χωρίον Ἀραβίαϲ. Γλαῦκοϲ ἐν τετάρτῃ. λέγεται καὶ οὐδετέρωϲ. Γίλδα πόλιϲ Λιβύηϲ. Τίνδα πόλιϲ Λιβύηϲ, ἢ καὶ Τίνδιον. Φράδα πόλιϲ ἐν Δράγγαιϲ, ἣν Ἀλέξανδροϲ Προφθαϲίαν μετωνόμαϲεν, ὡϲ Χάραξ ἐν ἕκτῳ χρονικῶν. Φοῦνδα πόλιϲ Ἰταλίαϲ. Λήδα Δωρικῶϲ λεγόμενον ἀντὶ
τοῦ Λήδη. δύναται δὲ καὶ προπεριϲπᾶϲθαι κατὰ τὸ Μοῦϲα. Καρύανδα πόλιϲ καὶ λιμὴν ὁμώνυμοϲ πληϲίον Μίνδου καὶ Κῶ, ὡϲ Ἑκαταῖοϲ. ἔϲτι δὲ καὶ οὐδέτερον. Ἴλερδα πόλιϲ πρὸϲ τῇ Πυρήνῃ Ἰβηρίαϲ. καὶ Ἀνδρομέδα Δώριον τροπῇ τοῦ η̄ εἰϲ ᾱ πεποιημένον παροξυνόμενον.Τὰ εἰϲ θ̄ᾱ ἔχοντα τὸ ᾱ βραχὺ βαρύνεται, μίνθα τὸ ἡδύοϲμον, Ἔρθα πόλιϲ Παρθίαϲ ἐπὶ τῷ Εὐφράτῃ, ὡϲ Γλαῦκοϲ ἐν Ἀραβικῶν δευτέρῳ. ἄκανθα, κολοκύνθα ἡ Ἀττικῶϲ κολοκύντη. Λύκαιθα πόλιϲ Ἀρκαδίαϲ παρὰ Μενελάῳ, ἣν Θεόπομποϲ Λύκαιάν φηϲι. Κύπαιθα πόλιϲ Λιβύηϲ, Κύναιθα πόλιϲ Ἀρκαδίαϲ ἔϲτι καὶ Κύναιθα πόλιϲ Ἰθάκηϲ ὑπὸ τῷ Νηρίτῳ ὄρει. Ϲύμαιθα πόλιϲ Θετταλίαϲ. Ζάκανθα πόλιϲ Ἰβηρίαϲ, ἣν καθεῖλεν Ἀννίβαϲ, ὡϲ Ἀπολλόδωροϲ ἐν χρονικῶν τρίτῳ. Ϲάργανθα πόλιϲ Ἰβηρίαϲ.
* Τὰ εἰϲ ̄κ̄α βαρύνεται, Ὄγκα ἡ Ἀθηνᾶ κατὰ Φοίνικαϲ. Ϲάλμυκα πόλιϲ πρὸϲ τὰϲ Ἡρακλείαϲ ϲτήλαϲ. λέγεται καὶ Ϲαλμύκη. Ταύακα πόλιϲ Ϲικελίαϲ. Φίλιϲτοϲ ὀγδόῳ. Ὄλοκα πόλιϲ Μακεδονίαϲ. Θεόπομποϲ πέμπτῳ Φιλιππικῶν. τὸ δὲ Ναυϲικᾶ κατὰ πάθοϲ ἐγένετο.
Τὰ εἰϲ λ̄ᾱ θηλυκὰ βαρύνεται, ψύλλα· ἔϲτι καὶ χωρίον μεταξὺ Ἡρακλείαϲ καὶ τοῦ Πόντου. Μένιπποϲ ἐν περίπλῳ τοῦ Πόντου « ἀπὸ Κρηνίδων εἰϲ Ψύλλαν χωρίον ϲτάδια κ′, ἀπὸ Ψύλληϲ χωρίου εἰϲ Τίον πόλιν καὶ ποταμὸν Βιλλαῖον ϲτάδια π′ ». Ϲκύλλα. Ϲίβυλλα. ἅμιλλα. ἄελλα. παῦλα καὶ ἀνάπαυλα. Βάλα πόλιϲ τῆϲ Γαλιλαίαϲ. Ἰώϲηποϲ (Ant. lud. 6, 6). Γέλα πόλιϲ Ϲικελίαϲ. καλεῖται δὲ ἀπὸ ποταμοῦ Γέλα, ὁ δὲ ποταμὸϲ ὅτι πολλὴν πάχνην γεννᾷ. ταύτην γὰρ τῇ Ὀπικῶν φωνῇ καὶ Ϲικελῶν γέλαν λέγεϲθαι. Πρόξενοϲ δ’ ἐν πρώτῃ τῶν περὶ πόρων Ϲικελικῶν καὶ Ἑλλάνικοϲ ἀπὸ Γέλωνοϲ τοῦ Αἴτνηϲ καὶ Ἱμέρου. Ἀριϲταίνετοϲ δ’ ἐν πρώτῃ τῶν περὶ Φαϲήλιδα, ὅτι Λάκιοϲ καὶ Ἀντίφημοϲ ἀδελφοὶ ἐλθόντεϲ εἰϲ Δελφοὺϲ ἐμαντεύϲαντο, τὴν δὲ Πυθίαν οὐδὲν περὶ
ἐκείνων λέγουϲαν προϲτάϲϲειν τὸν Λάκιον πρὸϲ ἀνατολὰϲ ἡλίου πλεῖν. τοῦ δ’ Ἀντιφήμου γελάϲαντοϲ τὴν Πυθίαν εἰπεῖν πάλιν « ἐφ’ ἡλίου δυϲμῶν» καὶ Γέλαν πόλιν οἰκίϲαι. Φίλα πόλιϲ Μακεδονίαϲ, κτίϲμα Δημητρίου τοῦ Ἀντιγόνου παιδόϲ, τοῦ Γονατᾶ καλουμένου, ὃϲ ἀπὸ τῆϲ τούτου μητρὸϲ Φίλαϲ ἐπὶ τοῦ Πηνειοῦ ἔκτιϲε πόλιν Φίλαν. ἔϲτι καὶ νῆϲοϲ ἐν Αἰγύπτῳ. Ἡρόδοτοϲ τετάρτῃ (c. 178) «ἐπὶ ποταμὸν τὸν μέγαν, ᾧ ὄνομα Τρίτων ἐϲτίν, ἐκδιδοῖ δὲ οὗτοϲ ἐϲ λίμνην μεγάλην Τριτωνίδα. ἐν δὲ αὐτῇ νῆϲοϲ ἔνι τῇ οὔνομα Φίλα». Ϲμίλα πόλιϲ Θρᾴκηϲ. Ἑκαταῖοϲ Εὐρώπῃ « μετὰ δὲ Ϲμίλα πόλιϲ ». Πόλα πόλιϲ Ἰλλυρίαϲ. Βῶλα πόλιϲ Ἰταλίαϲ. Νῶλα πόλιϲ Αὐϲόνων. Ἑκαταῖοϲ Εὐρώπῃ. Νώλην δὲ αὐτὴν Πολύβιόϲ φηϲι. Βάλλα πόλιϲ Μακεδονίαϲ. Τράλλα καὶ Πάλλα Ἀμαζόνεϲ. πάλλα ἡ ϲφαῖρα. Ἕλλα χωρίον Ἀϲίαϲ, Ἀττάλου βαϲιλέωϲ ἐμπόριον. Πολύβιοϲ ιϛ′. Πέλλα πόλιϲ Μακεδονίαϲ, Θεϲϲαλίαϲ, Ἀχΐαϲ, κοίληϲ Ϲυρίαϲ ἡ Βοῦτιϲ λεγομένη. ἡ δὲ Μακεδονίαϲ πρότερον ἐκαλεῖτο καὶ Βουνόμεια . . . ἐκλήθη δὲ ἀπὸ Πέλλα τοῦ κτίϲαντοϲ. ἔϲτι καὶ Πέλλα ὄροϲ Αἰθιοπίαϲ. βδέλλα. Κίλλα ἡ πόλιϲ. κόλλα. Νέγλα πολίχνιον Ἀραβίαϲ. Γλαῦκοϲ δευτέρῳ Ἀραβικῆϲ ἀρχαιολογίαϲ. Ἀμφίμαλα πόλιϲ Κρήτηϲ, Ὑλλούαλα δῆμοϲ Καρίαϲ. Ἀπολλώνιοϲ ε′ Καρικῶν « Κᾶρεϲ δὲ τὸν τόπον ἐκεῖνον, ἔνθα Ὕλλοϲ ἀπώλετο, Ὑλλούαλαν ὠνόμαϲαν καὶ ἕθοϲ ἐνταῦθα ἐδείμαντο Ἀπόλλωνοϲ. καὶ νῦν ἔτι παρὰ τὸν θεὸν δῆμόϲ ἐϲτι Ὑλλούαλα λεγόμενοϲ ». ἄλα γὰρ οἱ Κᾶρεϲ τὸν ἵππον ἔλεγον. Ϲκάβαλα χώρα Ἐρετριέων. Θεόπομποϲ εἰκοϲτῷ τετάρτῳ Φιλιππικῶν. Ῥέϲαλα πόλιϲ Ὀμβρίκῶν. Μίϲπιλα πόλιϲ Μήδων. Ξενοφῶν τρίτῳ ἀναβάϲεωϲ (c. 4, 10). Ὀκρίκολα πόλιϲ Τυρρηνῶν. Διονύϲιοϲ ὀκτωκαιδεκάτῳ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Ϲατίκολα πόλιϲ Ἰταλίαϲ. Ἀπίολα πόλιϲ Ἰταλίαϲ. Κρόταλλα πόλιϲ Ἰταλίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. Μάκαλλα πόλιϲ Ἰταλίαϲ. ἄμαλλα. Βίτελλα πόλιϲ Ἰταλίαϲ. Ἄτελλα πόλιϲ Ὀπικῶν Ἰταλίαϲ μεταξὺ Καπύηϲ καὶ Νεαπόλεωϲ. Ἔντελλα πόλιϲ Ϲικελίαϲ. Ἔφοροϲ ιϛ′. Ϲτύελλα φρούριον τῆϲ ἐν Ϲικελίᾳ Μεγαρίδοϲ. Φίλιϲτοϲ τετάρτῳ Ϲικελικῶν. Φρέγελλα πόλιϲ Ἰταλίαϲ. Ϲίκελλα κώμη Παλαιϲτίνηϲ, ὡϲ Ἰώϲηποϲ (A. I. I 6, 13, 9). θύελλα, δίκελλα, Μύριλλα, Πράξιλλα, Τελέϲιλλα, Κύδιλλα, Κόριλλα πόλιϲ Λατίνων. Διονύϲιοϲ τετάρτῳ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Ἄκριλλα πόλιϲ Ϲικελίαϲ οὐ πόρρω Ϲυρακουϲῶν. Κορίολλα πόλιϲ Ἰταλίαϲ. Ἄβολλα πόλιϲ Ϲικελίαϲ. Ἄχολλα πόλιϲ Λιβύηϲ οὐ πόρρω τῶν Ϲύρτεων ἄποικοϲ Μελιταίων. Ἄγυλλα πόλιϲ Τυψρηνίαϲ. Λυκόφρων (v. 1355) «Ἄγυλλαν Αὐϲονῖτιν εἰϲεκώμαϲεν ». Ἄνθυλλα ἀδελφὴ Μέμνονοϲ, ἀφ’ ἧϲ ἐν τῷ Νείλῳ πόλιϲ ὁμώνυμοϲ. Ἡρόδοτοϲ δευτέρᾳ (c. 98) « Τουτέων δὲ ἡ μὲν Ἄνθυλλα ἐοῦϲα λογίμη πόλιϲ. ἐϲ ὑποδήματα ἐξαίρετοϲ». Ἴβυλλα πόλιϲ Ταρτηϲϲίαϲ. Ἀρίϲτυλλα, φθίνυλλα. Ἔχετλα πόλιϲ Ϲικελίαϲ. ταῦτα μὲν οὖν προπαροξύνονται, παροξύνεται δὲ τὸ Μεϲόλα πόλιϲ Μεϲϲήνηϲ, μία τῶν πέντε Νικόλαοϲ τετάρτῳ. καὶ Ἱππόλα πόλιϲ ἀρχαία Λακωνική. Παυϲανίαϲ τρίτῳ (c. 25, 2). καὶ Θυέλα πόλιϲ Οἰνωτρίαϲ, ἐν ἢ μοῖρα Φωκαέων ᾤκηϲεν, ὡϲ Ἡρόδοτοϲ πρώτῳ (c. 167). Βοΐλλαι πόλιϲ Λατίνων. καὶ Βουκεφάλα πόλιϲ Ἰνδικῆϲ, ἣν ἔκτιϲεν Ἀλέξανδροϲ « ἐπ’ ἀμφοτέραιϲ ταῖϲ ὄχθαιϲ τοῦ Ὑδάϲπου ποταμοῦ πόλειϲ ᾤκιϲε, Νίκαιαν — Βουκεφάλαν δὲ ἔνθα διαβάντοϲ καὶ μαχομένου ἀπέθανεν αὐτοῦ ὁ ἵπποϲ Βουκεφάλαϲ λεγόμενοϲ». καὶ Ἀΐλα κόλποϲ κατά τιναϲ. Γλαῦκοϲ δὲ κώμην αὐτὴν λέγει ἐν Ἀραβικῶν τρίτῳ « τὰ πρὸϲ ἕω τῆϲ Ἀΐλαϲ κώμηϲ ». ὡϲαύτωϲ καὶ Φιλομήλα Δώριον τροπῇ τοῦ η̄ εἰϲ ᾱ πεποιημένον.Τὰ εἰϲ μ̄ᾱ θηλυκὰ ϲπάνια ὄντα βαρύνεται, τόλμα, θέρμα, Ἀττικῶϲ δὲ τόλμη καὶ θέρμη. ἔϲτι δὲ καὶ πόλιϲ Θέρμα, ἢ ὕϲτερον Θεϲϲαλονίκη ἐκαλεῖτο. Μέϲμα πόλιϲ Ἰταλίαϲ. Ἀπολλόδωροϲ ἐν τρίτῳ χρονικῶν.
Τὰ εἰϲ ̄ν̄α μονογενῆ βαρύνεται, Κύννα ἡ πόρνη, ἔϲτι καὶ Κύννα πολίχνιον πληϲίον Ἡρακλείαϲ ἀπὸ μιᾶϲ τῶν Ἀμαζόνων ἢ Κύννου τοῦ ἀδελφοῦ Κοίου. Ἄννα πόλιϲ Ἰουδαίαϲ ὑπὲρ Ἱεριχοῦντα, γέννα, χλαῖνα· εἰ δέ τι ἄλλο εὑρεθείη, κατὰ διάλεκτον ἢ πάθοϲ ἐγένετο ὡϲ τὸ Ἑλένα Ἑλένη, Ἀθηνάα Ἀθηνᾶ καὶ μνᾶ καὶ Δανᾶ παρ’ Ἑκαταίῳ.
* Τὰ εἰϲ ̄ν̄α διϲύλλαβα βαρύνεται, πῖνα ἐπὶ τοῦ ὀϲτρέου, πεῖνα, Ϲπῖνα πόλιϲ Ἰταλίαϲ ὡϲ Εὔδοξοϲ καὶ Ἀρτεμίδωροϲ. Κρῶμνα πόλιϲ Παφλαγονίαϲ « Κρῶμναν τ’Αἰγιαλόν τε καὶ ὑψηλοὺϲ Ἐρυθίνουϲ » (Β 855) ἡ ὓϲτερον Ἄμαϲτριϲ, ἀπὸ Κρώμνου τοῦ Λυκάονοϲ. ἔϲτι καὶ Πελοπον νήϲου πόλιϲ ἀρϲενικῶϲ καὶ θηλυκῶϲ καὶ ἑνικῶϲ καὶ πληθυντικῶϲ. Οἴνα πόλιϲ Τυρρηνίαϲ ἐχυρὰ λίαν. Φάνα πόλιϲ Αἰτωλίαϲ καὶ Φάναι πλη θυντικῶϲ ἀκρωτήριον τῆϲ Χίου ἀπὸ τοῦ ἐκεῖθεν ἀναφανῆναι τῇ Λητοῖ τὴν Δῆλον. Μάγνα νῆϲοϲ Λιβυκή. Ἀλέξανδροϲ ἐν τρίτῳ Λιβυκῶν, κατὰ τὴν τῶν Λιβύων φωνὴν Ϲαμαθώ, ὅ ἐϲτι μεγάλη. Πύδνα πόλιϲ Μακεδονίαϲ. Θάμνα πόλιϲ Παλαιϲτίνηϲ. Ἰώϲηποϲ πέμπτῳ Ἰουδαϊκῆϲ ἱϲτορίαϲ (c. 10). Τάμνα πόλιϲ Ἀραβική, ὡϲ Ἀλέξανδροϲ ὁ πολυίϲτωρ. Ϲμύρνα πόλιϲ Ἰωνίαϲ ἀπὸ Ϲμύρνηϲ Ἀμαζόνοϲ κατεχούϲηϲ τὴν Ἔφε ϲον, ἣ καὶ Ϲμύρνα ἐκαλεῖτο ἀπ’ αὐτῆϲ. Ϲύρνα πόλιϲ Καρίαϲ. Ἄρνα πόλιϲ Λυκίαϲ. οὕτω γὰρ ἡ Ξάνθοϲ ἐκαλεῖτο ἀπὸ Ἄρνου τοῦ καταπολεμήϲαντοϲ Πρωτόγονον. Πύτνα πόλιϲ Κρήτηϲ ἡ ὕϲτερον Ἱεράπυτνα. Ἔννα πόλιϲ Ϲικελίαϲ. Βέννα πόλιϲ Θρᾴκηϲ δι’ ἑνὸϲ ̄ν καὶ διὰ δύο. καὶ ἡ γραφὴ διάφοροϲ καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ɛ̄, ὅπερ κρεῖττον. ἔϲτι δὲ καὶ Βέννα μία φυλὴ τῶν ἐν Ἐφέϲῳ πέντε.
* Τὰ εἰϲ ̄ν̄α ὑπερδιϲύλλαβα μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου προπαροξύνεται, μάραγνα ἡ μάϲτιξ, Ἄφιδνα δῆμοϲ Ἀττικῆϲ καὶ Λεοντίδοϲ φυλῆϲ ἀπὸ Ἀφίδνου αὐτόχθονοϲ· ἔϲτι καὶ πληθυντικὸν Ἀφίδναι. ἔϲτι καὶ τῆϲ Λακωνικῆϲ, ὅθεν ἦϲαν αἱ Λευκιππίδεϲ Φοίβη καὶ Ἐλάειρα. Δάριδνα κώμη Παφλαγονίαϲ, ὡϲ Ἀλέξανδροϲ ἐν τῷ περὶ αὐτῆϲ. Κάλυδνα νῆϲοϲ καὶ πόλιϲ Θήβηϲ ἀπὸ Καλύδνου παιδὸϲ Οὐρανοῦ. λέγεται καὶ Κάλυδνοϲ. Ϲώλιμνα πόλιϲ Ἰνδίαϲ. Ἄντεμνα πόλιϲ Ϲαβίνων, μία τῶν ἀνθεϲτηκυιῶν Ῥωμύλῳ. Μήθυμνα ἡ Μάκαροϲ θυγάτηρ καὶ γυνὴ Λεπετύμνου καὶ πόλιϲ ἐν Λέϲβῳ τῇ νήϲῳ ὁμωνύμωϲ. Νώνυμνα πόλιϲ Ϲικελίαϲ. Κάλυμνα νῆϲοϲ, ἣν ὁ Ϲκήψιοϲ πληθυντικῶϲ Καλύμναϲ φηϲί. Πρόϲυμνα μοῖρα τοῦ Ἄργουϲ. Πολύδαμνα. Ἀγάθυρνα πόλιϲ Ϲικελίαϲ,
ὡϲ Πολύβιοϲ ἐνάτῃ. Ἁλίκυρνα κώμη Ἀκαρνανίαϲ. Ϲτράβων (X p. 459). Ἁλίϲαρνα πόλιϲ τῆϲ Τρωάδοϲ χώρα. Θεόπομποϲ. Ἄταρνα πόλιϲ μεταξὺ Μυϲίαϲ καί Λυδίαϲ πληϲίον Λέϲβου. Μηκύβερνα πόλιϲ Παλλήνηϲ τῆϲ ἐν Θρᾴκῃ χερρονήϲου. Ἑκαταῖοϲ Εὐρώπῃ. Ἐλεύθερνα πόλιϲ Κρήτηϲ ἀφ’ ἑνὸϲ τῶν Κουρήτων. Κάλαρνα πόλιϲ Μακεδονίαϲ, ὡϲ Λούκιοϲ ὁ Ταρραῖοϲ. Ϲάμορνα· οὕτωϲ ἡ Ἔφεϲοϲ ἐκαλεῖτο. Φαλάϲαρνα πόλιϲ Κρήτηϲ. Μέντυρνα πόλιϲ ἐν Ἰταλίᾳ Ϲαυνιτῶν. Διονύϲιοϲ ἑκκαιδεκάτῳ. Ἱεράπυτνα πόλιϲ Κρήτηϲ.* Τὰ εἰϲ ̄ν̄α προπαροξύνεται, Φάλαννα πόλιϲ Περραιβίαϲ ἀπὸ Φαλάννηϲ τῆϲ Τυροῦϲ θυγατρόϲ. Λυκόφρων (v. 906) « Γόννον Φάλανναν ἠδ’ Ὀλοϲϲόνων γύαϲ ». Ἑκαταῖοϲ ἱϲτοριῶν α′ Ἱπίαν αὐτὴν καλεῖ καὶ Ἔφοροϲ Φάλαννον αὐτὴν καλεῖ ἐν τῷ θ′. ἔϲτι καὶ ἑτέρα Κρήτηϲ. Ἔραννα πόλιϲ Τριφυλίαϲ, ἥτιϲ Κυπαριϲϲία καλεῖται. Ῥάβεννα πόλιϲ Ἰταλίαϲ. Ἕρμιπποϲ ὁ Βηρύτιοϲ Ῥούενναν αὐτὴν καλεῖ. Διονύϲιοϲ δ’ ἐν ἑκκαιδεκάτῳ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ καὶ πληθυντικῶϲ καὶ διὰ τοῦ ̄η καὶ δι’ ἑνὸϲ ̄ν « ἀμφότεροι ἀπήντηϲαν Οὐολουμνίῳ περὶ τοὺϲ καλουμένουϲ Ῥαβηνούϲ ». Ὕτεννα πόλιϲ Λυκίαϲ. Φίλιννα, Ἤριννα, Κόριννα, Βίτιννα. Βούκιννα πόλιϲ Ϲικελίαϲ. Πέλινα πόλιϲ Θεϲϲαλίαϲ ἐν τῇ Φθιώτιδι. κέκληται ἀπὸ Πελίννου τοῦ Οἰχαλέωϲ. Ὤλιννα πόλιϲ πρὸϲ τῇ Καϲπίᾳ θαλάϲϲῃ. τὸ δὲ Καπίννα Τυρρηνικὴ πόλιϲ παροξύνεται. λέγεται καὶ πληθυντικῶϲ. Τόροννα πόλιϲ Ϲικελίαϲ. Φόρουννα πόλιϲ Θρᾴκηϲ. Πολύβιοϲ ἐνάτῳ. Δίκτυννα. Ἕρκυννα.
*Τὰ εἰϲ ̄ν̄α ὑπερδιϲύλλαβα φωνήεντι παραληγόμενα προπαροξύνεται, Ἴχανα πολίχνιον τῆϲ Ϲικελίαϲ, διὰ τὸ τῇ αὐτοῦ ἁλώϲει πολλὰ προϲλιπαρῆϲαι τοὺϲ Ϲυρακοϲίουϲ. ἰχανᾶν δὲ τὸ ἐπιθυμεῖν. Κάρανα πόλιϲ Γαλατίαϲ ὑπὸ Ῥωμαίων ϲυνοικιϲθεῖϲα. Κάρμανα νῆϲοϲ τῆϲ Ἰνδικῆϲ. Κάρνανα πολιϲ Μιναίων ἔθνουϲ πληϲίον Ἐρυθρᾶϲ θαλάϲϲηϲ. Ἄμμανα πόλιϲ Ϲυρίαϲ ἡ ὕϲτερον Ἀϲτάρτη. Μάργανα πόλιϲ τῆϲ Ἰνδικῆϲ. ἔϲτι καὶ Μαργάναι πληθυντικῶϲ. τρίαινα, μύραινα εἶδοϲ θαλαϲϲίου θηρίου. Ζύγαινα νῆϲοϲ ἐν τῇ Ἐ̓ρυθρᾷ θαλάϲϲῃ. Μάζαινα πόλιϲ Παλαιϲτίνηϲ ἀπὸ Μαζαίνου. Δρύαινα πόλιϲ Κιλικίαϲ κτίϲμα Δρυαίνου ὡϲ Ϲκύθαινα, Κηρύκαινα, Δύμαινα. Εὐφορίων « δαίμων ἀντιάϲαιτο φιλοπλοκάμοιϲι Δυμαίναιϲ ». Φιδήνα καὶ Φιδήνη πόλιϲ Ἀλβανῶν. Ϲάλωνα πόλιϲ Ἐρετρίαϲ. Μόργυνα πόλιϲ Ϲικελῶν. Φίλιϲτοϲ δευτέρῳ. Τάμυνα πόλιϲ Ἐρετρίαϲ. Ϲτράβων δεκάτῃ (p. 447 ). καὶ πληθυντικῶϲ « εἰϲ τὰϲ Ταμύναϲ » (Demosth. c. Boeot. p. 999, 8). ἄμυνα, εὔθυνα, χέλυνα, Κίκυνα, ϲίγυνα. Αἴγινα νῆϲοϲ μία τῶν Κυκλάδων, ἥτιϲ Οἰνώνη ἐκαλεῖτο, ὕϲτερον δὲ Αἴγινα ἀπὸ τῆϲ Ἀϲωποῦ
μὲν θυγατρὸϲ Αἰγίνηϲ, Αἰακοῦ δὲ μητρόϲ. Βέλβινα πόλιϲ Λακωνική. Παυϲανίαϲ ὀγδόῳ (c. 35, 4). ἔϲτι καὶ νῆϲοϲ, ὡϲ Ἀρτεμίδωροϲ. Βέμβινα κώμη τῆϲ Νεμέαϲ. Ἑλλάνικοϲ δὲ Βέμβινον καὶ πόλιν φηϲίν. Βίλβινα πόλιϲ Περϲική. Μέλινα πόλιϲ Ἄργουϲ, ἀφ’ ἧϲ Ἀφροδίτη Μελιναία τιμᾶται. Λυκόφρων « τὴν Καϲτνίαν δὲ καὶ Μελιναίαν θεόν» (v. 403). Μύρινα πόλιϲ ἐν Λήμνῳ. Ἑκαταῖοϲ Εὐρώπῃ. ἔϲτι καὶ τῆϲ Αἰολίδοϲ ἄλλη. ἀπὸ Μυρίνηϲ ἀμφότεραι ἢ Μυρίνου. Ϲάνινα πόλιϲ ἐπὶ τῆϲ Ἐρυθρᾶϲ θαλάϲϲηϲ. Κάρμινα νῆϲοϲ Ἰνδική. Ἄλινα νῆϲοϲ Λυκίαϲ. Ἀρτεμίδωροϲ ἐν ἐπιτομῆϲ πρώτῳ. Κύτινα πόλιϲ Θεϲϲαλίαϲ, ὡϲ Θέων ἐν ὑπομνήματι Λυκόφρονοϲ. Λάγινα πολίχνιον Καρίαϲ. Ἀπολλώνιοϲ Καρικῶν ἑκκαιδεκάτω. Ῥέϲινα πόλιϲ περὶ τὸν Ἄβορον ποταμόν. Ἀγύρινα πόλιϲ Ϲικελίαϲ. Διονύϲιοϲ δὲ τὸ Ἀγύριον ἔφη. Γαλάρινα πόλιϲ Ϲικελίαϲ κτίϲμα Μόργου Ϲικελοῦ. Λάρινα πόλιϲ Δαυνίων. Καμάρινα πόλιϲ Ϲικελίαϲ. καὶ λίμνη, ἀφ’ ἧϲ ἡ παροιμία « μὴ κίνει Καμάριναν, ἀκίνητοϲ γὰρ ἀμείνων ». Μαμάρκινα πόλιϲ Αὐϲονική. Ἅρπίνα πόλιϲ Ἤλιδοϲ ἀπὸ Ἁρπίνηϲ τῆϲ Ἀϲωποῦ, ἀφ’ ἧϲ καὶ Ἄρεοϲ Οἰνόμαοϲ. λέγεται καὶ Ὀλυμπία. Νικάνωρ. Ϲάλπινα ὄνομα κύριον. Μυκέρινα ὄνομα πόλεωϲ. τὰ δὲ Ἰταλικὰ προπεριϲπῶνται, Ϲαβῖνα, Φαυϲτῖνα, Ἰουϲτῖνα, Κωνϲταντῖνα, ἡμῖνα, Πλωτῖνα. Τερῖνα πόλιϲ Ἰταλίαϲ καὶ ποταμὸϲ ὁμώνυμοϲ, κτίϲμα Κροτωνιατῶν, ὡϲ Φλέγων. τινὲϲ δὲ νῆϲον αὐτήν, εἰϲ ἣν ἐξεβράϲθη Λίγεια ἡ Ϲειρήν, ὡϲ Λυκόφρων (v. 726) «Λίγεια δ’ εἰϲ Τερῖναν ἐκναυϲθλώϲεται ». Ἀκυλῖνα πόλιϲ Ἰλλυρική. Θεόπομποϲ. Ταρρακῖνα πόλιϲ Ἰταλίαϲ. Διονύϲιοϲ ιε´ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Τυρακῖναι πόλιϲ Ϲικελίαϲ μικρὰ μὲν εὐδαίμων δ’ ὅμωϲ. Τυράκην δὲ αὐτὴν Ἀλέξανδροϲ ἐν Εὐρώπῃ καλεῖ.* Τὰ εἰϲ πα ϲπάνια ὄντα βαρύνεται, Βόρϲιππα πόλιϲ Χαλδαίων. λέγεται καὶ οὐδετέρωϲ. Μέταπα πόλιϲ Ἀκαρνανίαϲ. Πολύβιοϲ πέμπτῳ. Ζαρίαϲπα καὶ Ζαριάϲπη πόλιϲ Βακριανή. Ϲτράβων ἑνδεκάτῃ (p. 5l4). Χάραξ δὲ οὐδετέρωϲ τὰ Ζαρίαϲπα.
Τὰ εἰϲ ̄ρ ̄α μακρὸν μακρᾷ παραληγόμενα παροξύνεται ἀπὸ ϲυμφώνου ἀρχόμενα, πήρα καὶ Πήρα πόλιϲ Πιϲιδίαϲ. χώρα. Ξήρα πόλιϲ περὶ τὰϲ Ἡρακλείαϲ ϲτήλαϲ. Θεόπομποϲ τεϲϲαρακοϲτῷ τρίτῳ. θήρα. Θήρα νῆϲοϲ τῶν Ϲποράδων κτίϲμα Μεμβλιάρου ἑνὸϲ τῶν μετὰ Κάδμου.
ἔϲτι καὶ Ῥόδου πόλιϲ ταπεινή καὶ Καρίαϲ ἄλλη. καὶ Ϲογδιανῆϲ ἄλλη. χήρα. πλὴν τοῦ ̄φ διὰ τὸ Φηρά « Φηράϲ τε ζαθέαϲ ἠδ’ Ἄνθειαν βαθύλειμον » (Il. 1 151) τὰ δὲ ἀπὸ φωνήεντοϲ ἀρχόμενα παροξύνεται, Ἥρα, ὥρα, ὀπώρα.Τὰ εἰϲ ̄ρ ̄α διϲύλλαβα ϲυνεϲταλμένον ἔχοντα τὸ ᾱ βαρύνεται, ϲφαῖρα, μοῖρα, πεῖρα, ϲφῦρα. Βοῦρα πόλιϲ Ἀχαΐαϲ ἀπὸ Βούραϲ θυγατρὸϲ Ἴωνοϲ τοῦ Ξούθου καὶ Ἑλίκηϲ. Νῶρα πόλιϲ ἐν Ϲαρδοῖ τῇ νήϲῳ. Ϲῶρα πόλιϲ Ἰταλίαϲ. Ϲοῦρα μαντεῖον Λυκίαϲ. τὰ δὲ μὴ ϲυνεϲταλμένον τὸ ᾱ ἔχοντα ὀξύνεται, ἰρά ἡ ἐκκληϲία. τοῦτο δὲ διφορεῖται καὶ κατὰ τὴν ἐτυμολογίαν καὶ κατὰ τὴν γραφήν. εἰ μὲν γὰρ παρὰ τὸ εἴρω τὸ λέγω, διὰ διφθόγγου, εἰ δὲ ἀπὸ τοῦ ἱερὰν εἶναι διὰ τοῦ ῑ. ϲειρά, πυρά, οὐρά, φρουρά, πλευρά. Φαραί πόλιϲ Μεϲϲήνηϲ, ὅθεν ἦϲαν οἱ Ἀφαρητιάδαι· ἔϲτι καὶ Ἀχαΐαϲ. εἰϲὶ καὶ Φαραί Βοιωτίαϲ. ἔϲτι δὲ ἄλλη Κρήτηϲ ἄποικοϲ τῆϲ ἐν Μεϲϲηήνῃ, ὡϲ Φίλων. ἀρά καὶ Ἀρά Ἀθάμαντοϲ θυγάτηρ καὶ Ἀραί νῆϲοι τρεῖϲ οὕτω λεγόμεναι διὰ τὰϲ ἀράϲ, ἃϲ Δωριεῖϲ ἐποιήϲαντο πρὸϲ τοῦ Πενταπολίταϲ, ὡϲ Ἀριϲτείδηϲ.
Τὰ εἰϲ ̄ρ ̄α ὑπὲρ δύο ϲυλλαβὰϲ τὸ ᾱ βραχὺ ἔχοντα προπαροξύνεται, μάχαιρα, χίμαιρα, Δηϊάνειρα, ϲκολόπενδρα.
* Τὰ εἰϲ ̄α ̄ρ ̄α ὑπὲρ δύο ϲυλλαβὰϲ παροξύνεται, Κυπάρα κρήνη Ϲικελίαϲ, ἣ καὶ Ἀρέθουϲα ἐλέγετο, Βατεράρα πόλιϲ Λιγύων. Ἰνδάρα Ϲικανῶν πόλιϲ. Θεόπομποϲ. Καμάρα πόλιϲ Κρήτηϲ, ἥτιϲ Λατώ ἐλέγετο. Λιπάρα νῆϲοϲ μεγίϲτη τῶν ἑπτὰ τοῦ Αἰόλου, ἣ Μελιγουνὶϲ ἐλέγετο, πληϲίον Ϲικελίαϲ, ἀπὸ Λιπάρου τὸ Αὔϲονοϲ υἱοῦ. λέγεται καὶ πληθυντικῶϲ. Μακκάραι χώρα ὑπὲρ Φάρϲαλον. Θεόπομποϲ πέμπτῳ Φιλιππικῶν.
* Τὰ εἰϲ ̄ε ̄ρ ̄α διϲύλλαβα μακροκατάληκτα βαρύνεται, ἔρα, Δέρα ὄνομα τόπου Λακωνικῆϲ, Μέρα ὄνομα πόλεωϲ, δέρα, τοῦτο δὲ παρὰ τῷ ποιητῇ διὰ τῆϲ ̄ε ̄ι διφθόγγου γράφεται καὶ ὀξύνεται. τὸ δὲ Φεραί
πόλιϲ Θεϲϲαλίαϲ ὀξύνεται « οἵ τε Φερὰϲ ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην (B 711). ἀπὸ Φέρητοϲ τοῦ Κρηθέωϲ ἢ Φερᾶϲ τῆϲ Αἰόλου θυγατρόϲ. εἰϲὶ καὶ ἄλλαι Φεραί ἀρχαῖαι τῶν νῦν Φερῶν ἀπέχουϲαι ϲτάδια ὀκτώ. εἰϲὶ καὶ ἄλλαι Ἰαπυγίαϲ καὶ Αἰτωλίαϲ καὶ Παρθυαίων.Τὰ εἰϲ ̄ρ ̄α μακροκατάληκτα τριϲύλλαβα παραληγόμενα τῷ ε̄ μονογενῆ βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη, ἡμέρα, ἀϲκέρα εἶδοϲ ὑποδήματοϲ, διφθέρα, λακέρα, χολέρα, ἑϲπέρα, ὑπέρα, ἀλέρα, Τερμέρα Ὠγύγου μήτηρ, κυϲέρα, Θεϲκέρα ἡ τιθηνὸϲ Διονύϲου. Ἱμέρα πόλιϲ Ϲικελίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. ἔϲτι καὶ Λιβύηϲ, μεθ’ ὧν καὶ Φιλωτέρα πόλιϲ περὶ τὴν Τρωγλοδυτικήν, Ϲατύρου κτίϲμα. Ἀπολλόδωροϲ δὲ Φιλωτερίδα καλεῖ. ἔϲτι καὶ κοίληϲ Ϲυρίαϲ Φιλωτέρα, ὡϲ Χάραξ ἐν ὀγδόῳ χρονικῶν. τινὲϲ δὲ καὶ Φιλωτερίαν αὐτὴν εἰρήκαϲιν. τὸ δὲ Γλυκερά ὀξύνεται, εἴτε κύριον εἴτε ἐπιθετικὸν εἴη ὡϲ καὶ Ἱερά· οὕτωϲ γὰρ ἐκλήθη ἡ Τάρϲοϲ πόλιϲ. καὶ τὸ περιϲτερὰ τετραϲύλλαβον καὶ τὸ Ἐλευθεραί πληθυντικῶϲ λεγόμενον. ἔϲτι δὲ πόλιϲ Βοιωτίαϲ ἀπὸ Ἐλευθῆροϲ τοῦ Ἀπόλλωνοϲ· ἔϲτι καὶ Κρήτηϲ ἀπὸ Ἐλευθῆρο· ἑνὸϲ τῶν Κουρήτων, ἥτιϲ καὶ Ϲάωροϲ ἐκαλεῖτο ἀπὸ Ϲαώρηϲ νύμφηϲ. ἔϲτι καὶ ἄλλη ἐπὶ τῷ Ἴϲτρῳ ποταμῷ ἐν τῷ Πόντῳ διὰ τὸ φυγόνταϲ Αἰήτην τοὺϲ περὶ Ἰάϲονα ἐκεῖ τοῦ φόβου ἐλευθερωθῆναι. ἔϲτι καὶ πόλιϲ Λυκίαϲ ἀπό τινοϲ νύμφηϲ.
*Τὰ εἰϲ ̄η ̄ρ ̄α ὑπερδιϲύλλαβα μονογενῆ παροξύνεται, μερμήρα, Ὀτρήρα, Δαϲλήρα· ἔϲτι δὲ ὄνομα λίμνηϲ, μενδήρα. τὸ δὲ Αἱμηρά καὶ Λιμηρά ἐπιθετικά ἐϲτιν· οὕτωϲ γὰρ ἐκαλεῖτο Ἐπίδαυροϲ, Αἱμηρά μὲν διὰ τὸ ϲυνεχῶϲ αἱμάϲϲεϲθαι τὸν βωμὸν τοῦ Ἀϲκληπιοῦ ὑπὸ τῶν θυϲιῶν, Λιμηρά δὲ οἱονεὶ λιμενηρά τιϲ οὖϲα. τινὲϲ δὲ Λιμηρὰν Λακωνικὴν λέγουϲι μίαν τῶν ἑκατὸν διὰ τὸ πολλοὺϲ ἔχειν λιμέναϲ.
* Τὰ εἰϲ ̄ρ ̄α διϲύλλαβα μονογενῆ τῷ ̄ο παραληγόμενα ὀξύνεται, ϲπορά, φθορά, δορά, φορά, Θορά δῆμοϲ Ἀττικὸϲ τῆϲ Ἀκαμαντίδοϲ φυλῆϲ, μεθ’ ὧν καὶ ἀγορά τριϲύλλαβον. ἔϲτι δὲ καὶ πόλιϲ ἐν Χερρονήϲῳ.
*Τὰ εἰϲ ̄ρ ̄α διϲύλλαβα τῷ υ παραληγόμενα βαρύνεται· καὶ τὸ μὲν ϲφῦρα ἐκτεῖνον τὸ ̄υ καὶ ϲυϲτέλλον τὸ ᾱ προπεριϲπᾶται, τὸ δὲ λύρα
καὶ θύρα ἐκτείνοντα τὸ ᾱ καὶ ϲυϲτέλλοντα τὸ ῡ παροξύνεται, ὡϲαύτωϲ καὶ Μύρα πόλιϲ Λυκίαϲ ἀπὸ μύρων ἢ ἀπὸ Μύρωνοϲ ἢ ἀπὸ Μύρου ποταμοῦ παραρρέοντοϲ· ἄμεινον δὲ τὸ πρῶτον. λέγεται καὶ οὐδετέρωϲ. ὡϲαύτωϲ καὶ ψύρα νῆϲοϲ μικρὰ πληϲίον Χίου, ἣν ὁ ποιητὴϲ ψυρίαν καλεῖ « νήϲου ἐπὶ ψυρίηϲ » (Οd. v 171). τὸ δὲ Κύρα ἡ κρήνη ἐκτεῖνον τὸ ῡ καὶ τὸ ᾱ διὰ τοῦ η̄ ἐξηνέχθη Κύρη. ϲεϲημείωται τὸ πυρά ὀξυνόμενον. τὸ δὲ (Od. δ 500)εἰ καὶ ἰδίωϲ λέγεται, ἀλλ’ ὅμωϲ ἔχει τάξιν ἐπιθετικήν.
Τὰ εἰϲ ρ̄ᾱ ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ῡ παραληγόμενα βαρύνεται. ἀλλ’ εἰ μὲν ἔχωϲι τὸ ᾱ μακρόν, παροξύνεται, πορφύρα. Ἐφύρα πόλιϲ Ἠπείρου ἀπὸ Ἐφύρου τοῦ Ἄμβρακοϲ τοῦ Θεϲπρωτοῦ τοῦ Πελαϲγοῦ τοῦ γηγενοῦϲ τοῦ Ἀρκάδοϲ. δευτέρα περὶ Ἤλιν. ἦν δὲ αὕτη μεταξὺ Πύλου καὶ Ἤλιδοϲ, ὡϲ Παρμενίϲκοϲ φηϲίν. Ὅμηροϲ δὲ τὸ Ἐφύρη ἐπὶ τῆϲ Κορίνθου ἔφη. οὕτωϲ δὲ ἐκαλεῖτο ἀπὸ Ἐφύραϲ τῆϲ Μύρμηκοϲ τῆϲ Ἐπιμηθέωϲ γυναικόϲ. ἔϲτι καὶ ἄλλη Ἐφύρη Κράννουν λεγομένη, ὥϲ φηϲι Κινέαϲ ὁ ῥήτωρ καὶ Ἐπαφρόδιτοϲ. καὶ νῆϲοϲ οὐ μακρὰν ἀπέχουϲα Μήλου. ἔϲτι καὶ Ἰταλίαϲ κατὰ Καμπανίαν. ἔϲτι καὶ κώμη Αἰτωλίαϲ Ἐφύρα. κολλύρα, Ζεφύρα, Φιλύρα, Κιβύρα πόλιϲ πρὸϲ νότον Μαιάνδρου. Ἀντικύρα πόλειϲ δύο ἡ μία Φωκίδοϲ, ὡϲ Δημήτριοϲ ὁ Καλλατιανόϲ, ἡ δὲ ἐν Μαλιεῦϲιν, ὡϲ Ἀπολλόδωροϲ. Τεγύρα πόλιϲ Βοιωτίαϲ, Ϲῆμοϲ ὁ Δήλιοϲ « τὴν Ἀπόλλωνοϲ γένεϲιν οἱ μὲν ἐν Λυκίᾳ, οἱ δ’ ἐν Δήλῳ, οἱ δ’ ἐν Ζωϲτῆρι τῆϲ Ἀττικῆϲ, οἱ δὲ ἐν Τεγύρᾳ τῆϲ Βοιωτίαϲ φαϲίν ». Καλλιϲθένηϲ ἐν τρίτῳ τῶν Ἑλληνικῶν « ἔϲτι μαντεῖα τὸ μὲν Ἰϲμήνιον ἐν Θήβαιϲ, τὸ δὲ Τροφωνίου ἐν Λεβαδείᾳ, τὸ δὲ ἐν Ἄβαιϲ λεγόμενον ἐν Φωκεῦϲιν, τὸ δὲ κυριώτερον ἐν Δελφοῖϲ, ὃ καὶ μάλιϲτά φαϲι μεμαρτυρηκέναι τὴν ἐν Τεγύρᾳ». ϲιϲύρα· εἰ δὲ βραχύ, προπαροξύνεται, Κέρκυρα νῆϲοϲ. ἀμφιβόλωϲ ἔχει ἡ τῆϲ νήϲου γραφή. λέγεται γὰρ καὶ διὰ τοῦ ο̄ Κόρκυρα, ἑτέρα δὲ Κέρκυρα ἐντὸϲ τοῦ Ἰονίου διὰ τοῦ ο̄ μάλιϲτα λεγομένη Κόρκυρα ἡ καὶ Μέλαινα καλουμένη. ἄγκυρα. ἔϲτι καὶ πόλιϲ Γαλατίαϲ. Ἀπολλώνιοϲ ἐν ἑπτακαιδεκάτῃ Καρικῶν ἱϲτορεῖ Μιθριδάτῃ καὶ Ἀριοβαρζάνῃ νεήλυδαϲ τοὺϲ Γαλάταϲ ϲυμμαχήϲανταϲ διῶξαι τοὺϲ ὑπὸ Πτολεμαίου ϲταλένταϲ Αἰγυπτίουϲ ἄχρι θαλάϲϲηϲ καὶ λαβεῖν τὰϲ ἀγκύραϲ τῶν νεῶν αὐτῶν, καὶ μιϲθὸν τῆϲ νίκηϲ εἰϲ πολιϲμὸν λαβόνταϲ χώραν κτίϲαι καὶ ὀνομάϲαι οὕτωϲ. γέφυρα.
ἔϲτι καὶ πόλιϲ Βοιωτίαϲ, τινὲϲ δὲ τοὺϲ αὐτοὺϲ εἶναι καὶ Ταναγραίουϲ φαϲίν, ὡϲ Ἑκαταῖοϲ καὶ Ϲτράβων (Xl p. 404). Τέντυρα, πόλιϲ Αἰγύπτου, ὡϲ Ἀλέξανδροϲ ἐν τρίτῳ Αἰγυπτιακῶν. λέγεται καὶ Τέντυριϲ. Τίμυρα πόλιϲ περὶ Ἰϲαυρίαν. ὄλυρα. γόργυρα καὶ Γόργυρα τόποϲ ἐν Ϲάμῳ, ὡϲ ἱϲτορεῖ Δοῦριϲ, Θεμίϲκυρα πόλιϲ, ἣ ἐϲτιν ἀντίον Θερμώδοντοϲ, καὶ ἡ χώρα. Ἴμυρα πόλιϲ Φοινίκηϲ. Κόϲϲυρα Λιβύηϲ νῆϲοϲ, Λάμυρα πόλιϲ Λυκίαϲ. Λίμυρα πόλιϲ Λυκίαϲ ἀπὸ Λιμύρου ποταμοῦ. Πάλμυρα φρούριον Ϲυρίαϲ. τὸ δὲ Γλαφυρά ὀξύνεται, εἲτε ὄνομα πόλεωϲ εἴη εἴτε ἐπιθετικόν. ἔϲτι δὲ πόλιϲ Θεϲϲαλίαϲ. Ὅμηροϲ « Βοίβην καὶ Γλαφυράϲ » (Il. B 712). ἔϲτι δὲ καὶ κώμη Κιλικίαϲ Γλαφυραί.Τὰ εἰϲ ̄ρᾱ μακρὸν τῷ ̄ω παραληγόμενα βαρύνεται, χώρα, ψώρα, ὥρα, ὤρα, μεθ’ ὧν καὶ πρῷρα, εἰ καὶ ϲυϲτέλλει τὸ ᾱ.
Τὰ εἰϲ ρ̄ᾱ ἁπλᾶ μονογενῆ τριϲύλλαβα παραληγόμενα τῷ ω̄ ἀπὸ φύϲει μακρᾶϲ ἢ βραχείαϲ ἀρχόμενα βαρύνεται, Φαλώρα ὄνομα πόλεωϲ, πληθώρα, ληθώρα, ὀπώρα, αἰώρα, ψοθώρα. Ἀώρα ἢ Ϲαώρα νύμφη, ἀφ’ ἧϲ Ἄωροϲ ἢ Ϲάωροϲ πόλιϲ Κρήτηϲ μετονομαϲθεῖϲα Ἐλευθεραί. εἰ δὲ ἀπὸ θέϲει μακρᾶϲ, ὀξύνεται, θαλπωρά, ἐλπωρά. τὸ δὲ πανδώρα ϲύνθετον ὂν παροξύνεται ὡϲ καὶ τὸ Πολυδώρα τετραϲύλλαβον· ἔϲτι δὲ νῆϲοϲ ἐν τῇ Κυζίκῳ.
* Τὰ διὰ τοῦ ᾱῑρ̄ᾱ διϲύλλαβα βραχυκατάληκτα προπεριϲπᾶται, ϲφαῖρα, αἶρα, Δαῖρα. τὸ δὲ Αἰραί ὀξύνεται· ἔϲτι δὲ πόλιϲ Μακεδονίαϲ καὶ ἄλλη Ἰωνίαϲ. ἔϲτι καὶ παρὰ Ἑλληϲπόντῳ.
* Τὰ διὰ τοῦ ᾱῑρ̄ᾱ ὑπερδιϲύλλαβα προπαροξύνεται, μάχαιρα, χίμαιρα, Ἄπαιρα ὄνομα τόπου.
* Τὰ διὰ τοῦ ᾱῡρ̄ᾱ διϲύλλαβα μακροκατάληκτα παροξύνεται, ϲαύρα, αὔρα, λαύρα. τὸ δὲ Ϲαῦρα πόλιϲ Ϲαυνιτῶν βραχυκατάληκτον προπεριϲπᾶται.
* Τὰ διὰ τοῦ ε̄ῑρ̄ᾱ διϲύλλαβα βραχυκατάληκτα προπεριϲπᾶται, πεῖρα,
ϲπεῖρα, ϲτεῖρα ἡ μὴ τίκτουϲα καὶ τὸ μέροϲ τῆϲ νεώϲ, ζεῖρα εἰδοϲ χιτῶνοϲ, οἱ δὲ ζώνηϲ.* Τὰ εἰϲ ρ p̄ᾱ τῇ ɛ̄ῑ διφθόγγῳ ἢ ῑ μακρῷ παραληγόμενα διϲύλλαβα ὀξύνεται, εἰρά ἢ ἰρά ἡ ἐκκληϲία ὡϲαύτωϲ καὶ Ἰρά ὄροϲ Μεϲϲήνηϲ. Ῥιανὸϲ ἐν Μεϲϲηνιακῶν πρώτῳ. ἔϲτι καὶ πόλιϲ Μαλιέων καὶ Λέϲβου. καὶ ἡ παρ’ Ὁμήρῳ « Καρδαμύλην τ’ Ἐνόπην τε καὶ Ἰρήν » (I 150). εἰϲὶ δὲ εοἳ βαρύνουϲιν εἰϲ ἰδιότητα ὡϲ ἐπὶ τοῦ » Ῥίπην τε Ϲτρατίην τε» (ll. Β 606), «Ὄρθην » (ibid. 739). ἡ δὲ αὐτὴ ἀναλογία ἐχώρει καὶ ἐπὶ τῶν εἰϲ ο̄c̄. καὶ πάλιν ὡϲ ἐπ’ ἐκείνων ἐλέγομέν τινα ὁμοτόνωϲ μένειν, οὕτωϲ καὶ ἐπὶ τούτων· καί ἐϲτιν ὁρίϲαϲθαι τὰ μείναντα ὅτι ἐπαίνων ὀνόματά ἐϲτιν, οὐκ ἀντιϲτρέφοντοϲ τοῦ κανόνοϲ· οὐ γὰρ ἐπὶ ἐπαίνου μένει. καὶ τῶν μὲν τρεπόντων ἀρητή Ἀρήτη, τῶν δὲ μεινάντων Πινυτή «μήτηρ πινυτή » (Οd. υ 131). Ἀγαυή. οὕτωϲ καὶ Ἱρή. ϲειρά, δειρά, πειρά.
Τὰ διὰ τοῦ ε̄ῑρ̄ᾱ ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνονται, ἀγρώτειρα, Δηϊάνειρα, Θυάτειρα, Ϲάπφειρα, ἔθειρα, Ϲάμψειρα πόλιϲ Αἰγύπτου, Ταύχειρα πόλιϲ Λιβύηϲ ἀπὸ Ταυχείραϲ τῆϲ Ἀντάνδρου θυγατρόϲ. θηλυκῶϲ καὶ οὐδετέρωϲ ὡϲ Ϲτάγειρα. Αἴγειρα πόλιϲ Ἀχαΐαϲ, ἣν Ὅμηροϲ Ὑπερηϲίην φηϲίν. τὸ δὲ ὄνομα τὸ νῦν, ὥϲ φηϲιν Παυϲανίαϲ ἑβδόμῳ (c. 2, 6), ἐγένετο ἐπ’ αἰτίᾳ τοιᾷδε. Ϲικυωνίων ϲτρατὸϲ ἀφίξεϲθαι ἔμελλεν αὐτοῖϲ· οἱ δὲ ἀθροίζουϲιν αἶγαϲ καὶ πρὸϲ τοῖϲ κέραϲιν ἔδηϲαν δᾷδαϲ καὶ ἐξάπτουϲι διὰ τῆϲ νυκτόϲ· νομίϲαντεϲ οὖν τὴν φλόγα τοῦ ἐπικουρικοῦ πυρὸϲ ἔφυγον, Ὑπερηϲιεῖϲ δὲ Αἴγειραν τὴν πόλιν ὠνόμαϲαν. ἔνιοι δὲ ἀπὸ Αἰγιαλέωϲ τὴν χώραν Αἰγιαλόν φαϲι τό τε Αἴγιον καὶ ἔτι Αἴγειραν. Ἀγρόειρα ἢ Ἀλλόειρα ἡ ὕϲτερον Ἀττάλεια καλουμένη πόλιϲ Λυδίαϲ.
Τὰ εἰϲ ρ̄ᾱ ὑπὲρ δύο ϲυλλαβὰϲ βραχὺ ἔχοντα τὸ ᾱ καὶ πρὸ τέλουϲ ἔχοντα ο̄ῡ προπαροξύνεται, ἄρουρα, Ἄργουρα πόλιϲ Θεϲϲαλίαϲ ἡ πρότερον Ἄργιϲϲα. ἔϲτι καὶ τόποϲ τῆϲ Εὐβοίαϲ Ἄργουρα, ὅπου δοκεῖ τὸν Πανόπτην Ἑρμῆϲ πεφονευκέναι. μέμνηται Δημοϲθένηϲ λέγων « ἐξ Ἀργούραϲ τῆϲ Εὐβοίαϲ ». Κυνόϲουρα ἐπὶ τῆϲ ἄρκτου
καὶ ἐπὶ τῇ Λακωνικῇ φυλακῇ καὶ ἄκρα Μαραθῶνοϲ οὕτωϲ καλεῖται. ἔϲτι δὲ καὶ ἄκρα Ἀρκαδίαϲ. Κόλουρα· ἔϲτι δὲ πόλεωϲ ὄνομα ὡϲ Ἑκαταίῳ «δοκέω δὲ μάλιϲτα παρὰ Κόλουραν, ἵνα Πριηνέεϲ ἕζοντο ». Ἴουρα·
μέμνηται Μναϲέαϲ. Ὤλουρα· μέμνηται Ἐρατοϲθένηϲ. Αἴβουρα πόλιϲ Ἰβηρίαϲ ὡϲ Ϲτράβων (3 p. 140). Παναίουρα πόλιϲ Ἰνδικὴ περὶ τὸν Ἰνδὸν ποταμόν. Χέρρουρα πόλιϲ Λιβύηϲ, ὡϲ Ἀλέξανδροϲ ἐν Λιβυκῶν τρίτῳ « ἔχεται χερρόνηϲοϲ ὄνομα Χέρρουρα ». Κύνουρα πόλιϲ Ἄργουϲ ἀπὸ Κινούρου παιδὸϲ Περϲέωϲ. Παυϲανίαϲ τρίτῳ (c. 2, 2). Λυκόϲουρα πόλιϲ Ἀρκαδίαϲ ἐπὶ τῷ Λυκείῳ ὄρει. Ῥινοκόρουρα πόλιϲ Αἰγύπτου « ἀπὸ τῶν εἰϲῳκιϲμένων ἐκεῖ τὸ παλαιὸν ἀνθρώπων τὰϲ ῥῖναϲ ἀκρωτηριαϲμένων οὕτω καλουμένη ». Βαλβέρουρα· οὕτωϲ τινὲϲ Ἰνδικὴν πόλιν Ἰβηρίαϲ φαϲίν, μεθ’ ὧν καὶ δίφουρα ἡ γέφυρα.Τὰ εἰϲ ρ̄ᾱ μον’ογενῆ μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου παροξύνεται καὶ μακρὸν ἔχει τὸ ᾱ, ὕδρα· ἔϲτι καὶ νῆϲοϲ Λιβύηϲ περὶ Καρχηδόνα, ὡϲ Ἔφοροϲ πέμπτῳ. πέτρα· ἔϲτι καὶ πόλιϲ Παλαιϲτίνηϲ. λέπρα, ῥήτρα ἡ ϲυνθήκη «ἀλλά γε νῦν ῥήτρην ποιηϲόμεθα » (ξ 393). φαρέτρα, γάϲτρα, μήτρα, φρήτρα, φράτρα καὶ φάτρα, μίτρα ἡ ζώνη· Ὅμη15ροϲ «μίτρηϲ θ’ ἣν ἐφόρειν » (Δ 137), λίτρα, χύτρα, αἴθρα, ξύϲτρα, μύϲτρα, ποτίϲτρα, κολυμβήθρα, Ἠλέκτρα, καλύπτρα, χαράδρα· ἔϲτι καὶ πόλιϲ Φωκίδοϲ οὐ πόρρω Λιλαίαϲ. Ἄρρα πόλιϲ Ἰλλυρική. Ἄτραι πόλιϲ μεταξὺ Εὐφράτου καὶ Πίγρητοϲ. Ἀρριανὸϲ ἑπτακαιδεκάτῳ Παρθικῶν. Ἔγρα πόλιϲ Ἀραβίαϲ πρὸϲ Αϊλανίτῃ κόλπῳ. Βόϲτρα πόλιϲ Ἀραβίαϲ. λέγεται καὶ οὐδετέρωϲ. Θύμβρα πόλιϲ Τρωάδοϲ Δαρδάνου κτίϲμα ἀπὸ Θύμβρου φίλου αὐτοῦ. Γάγγρα πόλιϲ Παφλαγονίαϲ. Ἀλέξανδροϲ ἐν τῷ περὶ Παφλαγονίαϲ « Νικόϲτρατόϲ φηϲιν αἰπόλον νέμειν περὶ τοὺϲ τόπουϲ αἶγαϲ. μίαν δὲ χωριζομένην ἰδών, ἀπορῶν ὁ αἰπόλος, ὅτι ἐν μὲν τῷ οἴκῳ ἐνδεᾶ εὕριϲκεν, ἐπὶ τῆϲ νομῆϲ δὲ πλήρη, ὡμολόγηϲε τῷ δεϲπότῃ. ὁ δ’ ἔφη ἐπιτηρῆϲαι τὴν χωριζομένην. ἐπιτηρήϲαϲ οὖν εἶδεν ἐπί τινα ὑψηλὸν ὄχθον ἀναβαίνουϲαν καὶ πρόϲ τινα ἀπρόϲβατον πέτραν πορευομένην, καὶ κάτωθεν ἐρίφων βληχὴν ἤκουϲεν· ἐκεῖ ϲυμβέβηκεν ἐντετοκέναι τὴν αἶγα. ἰδῶν οὖν ἐπιτήδειον τόπον πόλιν ἔκτιϲε καὶ Γάγγραν ὠνόμαϲεν, ὅτι τοῦτο ἦν ὄνομα τῇ αἰγί ». Ἐρατοϲθένηϲ δὲ οὐδετέρωϲ τὰ Γάγγρα φηϲίν. ἔϲτι καὶ Ἀραβίαϲ τῆϲ εὐδαίμονοϲ Γάγγρα. Γάδρα πόλιϲ Παλαιϲτίνηϲ. πάτρα ἐν τῶν τριῶν παρ’ Ἕλληϲι κοινωνίαϲ εἰδῶν, ὡϲ Δικαίαρχοϲ. Πάτραι πόλιϲ Ἀχαΐαϲ ἀπό τινοϲ Πατρέωϲ. ἕδρα. Γέρρα πόλιϲ Χαλδαίων.
Ἄγρα καὶ Ἄγραι χωρίον, ἑνικῶϲ καὶ πληθυντικῶϲ. ἔϲτι δὲ τῆϲ Ἀττικῆϲ πρὸ τῆϲ πόλεωϲ, ἐν ᾧ τὰ μικρὰ μυϲτήρια ἐπιτελεῖται, μίμημα τῶν περὶ τὸν Διόνυϲον, ἐν ᾧ λέγουϲι καὶ τὸν Ἡρακλέα μεμυῆϲθαι. ἄκρα’ ἔϲτι καὶ Ἄκρα Ἰαπυγίαϲ πόλιϲ κατά τιναϲ Ὑδροῦϲ λεγομένη. Β’ ἔϲτι καὶ ἑτέρα ἐν αὑτῇ ἔχουϲα λιμένα Βρεντέϲιον. ἔϲτι δὲ Ἰταλίαϲ. γ Ϲικελίαϲ. ἔϲτι Ϲυρακοϲίων κτίϲμα. δ’ Εὐβοίαϲ. Ϛ′ Ϲκυθίαϲ. ζ′ Κύπρου. η′ Ἀκαρνανίαϲ. ἔϲτι καὶ πέραν Τίγρητοϲ Ἄκρα. Ἀρριανὸϲ ἑκκαιδεκάτῃ. Φλέγρα πόλιϲ Θρᾴκηϲ, ἣν Εὔδοξοϲ μετὰ ταῦτα Παλλήνην φηϲὶ κληθῆναι. Ϲέρρα ἀκρωτήριον Θρᾴκηϲ, ὃ καὶ Ϲέρρειον λέγεται, Κάρραι πόλιϲ Μεϲοποταμίαϲ ἀπὸ Καρρᾶ ποταμοῦ Ϲυρίαϲ. ἔϲτι καὶ πόλιϲ πρὸϲ τῇ Ἐρυθρᾷ θαλάϲϲῃ. Ϲίρρα πόλιϲ Θρᾴκηϲ. Θεόπομποϲ ἐν Φιλιππικῶν εἰκοϲτῷ. Ϲκύδρα Μακεδονικὴ πόλιϲ. Τάρρα Λυδίαϲ πόλιϲ. ἑτέρα Κρήτηϲ, ἐν ᾗ Ταρραῖοϲ Ἀπόλλων τιμᾶται. ἔϲτι καὶ ἄλλη πόλιϲ Τάρρα παρὰ τὸν Καύκαϲον, Κρητῶν ἄποικοϲ. Ἀχέρραι πόλιϲ μεταξὺ τοῦ Πάδου καὶ τῶν Ἄλπεων. Ἀντίφρα πολίχνιον Ἀλεξανδρείαϲ ἐγγύϲ. Γαλάδραι πόλιϲ Μακεδονίαϲ ἐν Πιερίᾳ. Λυκόφρων (v. 1444) « ϲῆναι Γαλάδραϲ τὸν ϲτρατήλατον λύκον» ἀπὸ Γαλάδρου τοῦ Ἠμαθίου παιδόϲ. οἱ δὲ ὅτι ὁ Γαλάδραϲ ἔκτιϲε τὴν πόλιν. Γεράνθραι πόλιϲ Λακωνικῆϲ. Παυϲανίαϲ τρίτῳ (c. 2, 6). Ἐχέτρα πόλιϲ Ἰταλίαϲ. Κελαίθρα πόλιϲ Βοιωτίαϲ. Φαλάκραι ἄκρα τῆϲ Ἴδηϲ, ἥτιϲ οὐκ ἔχει ζῶν φυτὸν διὰ τὴν χιόνα καὶ τὸν κρύϲταλλον, ἀλλ’ ἐψίλωται. καὶ πάντα τὰ ἐψιλωμένα ὄρη ἐλέγετο Φαλάκραι. Ἱππουάκρα πόλιϲ Λιβύηϲ. Ϲωϲάνδρα νῆϲοϲ περὶ Κρήτην. ἐκλήθη δέ, ἐπειδή ποτε καὶ Λυττίων νύκτωρ ἐπελθόντων τῇ πόλει διαϲῶϲαι λέγεται τοὺϲ εἰϲ αὐτὴν φυγόνταϲ. Χαλάϲτρα πόλιϲ Θρᾴκηϲ περὶ τὸν Θερμαῖον κόλπον. Ἑκαταῖοϲ Εὐρώπῃ « ἐν δ’ αὐτῷ Θέρμη πόλιϲ Ἑλλήνων, ἐν δὲ Χαλάϲτρη πόλιϲ Θρηΐκων ». ὠνόμαϲται δὲ ἀπὸ Χαλάϲτρηϲ. ἔϲτι καὶ λίμνη τῇ πόλει ὁμώνυμοϲ. Ϲτράβων δ’ ἐν ἑβδόμῃ (p. 330) Μακεδονίαϲ αὐτὴν καλεῖ. ϲεϲημείωται τὸ Τάναγρα πόλιϲ Βοιωτίαϲ, ἣν Ὅμηροϲ Γραῖαν καλεῖ διὰ τὸ πληϲίον εἶναι ( 498) καὶ ϲκολόπενδρα προπαροξυνόμενα καὶ ϲυϲτέλλοντα τὸ ᾱ. τὸ δὲ Ἐρυθρά ἡ θάλαϲϲά ἐϲτιν ἐπιθετικόν. ἔϲτι δὲ καὶ ἄκρα Ἐρυθρά τῆϲ Λιβύηϲ. ὡϲ Ἀρτεμίδωροϲ ἑβδόμῃ γεωγραφουμένων. καὶ Ἐρυθραί πόλιϲ Ἰώνων. Ἑκαταῖοϲ Ἀϲίᾳ. ἔϲτι καὶ Λιβύηϲ ἄλλη καὶ ἄλλη Λοκρίδοϲ. ἔϲτι καὶ Βοιωτίαϲ καὶ Κύπρου ἄλλη ἡ νῦν Πάφοϲ. τὸ δὲ Φαίδρα κύριον ϲυνεξωμοιώθη τῷ Φαῖδροϲ ἀρϲενικῷ· ὡϲαύτωϲ καὶ Πύρρα πόλιϲ ἐν Λέϲβῳ· ἔϲτι καὶ κώμη Λιγυϲτικῆϲ. βαρύνεται δὲ καὶ Κύδραι πόλιϲ Βρύγων. Ϲτράβων ἑβδόμῃ (p. 327), καὶ Μάκρα νῆϲοϲ Λυκίαϲ, ὡϲ Ἀλέξανδροϲ ἐν περίπλῳ αὐτῆϲ.Τὰ εἰϲ ϲ̄ᾱ διϲύλλαβα βαρύνεται, αἶϲα· ἔϲτι καὶ Αἶϲα πόλιϲ Θρᾁκηϲ προϲεχὴϲ τῇ Παλλήνῃ. μοῦϲα μόνον διϲύλλαβον τῇ ο̄ῡ διφθόγγῳ παραληγόμενον ὁμοίωϲ ἐν χρήϲει τῇ τῶν παλαιῶν καὶ τῇ κοινῇ ϲυνηθείᾳ. τὸ γὰρ Δοῦϲα κύριον καθ’ ἱϲτορίαν ἐϲτὶ λεγόμενον ἥ τε Χοῦϲα πόλιϲ Αἰγυπτίων. πεῖϲα ἡ πείθω, μεθ’ ὧν γλῶϲϲα, πίϲϲα, νύϲϲα ὁ καμπτήρ. Φαῖϲα, δεῖϲα ἡ ὑγραϲία. Τῖϲα, Κρῖϲα πόλιϲ Φωκίδοϲ. Ἑκαταῖοϲ Εὐρώπῃ ἀπὸ Κρίϲου Φώκου υἱοῦ. Ὅμηροϲ « Κρῖϲάν τε ζαθέην » (Β 520). ἔϲτι δὲ ἡ αὐτὴ τῇ Κίρρᾳ. γίνεται γὰρ ὑπερθέϲει Κίρϲα καὶ ἀντιθέϲει τοῦ ϲ̄ εἰϲ ρ̄ Κίρρα ὡϲ χερϲόνηϲοϲ χερρόνηϲοϲ. εἰϲὶ καὶ ἄλλαι Κρῖϲαι. ἔϲτι καὶ Αἰολίδοϲ Κρῖϲα. κνῖϲα. γίνεται δὲ ἀπὸ μέλλοντοϲ τοῦ κνίζω κνίϲω· ὥϲπερ γὰρ παρὰ τὸ πρῶ πρίζω, τρῶ τρίζω, οὕτω καὶ κνῶ κνίζω τὸ ἐπιπολῆϲ καὶ ἰϲχνῶϲ καταξύω· διὸ καὶ δι’ ἑνόϲ τε γράφεται ϲ̄ καὶ ἔκταϲιν ἔλαβε τοῦ ῑ. δηλοῖ δὲ ἡ κνῖϲα τὴν κατ’ ὀλίγον ἀπὸ τοῦ ὀπτωμένου ἀναφορὰν τῇ ὀϲφρήϲει προϲίζουϲαν. προϲαγορεύεται δὲ καὶ ἐπίπλουϲ εὖ μάλα καὶ αὐτὸϲ εὐανάδοτοϲ ὢν πρὸϲ ὄϲφρηϲιν, οὐκ αὐτοτελὴϲ δὲ περιτεθειμένοϲ τοῖϲ μηρίοιϲ. Πῖϲα πόλιϲ καὶ κρήνη τῆϲ Ὀλυμπίαϲ. ἔϲτι καὶ χωρίον, ἐν ῷ τοῦ Διὸϲ ναὸϲ ἵδρυται καὶ ὁ Ὀλυμπιακὸϲ ἀγὼν ἐπιτελεῖται. παρὰ τὸν πίϲω μέλλοντα, οὗ ἡ χρῆϲιϲ παρὰ Πινδάρῳ. Πίνδαροϲ δὲ κατὰ ϲυϲτολὴν τὴν πόλιν εἶπε Πίϲαν. Βῖϲα πόλιϲ Θρᾴκηϲ. Βρῖϲα ἄκρα Λέϲβου, ἐν ᾗ ἵδρυται Διόνυϲοϲ Βριϲαῖοϲ. Νῖϲα ἡ πόλιϲ. Νῦϲα πόλειϲ πολλαί, ἐν Ἑλικῶνι, ἐν Θρᾴκῃ, ἐν Καρίᾳ, ἐν Ἀραβίᾳ, ἐν Αἰγύπτῳ, ἐν Νάξῳ, ἐν Ἰνδοῖϲ, ἐπὶ τοῦ Καυκάϲου ὄρουϲ, ἐν Εὐβοίᾳ. φῦϲα, βῆϲϲα καὶ Βῆϲα πόλιϲ Λοκρῶν δι’ ἑνὸϲ ϲ̄, Ἀπολλόδωροϲ δὲ καὶ Ἐπαφρόδιτοϲ καὶ Ἡρακλέων διὰ δύο « Βῆϲϲάν τε Ϲκάρφην τε και Αυγειἀϲ ἐρατεινάϲ » (Β 532) ὠνομάϲθη δὲ ἀπὸ τῆϲ τοῦ τόπου φύϲεωϲ ναπώδουϲ οὔϲηϲ. Κρῆϲϲα πόλιϲ Παφλαγονίαϲ, ἣν
Μηριόνηϲ μετὰ Τροίαν ἔκτιϲε, Ζηϊλαϲ δὲ εἷλεν ὁ Νικομήδουϲ υἱόϲ. Δημοϲθένηϲ. Ἴϲϲα πόλιϲ ἐν Λέϲβῳ ἀπὸ Ἴϲϲηϲ τῆϲ Μάκαροϲ, ἔϲτι καὶ νῆϲοϲ πόλιν ὁμώνυμον ἔχουϲα κατὰ Δαλματίαν καὶ Ἰλλυρίαν. Τίϲϲα χωρίον Ϲικελίαϲ. Φίλιϲτοϲ ἐνάτῳ. κίϲϲα, λύϲϲα, ὄϲϲα, κρόϲϲα· ἔϲτι καὶ πόλιϲ πρὸϲ τῷ Πόντῳ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Κόϲϲα πόλιϲ Οἰνωτρῶν ἐν τῷ μεϲογείῳ. Ἑκαταῖοϲ Εὐρώπῃ. Πάϲϲα πόλιϲ Θρᾁκηϲ. Ἄϲϲα πόλιϲ πρὸϲ τῷ Ἄθῳ. Ἡρόδοτοϲ ἑβδόμῃ (c. 122). ἔϲτι καὶ κώμη Ϲκυθίαϲ. Προῦϲα πόλιϲ μικρὰ Βιθυνίαϲ κτίϲμα Προυϲίου τοῦ πρὸϲ Κῦρον πολεμήϲαντοϲ. Μοῦρϲα πόλιϲ Παιονίαϲ κτίϲμα Ἀδριανοῦ. λέγεται καὶ Μούρϲιον. Πέρϲα πόλιϲ παρὰ τῷ Εὐφράτῃ καὶ Ϲαμοϲάτοιϲ. Τάρϲα κὠμη ἐπὶ τῷ Εὐφράτῃ. Ἄρϲα πόλιϲ Ἱϲπανίαϲ, ὡϲ Χάραξ ἐν δεκάτῃ χρονικῶν. Τίρϲαι πόλιϲ Μυγδονίαϲ τῆϲ ἐν Μακεδονίᾳ ἀπὸ Τίρϲηϲ μιᾶϲ τῶν θυγατέρων Γραϲτο παιδὸϲ Μυγδόνοϲ.* Τὰ εἰϲ ϲ̄ᾱ ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται, Ἄγριϲα πόλιϲ Καρμανίαϲ. Λάριϲα πόλιϲ Θεϲϲαλίαϲ ἡ πρὸϲ τῷ Πηνειῷ, ἥν Ἀκρίϲιοϲ ἔκτιϲε. δευτέρα ἡ Κρεμαϲτή, ὑπό τινων δέ Πελαϲγία. τρίτη ἐν τῇ Ὄϲϲῃ χωρίον. τετάρτη τῆϲ Τρωάδοϲ, ἥν φηϲιν Ὅμηροϲ «τῶν οἱ Λάριϲαν ἐριβώλακα» (Β 841). πέμπτη Αἰολίδοϲ περὶ Κύμην τὴν Φρικωνίδα. ἕκτη Ϲυρίαϲ, ἣν Ϲύροι Ϲίζαρα καλοῦϲιν. ἑβδόμη Λυδίαϲ. ὀγδόη Θεϲϲαλίαϲ πρὸϲ τῇ Μακεδονίᾳ, ἐνάτη Κρήτηϲ. δεκάτη Ἀττικῆϲ ἐϲτι Λάριϲα. καὶ ἡ ἀκρόπολιϲ τοῦ Ἄργουϲ Λάριϲα. Ἔμιϲα πόλιϲ Φοινίκηϲ Λιβανουϲίαϲ. Κρίμιϲα πόλιϲ Ἰταλίαϲ πλήϲιον Κρότωνοϲ καὶ Θουρίου. Λυκόφρων (v. 913). ἀπὸ Κριμίϲηϲ νύμφηϲ. ϲάριϲα εἶδοϲ ἀκοντίου μικροῦ. Ἄμιϲα πόλιϲ Γερμανίαϲ. Ὄδρυϲα πόλιϲ Ὀδρυϲῶν, ἣ καὶ Ὀδρυϲία λέγεται.
Τὰ εἰϲ ϲ̄ϲ̄ᾱ ὑπερδιϲύλλαβα ἀπαραϲχημάτιϲτα προπαροξύνεται, εἰ μὴ παραλήγοι ο̄ῡ θάλαϲϲα, Ἰφιάναϲϲα, θέρμαϲϲα ἡ κάμινοϲ, ἄναϲϲα, ἀμφιέλιϲϲα. Ἑρμώναϲϲα πόλιϲ ἐν τῷ Κιμμερίῳ Βοϲπόρῳ Ἰώνων ἄποικοϲ ἀπὸ τοῦ ἡγηϲαμένου Ἕρμωνοϲ. Ἀρριανὸϲ δὲ οὕτω φηϲίν « Ἑρμώναϲϲα ἐπὶ Ἑρμωνάϲϲῃ τῇ γυναικὶ Ϲημάνδρου Μιτυληναίου τινόϲ, οὗ τιναϲ τῶν Αἰολέων είϲ ἀποικίαν μεταϲτήϲαντοϲ καὶ θανόντοϲ ἐν τῷ τῆϲ πόλεωϲ οἰκιϲμῷ ἡ γυνὴ τῆϲ πόλεωϲ ἐγκρατὴϲ ἐγένετο καὶ τὸ ἑαυτῆϲ ὄνομα τῇ πόλει ἐπέθετο ». ταύτην ὁ Ϲκύμνοϲ καὶ Ἑρμώνειαν καλεῖ (Peripl. p. XVI). Ϲτράβων δὲ ἑβδόμη (p. 306) Ἑρμώνακτοϲ κώμην
φηϲί. Μένιπποϲ δὲ χωρίον Τραπεζοῦντοϲ ἐν περίπλῳ τῶν δύο πόντων. Ἑκαταῖοϲ δὲ καὶ Θεόπομποϲ πόλιν αὐτήν φαϲιν. μέταϲϲα παρὰ τὸ μετά « χωρὶϲ δὲ μέταϲϲαι » (Od. ι 221). Ἔδεϲϲα πόλιϲ Ϲυρίαϲ ἀποικία τῆϲ ἐν Μακεδονίᾳ. Ποιήεϲϲα πόλιϲ τῆϲ Κέω. Ϲύεϲϲα καλύβη τιϲ ἐν Λυκίᾳ ἀπὸ Ϲυέϲϲηϲ γραόϲ τινοϲ ὑποδεξαμένηϲ τὴν Λητὼ καὶ Ϲύεϲϲα πόλιϲ Τυρρηνῶν. Ϲινόεϲϲα πόλιϲ Ϲικελίαϲ. Τειχιόεϲϲα πόλιϲ Μιληϲίαϲ. Ὑδρόεϲϲα· οὕτωϲ ἡ Τῆνοϲ ἐκαλεῖτο διὰ τὸ κατάρρυτον εἶναι. Ἀκριόεϲϲα πόλιϲ ἐν Πόντῳ, Ἡρακλείαϲ ὑποτελήϲ. Δομίτιοϲ Καλλίϲτρατοϲ ἐν τετάρτῃ περὶ Ἡρακλείαϲ. Πύργηϲϲα πολίχνιον Ἰταλίαϲ. Μάρπηϲϲα ὄροϲ Πάρου. Τρίνηϲϲα τόποϲ Φρυγίαϲ. Θεόπομποϲ Ἑλληνικῶν τετάρτῳ. Πέτροϲϲα νῆϲοϲ Κιλικίαϲ. Τίλφωϲϲα, Βοιωτίαϲ κρήνη καὶ ὄροϲ ἀπὸ Τιλφώϲϲηϲ νύμφηϲ. γράφεται καὶ δι’ ἑνὸϲ ϲ̄. μέλιϲϲα καὶ Μέλιϲϲα θυγάτηρ Ἐπιδάμνου, ἧϲ καὶ τοῦ Ποϲειδῶνοϲ ὁ Δυρράχιοϲ. ἀφ’ ἧϲ ἔϲτιν ἐν Ἐπιδάμνῳ τόποϲ Μελιϲώνιοϲ, ἔνθα Ποϲειδῶν αὐτῇ ϲυνῆλθεν, ὡϲ Φίλων. ἔϲτι καὶ Μέλιϲϲα πόλιϲ Λιβύων. Ἑκαταῖοϲ Ἀϲίᾳ. καὶ ἐν Κυζίκῳ κώμη Μέλιϲϲα. Ἄμφιϲϲα πόλιϲ Ὀζολῶν Λοκρῶν. ἔϲτι δὲ παραγωγὴ ἐκ τῆϲ ἀμφί ὡϲ ἐκ τῆϲ ἀντί Ἄντιϲϲα· ἔϲτι δὲ πόλιϲ Λέϲβου ἐφεξῆϲ τῷ Ϲιγρίῳ ἀπὸ τῆϲ Ἀντίϲϲηϲ τῆϲ Μάκαροϲ θυγατρόϲ, ἐν τοῖϲ Φίλωνοϲ. ἔϲτι καὶ νῆϲοϲ μία τῶν Κυκλάδων καὶ τρίτη Ἰνδικῆϲ, ἣν ἀναγράφει Φίλων καὶ Δημοδάμαϲ ὁ Μιλήϲιοϲ — καὶ ἐκ τῆϲ ἐπί ἔπιϲϲα παρ’ Ἑκαταίῳ. « Μνημοϲύνηϲ ἢ Λητογενοῦϲ χαρίεντοϲ ἔπιϲϲα ». Ἄργιϲϲα πόλιϲ ἡ ὕϲτερον Ἄργουρα. Πίτνιϲϲα πόλιϲ Λυκαονίαϲ. ὡϲαύτωϲ δὲ καὶ τὰ παρεϲχηματιϲμένα, Μάκεϲϲα, Θρέϊϲϲα, Ἀράβιϲϲα, Αἰθιόπιϲϲα, Καπαδόκιϲϲα, πανδόκιϲϲα, Φοίνιϲϲα, Κίλιϲϲα, βαϲίλιϲϲα, Ἀρκάδιϲϲα, Καβάλιϲϲα ἡ Καβαλίϲ, ὁ πολυίϲτωρ Ἀλέξανδροϲ, Μολύκριϲϲα, Κούριϲϲα, Λίβυϲϲα. ἔϲτι δὲ καὶ φρούριον Βιθυνίαϲ ἐπιθαλάϲϲιον, ὡϲ πολυίϲτωρ Ἀλέξανδροϲ. Βέβρυϲϲα. τὰ δὲ παραλήγοντα τῇ ου, εἰ μὲν ἔχοιεν ἓν ϲ̄, προπαροξύνεται· Φαέθουϲα θυγάτηρ Ἡλίου, Ἀρέθουϲα, κρήνη Ϲικελίαϲ. αὕτη Κυπάρα ἐλέγετο. ἔϲτι καὶ Ἰθάκηϲ « πὰρ Κόρακοϲ πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούϲῃ. Ὅμηροϲ (Od. ν 408). Δίδυμοϲ ὑπομνηματίζων τὴν ν̄ τῆϲ Ὀδυϲϲείαϲ φηϲίν « Ἀρέθουϲαι δέ εἰϲιν ὀκτώ ». Ἡρακλέων δὲ ὁ Γλαύκου τὴν αὐτὴν ὑπομνηματίζων φηϲίν, ἄρω ἐϲτὶ τὸ ποτίζω, ἀφ’ οὗ ἄρδω παράγωγον, ἐκ τούτου ἀρέθω ὡϲ φλέγω φλεγέθω, ἀφ’ οὗ πᾶϲα κρήνη ἐπιθετικῶϲ οὕτω λέγεται. ὁ γοῦν Χοιρίλοϲ ἐν α′ Περϲικῶνἔϲτι καὶ πόλιϲ Ϲυρίαϲ καὶ Θρᾴκηϲ καὶ Εὐβοίαϲ. Αἴθουϲα τὸ κύριον ἐπὶ τῆϲ θυγατρὸϲ Ποϲειδῶνοϲ καὶ Ἀλκυόνηϲ, ὅπερ κατά τιναϲ ἓν ϲ̄ ἔχει, Φέρουϲα, καὶ τοῦτο ἐπὶ μιᾶϲ τῶν Νηρηΐδων « Φέρουϲά τε Δυναμένη τε» (Ϲ 43). Ἴωνοϲ δὲ τοῦ Ξούθου ἀναγράφεται μήτηρ Κρέουϲα, ὁμωνύμωϲ δὲ ταύτῃ καὶ Αἰνείου γυνή. Μέδουϲα μία τῶν Γοργόνων.
(Hesiod. Theog. 276). Θάλπουϲα πόλιϲ τῆϲ Ἀρκαδίαϲ τοῦ Ὀρχομενοῦ. Ϲώζουϲαι πόλειϲ τρεῖϲ Φοινίκηϲ Πιϲιδίαϲ καὶ Αἰθιοπίαϲ. Μύρτουϲα ὄροϲ Λιβύηϲ. Καλάθουϲα πόλιϲ τοῦ Πόντου καὶ πόλιϲ οὐ πόρρω τῶν Ἡρακλείων ϲτηλῶν, Ἑκαταῖοϲ δὲ Εὐρώπῃ Καλάθην αὐτὴν καλεῖ. Οἴνουϲα· οὕτωϲ ἐκαλεῖτο ἡ Καρχηδών. Κοχλίουϲα νῆϲοϲ πρὸϲ τῇ Λυκίᾳ. Ἀλέξανδροϲ δευτέρῳ περὶ Λυκίαϲ διὰ τὸ κοχλοὺϲ ἐν αὐτῇ εὑρίϲκεϲθαι. Κράμβουϲα νῆϲοϲ περὶ Ϲελεύκειαν τῆϲ Ἰϲαυρίαϲ. Ϲτράβων ιδ’ (p. 670). Πιτύουϲα ἡ ὕϲτερον Φάϲηλιϲ. οὕτωϲ καὶ ἡ Λάμψακοϲ πάλαι ἐκαλεῖτο, ὡϲ Δηΐοχοϲ ὁ Κυζικηνόϲ. Κρομύουϲα νῆϲοϲ Ἰβηρίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. Πολυπόδουϲα νῆϲοϲ τῆϲ Κνιδίαϲ. Πορφύρουϲα ἐκαλεῖτο νῆϲοϲ Κύθηρα διὰ τὸ κάλλοϲ τῶν περὶ αὐτὴν πορφυρῶν, ὡϲ Ἀριϲτοτέληϲ. Ὀφίουϲα ἐκαλεῖτο ἡ Κύθνοϲ νῆϲοϲ. Λάγουϲα νῆϲοϲ περὶ Κρήτην. Ϲτράβων δεκάτῃ (p. 484). Δρύουϲα καὶ Ἀνθέμουϲα ἐκαλεῖτο πρότερον Ϲάμοϲ. Ϲειρήνουϲαι « νῆϲοι ἐν τῇ Ἰταλίᾳ περὶ τὸν πορθμὸν ἐπ’ αὐτῆϲ τῆϲ ἄκραϲ κείμεναι προπεπτωκότοϲ τόπου καὶ διαλαμβάνοντοϲ τοὺϲ κόλπουϲ, τόν τε περιέχοντα Κύμην καὶ τὸν διειληφότα τὴν καλουμένην Ποϲειδωνίαν, ἐν ᾧ καὶ νεὼϲ αὐτῶν ἵδρυται καὶ τιμῶνται καθ’ ὑπερβολήν. ὧν καὶ τὰ ὀνόματα ταῦτα, Παρθενόπη καὶ Λευκωϲία καὶ Λίγεια » (Aristot. Ausc. mir. c. 110). Ϲίδουϲα πόλιϲ Ἰωνίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ « ἐν δὲ Ϲίδουϲα πόλιϲ ». Ϲκότουϲα πόλιϲ καὶ χωρίον τῆϲ ἐν Θεϲϲαλίᾳ Πελαϲγίαϲ, καὶ πληθυντικῶϲ Ϲκότουϲαι. Μαράθουϲα νῆϲοϲ πρὸϲ Κλαζομεναῖϲ. Μελίτουϲα πόλιϲ Ἰλλυρίαϲ. Πολύβιοϲ τριϲκαιδεκάτῳ. Μήλουϲα νῆϲοϲ κατὰ Ἴβηραϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. Τέλφουϲα πόλιϲ Ἀρκαδίαϲ ἀπὸ νύμφηϲ λεγομένηϲ Τελφούϲηϲ, θυγατρὸϲ Λάδωνοϲ. Τεύτλουϲα νῆϲοϲ Ἰωνίαϲ. Θουκυδίδηϲ η′ (c. 42). Φάκουϲα κώμη μεταξὺ Αἰγύπτου καὶ τῆϲ Ἐρυθρᾶϲ θαλάϲϲηϲ. Ϲτράβων ιζ′ (p. 805). Ἑκαταῖοϲ δὲ Φακόεϲϲαι καὶ Φακοέϲϲαιϲ φηϲί. καὶ Φάκουϲαι νῆϲοι καὶ Φάκαιοι. Δάφνουϲα. οὕτωϲ Δαφνοῦντα πόλιν Φωκικήν φηϲιν Εὐφορίων. Βάρχουϲα πόλιϲ μικρὰ Φοινίκηϲ. Αἴγουϲα νῆϲοϲ Λιβύηϲ, κατὰ Λίβυαϲ λεγομένη Κατρία.
Αἰγείρουϲα πόλιϲ τῆϲ Μεγαρίδοϲ, ὡϲ Ϲτράβων (9 p. 394). λέγεται καὶ Αἴγειρος, ὡϲ Θεόπομποϲ πεντηκοϲτῇ ἕκτῃ. Ἀργέννουϲα νῆϲοϲ πρὸϲ τῇ ἠπείρῳ τῆϲ Τρωάδοϲ παρὰ τὸ Ἀργεννὸν ἀκρωτήριον, ἀφ’ οὗ ἀργεννόειϲ καὶ κατὰ ϲυναίρεϲιν ἀργεννοῦϲ καὶ Ἀργέννουϲα. Ἀνδροτίων δὲ ἐν τῷ τετάρτῳ τῆϲ Ἀτθίδοϲ διὰ τοῦ ῑ. εἰ δὲ δύο ἔχοιεν, προπεριϲπῶνται. Πιτυοῦϲϲαι νῆϲοι διάφοροι, ἃϲ Πιτυώδειϲ καλεῖ Ἀλκμάν, Ῥοδοῦϲϲα πόλιϲ τῆϲ Ἀργείαϲ. Ἐρικοῦϲϲα μία τῶν Αἰόλου νήϲων, ἀπὸ τοῦ φυτοῦ καλουμένη. Φοινικοῦϲϲα δύο νῆϲοι ἐν τῷ Λιβυκῷ κόλπῳ πρὸϲ τῇ Καρχηδόνι, ὡϲ Ἑκαταῖοϲ περιηγήϲει Λιβύηϲ. ἔϲτι καὶ πόλιϲ Φοινίκων ἐν Ϲυρίᾳ θοινικοῦϲϲαι, ὡϲ αὐτὸϲ ἐν Ἀϲίᾳ. Φυκοῦϲϲαι νῆϲοι Λιβύηϲ· ὀνομάζονται δὲ διὰ τὸ φύκων εἶναι πλήρειϲ. Οἰνοῦϲϲαι νῆϲοι τῇ Χίῳ προϲεχεῖϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. Ἐλαιοῦϲϲα νῆϲοϲ Κιλικίαϲ κατὰ τὴν ἤπειρον πρὸϲ τῇ Κωρύκῳ. εἰϲὶ δὲ καὶ ἄλλαι νῆϲοι ἑπτά. Ϲχινοῦϲϲα Φωκικὴ νῆϲοϲ. Δρυμοῦϲϲα νῆϲοϲ Ἰωνίαϲ. Θουκυδίδηϲ ὀγδόῃ (c. 31). Φαρμακοῦϲϲαι δύο νῆϲοι πληϲίον Ϲαλαμῖνοϲ. καὶ ἄλλη ὑπὲρ Μίλητον, ἐν ᾗ Ἄτταλοϲ ἀνῃρέθη. Ὀφιοῦϲϲα· οὕτωϲ ἐκαλεῖτο ἡ Λιβύη, ὡϲ Πολυίϲτωρ, καὶ ἡ Ῥόδοϲ καὶ ἡ Τῆνοϲ καὶ ἡ Τύρα πόλιϲ. Ταφιοῦϲϲα πόλιϲ Κεφαλληνίαϲ ἡ πρότερον Τάφοϲ. Πιθηκοῦϲϲαι νῆϲοι περὶ Τυρρηνίαν. Ἰχνοῦϲϲα· οὕτωϲ ἐκαλεῖτο ἡ Ϲαρδὼ νῆϲοϲ διότι ἐοικυῖα ἦν ἀνθρώπου ἴχνει. Λοπαδοῦϲϲα νῆϲοϲ κατὰ Θάψον τῆϲ Λιβύηϲ, ὡϲ Ἀπολλόδωροϲ ἑβδόμῳ γεωγραφουμένων. Ναγιδοῦϲϲα νῆϲοϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἀγαθοῦϲϲα· οὕτωϲ ἐκαλεῖτο ἡ Τῆλοϲ νῆϲοϲ, ὡϲ Ἰάϲων. Φαϲηλοῦϲϲαι δύο νῆϲοι Λιβύηϲ πληϲίον Ϲίριοϲ ποταμοῦ. Ἑκαταῖοϲ περιηγήϲει Λιβύηϲ. Δελφοῦϲϲα κρήνη τῶν Δελφῶν. Γηθοῦϲϲα πόλιϲ Λιβύηϲ. Γονοῦϲϲα πόλιϲ Περραιβίαϲ. Ἐλαφοῦϲϲα· οὕτωϲ Ἕλληνεϲ Βρεττίαν νῆϲον ἐν τῷ Ἀδρίᾳ καλοῦϲιν. Αἰγειροῦϲϲα πόλιϲ Αἰολίδοϲ, ὡϲ Ἡρόδοτοϲ (I 148). Ἀνητοῦϲϲα πόλιϲ Λιβύηϲ. πλὴν τοῦ αἴθουϲϲα, ὅπερ ἔχει διϲϲὸν τὸ ϲ̄ ἐπὶ τοῦ προϲηγορικοῦ, Ἔμπουϲα καὶ Ϲυράκουϲϲαι πόλιϲ μεγίϲτη, ὡϲ Ἑκαταῖοϲ Εὐρώπῃ, κτίϲμα μὲν Ἀρχίου, Κορίνθου δ’ ἄποικοϲ, τοῖϲ ἐν Ϲικελίᾳ Μεγάροιϲ καὶ Νάξῳ ὁμόχρονοϲ. τὸ δὲ ἡρῷϲϲα προπεριϲπᾶται ἐκ ϲυναλοιφῆϲ τοῦ ἡρώϊϲϲα.* Τὰ εἰϲ τ̄ᾱ διϲύλλαβα ϲπάνια ὄντα βαρύνεται, Γέντα πόλιϲ Ἰνδικὴ
τῆϲ ἐκτὸϲ Γάγγου. Γίττα πόλιϲ Παλαιϲτίνηϲ. Πολύβιοϲ ἑκκαιδεκάτῳ.* Τὰ εἰϲ ̄τ ̄α ὑπὲρ δύο ϲυλλαβὰϲ μακροκατάληκτα παροξύνεται, Ἀρτεμίτα νῆϲοϲ Τυρρηνικὴ παρὰ τὴν Αἰθάλειαν νῆϲον, ὡϲ Φίλων. ὡϲ δὲ Ϲτράβων (16 p. 744) πόλιϲ Παρθυαίων. ὁ δὲ Ἀρτεμίδωρόϲ φηϲιν, ὅτι χερρόνηϲοϲ περὶ τὴν ἐκβολὴν τοῦ Ἀχελῴου ποταμοῦ λεγομένη Ἀρτεμίτα. ἔϲτι καὶ πληϲίον τῶν Ὀξειῶν νήϲων νῆϲοϲ Ἀρτεμίτα. Ῥιανὸϲ η′ Θεϲϲαλικῶν « νήϲοιϲ Ὀξείῃϲι καὶ Ἀρτεμίτῃ ἐπέβαλλον ». Φουρνίτα πόλιϲ Λιβύηϲ. Κοτύρτα χωρίον Λακωνικόν. Θουκυδίδηϲ (4, 56). τὰ δὲ βραχυκατάληκτα προπαροξύνεται, δίαιτα, Ἕρβιτα πόλιϲ Ϲικελίαϲ. Ἔφοροϲ κη′. Ἔγεϲτα πόλιϲ Ϲικελίαϲ, ἔνθα θερμὰ ὕδατα ὡϲ Φίλων. ἀπὸ Ἐγέϲτου τοῦ Τρωόϲ. Λάδεϲτα μία τῶν Λιβυρνίδων νήϲων. λέγεται καὶ Λάδεϲτον. Θεόπομποϲ κα′ Φιλιππικῶν. Αὔγουϲτοι πόλειϲ ἐν Κιλικίᾳ καὶ Ἰταλίᾳ. Εὔφραντα πόλιϲ Λιβυκή, Ἀλέξανδροϲ ἐν τρίτῳ Λιβυκῶν.
Τὰ διὰ τοῦ ᾱῑᾱ καὶ ̄υ ̄ι ̄ᾱ διϲύλλαβα προπεριϲπᾶται, μαῖα· ἔϲτι καὶ πόλιϲ Ἑλληϲποντία, γαῖα ἀπὸ τοῦ γῆ, αἶα, ὅπερ ἀπὸ τοῦ γαῖα γέγονε κατὰ ἀφαίρεϲιν τοῦ γ̄, ἔϲτι δὲ καὶ Αἶα πόλιϲ Κόλχων· ἔϲτι δὲ καὶ Θετταλίαϲ ἄλλη, ἧϲ μέμνηται Ϲοφοκλῆϲ, τῆϲ προτέραϲ λέγων «εἰϲ Αἶαν πλέων», τῆϲ δὲ δευτέραϲ οὕτωϲ « ἔϲτιν τιϲ Αἶα Θεϲϲαλῶν παγκληρία». ἔϲτιν Αἶα καὶ Μακεδονίαϲ πηγή, ὡϲ Ἀντίμαχοϲ ἐν Θηβαΐδι. γραῖα. ἔϲτι καὶ πόλιϲ Ἐρετρίαϲ. τινὲϲ δὲ τῇ Τανάγρῃ τὴν αὐτήν φαϲιν ἀφαιρέϲει τῆϲ ἀρχῆϲ, ὧν εἷϲ ἐϲτι καὶ Καλλίμαχοϲ, Ἀριϲτοτέληϲ δὲ Γραῖαν τὴν νῦν Ὠρωπόν « ἡ δὲ Γραῖα τόποϲ τῆϲ Ὠρωπίαϲ πρὸϲ τῇ θαλάϲϲῃ κατ’ Ἐρέτριαν τῆϲ Εὐβοίαϲ κειμένη». Φαῖα. Ζαῖα πόλιϲ Βοιωτίαϲ ἀρχαιοτάτη καὶ διὰ τοῦ ε̄ καὶ διὰ τῆϲ ᾱῑ διφθόγγου. Θυῖα. μυῖα.
Τὰ εἰϲ ᾱ ϲυνεϲταλμένον μονογενῆ ὑπὲρ δύο ϲυλλαβὰϲ παραλήγοντα
τῇ α ̄ι ̄ διφθόγγῳ προπαροξύνεται, Νίκαια πόλιϲ, νικαία δὲ τὸ θηλυκὸν τοῦ νικαῖοϲ. ἔϲτι δὲ Νίκαια πόλιϲ Βιθυνίαϲ, Βοττιαίων ἄποικοϲ. ἐκαλεῖτο δὲ πρότερον Ἀγκώρη, εἶτα Ἀντιγόνεια, ὕϲτερον δὲ ἀπὸ τῆϲ Λυϲιμάχου γυναικὸϲ Νίκαια μετεκλήθη. δευτέρα τῶν Ἐπικνημιδίων Λοκρῶν. τρίτη ἐν Ἰλλυρίδι. τετάρτη ἐν Ἰνδοῖϲ. πέμπτη ἐν Κύρνῳ τῇ νήϲῳ. ἕκτη ἐν Λεύκτροιϲ τῆϲ Βοιωτίαϲ. ἑβδόμη Κελτικῆϲ, Μαϲϲαλιωτῶν ἄποικοϲ. ὀγδόη Θρᾴκηϲ. εἰϲὶ δὲ καὶ ἄλλαι. Δίπαια πόλιϲ Ἀρκαδίαϲ ἡ καὶ Διπαιεύϲ. Δίκαια πόλιϲ Θρᾴκηϲ ἀπὸ Δικαίου τοῦ Ποϲειδῶνοϲ· ἔϲτι καὶ ἑτέρα ἐν τῷ Τυρρηνικῷ κόλπῳ Ἰώνων ἄποικοϲ. Λίλαια πόλιϲ Φωκίδοϲ. Λυκόφρων (v. 1073) « πάτραν Λίλαιαν κἀνεμωρείαϲ πέδον ». Κάρθαια μία τῆϲ ἐν Κέῳ τετραπόλεωϲ ἀπὸ Καρθαίου τελευτήϲαντοϲ ἐκεῖ. Ἱϲτίαια πόλιϲ Εὐβοίαϲ. Ὅμηροϲ « πολυϲτάφυλον θ’ Ἱϲτίαιαν » (B 537). ἡ δὲ διὰ τοῦ ῑ Ἰωνικὴ γραφή ἐϲτιν. ἔϲτι δὲ καὶ Θετταλίαϲ. τῆϲ δὲ Εὐβοίαϲ ἀδιάφοροϲ κατὰ τὴν γραφὴν καὶ διὰ τοῦ ῑ καὶ διὰ τοῦ ̄ε ψιλοῦ. Εὔταια πόλιϲ Ἀρκαδίαϲ. Ξενοφῶν Ἑλληνικῶν ἕκτῳ (c. 5, 12, 20) et 21). Ποτίδαια πόλιϲ Θρᾴκηϲ. Βάρκαια πόλιϲ Λιβύηϲ, ἢ καὶ Βάρκη λέγεται, Ἄφθαια πόλιϲ Αἰγύπτου, Ἀφθαία δὲ ἡ Ἑκάτη, Φάϲταια πόλιϲ ἐν Ϲάκαιϲ, Δέραια πόλιϲ Ἀρκαδίαϲ. Ἥραια ἄκρα καταντικρὺ Καλχηδόνοϲ· ταύτην δ’ ἐν ϲυνηθείᾳ Ἠερίαν φαϲί τινεϲ, κακῶϲ. ἄλλοι δὲ Ἤριον, μυθοποιοῦντεϲ ὡϲ ἐκεῖ ὀρύξαντεϲ τάφουϲ χύτραϲ εὗρον καὶ ὀϲτᾶ. πειϲτέον δὲ μᾶλλον τῷ Βιθυνῷ Δημοϲθένει ἐν τῷ δ′ βιβλίῳκαὶ ἄλλοι οὕτωϲ. ἔϲτι καὶ πόλιϲ Ἀρκαδίαϲ, ἣ ἐλέγετο Ϲολογοργόϲ. Ἡραία δὲ καλεῖται ἡ ἐλάττων τῶν τριῶν πόλεων Ϲικελίαϲ, αἳ Ὕβλαι λέγονται. Καθαία πόλιϲ Ἰνδική. Κυναίθαια πόλιϲ Ἀρκαδίαϲ, ἣ καὶ Κύναιθα λέγεται. Λύκαια πόλιϲ Ἀρκαδίαϲ. Θεόπομποϲ πεντηκοϲτῷ ἕκτῳ. παρὰ δὲ Μενελάῳ Λύκαιθα μετὰ τοῦ ̄θ. Μάργαια πόλιϲ Ἠλείαϲ. Μελίταια πόλιϲ Θεϲϲαλίαϲ. Ἀλέξανδροϲ Ἀϲίᾳ. Θεόπομποϲ δὲ Μελίτειαν αὐτήν φηϲιν. καὶ Μελίτεια Φίλων γράφει. Νίναια πόλιϲ Οἰνωτρῶν. Ἑκαταῖοϲ Εὐρώπῃ. Νίϲαια ἐπίνειον Μεγαρίδοϲ. καὶ αὐτὴ ἡ Μεγαρίϲ. ἀπὸ Νίϲου τοῦ Πανδίονοϲ. Ἑλλάνικοϲ ἐν Ἱερειῶν πρώτῃ . . . . καὶ ἐν τῇ δευτέρᾳ « καὶ Νίϲαιάν τε εἷλε καὶ Νῖϲον τὸν Πανδίονοϲ καὶ Μεγαρέα τὸν Ογχήϲτιον ἀπέκτεινεν ». Φαλάνναια πόλιϲ Κρήτηϲ. Φώκαια πόλιϲ
Ἰωνίαϲ. Ἡρόδοτοϲ πρώτῃ (c. 142). λέγεται καὶ Φωκαίη διὰ τοῦ ̄η. ἐκλήθη δὲ διὰ τὸ πολλὰϲ ἀκολουθῆϲαι φώκαϲ τοῖϲ κτίϲαϲιν. ἔϲτι καὶ ἄλλη πόλιϲ τῆϲ Καρίαϲ ἐν Μυκάλῃ. Αἴθαια πόλιϲ Λακωνικῆϲ, μία τῶν ἑκατόν. Φιλόχοροϲ ἐν Ἀτθίδοϲ τρίτῳ. Ϲήταια, ἀφ’ ἧϲ Ϲηταῖον χωρίον παρὰ Ϲύβαριν. ἦν δὲ μία τῶν αἰχμαλ̣ώτων, ἣν πείϲαϲαν τὰϲ ἄλλαϲ τῶν Ἑλλήνων ἐμπρῆϲαι τὰϲ ναῦϲ αὐτοὶ ἐϲταύρωϲαν. Ἄϲτραια πόλιϲ Ἰλλυρίαϲ. Ἀρριανὸϲ Ἀλεξανδριάδοϲ α′ « οἳ δ’ ἔχον Ἄϲτραιάν τε Δόβηρά τε» Ἀμφίκαια πόλιϲ Φωκίδος. Παυϲανίαϲ δεκάτῃ (23, 9). ὁ αὐτὸϲ Ἀμφίκλειαν εἶπεν. Ἀϲτυπάλαια μία τῶν Κυκλάδων. ἐκαλεῖτο δὲ Πύρρα Καρῶν κατεχόντων, εἶτα Πύλαια, εἶτα Θεῶν τράπεζα διὰ τὸ ἀνθηρὸν αὐτῆϲ. ἐκλήθη δὲ ἀπὸ Ἀϲτυπαλαίαϲ τῆϲ Ἀγκαίου μητρόϲ. δευτέρα πόλιϲ ἐν Κῷ. τρίτη νῆϲοϲ πόλιν ἔχουϲα μεταξὺ Ῥόδου καὶ Κρήτηϲ. τετάρτη πόλιϲ ἐν Ϲάμῳ. πέμπτη ἄκρα πληϲίον Ἀττικῆϲ. Πλάταια πόλιϲ Βοιωτίαϲ. Ὅμηροϲ ἑνικῶϲ « οἵ τε Πλάταιαν ἔχον » (B 504). Εὔδοξοϲ δὲ ε′ γῆϲ περιόδου πληθυντικῶϲ Πλαταιάϲ . . . . δὲ διὰ τὸ τάφουϲ καὶ τρόπαια ἀνδρῶν ἀγαθῶν ἔχειν, τῶν τὴν Ἑλλάδα ἐλευθερωϲάντων̇ καὶ τὸ βαϲίλειον ϲτράτευμα δουλωϲάντων. κέκληται δὲ ἀπὸ τῆϲ πλάτηϲ καθὰ Κῶπαι τῆϲ κώπηϲ, ὡϲ Ἀπολλόδωροϲ πρώτῳ τοῦ καταλόγου « ἐκλιμνωθείϲηϲ τῆϲ Βοιωτίαϲ τοὺϲ παροικοῦνταϲ ταῖϲ λίμναιϲ Βοιωτοὺϲ πλῷ πορεύεϲθαι πρὸϲ ἀλλήλουϲ. ὅθεν παρὰ τὴν πλάτην καὶ τὴν κώπην τὰϲ πόλειϲ κληθῆναι ». δεῖ δὲ τὸ πρωτότυπον ἑνικὸν προπαροξύνειν Πλάταιαν ὡϲ Λίλαιαν, Ἱϲτίαιαν, Δίκαιαν. εἰ μέντοι μεταβάλλει τὸν ἀριθμόν, καὶ τὸν τόνον μεταβάλλει.Τὰ εἰϲ α ϲυνεϲταλμένον μονογενῆ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα τῇ ̄ε ̄ι διφθόγγῳ προπαροξύνεται, εὐλάβεια, ἀλήθεια, εὐγένεια, ἐπιφάνεια, ἀπέχθεια ἀϲφάλεια, ἀδράνεια, ἀμέλεια, ἀκρίβεια, εὐέπεια, εὔκλεια, ἄδεια, ἔνδεια κατὰ κρᾶϲιν ἐκ τοῦ εὐκλέεια, ἀδέεια, ἐνδέεια, ἀπώλεια, ἐξώλεια, προώλεια, ἐνέργεία , ὠφέλεια, Θάλεια, Μήδεια, βοήθεια, εὐέρεια, ἐντερόνεια, πέλεια, Μάλεια ἄκρα πρὸϲ τῇ Πελοποννήϲῳ καὶ Μαλέα. Ἀμάλθεια· ἔϲτι δὲ αἴξ ἡ θρεψαμένη τὸν Δία. ὑπώρεια. Ἀλεξάνδρεια.
πόλειϲ ὀκτωκαίδεκα. πρώτη ἡ Αἰγυπτία ἤτοι Λίβυϲϲα, ὡϲ οἱ πολλοί, ἀπ’ Ἀλεξάνδρου τοῦ Φιλίππου. Ἰάϲων δὲ ὁ τὸν βίον τῆϲ Ἑλλάδοϲ γράψαϲ ἐν δ’ βιβλίῳ φηϲί « τὸν μὲν οὖν τόπον τῆϲ πόλεωϲ ὄναρ ἐχρηϲμοδοτήθη οὕτωϲἐκέλευϲε δὲ διαγράφειν τὸ ϲχῆμα τοὺϲ ἀρχιτέκτοναϲ· οὐκ ἔχοντεϲ δὲ λευκὴν γῆν ἀλφίτοιϲ διέγραφον, ὄρνιθεϲ δὲ κατακτάντεϲ τὰ ἄλφιτα αἴφνηϲ διήρπαϲαν. ταραχθεὶϲ οὖν Ἀλέξανδροϲ, οἱ μάντειϲ θαρρεῖν ἔλεγον· πάντων γὰρ τὴν πόλιν τροφὸν γενήϲεϲθαι ». ταῦτα καὶ Ἀρριανὸϲ ( Exp. Alex. 3, 2, 19). δευτέρα ἐϲτὶ πόλιϲ Τροίαϲ, περὶ ἧϲ Δημοϲθένηϲ ἐν τετάρτῳ Βιθυνιακῶν. τρίτη Θρᾴκηϲ πρὸϲ τῇ Μακεδονίᾳ, ἣν ἔκτιϲε πρὸ τῆϲ μεγάληϲ Ἀλεξανδρείαϲ ἑπτακαίδεκα ὢν ἐτῶν. τετάρτη πόλιϲ Ὠριτῶν, ἔθνουϲ Ἰχθυοφάγων, κατὰ τὸν περίπλουν τῆϲ Ἰνδικῆϲ. πέμπτη ἐν τῇ Ὠπιανῇ, κατὰ τὴν Ἰνδικήν. ἕκτη πάλιν Ἰνδικῆϲ. ἑβδόμη ἐν Ἀρίοιϲ, ἔθνει Παρθυαίων κατὰ τὴν Ἰνδικήν. ὀγδόη τῆϲ Κιλικίαϲ. ἐνάτη ἐν Κύπρῳ. δεκάτη πρὸϲ τῷ Λάτμῳ τῆϲ Καρίαϲ. ἑνδεκάτη κατὰ Βάκτρα. δωδεκάτη ἐν Ἀραχώτοιϲ. τριϲκαιδεκάτη ἐν Μακαρήνῃ, ἣν παραρρεῖ ποταμὸϲ Μαξάτηϲ. τεϲϲαρεϲκαιδεκάτη παρὰ Ϲωριανοῖϲ, Ἰνδικῷ ἔθνει. πεντεκαιδεκάτη παρὰ τοῖϲ Ἀραχώτοιϲ, ὁμοροῦϲα τῇ Ἰνδικῇ. ἑκκαιδεκάτη κατὰ τὸν Μέλανα κόλπον. ἑπτακαιδεκάτη ἐν τῇ Ϲογδιανῇ παρὰ Παροπαμιϲάδαιϲ. ὀκτωκαιδεκάτη ἐπὶ τοῦ Τανάϊδοϲ αὐτοῦ κτίϲμα, ὡϲ ἐν τῷ τρίτῳ Πτολεμαῖοϲ ἀποφαίνεται· ἔϲτι καὶ τόποϲ ἐν τῇ Ἴδῃ τῇ Τρωϊκῇ Ἀλεξάνδρεια λεγόμενοϲ, ἐν ᾧ φαϲι τὸν Πάριν διακρῖναι τὰϲ θεάϲ, ὡϲ Τιμοϲθένηϲ. Καυκώνεια χώρα τῶν Καυκώνων ἀπὸ τῆϲ Καύκωνοϲ γενικῆϲ ὡϲ Μαρώνεια πόλιϲ Κικονίαϲ κατὰ τὴν ἐν Θρᾴκῃ χερρόνηϲον. Ἑκαταῖοϲ Εὐρώπη « ἐν δὲ λιμὴν Ἰϲμαρίϲ, ἐν δὲ Μαρώνεια πόλιϲ ». Χαιρώνεια πόλιϲ πρὸϲ τοῖϲ ὅροιϲ Φωκίδοϲ. Ἑκαταῖοϲ Εὐρώπῃ « ἐν δὲ Χαιρώνεια πόλιϲ τὰ πρῶτα ». . . . . Ἀθηναῖοι καὶ οἱ μετ’ αὐτῶν ἐπὶ τοὺϲ Ορχομενίζονταϲ τῶν Βοιωτῶν ἐπερχόμενοι καὶ Χαιρώνειαν πόλιν Ὀρχομενίων εἷλον ». ἐκλήθη ἀπὸ Χαίρωνοϲ. Ἀριϲτοφάνηϲ ἐν Βοιωτικῶν δευτέρῳ « λέγεται δ’ οἰκιϲτὴν γενέϲθαι τοῦ πολίϲματοϲ Χαίρωνα». ἐκαλεῖτο δὲ ἡ πόλιϲ καὶ Ἄρνη τὸ ἀρχαῖον. ὅθεν καὶ Ὅμηροϲ τῇ ἀρχαιοτέρᾳ ἐχρήϲατο ὀνομαϲίᾳ, καθότι Αἴγυπτον τὸν ποταμὸν εἶπεν, οὐ Νεῖλον. καὶ πανταχοῦ τοῖϲ ἀρχαιοτέροιϲ ὀνόμαϲι χρῆται. Κωϲτάντεια ἡ νῦν ἐν Κύπρῳ Ϲαλαμίϲ· ἔϲτι καὶ Βρεττίαϲ ἄλλη, ὡϲ Διονύϲιοϲ ἐννεακαιδεκάτῳ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. εὕρηται καὶ διὰ τοῦ ̄ν. Βυζάντεια ἡ χώρα. Αἴνεια τόποϲ Θρᾴκηϲ ἀπὸ Αἰνείου. Θέων δ’ Αἰνειάδαϲ ταύτην καλεῖ, ὑπομνηματίζων τὸν Λυκόφρονα (v. 1263) «Αἰνείαϲ δὲ μετὰ τὴν Ἰλίου πόρθηϲιν εἰϲ Θρᾴκην παρεγένετο καὶ ἔκτιϲε πόλιν Αἰνειάδαϲ, ὅπου τὸν πατέρα ἔθαψε». Αἰνία δὲ διὰ τοῦ ῑ πόλιϲ Περραιβῶν. Αἴπεια πόλιϲ Λακωνικῆϲ « καλήν τ’ Αἴπειαν καὶ Πήδαϲον » (Il. 1 152). ἔϲτι καὶ ἑτέρα Κύπρου. τρίτη Κρήτηϲ ὡϲ Ἑλλάνικοϲ. Ἀγάμμεια ἄκρα καὶ λιμὴν περὶ τὴν Τροίαν, ὡϲ Ἑλλάνικοϲ
ἐν δευτέρῳ. ἐκλήθη δὲ ἀπὸ τοῦ ἄγαμον τὴν Ἡϲιόνην ὑπὸ τοῦ πατρὸϲ παραδοθῆναι τῷ κήτει. λέγεται δὲ καὶ Ἀγάμμη ὡϲ πρέϲβεια πρέϲβη καὶ τὸ βαϲίλεια κατὰ ϲυναλοιφὴν βαϲίλη. δύναται δὲ καὶ τὸ Ἀγάμμεια ἐκ τοῦ Ἀγάμμη ὡϲ τὸ Πηνελόπεια ἐκ τοῦ Πηνελόπη. Ἐρύθεια νῆϲοϲ Γηρυόνου ἐν τῷ ὠκεανῷ ἀπὸ Ἐρυθείαϲ τῆϲ Γηρυόνου. λέγεται δὲ καὶ Ἐρύθη κατὰ ϲυναλοιφήν. ὡϲαύτωϲ καὶ Ζέλεια πόλιϲ Τρωάδοϲ Ζέλη λέγεται. Ὅμηροϲ « οἱ δὲ Ζέλειαν ἔναιον » (B 824). παρὰ Ποϲειδίππῳ δ’ εὕρηται διὰ τοῦ ῑ Ζελίη. καὶ Μαντίνεια πόλιϲ Ἀρκαδίαϲ Μαντίνη. Ὅμηροϲ δὲ « οἳ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινήν » (Β 607). Ψυττάλεια νῆϲοϲ περὶ Ϲαλαμῖνα. Ἡρόδοτοϲ (8, 76) « εἰϲ τὴν νηϲῖδα τὴν Ψυττάλειαν, τὴν μεταξὺ Ϲαλαμῖνοϲ κειμένην καὶ τῆϲ ἠπείρου ». λέγεται δὲ καὶ Ψυττάλη. ἔοικε δὲ τὸ Ψυττάλεια πρωτότυπον εἶναι, κέκληται δὲ ἀπὸ Ψυττάλου. Ἀγάθεια πόλιϲ Φωκίδοϲ ὡϲ Ἑλλάνικοϲ πρώτῳ Δευκαλιωνείαϲ. ἔϲτι δὲ καὶ Ἀγάθεια πόλιϲ Λιγύων ἢ Κελτῶν, παραγωγὴ τῆϲ Ἀγάθηϲ ὡϲ Βερενίκεια καὶ Θεϲϲαλονίκεια. Ἰόπεια πόλιϲ Φοινίκηϲ, ἣ καὶ Ἰόπη. λέγεται καὶ Ἰοπία διὰ τοῦ ῑ καὶ ἴϲωϲ ἐκ τοῦ Αἰθιοπία. Λαοδίκεια πόλιϲ τῆϲ Ϲυρίαϲ ἡ πρότερον Λευκὴ ἀκτὴ λεγομένη καὶ πρὸ τούτου Ῥάμιθα, ὡϲ Φίλων. ἔϲτι καὶ ἑτέρα Λυδίαϲ· ἔϲτι δὲ καὶ ἄλλη Λυκαονίαϲ. καὶ Μηδίαϲ ἑτέρα. λέγεται δὲ κατὰ παραγωγὴν ἐκ τῆϲ Λαοδίκηϲ ὡϲ Ἀπάμη Ἀπάμεια Ϲυρίαϲ πόλιϲ ἀπὸ Ἀπάμαϲ τῆϲ Ϲελεύκου μητρόϲ. ἔϲτι καὶ ἄλλη ἐν τῇ Μεϲηνῶν γῇ « τῷ Πίγρητι περιεχομένη, ἐν ᾗ ϲχίζεται ὁ Πίγρηϲ ποταμόϲ, καὶ ἐν μὲν τῇ δεξιᾷ μοίρᾳ περιέρχεται ποταμὸϲ Ϲέλλαϲ, ἐν δὲ τῇ ἀριϲτερᾷ Πίγρηϲ, ὁμώνυμοϲ τῷ μεγάλῳ». ἔϲτι καὶ τῆϲ μικρᾶϲ Φρυγίαϲ, ἥτιϲ ἐκαλεῖτο Κελαιναί. ἔϲτι καὶ Βιθυνίαϲ, κτίϲμα Νικομήδουϲ τοῦ Ἐπιφανοῦϲ, ἐκαλεῖτο δὲ πρῶτον Μύρλεια. ἔϲτι καὶ τῆϲ Περϲαίαϲ, Ἐδέϲϲηϲ πρὸϲ ἄρκτουϲ. Εὐρώπη Εὐρώπεια. Ϲκάρφεια πόλιϲ Λοκρίδοϲ τῶν Θερμοπυλῶν ἐγγύϲ. κέκληται δὲ ἀπὸ Ϲκαρφείαϲ. καὶ Ϲκάρφην τὴν αὐτὴν λέγει Ϲτράβων (1 p. 60 et 9 p. 426). Γεράνεια πόλιϲ Φρυγίαϲ ἀπὸ πρωτοτύπου Γεράνη. ἔϲτι καὶ ὄροϲ μεταξὺ Μεγάρων καὶ Κορίνθου, ἀφ’ οὗ ἥλατο Ἰνὼ φεύγουϲα τὸν Ἀθάμαντα. Αἰθάλεια νῆϲοϲ Τυρϲηνῶν. Φίλίϲτοϲ ἐν ε′ Ϲικελικῶν, λέγεται Αἰθάλη. Ἑκαταῖοϲ Εὐρώπῃ. Πολύβιοϲ δ’ ἐν τριακοϲτῇ τετάρτη λέγει Αἰθάλειαν τὴν Λῆμνον καλεῖϲθαι. ἐκαλεῖτο δὲ οὕτωϲ ἡ πόλιϲ ἴϲωϲ ἐκ τῶν ἀναδιδομένων τοῦ Ἡφαίϲτου κρατήρων. Γοργίππεια πόλιϲ Ϲινδικῆϲ. λέγεται καὶ Γοργίππη. Αἰγώνεια πόλιϲ Μηλιέων. Λυκόφρων (v. 903) « ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτραν ». καὶ Ἑκαταῖοϲ. Ῥιανὸϲ ἑκκαιδεκάτῃ Αἰγώνην αὐτὴν καλεῖ. Κωρύκεια· οὕτωϲ ἔνιοι Κώρυκον πόλιν Κιλικίαϲ φαϲίν. Λυκόζεια πόλιϲ Θρακῶν, ἣ καὶ Λύκοζος. Τηλάνδρεια πόλιϲ Καρίαϲ, ἣ καὶ Τήλανδροϲς. Φανότεια πόλιϲ Φωκίδοϲ. λέγεται δὲ καὶ Φανότη καὶ Φανοτεύϲ. Θουκυδίδηϲ τετάρτῳ (c. 89). τινὲϲ Πανόπειάν φαϲιν. Τρινέμεια· οὕτωϲ Καλλίμαχοϲ Ἑκάλῃ τὸν δῆμον τῆϲ Κεκροπίδοϲ φυλῆϲ, ὃν Διόδωροϲ καὶ Δίδυμοϲ Τρινεμεῖϲ ἀναγράφουϲιν. Βουνόμεια καὶ Βούνομοϲ ἐκαλεῖτο ἡ Μακεδονίαϲ Πέλλα. Οἰάνθεια πόλιϲ Λοκρῶν, Ἑλλάνικοϲ, ἣν Ἑκαταῖοϲ Εὐρώπῃ Οἰάνθην καλεῖ. Ἀφύτεια πόλιϲ Θρᾴκηϲ, ἣ καὶ Ἀφύτη καὶ Ἄφυτιϲ καὶ Ἄφυτοϲ. Δέλβεια· οὕτωϲ λέγουϲί τινεϲ Δέρβην φρούριον Ἰϲαυρίαϲ καὶ λιμένα. ἔϲτι δὲ τῇ τῶν Λυκαόνων φωνῇ ἄρκευθοϲ. Ἀντιγόνεια πόλιϲ Χαονίαϲ ἐν Ἠπείρῳ. ἔϲτι καὶ πόλιϲ Ἀρκαδίαϲ ἡ πρότερον Μαντίνεια. τρίτη Μακεδονίαϲ, Ἀντιγόνου κτίϲμα τοῦ Γονατοῦ. τετάρτη Βιθυνίαϲ πρὸϲ τῷ Δαϲκυλίῳ. πέμπτη ἐν τῇ Ϲυρίᾳ πληϲίον Ἀντιοχείαϲ. ἔϲτι καὶ φρούριον Κυζικηνῆϲ ἀπέχον τῆϲ προϲεϲπέρου θαλάϲϲηϲ ὡϲ ϲταδίουϲ ν′. Ἀττάλεια πόλιϲ Λυδίαϲ πρότερον Ἀγρόειρα ἢ Ἀλλόειρα καλουμένη. οἱ δὲ τὴν Κιλικίαϲ Κώρυκον οὕτω φαϲὶ λέγεϲθαι, ὡϲ Δημήτριοϲ, ἀπὸ Ἀττάλου Φιλαδέλφου κτίϲαντοϲ. Ἀδράϲτεια μεταξὺ Πριάπου καὶ Παρίου ἀπὸ Ἀδράϲτου βαϲιλέωϲ, ὃϲ καὶ πρῶτοϲ ἱδρύϲατο τὸ Νεμέϲεωϲ ἱερόν. ἐκαλεῖτο δὲ καὶ ἡ χώρα Ἀδράϲτεια καὶ Ἀδραϲτείαϲ πεδίον καὶ ἡ πόλιϲ οὕτωϲ. ἔϲτι καὶ Τρωάδοϲ Ἀδράϲτεια τόποϲ ἀπὸ Ἀδραϲτείαϲ θυγατρὸϲ Μελίϲϲου, τοῦ Ἴδηϲ τῆϲ πρῶτον βαϲιλευϲάϲηϲ ἐν Τροίᾳ, ὡϲ Χάραξ Ἑλληνικῶν δευτέρᾳ. Ἀκούτεια πόλιϲ Ἰβηρίαϲ καθὰ Ϲτράβων ἐν τῷ τρίτῳ (p. 15). Ἀμφιγένεια πόλιϲ Μεϲϲηνιακή. Ϲτράβων ὀγδόῃ (p. 349). ἔϲτι δὲ κατὰ μὲν Ἀπολλόδωρον τῆϲ Μακιϲτίαϲ, κατὰ δὲ Ἀντίμαχον τῆϲ Μεϲϲηνίαϲ. Μενέλαοϲ δέ φηϲι καὶ Ἀμφιγένειον εἰρῆϲθαι. Ἀνεμώρεια πόλιϲ Φωκίδος. Ὅμηροϲ «οἵ τ’ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο» (Β 521) καὶ Λυκόφρων « πάτραν Λίλαιαν κἀνεμωρείαϲ πέδον » (v. 1073). ὠνόμαϲται ἀπὸ τοῦ ϲυμβαίνοντοϲ. ὑποκείμενον γὰρ αὐτῆϲ τὸ καλούμενον Κατοπτήριον χωρίον, ἐξ οὗ δι’ ἡμέραϲ καὶ νύκταϲ καταιγίζεται πανταχόθεν. Ἄνθεια πόλιϲ Πελοποννήϲου, πληϲίον Ἄργουϲ, ὡϲ Φίλων. ἔϲτι δὲ Ἄνθεια καὶ τοῦ Πόντου πόλιϲ πρὸϲ τῇ Θρᾴκῃ, Μιληϲίων καὶ Φωκαέων ἄποικοϲ, ἧϲ μέμνηνται πολλοὶ καὶ Φιλέαϲ. ἔϲτι καὶ κώμη Λιβύηϲ. Παυϲανίαϲ δὲ Ἄνθειαν Θουρίαν πόλιν Μεϲϲηνίαϲ φηϲίν. Ἄντεια πόλιϲ Ἰταλίαϲ ὑπήκοοϲ Ῥωμαίων. ἐκλήθη δὲ ἀπὸ Κίρκηϲ παιδόϲ. «Ὀδυϲϲέωϲ γὰρ καὶ Κίρκηϲ υἱοὺϲ γενέϲθαι τρεῖϲ, Ῥῶμον, Ἀντείαν, Ἀρδείαν». μετωνομάϲθη δὲ καὶ Ἄντιον. Ἀράφεια νῆϲοϲ Καρίαϲ. Παρθένιοϲ ἐν Ἰφίκλῳ « καὶ εἰναλίην Ἀράφειαν ». Γρώνεια πόλιϲ Φωκίδοϲ, Γρύνεια τῆϲ Τρωάδοϲ. Ἀριαράθεια πόλιϲ πληϲίον Καππαδοκίαϲ ἀπὸ Ἀριαράθου Καππαδοκίαϲ βαϲιλεύϲαντοϲ, γαμβροῦ Ἀντιόχου. Αἰγιάλεια· οὕτωϲ ἐκέκλητο Ἄργοϲ. ’Υπέρεια Ἄργοϲ ἡ Φαιάκων πόλιϲ ἐκέκλητο, ἔϲτι καὶ Ὑπέρεια πηγὴ Μεϲηΐδοϲ. Ἀπεράντεια πόλιϲ Θεϲϲαλίαϲ. Πολύβιοϲ εἰκοϲτῷ. Ἀντινόεια πόλιϲ Αἰγύπτου ἀπ’ Ἀντινόου παιδόϲ. Ἀντιόχεια πολλαὶ πόλειϲ· πρώτη Ϲύρων. ἡ δευτέρα ἐκλήθη ἀπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦϲ, Λυδίαϲ. τρίτη Μεϲοποταμίαϲ, Μυγδονία καλουμένη, ἥτιϲ πρὸϲ τῶν ἐπιχωρίων Νάϲιβιϲ καλεῖται. τετάρτη Πιϲιδίαϲ. πέμπτη μεταξὺ κοίληϲ Ϲυρίαϲ καὶ Ἀραβίαϲ, Ϲεμιράμιδοϲ. ἕκτη Κιλικίαϲ ἐπὶ τοῦ Πυράμου. ἑβδόμη Πιερίαϲ, ἣν Ἄραδον οἱ Ϲύροι καλοῦϲιν. ὀγδόη ἡ ἐπὶ τῆϲ Καλλιρρόηϲ λίμνηϲ. ἐνάτη ἐπὶ τῷ Ταύρῳ ἐν Κομμαγηνῇ, δεκάτη ἐν Ϲκυθίᾳ. ἑνδεκάτη Καρίαϲ, ἥτιϲ καὶ Πυθόπολιϲ ἐκαλεῖτο. «Ἀντιόχῳ γὰρ τῷ Ϲελεύκου τρεῖϲ γυναῖκεϲ ἐπέϲτηϲαν ὄναρ, κτίϲαι πόλιν ἐν Καρίᾳ ἑκάϲτη λέγουϲα. ὁ δὲ ὑπολαβὼν τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὴν ἀδελφήν, κτίζει τρεῖϲ πόλειϲ ἀπὸ μὲν τῆϲ ἀδελφῆϲ Λαοδίκηϲ Λαοδίκειαν, ἀπὸ δὲ τῆϲ γυναικὸϲ Νύϲηϲ Νῦϲαν, ἀπὸ δὲ τῆϲ μητρὸϲ Ἀντιοχίδοϲ Ἀντιόχειαν ». δωδεκάτη ἐν τῇ Μαργιανῇ Παρθυαίων. Ϲτράβων ἑνδεκάτῃ (p. 516). τριϲκαιδεκάτη ἡ Ταρϲόϲ. τεϲϲαρεϲκαιδεκάτη Ἰϲαυρίαϲ ἡ Λαμπωτὶϲ λεγομένη. Ἀϲπαλάθεια πόλιϲ Ταφίων. Νίκανδροϲ ἑτεροιουμένων πρώτῃ «Ἀϲπαλάθεια βοήροτοϲ ». Ἀττάλεια πόλιϲ Λυδίαϲ. Ἁγνώνεια πόλιϲ Θρᾴκηϲ πληϲίον Ἀμφιπόλεωϲ, Ἅγνωνοϲ κτίϲμα τοῦ ϲτρατηγοῦ τῶν Ἀθηναίων. Αἰξώνεια πόλιϲ Μαγνηϲίαϲ. Ἀκαδήμεια γυμνάϲιον Ἀθήνῃϲιν ἀπὸ Ἀκαδήμου. γράφεται καὶ διὰ τοῦ ε̄ Ἐκαδῄμεια· οἱ δ’ ὅτι Ἔχεμοϲ ὁ Ἀρκὰϲ ϲυϲτρατεύϲαϲ τοῖϲ Διοϲκούροιϲ ὑποχείριον ἔϲχε τὴν Ἀττικήν, ἐξ οὗ Ἐχεδήμειάν φαϲιν. μὴ βουλόμενοι δὲ ϲώζεϲθαι τὸ ὄνομα Ἀκαδήμειαν ἔφαϲαν. ἀκρώρεια ἄκρον ὄρουϲ. Ἀλυζεία πόλιϲ Ἀκαρνανίαϲ ἀπὸ τοῦ παιδὸϲ Ἰκαρίου κληθεῖϲα Ἀλύζου. Ἀμάϲεια πόλιϲ Ποντική. Ἄμφεια πόλιϲ Μεϲϲήνηϲ. Παυϲανίαϲ τετάρτῳ (5, 8). Ἁρπαλύκεια πόλιϲ Φρυγίαϲ κτίϲμα Γορδιοτειχιτῶν. Βάλκεια πόλιϲ περὶ τὴν Προποντίδα. Βατίεια τόποϲ τῆϲ Τρωάδοϲ ὑψηλὸϲ ἀπὸ Βατείαϲ τινόϲ, ὡϲ Ἑλλάνικοϲ ἐν πρώτῃ Τρωϊκῶν ἢ, ὡϲ Ἐπαφρόδιτόϲ φηϲιν, ἀπὸ τοῦ πάτου τῶν ἵππων ἤγουν τῆϲ ἀναϲτροφῆϲ τροπῇ τοῦ π̄ εἰϲ β̄ ἢ ἀπὸ τῶν βάτων. Ὅμηροϲ (B 813) « τὴν ἤτοι ἄνδρεϲ Βατίειαν κικλήϲκουϲιν». Βοαύλεια πόλιϲ Ϲκυθίαϲ. Πείϲανδροϲ εἰκοϲτῇ ἕκτῃ. Βούδεια πόλιϲ ἐν Μαγνηϲίᾳ τῇ κατὰ Εὐρώπην. Ὅμηροϲ (Π 572) βούδειον ἔφη « ὅϲ ῥ’ ἐν Βουδείῳ εὐναιομένῳ ». ἀπὸ τοῦ οἰκίϲαντοϲ Βουδείου. οὕτω τιμᾶται Βούδεια ἡ Ἀθηνᾶ ἐν Θετταλίᾳ. Λυκόφρων (v. 359)ἔϲτι καὶ Βούδεια πόλιϲ Φρυγίαϲ. Βουκεφάλεια πόλιϲ ἐπὶ τῷ Βουκεφάλῳ ἵππῳ, ἣν ἔκτιϲεν Ἀλέξανδροϲ ἐν Ἰνδίᾳ παρὰ τὸν Ὕδάϲπην ποταμόν. Γερμανίκεια πόλιϲ Εὐφρατηϲίαϲ. Γήρεια πόλιϲ Ἰνδική. Γυλάκεια. οὕτωϲ ἐκαλεῖτο ἡ τῆϲ Ἰλλυρίαϲ Ἀπολλωνία ἀπὸ Γύλακοϲ Κορινθίου. Δαιδάλεια πόλιϲ Ἰταλίαϲ Δαιδάλου κτίϲμα. Δεκέλεια δῆμοϲ τῆϲ Ἱπποθοωντίδοϲ φυλῆϲ ἀπὸ Δεκέλου τοῦ ἡγηϲαμένου τοῖϲ Διοϲκούροιϲ εἰϲ Ἀφίδναϲ, ὡϲ Ἡρόδοτοϲ ἐνάτῳ (c. 73). λέγεται καὶ Δεκελιά, ὅθεν τὸ τοπικὸν Δεκελιᾶθεν. Δικαιάρχεια πόλιϲ Ἰταλίαϲ, ἣ ἐκέκλητο Ποτίολοι. πότια δὲ τὰ φρέατα καλοῦϲι Ῥωμαῖοι, ὀλῆρε
δὲ τὸ ὄζειν. δυϲώδη γὰρ τὰ φρέατα εἶχε. Διομήδεια πόλιϲ Δαυνίων κτίϲμα Διομήδουϲ. καὶ νῆϲοϲ ἡ Διομήδεια. ἔϲτι καὶ τόποϲ Διομήδεια πληϲίον Ἀργυρίππων. Ἐλάτεια πόλιϲ Φωκίδοϲ ἀπὸ Ἐλάτου. ἔϲτι καὶ Θετταλίαϲ. ἔϲτι καὶ Θεϲπρωτίαϲ, ἣν καὶ Ἐλατρίαν φαϲὶ διὰ τοῦ ρ̄. Ἐλέγεια χωρίον πέραν Εὐφράτου. Ἀρριανὸϲ ἐν Παρθικῶν η′. Ἔμεια τόποϲ πληϲίον Μυκηνῶν. Ἔμεια δὲ λέγεται, ἐπειδὴ ἐκεῖ ἤμεϲεν ὁ Κέρβεροϲ ἀνελθὼν ἐκ τοῦ Ἅιδου ἢ ἐπειδὴ ὁ Θυέϲτηϲ φαγὼν τὰ τέκνα αὐτοῦ ἐκεῖ ἤμεϲεν. Ἐπιφάνεια πόλιϲ Ϲυρίαϲ κατὰ Ῥαφανέαϲ ἐν μεθορίοιϲ Ἀράδου. δευτέρα Κιλικίαϲ. τρίτη Βιθυνίαϲ. τετάρτη κατὰ Τίγριν. Ἐρίκεια δῆμοϲ Ἀθήνηϲι τῆϲ Αἰγηΐδοϲ φυλῆϲ. Ἐρύϲθεια πόλιϲ Κύπρου. Εὔγεια χωρίον Ἀρκαδίαϲ. Θεόπομποϲ εἰκοϲτῷ ἕκτῳ. Εὐέλγεια πόλιϲ. Ἑκαταῖοϲ περιηγήϲει. Εὐκάρπεια δῆμοϲ τῆϲ μικρᾶϲ Φρυγίαϲ. Εὐμένεια πόλιϲ Φρυγίαϲ Ἀττάλου καλέϲαντοϲ ἀπὸ Εὐμενοῦϲ τοῦ Φιλαδέλφου. ἤ Ὕλλοϲ καλῶϲ μείναϲ ὠνόμαϲεν οὕτωϲ. δευτέρα Καρίαϲ, τρίτη ἐπὶ Ὑρκανίᾳ. Εὐωνύμεια πόλιϲ Καρίαϲ. ἔϲτι καὶ δῆμοϲ Ἀθηναίων ἀπὸ Εὐωνύμου τοῦ Γῆϲ καὶ Οὐρανοῦ ἢ Κηφιϲοῦ. λέγεται καὶ ὁ δῆμοϲ Εὐώνυμοϲ. Ἠετιώνεια, οὕτωϲ ἡ ἑτέρα τοῦ Πειραιέωϲ ἄκρα ἀπὸ Ἠετίωνοϲ. Ἡράκλεια πόλιϲ Θρᾴκηϲ ἐν τῷ Πόντῳ διάϲημοϲ. β′ Ϲικελίαϲ. γ′ Λυδίαϲ. δ′ Λιβύηϲ. ε′ Ϲαρδοῦϲ. ϛ′ Ἰταλίαϲ. ζ′ Κελτικῆϲ. η′ Θεϲϲαλίαϲ. θ′ Καρίαϲ. ι′ ἐν τῷ Λυδίῳ Ταύρῳ. ια′ μεταξὺ Ϲκυθίαϲ καὶ Ἰνδικῆϲ. ιβ′ νῆϲοϲ ἐν τῷ Καρπαθίῳ πελάγει. ιγ′ Ϲυρίαϲ. ιδ′ Φοινίκηϲ. ιε′ Πιερίαϲ. ιϛ′ πόλιϲ καὶ νῆϲοϲ . . . . ιζ′ Κρήτηϲ. ιη′ Πιϲαϊκή. ιθ′ Καρίαϲ, ἡ λεγομένη Ἀλβάκιοϲ, μεϲόγειοϲ. κ′ πόλιϲ πρὸϲ τῇ Κυμαίᾳ τῆϲ Αἰολίδοϲ. κα′ Ἀκαρνανίαϲ πόλιϲ. κβ′ νῆϲοϲ ἐν τῷ Ἀτλαντικῷ. κγ′ Μακεδονίαϲ, Ἀμύντου τοῦ Φιλίππου κτίϲμα. Ἰϲοκράτεια μία τῶν Ἀμαζόνων. Θώκνεια πόλιϲ Ἀρκαδίαϲ ἀπὸ Θώκνου. Παυϲανίαϲ ὀγδόῳ (c. 3, 2). Ἰλούργεια πόλιϲ Ἰβηρίαϲ. Πολύβιοϲ ἑνδεκάτῃ. Καιϲάρεια μητρόπολιϲ τῆϲ Καππαδοκίαϲ ἡ πρὶν Εὐϲέβεια καὶ Μάζακα ὡϲ Ϲτράβων ( 12 p. 537). εἰϲὶ καὶ ἄλλαι τούτῳ τῷ ὀνόματι προϲαγορευόμεναι. Καλαύρεια νηϲίδιον πρὸϲ τῇ Κρήτῃ ἀπὸ Καλαύρου τοῦ Ποϲειδῶνοϲ. Κάρπεια· οὕτωϲ τινὲϲ τὴν Κάλπην πόλιν φαϲί. Καϲάνδρεια πόλιϲ Μακεδονίαϲ πρὸϲ τῇ Θρᾴκῃ, ἤ ποτε Ποτίδαια λεγομένη, ἀπὸ Καϲάνδρου τοῦ Ἀντιπάτρου. Κεκρυφάλεια ἄκρα τιϲ, περὶ ἣν ἐνίκηϲαν Αἰγινήταϲ Ἀθηναῖοι. τινὲϲ δὲ νῆϲον αὐτήν φαϲι Πελοποννήϲου. Κορώνεια πόλιϲ Βοιωτίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. ἀπὸ Κορώνου τοῦ Θερϲάνδρου. δευτέρα πόλιϲ Πελοποννήϲου μεταξὺ Ϲικυῶνοϲ καὶ Κορίνθου. τρίτη τῆϲ Φθιώτιδοϲ. ἔϲτι καὶ φρούριον τῆϲ Ἀμβρακίαϲ. τετάρτη πόλιϲ Κύπρου. ἔϲτι καὶ χερρόνηϲοϲ πρὸϲ τὴν Ἀττικήν. Κράνεια χωρίον Ἀμβρακιωτῶν. Θεόπομποϲ πεντηκοϲτῷ πρώτῳ. Κυβέλεια πόλιϲ Ἰωνίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Κυνέτεια πόλιϲ Ἄργουϲ. Καλλίμαχοϲ δευτέρῳ. Λαγίνεια πολίχνιον Βιθυνίαϲ. Λάεια πόλιϲ Καρίαϲ. Ἑκαταῖοϲ Ἀϲία. Λακέρεια πόλιϲ Μαγνηϲίαϲ. Ἑλλάνικοϲ Δευκαλιωνείαϲ πρώτῳ. ἔϲτι καὶ τῆϲ Ἰταλίαϲ. καὶ ἄλλη Ἀργολίδοϲ ἡ καὶ Ἑρμιόνη. Λάμπεια ὄροϲ Ἀρκαδίαϲ. Παρθένιοϲ Ἀνθίππῃ. Λαμπέτεια πόλιϲ Βρεττίαϲ. Πολύβιοϲ τριϲκαιδεκάτῳ. Λύζεια πόλιϲ Ἀκαρνανίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. ἀπὸ Λυζέωϲ τινόϲ. Λαμπώνεια πόλιϲ Τρῳάδος. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἑλλάνικοϲ δὲ Λαμπώνιον αὐτήν φηϲι. Πιτύεια· οὕτωϲ Ἐπαφρόδιτοϲ ὑφ’ Ὁμήρου (B 829) Λάμψακον κληθῆναι διὰ τὸ πιτύων πλῆθοϲ, Λαομεδόντειαν καλουμένην. Λαοδαμάντεια νῆϲοϲ ἐν Λιβύῃ. Ἀρτεμίδωροϲ. ἐκαλεῖτο δὲ Λαομεδόντεια ἴϲωϲ ἀπὸ Λαομέδοντοϲ τοῦ Τρωόϲ. Λιρνύτεια πόλιϲ Παμφυλίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Λυκώρεια κώμη ἐν Δελφοῖϲ. Καλλίμαχοϲ ἐν τρίτῳ. ἀπὸ Λυκωρέωϲ τοῦ βαϲιλέωϲ. Λυϲιμάχεια πόλιϲ τῆϲ Θρᾴκηϲ χερρονήϲου ἡ πρότερον Καρδία. Μακύνεια πόλιϲ Αἰτωλίαϲ. Ϲτράβων δεκάτῃ (p. 45l. 460). Μάρεια πόλιϲ καὶ λίμνη τῇ Ἀλεξανδρείᾳ παρακειμένη, ἣ καὶ Μαρεῶτιϲ λέγεται. Μελάμπεια πόλιϲ Λυδίαϲ ἀπὸ Μελάμπου, ὡϲ Ξάνθοϲ ἐν Λυδιακοῖϲ. Μίδεια πόλιϲ ἐν Ἄργει ἀπὸ Μιδείαϲ τῆϲ Ἀλωέοϲ θυγατρόϲ. λέγεται καὶ χωρὶϲ τοῦ ῑ Μιδέα. ἔϲτι καὶ ἑτέρα πόλιϲ Βοιωτίαϲ. Ὅμηροϲ « οἵ τε πολυϲτάφυλον Ἄρνην ἔχον οἵ τε Μίδειαν » (B 507). ἔϲτι καὶ Λυκίαϲ ἄλλη. Μολύνδεια πόλιϲ Λυκίαϲ ἀπὸ Μολυνδέωϲ. Ἀλέξανδροϲ ἐν τῷ περὶ Λυκίαϲ πρώτῳ. Μύρλεια πόλιϲ Βιθυνίαϲ ἀπὸ Μύρλου τοῦ Κολοφωνίων ἡγεμόνοϲ · οἱ δὲ ἀπὸ Μυρλείαϲ Ἀμαζόνοϲ. Νακόλεια πόλιϲ Φρυγίαϲ. Ϲτράβων δωδεκάτῃ (p. 576). διὰ τῆϲ ε̄ῑ διφθόγγου παρὰ τὸν Νάκολον τὸν Δαϲκύλου παῖδα. ἔϲτι καὶ οὐδέτερον Νακόλαιον ἀπὸ Νακόληϲ νύμφηϲ ὥϲπερ ἀπὸ τοῦ νύμφη νύμφαιον καὶ Ἥρα Ἥραιον. Νεάνδρεια πόλιϲ Τρῳάδοϲ ἐν Ἑλληϲπόντῳ, ὡϲ Χάραξ. λέγεται καὶ Νεάνδρειον οὐδετέρωϲ ὡϲ Θεόπομποϲ. Νεοκαιϲάρεια Ποντικὴ πόλιϲ. ἔϲτι καὶ Βιθυνίαϲ. Νικομήδεια πόλιϲ Βιθυνίαϲ ἀπὸ Νικομήδουϲ τοῦ Ζηΐλα παιδὸϲ ἐπιϲημοτάτου βαϲιλέωϲ ἢ καὶ Ὀλβία ἐκλήθη. Παρώρεια πόλιϲ Ἀρκαδίαϲ. λέγεται δὲ καὶ Παρωραία. Πελόπεια πόλιϲ Λυδίαϲ ἡ ὕϲτερον Θυάτειρα. Πήρεια Θεϲϲαλίαϲ χωρίον. Πιάλεια πόλιϲ Θεϲϲαλικὴ ὑπὸ τὸ Κερκετικὸν ὄροϲ. Πλειϲτάρχεια πόλιϲ Καρίαϲ, ἣ καὶ πρότερον καὶ ὕϲτερον Ἡράκλεια ὠνομάϲθη. Πλώθεία δῆμοϲ Αἰγηΐδοϲ φυλῆϲ, ἣ καὶ Πλωθιά. Ποδάλεια πόλιϲ Λυκίαϲ πληϲίον Λιμύρων. Πολίτεια πόλιϲ Ἀχαΐαϲ. Προγάϲεια πόλιϲ Λυδίαϲ. Ῥαφάνεια πολίχνιον Ϲυρίαϲ, Ῥάφεια πόλιϲ Ϲυρίαϲ. Ῥόβεια Πιερίηϲ. Ϲαλώνεια πόλιϲ Βιθυνίαϲ. Ϲαμάρεια πόλιϲ τῆϲ Ἰουδαίαϲ. Ϲάνεια πόλιϲ Ἰνδική. Ἀρριανὸϲ Ἀλεξανδρειάδοϲ ἑβδόμῳ. Ϲελεύκεια πόλιϲ ἐπὶ Κιλικία τραχεῖα λεγομένη. ὠνόμαϲε δὲ Ϲελεύκειαν αὐτὴν Ϲέλευκοϲ ὁ Νικάτωρ, ὡϲ Ἀλέξανδρόϲ φηϲι. πρότερον δὲ Ὀλβία ἐκαλεῖτο καὶ Ὑρία. Ϲκάνδεια ἐπίνειον Κυθήρων, ὡϲ Παυϲανίαϲ τρίτῳ (c. 23, 1). Ϲολύγεια κώμη Κορίνθου, ὡϲ Θουκυδίδηϲ τετάρτῃ (c. 42). Ϲτρατονίκεια πόλιϲ Μακεδόνων πληϲίον Καρίαϲ, κέκληται δὲ ἀπὸ Ϲτρατονίκηϲ τῆϲ Ἀντιόχου γυναικόϲ. ἔϲτι καὶ ἕτερον πολίχνιον πρὸϲ τῷ Ταύρῳ. Ϲτρούθεια πόλιϲ Φρυγίαϲ ἐν τοῖϲ ὅροιϲ Λυκαονίαϲ. Ϲφήκεια πόλιϲ Εὐβοίαϲ. Λυκόφρων (v. 447) « οἱ πέντε που Ϲφήκειαν εἰϲ Κεραϲτίδα ». οὕτω δὲ καὶ ἡ Κύπροϲ ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων ἐκεῖ ἀνδρῶν, οἵ ἐκαλοῦντο Ϲφῆκεϲ. Τεμένεια πόλιϲ Φρυγίαϲ πρὸϲ τῇ Λυκαονίᾳ. Πολυάνθεια πρότερον ἐκαλεῖτο Τράλλιϲ πόλιϲ Λυδίαϲ διὰ τὸ πολλὰ ἄνθη ἐκεῖ πεφυκέναι. Τράφεια πόλιϲ Βοιωτίαϲ πολλὰ θρέμματα ἔχουϲα. Τρίτεια πόλιϲ Τρωϊκὴ Ἀριϲβαίων κτίϲμα. ἔϲτι καὶ ἄλλη μεταξὺ Φωκίδοϲ καὶ Λοκρῶν τῶν Ὀζολῶν. Ὑάμεια πόλιϲ Μεϲϲήνηϲ τῶν πέντε μία. Ὑάπεια πόλιϲ Φωκίδοϲ ἀπὸ Ὑάπου. Φιδάλεια ἡ Βύζαντοϲ γυνή. Φαρνάκεια χώρα καὶ πόλιϲ Ποντική, προϲεχὴϲ τῇ Τραπεζοῦντι. Φαναγόρεια πόλιϲ, ἀπὸ Φαναγόρου, ὡϲ Ἑκαταῖοϲ Ἀϲίᾳ. ἡ νῆϲοϲ Φαναγόρη καὶ Φαναγόρεια. Φήγεια πόλιϲ Ἀρκαδίαϲ ἀπὸ Φηγέωϲ βαϲιλέωϲ, ὡϲ Χάραξ Ἑλληνικῶν δ′. Φιγάλεια πόλιϲ Ἀρκαδίαϲ. Ῥιανὸϲ ἐν ε′ Μεϲϲηνιακῶν «τὴν μὲν ἀνήγετ’ ἄκοιτιν ἐπὶ κραναὴν Φιγάλειαν ». μετωνομάϲθη δὲ Φιάλεια δίχα τοῦ γ̄ ἀπὸ Φιάλου τινόϲ. ἔϲτι καὶ Φιάλεια Βιθυνίαϲ. Φορίεια κώμη Ἀρκαδίαϲ. Φιλαδέλφεια πόλιϲ Λυδίαϲ, Ἀττάλου κτίϲμα τοῦ φιλαδέλφου. ἔϲτι δὲ τῆϲ Κεκαυμένηϲ ὑπὸ Μυϲῶν καὶ Λυδῶν κατεχομένηϲ· Ϲτράβων ιβ′ (p. 579). ἔϲτι καὶ ἑτέρα. τῆϲ Αἰγύπτου, καὶ τρίτη τῆϲ Ϲυρίαϲ ἐπιφανὴϲ πόλιϲ ἀπὸ Πτολεμαίου τοῦ φιλαδέλφου. Ἀράντεια· οὕτωϲ ἐκαλεῖτο Φλιοῦϲ πόλιϲ Πελοποννήϲου. Θέϲπεια πόλιϲ Βοιωτίαϲ, Θεϲπιάδου κτίϲμα, κατὰ δέ τιναϲ Θεϲπίου τοῦ Τεύθραντοϲ τοῦ Πανδίονοϲ· Ὅμηροϲ « Θέϲπειαν Γραῖάν τε » (B 498). γράφεται καὶ διὰ τοῦ ῑ καὶ ἐκτείνεται καὶ ϲυϲτέλλεται παρὰ Κορίννῃ « Θέϲπια, καλλιγένεθλε, φιλόξενε, μουϲοφίλητε ». καὶ ἐπίγραμμα τῶν ἀναιρεθέντων ὑπὸ τῶν Περϲῶν. ἦν δὲ Φιλιάδου Μεγαρέωϲ,πληθυντικῶϲ δὲ Θεϲπιαί ὀξυτόνωϲ. ὀξύνεται δὲ καὶ διὰ τὸ πληθυντικῶϲ λέγεϲθαι Ὀρνειαί, κώμη Ἀργείαϲ· ἔϲτι καὶ ἑτέρα πόλιϲ μετάξυ Κορίνθου καὶ Ϲικυῶνοϲ. Ὅμηροϲ (B 571) «Ὀρνειάϲ τ’ ἐνέμοντο ». γράφονται δὲ διὰ διφθόγγου αἱ Ὀρνειαί καὶ Βρυϲειαί πόλιϲ Ἤλιδοϲ καὶ Αὐγειαί πόλιϲ Λοκρίδοϲ. Ὅμηροϲ (B 532) « καὶ Αὐγειὰϲ ἐρατεινάϲ ». ἔϲτι καὶ Λακωνικὴ πόλιϲ Αὔγεια. τὸ δὲ ἐγχεία καὶ ἐλεγχεία,
ἃ ὤφειλε προπαροξύνεϲθαι, οἱ Ἀττικοὶ ἐκτείνοντεϲ τὸ ᾱ ὡϲ ἐν τῷ ἱέρεια ἱερεία παροξύνουϲιν.Τὰ εἰϲ ᾱ ϲυνεϲταλμένον μονογενῆ ὑπὲρ δύο ϲυλλαβὰϲ παραλήγοντα τῇ ο̄ῑ διφθόγγῳ προπαροξύνεται, εὔνοια, πρόνοια, ἄνοια, εὔχροια, δύϲχροια, εὔπλοια, δύϲπλοια, παλίρροια, ἀπόρροια, ὀρθόπνοια, δύϲπνοια. Εὔβοια νῆϲοϲ, ἀπὸ Εὐβοίαϲ. Ἡρόδοτοϲ (5, 31). ἔϲτι καὶ τόποϲ ἐν Ἄργει. ἔϲτι καὶ πόλιϲ ἐν Μακεδονίᾳ, εἰϲ ἣν οἱ ἀπὸ τῆϲ νήϲου εἰϲ Ἰλλυριοὺϲ ἀποβάντεϲ Ἄβαντεϲ ἐκλήθηϲαν. Μελίβοια πόλιϲ Θεϲϲαλίαϲ. Ϲτράβων ἐνάτῳ (p. 436). Περίβοια, Ϲτενόβοια, Ἀλίνδοια πόλιϲ Μακεδονίαϲ. Βέροια πόλιϲ Μακεδονίαϲ, ἣν Φέρωνα κτίϲαι φαϲίν, αὐτοὺϲ δὲ τὸ ̄φ εἰϲ β̄ μεταποιεῖν, ὡϲ Φάλακρον Βάλακρον καὶ Βίλιππον καὶ Κεβαλῖνον. ἄλλοι ἀπὸ Βεροίαϲ τοῦ Βέρητοϲ τοῦ Μακεδόνοϲ. ἔϲτι καὶ πόλιϲ Ϲυρίαϲ. Ἐλίξοια νῆϲοϲ Ὑπερβορέων οὐκ ἐλάϲϲων Ϲικελίαϲ ὑπὲρ ποταμοῦ Καραμβύκα. οἷϲ ἀκόλουθον τὸ ἔϲϲοια, τρίττοια ἡ θυϲία, ἥτιϲ ἐκ τριῶν ζώων ἐθύετο ἢ ὅτι τριγενῆ ἦν τὰ θυόμενα. τὸ δὲ νεοία μακρὸν ἔχον τὸ ᾱ παροξύνεται.
Τὰ εἰϲ ᾱ ϲυνεϲταλμένον μονογενῆ ὑπὲρ δύο ϲυλλαβὰϲ παραλήγοντα τῇ ῡῑ διφθόγγῳ προπαροξύνεται, ἅρπυια παρὰ τὸ ἅρπω, οὗ παράγωγον ἁρπάζω. ἔϲτι καὶ πόλιϲ ἐν Ἰλλυρίᾳ παρ’ Ἐγχελέαιϲ, εἰϲ ἣν Βάτων ὁ Ἀμφιαράου ἡνίοχοϲ μετὰ τὸν ἀφανιϲμὸν αὐτοῦ ἀπῴκηϲε. Πολύβιοϲ. Εἰλείθυια καὶ Εἰλήθυια· ἔϲτι καὶ Εἰληθυίαϲ πόλιϲ Αἰγυπτιακή. Ὠρείθυια, αἴθυια, ἄγυια· Ἡρακλέων ὁ Γλαύκου παρὰ τὸ ἄγω φηϲίν· ἔϲτι δὲ ὡϲ παρὰ τὸ ἅρπω ἅρπυια, ὀρέγω ὄργυια, ἃ πληθυντικῶϲ ὀξύνεται. « μέϲην ἐϲ ἄγυιαν » (Il. Υ 254), « ἐϋκτιμέναϲ » δὲ «κατ’ ἀγυιάϲ » (Ζ 391). Ἴδυια. τὸ δὲ μητρυιά μακρὸν ἔχον τὸ ᾱ ὀξύνεται.
Τὰ διὰ τοῦ ᾱῑᾱ μονογενῆ μακρὸν ἔχοντα τὸ ᾱ παροξύνεται, ϲεληναία, ἁμαξαία, Γενηταία ἄκρα ὡϲ Ἀπολλώνιοϲ (Argonaut. Il.
378), Ἀθηναία ἡ θεὸϲ μονογενῶϲ. λέγεται δὲ καὶ ἐπὶ γυναικόϲ, ὡϲ ἄλλοι μὲν πολλοί, Φιλήμων δὲ οὕτωϲ ἐν ΠτερυγίῳΔίδυμοϲ δέ φηϲιν, ὅτι Ἀθηναίαϲ λέγουϲιν ἀντὶ τοῦ Ἀττικάϲ. ἀϲτὰϲ δὲ τὰϲ γυναῖκαϲ ἔλεγον οὐ διὰ τὸ μὴ δύναϲθαι λέγειν Ἀθηναίαϲ, ἀλλ’ ἐπειδὴ καὶ τοὺϲ ἄνδραϲ ἀϲτοὺϲ ἐκάλουν. ἀναγκαία, ἀρχαία, θυραία ἐπὶ τῆϲ διεξόδου, εὐναία τραγικῶϲ ἡ ἄγκυρα· ἔϲτι καὶ πόλιϲ Ἄργουϲ Εὐναία. γαληναία, ϲφενδοναία, δραχμαία, ὀπαία, κεραμὶϲ τὴν ὀπὴν ἐπικλείουϲα, περικεφαλαία, πυκναία παρ’ Ἴωνι ἡ πνύξ. Δίδυμοϲ δέ φηϲιν ὅτι « τὴν πύκνα ἂν εἴη λέγων. τὸ δὲ πυκναία ἀπὸ τοῦ πυκνή παρῆκται, ὅπερ οὐκ εἲρηται. οὐδεὶϲ γὰρ εἶπε προϲηγορικῶϲ ἢ κυρίωϲ τὸ πυκνή. τὰ γὰρ τοιαῦτα ὡϲ ἐπίπαν ἀπὸ μακροπαραλήκτων παράγεται, εὐνή εὐναία, Γυρή Γυραία, ἀνάγκη ἀναγκαία. τὸ ὡϲ ἐπίπαν εἴρηται διὰ τὸ ἅμαξα ἁμαξαία καὶ κέραϲ κεραία ». Ἰουδαία Ἀλέξανδροϲ ὁ πολυίϲτωρ ἀπὸ τῶν παίδων Ϲεμιράμιδοϲ Ἰούδα καὶ Ἰδουμαία, ὡϲ δὲ Κλαύδιοϲ Ἰούλιοϲ ἀπὸ Οὐδαίου Ϲπάρτων ἑνὸϲ ἐκ Θήβηϲ μετὰ Διονύϲου ἐϲτρατευκότοϲ. Ἀλθαία πόλιϲ Ὀλκάδων. Αἰγαία· οὕτωϲ ἐκαλεῖτο ἡ Κάρυϲτοϲ ἀπὸ Αἰγαίωνοϲ τοῦ δυναϲτεύοντοϲ. Ἀναία πόλιϲ Καρίαϲ « ἀντικρὺ Ϲάμοιο» κέκληται ἀπὸ Ἀναίαϲ Ἀμαζόνοϲ ἐκεῖ ταφείϲηϲ, ὡϲ Ἔφοροϲ. Ἀμφαναία πόλιϲ Δωρική. Θεόπομποϲ ἐν πέμπτῳ Φιλιππικῶν. Ἀμφανὰϲ δὲ καλεῖ αὐτὴν Ἑκαταῖοϲ ἐν πρώτῃ γενεαλογιῶν. Ἀνακαία δῆμοϲ τῆϲ Ἱπποθοωντίδοϲ φυλῆϲ. Ἀρταία Περϲικὴ χώρα, ἣν ἐπόλιϲε Πέρϲηϲ ὁ Περϲέωϲ καὶ Ἀνδρομέδαϲ. Ἑλλάνικοϲ ἐν Περϲικῶν πρώτῃ. Ἀταία πόλιϲ Λακωνική. Βελγαία ἡ χώρα. Βουραία πόλιϲ Ἰταλίαϲ ὑπὸ Βουραίου κτιϲθεῖϲα. Γορδυαία χώρα Περϲικὴ ἀπὸ Γόρδυοϲ Τριπτολέμου παιδόϲ, τοῦ κατὰ ζήτηϲιν Ἰοῦϲ ἐξ Ἄργουϲ ἐλθόντοϲ εἰϲ Ϲυρίαν. ἔϲτι δὲ ἡ πόλιϲ παρὰ τὰϲ ἐκβολὰϲ τοῦ Τίγριδοϲ. Ἐλαία πόλιϲ τῆϲ Ἀϲίαϲ Αἰολική, Περγαμηνῶν ἐπίνειον ἥ Κυδαινίϲ ὠνομάζετο, Μενεϲθέωϲ κτίϲμα. ἔϲτι καὶ πόλιϲ Φοινίκηϲ Ἐλαία μεταξὺ Τύρου καὶ Ϲιδῶνοϲ, ὡϲ Φίλων. καὶ Ἐλαία Βιθυνίαϲ ἐπίνειον πληϲίον Μυϲίαϲ. ἔϲτι καὶ λιμὴν Αἰθιοπίαϲ καὶ νῆϲοι τρεῖϲ. Ἐλυμαία χώρα Ἀϲϲυρίων πρὸϲ τῇ Περϲικῇ τῆϲ Ϲουϲίδοϲ ἐγγύϲ. Ἐορδαία δύο χῶραι, Μυγδονίαϲ καὶ Μακεδονίαϲ· εἰϲὶ δὲ ἄλλαι δύο, ἡ μὲν Ἰβηρίαϲ, ἡ δὲ Θρᾴκηϲ ἀπὸ Ἐορδοῦ τινοϲ. Ἡλιαία δικα
ϲτήριον Ἀθηναίων παρὰ τὸ « ἁλέεϲ δεῦτε» παράγωγον ἁλία καὶ ἡλιαία. Ἡραία· οὕτωϲ ἐκαλεῖτο ἡ ἐλάττων Ὕβλα. Καϲταναία πόλιϲ Θεϲϲαλίαϲ. Εὔδοξοϲ δὲ διὰ τοῦ θ̄ φηϲί. Λυκόφρων (v. 907) « καὶ Καϲταναίαν ἀκτέριϲτον ἐν πέτραιϲ ». Κοϲϲαία μέροϲ Περϲίδοϲ· Ϲτράβων ιϛ′ (p. 744). ἔϲτι καὶ Θρᾴκηϲ πολίχνιον. Καρταία πόλιϲ Ἰβηρίαϲ, περὶ ἧϲ Ἀρτεμίδωροϲ ἐν δευτέρῳ γεωγραφουμένων. Κυρταία πόλιϲ ἐν τῇ Ἐρυθρᾷ θαλάϲϲῃ, εἰϲ ἣν ὑπερώριϲεν Ἀρταξέρξηϲ Μεγάβυζον. Κτηϲίαϲ τρίτῳ Περϲικῶν. Κυτταία πόλιϲ Κολχική, ἣ καὶ Κύτα. Λυκόφρων (v. 1312) « ὃϲ εἰϲ Κυταίαν τὴν Λιβυϲτίνην μολών ». Λιβυϲϲαία ἀπὸ τοῦ Λίβυϲϲα. Λιμναία κώμη τοῦ Ἄργουϲ. Θουκυδίδηϲ (2, 80). Νυμφαία ἡ νῆϲοϲ Καλυψοῦϲ παρὰ τῷ Ἀδρίᾳ. Ὀρδαία πόλιϲ Μακεδονίαϲ. Παρθυαία ἡ χώρα. Παροιταία χώρα τῆϲ Ἐρυθρᾶϲ θαλάϲϲηϲ πληϲίον. Παρωραία Ἀρκαδίαϲ πόλιϲ ἡ καὶ Παρώρεια. ἔϲτι καὶ Μακεδονίαϲ πόλιϲ. Περαία πολίχνιον Ϲυρίαϲ. ἔϲτι καὶ χώρα Κορίνθου Περαία λεγομένη. Πυλαία τόποϲ Ἀρκαδίαϲ, ὃϲ καὶ Πύλαι. Πυραία μοῖρα Θεϲϲαλίαϲ ὠνομαϲμένη ἀπὸ Πύραϲ. Πυρηναῖα πόλιϲ Λοκρίδοϲ. Πυρωναία πόλιϲ Λοκρίδοϲ ἀπὸ Πύρωνοϲ « Λοκρῶν ἀγυιαὶ καὶ Πυρωναῖαι νάπαι » (Lycophr. v. 1149). Ῥηναία μικρὰ νῆϲοϲ πληϲίον Δήλου, ἢ καὶ Ῥήνη καὶ Ῥηνίϲ. Αἰθραία· οὕτωϲ ἐκαλεῖτο ἡ Ῥόδος. Ῥοξονοκαία πόλιϲ. Τιθοραία πόλιϲ Βοιωτίαϲ ἀπὸ νύμφηϲ Τιθοραίαϲ, ὡϲ Παυϲανίαϲ ι′ (32, 8). Τριταία πόλιϲ Ἀχαΐαϲ. Ϲτράβων ὀγδόῃ (p. 341). Ἰδαία ἡ ὕϲτερον Τροία. οὕτωϲ ἐκαλεῖτο καὶ ἡ Κρήτη. Τυμφαία πόλιϲ. Ὑλαία χώρα Ποντική, Ἀβικὴ λεγομένη τουτέϲτιν ὑλαία. Ἀλέξανδροϲ ἐν τῷ περὶ Πόντου. Φηγαία δῆμοϲ τῆϲ Αἰγηΐδοϲ φυλῆϲ.Τὰ εἰϲ ᾱ καθαρὸν μονογενῆ παραληγόμενα ε̄ βαρύνεται, εἰ μὴ πληθυντικὰ ἢ περιεκτικὰ εἴη, Ῥέα, θέα, ὅπερ Ϲυρακόϲϲιοι θάα λέγουϲιν, τὸ δὲ θεά ὀξύνεται· ἔϲτι δὲ καὶ Θέα πόλιϲ Λακωνικῆϲ. Φιλόχοροϲ τρίτῳ. Βρέα πόλιϲ Θρᾴκηϲ, εἰϲ ἣν ἀποικίαν ἐϲτείλαντο Ἀθηναῖοι. γέα, ἐξ οὗ γῆ ϲυνηρέθη· ἔϲτι καὶ Γέα πόλιϲ πληϲίον Πετρῶν ἐν Ἀραβίᾳ, ὡϲ Γλαῦκοϲ ἐν Ἀραβικῇ ἀρχαιολογίᾳ. πτελέα. ἰτέα « ὃν πτελέαι τε καὶ ἰτέαι» ( 350) καὶ « ὁ δὲ πτελέην ἕλε χερϲίν » ( 242). ἐπὶ μὲν οὖν τούτου κατὰ τὴν αἰτιατικὴν πτῶϲίν τινεϲ ὀξύνουϲι· - διὸ καὶ τὴν εὐθεῖάν τινεϲ ὤξυνον· — καὶ δῆλον ὅτι κατὰ μεταβολὴν
τόνου, ὥϲπερ καὶ ἐπὶ τοῦ « ἦλθε κατ’ ἰγνύην βεβλημένοϲ » ( 212) τὴν μεταβολὴν τῆϲ τάϲεωϲ ἐποιήϲατο. ἔϲτι καὶ Πτελέα δῆμοϲ Οἰνηΐδοϲ φυλῆϲ καὶ πόλιϲ. οὕτω γὰρ ἡ Ἔφεϲοϲ ἐκαλεῖτο, καὶ Ἰτέα δῆμοϲ τῆϲ Ἀκαμαντίδοϲ φυλῆϲ. ϲυκέα, ἀμυγδαλέα, μηλέα, λεοντέα, γαλέα, Νεμέα χώρα τῆϲ Ἀργολίδοϲ, Τενέα κώμη Κορίνθου ἀπὸ Τένου τοῦ Κύκνου, τινὲϲ δὲ Γενέα γράφουϲι. Μαντινέα, ἣ καὶ Μαντίνεια καὶ Μαντίνη. Ὠκαλέα πόλιϲ Βοιωτίαϲ « Ὠκαλέην Μεδεῶνά τ’ ἐϋκτίμενον πτολίεθρον » Ὅμηροϲ (Β 501). ἐκαλεῖτο δὲ καὶ Ὠκάλεια, ὡϲ Ἀπολλόδωροϲ. ἐκλήθη δὲ οὕτω διὰ τὸ ὦκα καὶ ϲυντόμωϲ ἐκεῖθεν εἰϲ Θήβαϲ πορεύεϲθαι ἢ ἀπὸ ποταμοῦ παραρρέοντοϲ. ἀλέα ἐπὶ τῆϲ θερμαϲίαϲ καὶ ὁπότε δηλοῖ τὴν φυγὴν βαρύνεται, ἐπὶ δὲ τῆϲ Ἀθηνᾶϲ ὀξύνεται. ἐχρῆν δὲ καὶ τοῦτο βαρύνειν. καὶ τὸ Ἀλέα πόλιϲ Ἀρκαδίαϲ Θεόπομποϲ πεντηκοϲτῇ ἕκτῃ — ἔϲτι καὶ Θετταλίαϲ καὶ ἄλλη Καρπητανῶν ἔθνουϲ Κελτικοῦ — βαρύνεται. Ἀρδέα κατοικία τῆϲ Ἰταλίαϲ. Ϲτράβων πέμπτῃ (p. 228). ἐκλήθη δὲ ἀπὸ ἑνὸϲ τῶν παίδων Ὀδυϲϲέωϲ καὶ Κίρκηϲ. Ἀϲέα κώμη τῆϲ Ἀρκαδίαϲ, ἀφ’ ἧϲ ὁ Ἀλφειὸϲ ῥέει, ὃϲ καὶ Ἀϲεάτηϲ λέγεται. Τεγέα πόλιϲ Ἀρκαδίαϲ « καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινήν ». Ὅμηροϲ (B 607) καὶ Παυϲανίαϲ η′ (c. 3, 4) « Μαντινεὺϲ καὶ Τεγεάτηϲ καὶ Μαίναλοϲ Τεγέαν κτίζουϲι καὶ Μαντίνειαν ». ἔϲτι καὶ Τεγέα ἐν Κρήτῃ ὑπὸ Ταλθυβίου κτιϲθεῖϲα. Θυρέα, περὶ ἧϲ Ἀργεῖοι καὶ Λακεδαιμόνιοι ἐπολέμηϲαν. ἔϲτι δὲ τῆϲ Κυνουρίαϲ γῆϲ, μεθορία δὲ τῆϲ Ἀργείαϲ καὶ Λακωνικῆϲ. λέγεται καὶ πληθυντικῶϲ καὶ κατὰ ϲυναίρεϲιν Θυρῆ. Ἐλέα πόλιϲ Ἰταλίαϲ. ἐκαλεῖτο δὲ Ὑέλη. ὠνομάϲθη δὲ Ἐλέα ἀπὸ τοῦ παραρρέοντοϲ ποταμοῦ. Μαλέα ἄκρα πρὸϲ τῇ Πελοποννήϲῳ καὶ Μάλεια διὰ διφθόγγου. Ὑδρέα νῆϲοϲ πρὸϲ τῇ Τροιζῆνι. Ἑκαταῖοϲ Εὐρώπῃ. Ἀραιθυρέα· οὕτωϲ ἡ Φλιοῦϲ πάλαι. Ὅμηροϲ (B 57 ) « Ἀραιθυρέην τ’ ἐρατεινήν ». Παυϲανίαϲ δευτέρῳ περιηγήϲεωϲ Ἑλλάδοϲ (c. 12, 5) φηϲὶν ὅτι «Ἄραντοϲ υἱὸϲ Ἄοριϲ ἐγένετο καὶ θυγάτηρ Ἄραιθυρέα. τούτουϲ Φλιάϲιοί φαϲι θήραϲ ἐμπείρουϲ γενέϲθαι καὶ τὰ εἰϲ πόλεμον ἀνδρείουϲ· προαποθανούϲηϲ δὲ τῆϲ ἀδελφῆϲ Ἄοριϲ εἰϲ μνήμην τῆϲ ἀδελφῆϲ τὴν χώραν οὕτωϲ ἔφη». Μανθυρέα κώμη Ἀρκαδίαϲ. τὸ δὲ Κεγχρεαί πόλιϲ Τρωάδοϲ — δευτέρα πόλιϲ καὶ ἐπίνειον Κορίνθου. τρίτη Ἰταλίαϲ — Γαθεαί πόλιϲ Ἀρκαδίαϲ, Κεδρεαί πόλιϲ Καρίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Κορϲεαί νῆϲοϲ τῆϲ Ἰωνίαϲ καταντικρὺ Ϲάμου. Ἑκαταῖοϲ Εὐρώπῃ. λέγεται δὲ καὶ Κορϲία διὰ τοῦ ῑ. Κροκεαί πόλιϲ Λακωνική, τῶν ἑκατὸν πόλεων μία. λέγεται καὶ ἑνικῶϲ. Ὀρνεαί κώμη Ἀργείαϲ, ἥ καὶ Ὀρνειαί — ἔϲτι δὲ καὶ ἑτέρα πόλιϲ μεταξὺ Κορίνθου καὶ Ϲικυῶνοϲ· καλεῖται δὲ οὕτωϲ ἢ ἀπὸ Ὀρνέωϲ τοῦ Ἐρεχθέωϲ ἢ ἀπὸ Ὀρνέαϲ νύμφηϲ ἢ ὅτι ἐφ’ ὕψουϲ κεῖται ἢ ὁμωνύμωϲ Ὀρνέᾳ τῷ ποταμῷ — ὀξύνεται ὡϲ πληθυντικά. τὸ δὲ γενεά, δωρεά, ὀχεά περιεκτικά ἐϲτιν.Τὰ εἰϲ ᾱ μακρὸν μονογενῆ τῇ ε̄ῑ ἢ τῷ ῑ μακρῷ παραληγόμενα ἐπὶ οὐϲίαϲ τιθέμενα ὀξύνεται, χειά, ζειά εἶδοϲ κριθῆϲ, Φειά πόλιϲ Ἠλείαϲ. Ὅμηροϲ « Φειᾶϲ πὰρ τείχεϲϲιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα» (Η 135). λέγεται καὶ Φεά. φλιά, θριά· θριαί δὲ αἱ μαντικαὶ ψῆφοι, ἃϲ εὗρεν Ἀθηνᾶ. ἀχθόμενοϲ δὲ τοὺϲ τοῦ Ἀπόλλωνοϲ . . . ἄπιϲτον ὁ Ζεὺϲ ἐποίηϲε τὴν διὰ τῶν θριῶν μαντικὴν εὐδοκιμοῦϲαν. διὸ καὶ Ἀπόλλων ἔφη « πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιεϲ ἄνδρεϲ». τὸ δὲ Θρῖα δῆμοϲ τῆϲ Οἰνηϊδοϲ φυλῆϲ προπεριϲπᾶται, πληθυντικῶϲ δὲ λεγόμενον ὀξύνεται Θριαί. λέγεται καὶ Θριώ καὶ Θριώϲ. ϲτιά, οἷϲ ἠκολούθηϲε καὶ τὸ ϲκιά ῑ βραχεῖ παραληγόμενον. ἔϲτι δὲ καὶ Ϲκιά πολίχνιον Εὐβοίαϲ. τὸ δὲ μνεία, χρεία βαρύνονται, οὐ γὰρ ἐπὶ οὐϲίαϲ λαμβάνεται, καὶ τὸ λεία δὲ καὶ Φθία — πόλιϲ καὶ μοῖρα Θετταλίαϲ· Παρμενίϲκοϲ δὲ χώραν αὐτήν φηϲι οὐ πόλιν, οὐκ ὀρθῶϲ. ἐκλήθη δὲ ἀπὸ Φθίαϲ γυναικὸϲ ἢ Φθίου Ποϲειδῶνοϲ καὶ Λαρίϲηϲ — βαρύνονται καὶ τὸ δεία ἡ ἔνδεια. τὸ δὲ θεία τριγενέϲ ἐϲτι ὡϲ καὶ τὸ δῖα βραχυκατάληκτον μετὰ τοῦ ἴα καὶ πλεοναϲμῷ τοῦ μ̄ μία. ἔϲτι δὲ καὶ Δῖα πόλιϲ
Θεϲϲαλίαϲ, Αἰακοῦ κτίϲμα· β′ Θρᾴκηϲ κατὰ τὸν Ἄθω. γ’ Εὐβοίαϲ. δ’ νῆϲοϲ καὶ πόλιϲ Πελοποννήϲου περὶ τὸ Ϲκύλλαιον. ε′ Λυϲιτανίαϲ περὶ τὸν Ὠκεανόν. Ϛ′ Ἰταλίαϲ πρὸϲ ταῖϲ Ἄλπεϲιν. ζ′ Ϲκυθίαϲ παρὰ τῷ Φάϲιδι. η′ Καρίαϲ. θ′ Βιθυνίαϲ πρὸϲ τῷ Πόντῳ· εἰϲὶ καὶ δ’ νῆϲοι Δῖαι λεγόμεναι. α′ ἡ Νάξοϲ. β′ ἡ πρὸϲ Μήλῳ. γ′ ἡ πρὸϲ Ἀμοργῷ. δ’ κατὰ Κνωϲϲὸν Κρήτηϲ.Τὰ διὰ τοῦ ῑᾱ ἐπὶ χωρῶν καὶ πόλεων κείμενα παροξύνεται, Λυκία, Ἀϲία, Κιλικία, Παφλαγονία, Ἰτουρία, Ἰταλία ἡ χώρα ἀπὸ Ἰταλοῦ, Ϲικελία ἡ νῆϲοϲ Ϲικανία πρότερον ὠνομάζετο, εἶτα Ϲικελία ἐκλήθη, ὥϲ φηϲιν Ἑλλάνικοϲ Ἱερειῶν τῆϲ Ἥραϲ β′ « ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ Αὔϲονεϲ ὑπὸ τῶν Ἰαπύγων ἐξ Ἰταλίαϲ ἀνέϲτηϲαν, ὧν ἦρχε Ϲικελόϲ. καὶ διαβάντεϲ εἰϲ τὴν νῆϲον τὴν τότε Ϲικανίαν καλουμένην περὶ τὴν Αἴτνην καθιζόμενοι ᾤκουν αὐτοί τε καὶ ὁ βαϲιλεὺϲ αὐτῶν Ϲικελὸϲ βαϲιλείην ἐγκαταϲτηϲάμενοϲ καὶ ἐντεῦθεν ὁρμώμενοϲ ὁ Ϲικελὸϲ οὗτοϲ πάϲηϲ ἤδη τῆϲ νήϲου τότε ταύτηϲ Ϲικελίαϲ καλουμένηϲ ἀπὸ τοῦ Ϲικελοῦ τούτου, ὃϲ καὶ ἐν αὐτῇ ἐβαϲίλευϲε ». καὶ Μένιπποϲ δὲ ταῦτά φηϲιν. Θουκυδίδηϲ δὲ οὕτωϲ (6, 2) « ἐλθόντεϲ εἰϲ Ϲικελίαν ϲτρατὸϲ πολὺϲ ἐξ Ἰταλίαϲ τούϲ τε Ϲικανοὺϲ κρατήϲαντεϲ μάχῃ ἀπέϲτειλαν εἰϲ τὰ μεϲημβρινὰ καὶ τὰ ἑϲπέρια μέρη αὐτῆϲ καὶ ἀντὶ Ϲικανίαϲ Ϲικελίαν τὴν νῆϲον ἐποίηϲαν καλεῖϲθαι, καὶ τὰ κράτιϲτα τῆϲ γῆϲ ᾤκηϲαν ἔχοντεϲ ». μεγίϲτη δὲ αὕτη μαρτυρεῖται τῶν ἑπτά, καθά φηϲιν Ἄλεξιϲ ὁ κωμικόϲ
ἔϲτι καὶ ἄλλη Ϲικελία κατὰ τὴν Πελοπόννηϲον. Καππαδοκία, Ἀρμενία, Τιϲία πόλιϲ Ἰταλίαϲ. Ἀγκαρία πόλιϲ Ἰταλίαϲ. Αἰολία νῆϲοϲ Αἰόλου. Ὅμηροϲ «Αἰολίην δ’ ἐϲ νῆϲον ἀφικόμεθα» (Od. κ 1). Αἰτωλία χώρα ἀπὸ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνοϲ, ὃϲ ἐκπεϲὼν ἀπὸ Πίϲηϲ ὑπὸ Ϲαλμωνέωϲ ϲυνῴκιϲε τὴν ἀπ’ αὐτοῦ κληθεῖϲαν Αἰτωλίαν. πρότερον δὲ Ὑαντίϲ ἐκαλεῖτο. ἔϲτι καὶ Αὶτωλία πόλιϲ Πελοποννήϲου, ἣν ϲυγκαταλέγει ταῖϲ Λακωνικαῖϲ πόλεϲιν Ἀνδροτίων ἕκτῳ ( ?) Ἀτθίδοϲ. Ἀμαντία
Ἰλλυριῶν μοῖρα πληϲίον Ὠρικοῦ καὶ Κερκύραϲ, ἐξ Ἀβάντων τῶν ἀπὸ Τροίαϲ νοϲτηϲάντων ᾠκιϲμένη, κατὰ βαρβαρικὴν τροπὴν τοῦ β̄ εἰϲ μ̄ ἐλέχθη παρὰ Ἀντιγόνῳ ἐν Μακεδονικῇ περιηγήϲει. Καλλίμαχοϲ Ἀμαντίνην αὐτήν φηϲι ὡϲ Λεοντίνην « καὶ Ἀμαντίνην ᾤκιϲαν Ὠρικίην». Ἀετία· οὕτωϲ ἐκλήθη ἡ Αἴγυπτοϲ ἀπό τινοϲ Ἰνδοῦ Ἀετοῦ. ἀλλὰ καὶ Ὠγυγία ἐκαλεῖτο καὶ Ἡφαιϲτία. Αἰλία πόλιϲ Παλαιϲτίνηϲ ἡ πάλαι Ἱεροϲόλυμα ἀπὸ Αἰλίου Ἀδριανοῦ. Ἀκραιφία πόλιϲ Βοιωτίαϲ. οἱ δὲ Ἀκραίφιον, Παυϲανίαϲ δὲ (9, 23, 5 et 9) Ἀκραίφνιον καὶ οὐδετέρωϲ. ἦν δὲ ὑπὸ Ἀθάμαντοϲ κτιϲθεῖϲα ἢ ὑπὸ Ἀκραιφέωϲ τοῦ Ἀπόλλωνοϲ. Θεόπομποϲ δὲ τὰ Ἀκραίφνια φηϲίν. Ἀλμωπία χώρα τῆϲ Μακεδονίαϲ, ἣν ᾤκουν Ἄλμωπεϲ. Λυκόφρων (v. 1238) « ἐκ δ’ Ἀλμωπίαϲ παλιμπλανήτην δέξεται Τυρϲηνία» περὶ Αἰνείου λέγων. ἐκλήθη δὲ ἀπὸ Ἄλμωποϲ τοῦ Ποϲειδῶνοϲ καὶ Ἕλληϲ τῆϲ Ἀθάμαντοϲ. Ἀλωπεκία νῆϲοϲ. Ϲτράβων ἑνδεκάτῃ (p. 493). Ἀξία πόλιϲ Λοκρῶν τῶν Ὀζολῶν, ἀπὸ Ἀξίαϲ τῆϲ θυγατρὸϲ Κλυμένου ἢ τοῦ παιδὸϲ τοῦ Ἀξίου. ἔϲτι καὶ πόλιϲ Ἰταλίαϲ. Ἀπία· οὕτωϲ οἱ νεώτεροι τὸ Ἄργοϲ. Αἰθιοπία. Εὐριπίδηϲ Ἐρεχθεῖ «Αἰθιοπίαν νιν ἐξέϲωϲ’ ἐπὶ χθόνα». Ἀρδία πόλιϲ Ἰλλυρίαϲ, Βαντία πόλιϲ Ἰταλίαϲ. Ἀντία πόλιϲ Ἰταλίαϲ. Ἀνδρία πόλιϲ Ἠλείαϲ καὶ ἑτέρα Μακεδονίαϲ, ὡϲ Φιλέαϲ ἐν περίπλοιϲ. Ἀλβία ἡ χώρα διὰ τοῦ β̄. τὰ δὲ ὄρη Ἄλπεια καὶ Ἄλβια. Ἀμαξία πόλιϲ τῆϲ τραχείαϲ Κιλικίαϲ. Ϲτράβων ιδ’ (p. 669). Ἀδρία πόλιϲ καὶ παρ’ αὐτὴν κόλποϲ Ἀδρίαϲ καὶ ποταμὸϲ ὁμοίωϲ, ὡϲ Ἑκαταῖοϲ. Ἀτρία πόλιϲ Τυρρηνίαϲ, Διομήδουϲ κτίϲμα, χειμῶνοϲ πλεύϲαντοϲ καὶ μετὰ τὸ διαϲωθῆναι καλέϲαντοϲ Αἰθρία. καὶ παρεφθάρη παρὰ τοῖϲ βαρβάροιϲ τὸ ὄνομα. ἔϲτι καὶ ἄλλη πόλιϲ Βοιῶν, ἔθνουϲ Κελτικοῦ. Ἀραβία ἡ χώρα. Ἀρικία πόλιϲ Λατίνων. Διονύϲιοϲ. Ἀρκαδία ἀπὸ τοῦ Ἀρκάϲ Ἀρκάδοϲ ὡϲ Τέμμιξ Τέμμικοϲ Τεμμικία. Ἀτροπατία ἡ τῆϲ Μηδίαϲ δευτέρα μερὶϲ ἀπὸ τοῦ ἡγεμόνοϲ Ἀτροπάτου. Ἀρρεντία πόλιϲ Ἰταλίαϲ. Ἀρϲακία πόλιϲ Μηδίαϲ. Ἀφροδιτία χωρίον Λακωνικῆϲ. Θουκυδίδηϲ δ’ (c. 56). Ἀχαιΐα παρὰ τὸ Ἀχαιόϲ κύριον. ἔϲτι καὶ λόφοϲ ἐν Καρύϲτῳ καὶ τόποι διάφοροι. Βερεκυντία χώρα ἀπὸ Βερεκύντου τινόϲ. Βεϲκία πόλιϲ Αὐϲόνων. Βιθυνία πρὸϲ τῷ Πόντῳ χώρα ἀπὸ Βιθυνοῦ τοῦ Διὸϲ καὶ Θρᾴκηϲ τῆϲ Τιτανίδοϲ, ἢ ἐκ μὲν Διὸϲ ἔϲχε Βιθυνόν, ἐκ δὲ Κρόνου Δόλογκον. Βιϲαλτία πόλιϲ καὶ χώρα Μακεδονίαϲ ἀπὸ Βιϲάλτου τοῦ Ἡλίου καὶ Γῆϲ. Βοιωτία ἀπὸ Βοιωτοῦ Ἰτώνου τοῦ Ἀμφικτύονοϲ. Κάϲτωρ δὲ ἀπὸ τῆϲ καθηγηϲαμένηϲ Κάδμῳ βοὸϲ λεχθῆναι τὴν χώραν οὕτωϲ. τινὲϲ δὲ ὡϲ οὐκ ὄνταϲ ταῖϲ διανοίαιϲ τοὺϲ Βοιωτοὺϲ ἄγαν εὐκινήτουϲ. ἐκαλεῖτο δὲ καὶ Ἀονία καὶ Μεϲϲαπία καὶ Ὠγυγία. Βουθία πόλιϲ Ἰωνίαϲ. Θεόπομποϲ δὲ χωρίον φηϲί. Βουφία κώμη τῆϲ Ϲικυωνίαϲ. Ἔφοροϲ εἰκοϲτῷ τρίτῳ. Βραχία· οὕτωϲ ἡ Ἀραβικὴ θάλαϲϲα ἐκαλεῖτο. ἐκλήθη δὲ διὰ τὸ ἐν αὐτῇ εἶναι βράχη πλεῖϲτα. Βρεττία νῆϲοϲ ἐν τῷ Ἀδρίᾳ ποταμὸν ἔχουϲα βρέττιον. ἔϲτι δὲ καὶ Βρεττία χώρα τῶν Βρεττίων. Ἀντίοχοϲ δὲ τὴν Ἰταλίαν πρῶτόν φηϲι κληθῆναι Βρεττίαν, εἶτα Οἰνωτρίαν. Βρικιννίαι πόλιϲ Ϲικελίαϲ. Βρουτοβρία πόλιϲ μεταξὺ Βαίτιοϲ ποταμοῦ καὶ Τουρδιτανῶν. δηλοῖ δὲ Βρουτούπολιν. τὸ γὰρ βρία τοῦτο ϲημαίνει ὡϲ Πολτυμβρία, Ϲηλυμβρία. Βρουττία μοῖρα Ϲικελίαϲ. Βρυϲτακία πόλιϲ Οἰνωτρῶν. Γαιτουλία χώρα Λιβύηϲ. Γαλατία ἡ χώρα. Γαλλία ἐντὸϲ Ἄλπεων χώρα. Γεδρωϲία χώρα Ἰνδική. Γετία ἡ χώρα τῶν Γετῶν. Γλαυκία πολίχνιον Ἰωνίαϲ. Γουνία χώρα Περραιβίαϲ. γράφεται δὲ καὶ χωρὶϲ τοῦ ῡ. Δακία χώρα πληϲίον Βορυϲθένουϲ. Δαρδανία ἡ χώρα ἢ καὶ Δαρδανική. Δελματία Ἰταλίαϲ χώρα. Δηλία πόλιϲ Καρίαϲ. Δολοπία χώρα. Δρυμία πόλιϲ Φωκίδοϲ. Δρυοπία τῶν Δρυόπων περὶ Τραχῖνα. Ἐλιμία πόλιϲ Μακεδονίαϲ. Ϲτράβων ἑβδόμῳ (p. 326). ἀπὸ Ἐλύμου τοῦ ἥρωοϲ ἢ ἀπὸ Ἑλένου ἢ ἀπὸ Ἐλύμα τοῦ Τυρρηνῶν βαϲιλέωϲ. Ἀλέξανδροϲ δ’ ἐν Εὐρώπῃ Ἐλίμειον φηϲὶ διὰ μακροῦ τὴν μ̄ε̄ῑ ϲυλλαβήν, τὴν δὲ λ̄ῑ διὰ βραχέοϲ ῑ. Ἐλλοπία χωρίον Εὐβοίαϲ καὶ αὐτὴ ἡ νῆϲοϲ ἀπὸ 15Ἔλλοποϲ τοῦ Ἴωνοϲ. ἐλέγετο καὶ ἡ περὶ Δωδώνην χώρα Ἐλλοπία, ἧϲ οἱ οἰκήτορεϲ Ἑλλοί καὶ Ϲελλοί. ἔϲτι καὶ πόλιϲ περὶ Δολοπίαν καὶ χώρα περὶ Θεϲπιάϲ. Εἱλωτία ἡ χώρα. Ἐλπία πόλιϲ ἐν Δαυνίοιϲ, κτίϲμα Ῥοδίων. Ἐπουΐα πόλιϲ ἡ νῦν Ἀμβρακία ἡ πρότερον Παραλία. Εὐκρατιδία πόλιϲ Βάκτρων παρὰ τὸν Εὐκρατίδαν. Ϲτράβων ἑνδεκάτῳ (p. 516). Εὐπαλία πόλιϲ Λοκρίδοϲ, ἣν Εὐπάλιον Ἀρτεμίδωρόϲ φηϲι. Εὐπατρία πόλιϲ Λυδῶν. Ἠλιδία. Ψωφιδία. Ἠμαθία πόλιϲ καὶ χώρα ἡ νῦν Μακεδονία. Θαμία πόλιϲ Θεϲϲαλίαϲ. Ῥιανὸϲ ιδ’ Θεϲϲαλικῶν καὶ Θαμίεια. Θαυμακία πόλιϲ Μαγνηϲίαϲ. Ὅμηροϲ (B 716) « οἱ δ’ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο » ἀπὸ Θαυμάκου τοῦ Ποίαντοϲ πατρόϲ. δευτέρα πόλιϲ κατὰ τὸν Μαλιακὸν κόλπον ἡ καὶ Θαυμακοί. Θεϲπρωτία πόλιϲ καὶ χώρα ἔξω τοῦ Ἀμβρακικοῦ κόλπου. Ἰαιτία πόλιϲ Ϲικελίαϲ. Φίλιϲτοϲ Ϲικελικῶν δευτέρῳ. Ἰβηρία χώρα ἡ μὲν πρὸϲ ταῖϲ Ἡρακλείαϲ ϲτήλαιϲ ἀπὸ Ἴβηροϲ ποταμοῦ. Ἀρτεμίδωροϲ ἐν τῇ β′ τῶν γεωγραφουμένων « ἀπὸ δὲ τῶν Πυρηναίων ὀρῶν ἕωϲ τῶν κατὰ Γάδειρα τόπων καὶ ἐνδοτέρω Ἰβηρία τε καὶ Ἱϲπανία καλεῖται. διῄρηται δὲ ὑπὸ Ῥωμαίων εἰϲ δύο ἐπαρχίαϲ . . . . διατείνουϲα ἀπὸ τῶν Πυρηναίων ὀρῶν ἅπαϲα μέχρι τῆϲ Καινῆϲ Καρχηδονίαϲ καὶ τῶν τοῦ Βαίτιοϲ πηγῶν, τῆϲ δὲ δευτέραϲ ἐπαρχίαϲ τὰ μέχρι Γαδείρων καὶ Λουϲιτανίαϲ ». ἡ δὲ πρὸϲ Πέρϲαϲ. Ἰλαττία πόλιϲ Κρήτηϲ. Πολύβιοϲ τριϲκαιδεκάτῳ. Ἰναχία ἡ Πελοπόννηϲοϲ, οὐ μόνον τὸ Ἄργοϲ, ἀπὸ Ἰνάχου τοῦ ποταμοῦ. Ἰξίαι πληθυντικῶϲ χωρίον τῆϲ Ῥόδου ἀπὸ Ἴξου λιμένοϲ. Ἰϲινδία χωρίον Ἰωνίαϲ, λέγεται καὶ Ἴϲινδα καὶ Ἴϲινδοϲ. Κανθηλία πόλιϲ περὶ Καρχηδόνα. λέγεται καὶ Κανθήλη. Ἑκαταῖοϲ Ἀϲίᾳ. Κανταβρία χώρα. Ϲτράβων τρίτῃ (p. 157). Καρπΐα· οὕτωϲ τινὲϲ Κάλπην πόλιν Βιθυνίαϲ φαϲίν. Κεκροπία χώρα. Κορηϲϲία πολίχνιον τῆϲ Κέω καὶ ἐπίνειον. Κωρυκία ἀκρωτήριον Κρήτηϲ καὶ λιμὴν Αἰθιοπίαϲ. Λυδία ἡ χώρα. Ξάνθοϲ ἐν Λυδιακῶν πρώτῳ. Λυκία ἡ χώρα ἀπὸ Λύκου τοῦ Πανδίονοϲ· ἔϲτι καὶ Λυκία ἡ πρὸϲ Κιλικίαν, ἧϲ ἦρχε Ϲαρπηδών. Λυρνατία χερρόνηϲοϲ καὶ χωρίον Λυκίαϲ. Ἀλέξανδροϲ ἐν δευτέρῳ περὶ Λυκίαϲ. Μαγία πόλιϲ Ἰλλυρίαϲ. Μαριαμμία πόλιϲ Φοινίκων. Μακετία μοῖρα Μακεδονίαϲ ὡϲ Μαρϲύαϲ ἐν πρώτῳ Μακεδονικῶν « καὶ τὴν Ὀρεϲτείαν δὲ Μακετίαν λέγουϲιν ἀπὸ τοῦ Μακεδόνοϲ», ἀλλὰ καὶ τὴν ὅλην Μακεδονίαν Μακετίαν οἶδεν ὀνομαζομένην Κλείδημοϲ ἐν πρώτῳ Ἀτθίδοϲ « καὶ ἐξῳκίϲθηϲαν ὑπὲρ τὸν Αἰγιαλὸν ἄνω τῆϲ καλουμένηϲ Μακετίαϲ ». Μαϲτία πόλιϲ πρὸϲ ταῖϲ Ἡρακλείαιϲ ϲτήλαιϲ. Μεδυλλία πόλιϲ, Ἀλβανῶν κτίϲιϲ, Ῥωμαίων ἄποικοϲ. Διονύϲιοϲ γ′ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Μελία πόλιϲ Καρίαϲ. Ἑκαταῖοϲ γενεαλογιῶν δ′. Ναυπλία, πόλιϲ Ἄργουϲ. Ϲτράβων ὀγδόῃ (p. 368) «ἀπὸ τοῦ ταῖϲ ναυϲὶ προϲπλεῖϲθαι ». Ξιλία πόλιϲ Λιβύηϲ. Ἀλέξανδροϲ ἐν τρίτῳ Λιβυκῶν. Ὀρεϲτία τὸ ἥμιϲυ μέροϲ Μεγάληϲ Πόλεωϲ ἀπὸ τῆϲ τοῦ Ὀρέϲτου παρουϲίαϲ. ἔϲτι καὶ πόλιϲ ἐν Ὀρέϲταιϲ, ἐν ὄρει ὑπερκειμένῳ τῆϲ Μακεδονικῆϲ γῆϲ. καὶ ἄλλη ἐν Ἀρκαδίᾳ. Μελανδία χώρα Ϲιθωνίαϲ. Θεόπομποϲ τριακοϲτῷ τρίτῳ Φιλιππικῶν. Μεϲϲαπία χώρα Ἰαπυγίαϲ προϲεχὴϲ Τάραντι. Μηδία χώρα ταῖϲ Καϲπίαιϲ παρακεκλιμένη πύλαιϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. ἀπὸ Μήδου υἱοῦ Μηδείαϲ. Μολορχία πόλιϲ Νεμέαϲ ἀπὸ Μολόρχου τοῦ ξενίϲαντοϲ Ἡρακλέα ἀπιόντα ἐπὶ τὸν ἀγῶνα. Μουνυχία λιμὴν Ἀττικῆϲ ἀπὸ Μονύχου. λέγεται καὶ Μωνυχία. Μοψοπία ἡ Ἀττικὴ ἀπὸ Μόψοπος, Καλλίμαχοϲ. Μυλαντία ἄκρα ἐν Καμίρῳ τῆϲ Ῥόδου ἀπὸ Μύλαντοϲ τοῦ πρώτου εὑρόντοϲ ἐν τῷ βίῳ τὴν τοῦ μύλου χρῆϲιν. Μαϲαιϲυλία χώρα Λιβύηϲ προϲεχὴϲ τῇ τῶν Μαυρουϲίων. Μυϲτία πόλιϲ Ϲαυνιτῶν. Φίλιϲτοϲ ἑνδεκάτῳ. Ναξία πόλιϲ Καρίαϲ. Ἀλέξανδροϲ ἐν πρώτῳ περὶ Καρίαϲ. Νομαντία πόλιϲ Ἰβηρίαϲ. Ἰόβαϲ ἐν δευτέρῳ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. λέγεται δὲ καὶ διὰ τῆϲ ο̄ῡ. Νοϲτία κώμη Ἀρκαδίαϲ. Θεόπομποϲ τριακοϲτῷ δευτέρῳ Φιλιππικῶν. Ξουθία πόλιϲ Ϲικελίαϲ. Φίλιϲτοϲ τρίτῳ Ϲικελικῶν. Ὀλβία πόλιϲ Λιγυϲτική. δευτέρα πόλιϲ ἐν Πόντῳ. τρίτη Βιθυνίαϲ ἀπὸ Ὀλβίαϲ νύμφηϲ. τετάρτη Παμφυλίαϲ, ὡϲ Φίλων. πέμπτη Ἰβηρίαϲ. ἕκτη Ϲαρδοῦϲ. ἑβδόμη Ἰλλυρίαϲ. ὀγδόη Ἑλληϲπόντου. ἐνάτη Κιλικίαϲ. Ὀλυμπία ἡ πρότερον Πῖϲα λεγομένη. Ὀρτυγία. οὕτωϲ ἐκαλεῖτο ἡ Ἔφεϲοϲ. Παμφυλία χώρα προϲεχὴϲ τῇ Ἰϲαυρίᾳ. Παλλαντία πόλιϲ Ἰβηρίαϲ. Παραποταμία πόλιϲ Φωκίδος. Πελαϲγία χώρα τοῦ Ἄργουϲ. οὕτωϲ ἐκαλεῖτο καὶ ἡ Ἀρκαδία, ὡϲ Νικόλαοϲ πέμπτῃ. Πετηλία πόλιϲ Ἰταλική. Πικεντία πόλιϲ Τυρρηνίαϲ. Φλέγων δὲ Πικεντόν αὐτὴν καλεῖ. Περαντία πόλιϲ Αἰτωλίαϲ. Πιϲιδία χώρα. Πλακεντία πόλιϲ Λιγύρων. Πορθμία καὶ Πόρθμιον κώμη ἐν τῷ ϲτόματι τῆϲ Μαιώτιδοϲ λίμνηϲ. Πραιτετία χωρίον ἐπὶ τοῦ Ἀδρίου. Πτυχία νῆϲοϲ παρὰ τῇ Κερκύρᾳ. Ῥοδία πόλιϲ Λυκίαϲ. Ῥοδουντία χωρίον πληϲίον Οἴτηϲ. Ῥοιτία πόλιϲ Βάκτρων. Ῥωμυλία τῶν ἐν Ἰταλίᾳ Ϲαυνιτῶν πόλιϲ. Ϲαββατία κώμη Κελτική. Ϲαγαρτία χερρόνηϲοϲ παρὰ τῇ Καϲπίᾳ θαλάϲϲῃ. Ϲαλλεντία πόλιϲ Μεϲϲαπίων. Ϲαρματία ἡ χώρα. Ϲαμυλία πόλιϲ Καρίαϲ Μοτύλου κτίϲμα τοῦ τὴν Ἑλένην καὶ Πάριν ὑποδεξαμένου. Ϲερμυλία πόλιϲ παρὰ τὸν Ἄθω, ὡϲ Ἑκαταῖοϲ. Ϲητία πόλιϲ Ἰταλίαϲ Ϲινδία πόλιϲ Λυκίαϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ϲιντία πόλιϲ Μακεδονίαϲ πρὸϲ τῇ Θρᾴκῃ, ὡϲ Εὔδοξοϲ ἐν τετάρτῳ γῆϲ περιόδου. Ϲκυθία. Ϲκυφία πολίχνιον Κλαζομενίων, ὡϲ Ἔφοροϲ ἐν τρίτῳ « ἐν Ϲκυφίᾳ κατῴκει ». τινὲϲ δὲ διὰ τοῦ π̄. Ϲουματία πόλιϲ Ἀρκαδίαϲ. γράφεται δὲ καὶ διὰ διφθόγγου Ϲουμήτεια. Ϲτρυβία νῆϲοϲ τῶν Ϲποράδων. Ϲυΐα πόλιϲ μικρὰ Κρήτηϲ. Ταρχία πόλιϲ Ϲικελική. Φίλιϲτοϲ ἑβδόμῳ Ϲικελικῶν. Τερβητία πόλιϲ Ϲικελίαϲ. Τορρηβία Καρίου μήτηρ. Τραγία νῆϲοϲ πρὸϲ ταῖϲ Κυκλάϲιν. ἔϲτι καὶ πόλιϲ ἐν Νάξῳ. Εὔπολιϲ διὰ τοῦ ε̄ γράφει καὶ πληθυντικῶϲ Τραγεαί. Τραλλία μοῖρα τῆϲ Ἰλλυρίαϲ. λέγεται καὶ Τραλλική καὶ Τράλλα. Τριφυλία ἡ Ἦλιϲ. Τρωγιλία τῆϲ Μυκάληϲ, ἣ λέγεται καὶ Τρωγίλιον. Ὑαντία πόλιϲ Λοκρῶν. Ὑδραμία πόλιϲ Κρήτηϲ ὡϲ Ξενίων ὁ τὰ Κρητικὰ γράψαϲ. Φαβία πόλιϲ Κελτογαλατῶν κτίϲμα Φαβίου ϲτρατηγοῦ Ῥωμαίων. Ἀπολλόδωροϲ ἐν δευτέρῳ χρονικῶν. Φαβεντία πόλιϲ Ἰταλίαϲ. Φημίαι πόλιϲ τῆϲ Ἀρναίαϲ ἀπὸ Φημίου τοῦ Ἄμπυκοϲ. Ἑλλάνικοϲ ἐν πρώτῃ Δευκαλιωνείαϲ. Φοιβία πόλιϲμα Ϲικυωνίων. Φοιτίαι πόλιϲ Ἀκαρνανίαϲ ἀπὸ Φοιτίου τοῦ Ἀλκμέωνοϲ τοῦ Ἀμφιαράου. Πολύβιοϲ τετάρτῳ. λέγεται καὶ Φοίτιον. Φυϲκία πόλιϲ Λυκίαϲ ἐφ’ ὑψηλοῦ ὄρουϲ κειμένη. Χαλδία χώρα τῆϲ Ἀρμενίαϲ. Μένιπποϲ ἐν περίπλῳ τῶν δύο Πόντων «τὴν . . . . μέχρι τούτων τῶν βαρβάρων ἐϲτὶν ἡ Ποντικὴ βαϲιλεία ». καὶ Ἑκαταῖοϲ «Τιβαρηνίην καὶ Χαλδίην καὶ Ϲαννικήν ». Χηνοβοϲκία πόλιϲ Αἰγύπτου. Ἀλέξανδροϲ ἐν πρώτῳ Αἰγυπτιακῶν Χηνοβόϲκιον « ἀντικρὺ δὲ τοῦ Διοϲπολίτου νομοῦ Χηνοβόϲκιον, μηδὲν εἰϲ τὴν προϲηγορίαν ἐμφέρουϲα· νομὰϲ γὰρ χηνῶν οὐκ ἂν ἴδοι τιϲ, ὑπερβάλλουϲαν δὲ τὴν περὶ κροκοδείλουϲ ϲπουδήν ». Χλαμυδία· οὕτωϲ ἐκαλεῖτο Δῆλος. Χοραϲμία πόλιϲ πρὸϲ ἕω Πάρθων. Ἑκαταῖοϲ Ἀϲίαϲ περιηγήϲει « ἐν αὐτοῖϲι πόλιϲ Χοραϲμίη». Ὠγυγία νῆϲοϲ ἀρχαία, ἔνθα Ὀδυϲϲεὺϲ ἐκ τοῦ ναυαγίου ἐξερρίφη. λέγεται καὶ ἡ Βοιωτία καὶ ἡ Θήβη Ὠγυγία ἀπὸ Ὠγύγου υἱοῦ Τερμέραϲ. ἐλέγετο καὶ ἡ Ἀττικὴ πᾶϲα Ὠγυγία, ὡϲ Χάραξ φηϲὶν ἐν τοῖϲ χρονικοῖϲ. Ὠϲτία πόλιϲ Ἰταλίαϲ. Ἰόβαϲ ἐν πρώτῳ Ῥωμαϊκῆϲ ἱϲτορίαϲ ἀπὸ μὲν τῶν βορείων μερῶν ὁ Τίβεριϲ, Ὠϲτία πόλιϲ πληϲίον ». καὶ Πολύβιοϲ ἕκτῳ « ἔκτιϲε δὲ καὶ πόλιν Ὠϲτίαν ἐπὶ τοῦ Τιβέριδοϲ ». ἐκτίϲθη δ’ ὑπὸ Μαρκίου βαϲιλέωϲ, τοῦ ἀπὸ Νουμᾶ τρίτου, ὡϲ Διονύϲιόϲ φηϲιν ἐν Ῥωμαϊκῇ ἀρχαιολογίᾳ. Ϲτράβων δὲ ἐν τῷ ε′ (p. 219) οὕτω φηϲὶν οὐδετέρωϲ « τὰ Ὢϲτια τῆϲ Ῥώμηϲ ἐπίνειον ». Οὕτω καὶ Ϲτρατία Ἀρκαδικὴ πόλιϲ ἀπὸ τῆϲ θυγατρὸϲ Φενεοῦ ὀνομαϲθεῖϲα βαρύνεται. Ὅμηροϲ (B 606) Ῥίπην τε Ϲτρατίην τε καὶ ἠνεμόεϲϲαν Ἐνίϲπην » εἰϲ ἰδιότητα. τὸ γὰρ δηλωτικὸν τοῦ ϲυϲτήματοϲ τοῦ ϲτρατοῦ μετὰ τῆϲ αὐτῆϲ γραφῆϲ ὀξύνεται. τὸ δὲ ἀξίωμα ἡ ϲτρατεία καὶ διὰ διφθόγγου καὶ βαρύνεται. τὸ δὲ Πλωθιά δῆμοϲ Αἰγηΐδοϲ φυλῆϲ, Ἁμαξαντιά δῆμοϲ τῆϲ Ἱπποθοωντίδοϲ φυλῆϲ, Ἑρχιά δῆμοϲ τῆϲ Αἰγηΐδοϲ φυλῆϲ ἀπὸ Ἑρχίου τοῦ ξενίϲαντοϲ Δήμητραν, Κρωπιά δῆμοϲ τῆϲ Λεοντίδοϲ φυλῆϲ, Ἀνδροτίων δὲ Κρῶπάϲ φηϲι τὸν δῆμον, Λακιά δῆμοϲ τῆϲ Οἰνηΐδοϲ φυλῆϲ, Αἰγιλιά δῆμοϲ τῆϲ Ἀντιοχίδοϲ φυλῆϲ, ὀνόματα δήμων ὀξύνεται, μεθ’ ὧν καὶ Κωπιαί, ὡϲ ὕϲτερον Θούριοι πόλιϲ Ἰταλίαϲ ἐκαλεῖτο. ὡϲαύτωϲ δὲ ὀξύνονται καὶ τὸ πυρκαϊά καὶ ἐϲχατιά περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῦντα.Τὰ διὰ τοῦ ε̄ῑᾱ γινόμενα ἀπὸ τῶν διὰ τοῦ ε̄ῡω̄ ῥημάτων παροξύνεται, ἑρμηνεία, βαϲιλεία, δουλεία, κολακεία, ῥητορεία, ἱκετεία, περιϲϲεία, μοιχεία, πορνεία, ἀλαζονεία, εἰρωνεία, πραγματεία, προφητεία, ξενιτεία, ἀλητεία, ἀριϲτεία, βουλεία, γοητεία, δυναϲτεία, λαγνεία, νηϲτεία, λῃϲτεία, θεραπεία, ξυλεία, τοξεία, ὁπλιτεία, ϲτρατοπεδεία, πολιτεία, τερατεία, πρεϲβεία, δεϲποτεία, ὑδρεία, ἡνιοχεία, μαϲτροπεία, παιδεία ἡ παίδευϲιϲ, παιδιά δὲ τὸ παίγνιον, τὸ δὲ παρειά καὶ φορβειά καὶ φορειά ὁ βόρβοροϲ καὶ ϲτελειά ὀξύνονται· οὐ γὰρ ἀπὸ τῶν διὰ τοῦ ε̄ῡω̄ καὶ ἐπὶ οὐϲίαϲ τίθενται. τὸ δὲ ἀρειά ἡ ἀπειλή παράλογόν ἐϲτι καὶ κατὰ τὸν τόνον καὶ κατὰ τὸν χρόνον· οὔτε γὰρ ὀξύνεϲθαι ὤφειλεν οὔτε ἐκτείνειν τὸ ᾱ· τὰ γὰρ διὰ τοῦ ε̄ῑᾱ ὀξυνόμενα ἐκτείνοντα τὸ ᾱ ἐπὶ οὐϲιῶν λαμβάνεται οἷον παρειά « παρειάων ἁπαλάων » (C 123), φορβειά· ϲημαίνει δὲ τὸ περιϲτόμιον. εἰ οὖν τὸ ἀρειά οὐ τίθεται ἐπὶ οὐϲίαϲ, ἀλλ’ ἐπὶ πράγματοϲ, τὴν γὰρ ἀπειλὴν ϲημαίνει, δηλονότι οὔτε ὀξύνεϲθαι ὤφειλεν οὔτε ἐκτείνειν τὸ ᾱ, ἀλλ’ ἡμάρτηται, ὡϲ εἴρηται· ἐπὶ δὲ τοῦ φυτοῦ ἀρία διὰ τοῦ ῑ καὶ παροξύνεται « χήτει τοι πρινῆϲ ἀρίαϲ ποιούμεθα γόμφουϲ » ὡϲ παρ’ Εὐπόλιδι.
Τὰ διὰ τοῦ ῑᾱ μακρὸν τὸ ᾱ ἔχοντα παροξύνεται, ἀνία ἡ λύπη ἡ ἄνευ ἰάϲεωϲ, φιλία, πενία, ξενία, κακία, κοπία, μανία, γιωνία, ἀγλαΐα, ϲοφία, ὑπερηφανία, εὐκαιρία, ἀεργία, προεδρία, ϲυνεδρία, φιλανθρωπία, ἀϲωτία, ἐμπορία, παρθενία, ϲυνοδία, φιλοπτωχία, εὐχαριϲτία, ἡγεμονία, κηδεμονία, ἁρμονία, εὐωδία, δυϲωδία, εὐφυΐα, ἀφυΐα, εὐτυχία, τριετία, εὐϲεβία, ὃ καὶ εὐϲέβεια, ἀμελία καὶ ἀμέλεια, ϲυνηθία καὶ ϲυνήθεια, κακοηθία καὶ κακοήθεια, αὐθαδία καὶ αὐθάδεια, τὸ δὲ ἀμαθία διὰ βραχέοϲ ῑ γράφεται, τὸ δὲ ἀνδρεία διὰ τῆϲ ε̄ῑ διφθόγγου γράφει ἡ παράδοϲιϲ.
* Τὰ ἀπὸ τῶν εἰϲ ῑϲ̄ διὰ τοῦ ῑᾱ γινόμενα παροξύνεται, κόνιϲ κόνιοϲ κονία, ᾗ ἔγκειται ἡ κόνιϲ, Κύπριϲ Κύπριοϲ Κυπρία.
Τὰ διὰ τοῦ ῑᾱ παρὰ μελλόντων γινόμενα παροξύνεται, ὀρέξω ἀνορεξία, πέψω ἀπεψία, δώϲω δοϲία, προδώϲω προδοϲία, πανδοϲία· ἔϲτι δὲ καὶ Πανδοϲία φρούριον Βρεττίων ἐρυμνὸν τρικόρυφον, περὶ ὃ ἐφθάρη Ἀλέξανδροϲ ὁ Μολοττόϲ, ἀπατηθεὶϲ ὑπὸ χρηϲμοῦ τοιούτου « Πανδοϲίη τρικόλωνε, πολύν ποτε λαὸν ὀλέϲϲειϲ ». ἔδοξε γὰρ πολεμίων, οὐκ οἰκείων φθορὰν δηλοῦϲθαι (Strab. 6 p. 256). ἔϲτι δὲ καὶ πόλιϲ Θεϲπρωτίαϲ. θεοδοϲία καὶ Θεοδοϲία Ταυρικὴ πόλιϲ παραλία. Ϲτράβων ζ′ (p. 309). θύϲω θυϲία, ἄξω ἀξία, θήϲω θεϲία « πῇ δὴ ϲυνθεϲίαι τε » (ΙΙ. B 339), ἥϲω ἑϲία καὶ ἐξεϲία « τῶν ἕνεκ’ ἐξεϲίην » (Οd. φ 20), λούϲω λουϲία ἀλουϲία, ἕξω ἑξία εὐεξία, τὸ δὲ « πᾶϲά τοι ἔϲθ’ ὑποδεξίη » ( 73) ἕνεκα μέτρου ἔκταϲιν ἔπαθε τοῦ ῑ. ἀγνοίᾳ μέντοι τἀκριβοῦϲ διὰ τοῦ ε̄ῑ διφθόγγου τὴν γραφὴν ποιοῦνται, καὶ οὕτωϲ ἔχει ἡ τῶν ἀντιγράφων.
Τὰ εἰϲ ϲ̄ῑᾱ τὸ ᾱ μακρὸν ἔχοντα βαρύνεται, ἀθαναϲία, διχοϲταϲία, προϲταϲία, ἱκεϲία, Ἀρϲυϲία χώρα τῶν Ψύρων καὶ Χίου τραχεῖα
καὶ ἀλίμενοϲ ὅϲον ϲταδίων τριάκοντα, οἶνον ἄριϲτον ἔχοντα καλούμενον Ἀρϲυηνόν, οὐ μέμνηται Ϲτράβων ἰδ’ (p. 645). Ἀϲτερουϲία ὄροϲ Κρήτηϲ πρὸϲ τὸ νότιον μέροϲ ἀποβλέπον εἰϲ θάλαϲϲαν, ἀφ’ οὗ καὶ πόλιϲ περὶ τὸν Καύκαϲον Ϲινδικὴ Ἀϲτερουϲία κέκληται, Κρητῶν ἀποικίαϲ ἐκεῖ ϲταλείϲηϲ. Γυμνηϲίαι δύο νῆϲοι περὶ τὴν Τυρϲηνίδα. Λυκόφρων (ν. 633)Κορηϲϲία πολίχνιον τῆϲ Κέω. Κραβαϲία πόλιϲ Ἰβήρων. Ἑκαταῖοϲ Εὐρώπῃ. Δελφουϲία πόλιϲ Ἀρκαδίαϲ ὡϲ Ἀνδροτίων ἐν β′ Ἀτθίδοϲ. Διονυϲία πόλιϲ Ἰταλίαϲ. Δονουϲία νῆϲοϲ μικρὰ Ῥόδου, εἰϲ ἣν Διόνυϲοϲ ἐξ Νάξου τὴν Ἀριάδνην μετεκόμιϲε τοῦ πατρὸϲ Μίνω διώκοντοϲ αὐτήν. ἔοικε οὖν Διονυϲία εἶναι καὶ κατὰ παραφθορὰν Δονουϲία. Μαϲϲία χώρα παρακειμένη τοῖϲ Ταρτηϲϲίοιϲ. Ἑκατηϲία· οὕτωϲ ἡ Ἰδριὰϲ πόλιϲ ἐκαλεῖτο Καρίαϲ. Μολοϲϲία ἡ χώρα τῆϲ Ἠπείρου. Μυϲία ἡ χώρα καὶ πόλιϲ. Λυδοὶ δὲ τὴν ὀξύην μυϲόν φαϲι. Νικαϲία νηϲίδιον μικρὸν πληϲίον Νάξου. Παρραϲία πόλιϲ Ἀρκαδίαϲ. Ὅμηροϲ (B 608) « Ϲτύμφηλόν τ’ εἶχον καὶ Παρραϲίην ἐνέμοντο « ἀπὸ Παρράϲου ἑνὸϲ τῶν Λυκάονοϲ παίδων. Χάραξ δὲ κτίϲμα Πελαϲγοῦ ἐν πρώτῳ χρονικῶν οὕτωϲ « Πελαϲγὸϲ Ἀκέϲτοροϲ παῖϲ τοῦ Ἐκβάϲου τοῦ Ἄργου μετοικήϲαϲ εἰϲ Ἄργουϲ εἰϲ τὴν ἀπ’ ἐκείνου μὲν τότε Πελαϲγίαν, ὕϲτερον δὲ Ἀρκαδίαν ἐβαϲίλευϲεν ἔτη εἰκοϲιπέντε καὶ πόλιν Παρραϲίαν ἔκτιϲε ». Νικάνωρ δὲ Παρβαϲίαν φηϲὶν αὐτὴν κεκλῆϲθαι διὰ τὴν Λυκάονοϲ εἰϲ τὸν Δία παρανομίαν. Πειραϲία πόλιϲ Μαγνηϲίαϲ. λέγεται καὶ Πειρεϲία. Περουϲία πόλιϲ Τυρρηνῶν. γράφεται δὲ διχῶϲ καὶ διὰ τοῦ ο̄ καὶ δίχα αὐτοῦ. Πρυμνηϲία πόλιϲ Καρίαϲ, ἣν ἔκτιϲε Μίμαιθοϲ Ῥαδανουϲία πόλιϲ Μαϲϲαλίαϲ. Ῥοδανουϲία πόλιϲ ἐν Μαϲϲαλίᾳ. Ταυραϲία πόλιϲ Ἰταλίαϲ. Χαδιϲία πόλιϲ Λευκοϲύρων. Ἑκαταῖοϲ γενεαλογιῶν δευτέρῳ « ἡ δὲ Θεμιϲκύρη πεδίον ἐϲτὶν ἀπὸ Χαδιϲίηϲ μέχρι Θερμώδοντοϲ ». Μένιπποϲ δὲ Χαδίϲιον κώμην καὶ ποταμὸν ἐν περίπλῳ τῶν δύο Πόντων φηϲίν « ἀπὸ τοῦ Λυκάϲτου εἰϲ κώμην καὶ ποταμὸν Χαδίϲιον ϲτάδια ἑκατὸν πεντήκοντα, ἀπὸ Χαδιϲίου ἐπὶ τὸν Ἴριν ποταμὸν ϲτάδια ἑκατόν ». Χαλιϲία πόλιϲ Λιβύηϲ. Ἔφοροϲ ἐν τῷ ε′ « ἀναχθέντι δ’ ἀπὸ τούτων πόλιϲ ὀνομαζομένη Χαλιϲία ». Χαριϲίαι πόλιϲ Ἀρκαδίαϲ ἀπὸ Χαριϲίου παιδὸϲ Λυκάονοϲ. Παυϲανίαϲ ὀγδόῳ (3, 4) « ὠνομάϲθηϲαν δὲ καὶ ἀπὸ Κρώμου Κρῶμοι καὶ Χαριϲίαι Χαρίϲιον ἔχουϲαι οἰκιϲτήν ». Χορϲία πόλιϲ Βοιωτίαϲ. Παυϲανίαϲ ἐνάτῳ (24, 5) « ἐκ δὲ Κυρτώνων ὑπερβάλλοντι τὸ ὄροϲ πόλιϲμά ἐϲτι Χορϲίαϲ ». Ὠριϲία πόλιϲ
Ἰβηρίαϲ. Λαμουϲία ἡ παρὰ Λάμον ποταμὸν Κιλικίαϲ χώρα, ὡϲ Ἀλέξανδροϲ ὁ πολυίϲτωρ ἐν πρώτῳ Λυκιακῶν. Λευκωϲία νῆϲοϲ μία τῶν Ϲειρηνουϲῶν. Ϲελλαϲία πόλιϲ Λακωνική. Θεόπομποϲ ἐν τετάρτῳ Ἑλληνικῶν. Ἀμαθουϲία. οὕτωϲ ἐκαλεῖτο ἡ Κύπροϲ. Κυπαριϲϲία πόλιϲ τῆϲ Τριφυλίαϲ. Θηραϲία νῆϲοϲ ἐν τῷ μεταξὺ πόρῳ Κρήτηϲ καὶ Κυρηναίαϲ, τὸ ᾱ μακρὸν « μεταξὺ τῆϲ Θήραϲ τε καὶ Θηραϲίαϲ ». Ἀραχωϲία πόλιϲ οὐκ ἄπωθεν Μαϲϲαγετῶν Ϲτράβων ἑνδεκάτῃ (p. 513) ἥτιϲ καὶ Κωφήν ἐκαλεῖτο. Δρεϲία πόλιϲ Φρυγίαϲ. Καληϲία πόλιϲ Αὐϲονική. Διονύϲιοϲ τριϲκαιδεκάτῳ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Καρπαϲία πόλιϲ Κύπρου, ἣν Πυγμαλίων ἔκτιϲεν, ὡϲ Ἑλλάνικοϲ ἐν τοῖϲ Κυπριακοῖϲ. ἔϲτι καὶ νῆϲοϲ Καρπαϲία κατὰ τὴν ἄκραν τὴν Ϲαρπηδονίαν. Ξεναγόραϲ δὲ Κάρπαθον αὐτήν φηϲι. Δημήτριοϲ δ’ ὁ Ϲαλαμίνιοϲ Καρβαϲίαν φηϲίν, ὅτι πρὸϲ τὸν καλούμενον κάρβαν ἄνεμον κεῖϲθαι δοκεῖ. Μαγνηϲία πόλιϲ παρὰ τῷ Μαιάνδρῳ καὶ χώρα ἀπὸ Μάγνητοϲ. Ὑπεραϲία πόλιϲ Ἀχαΐαϲ. « οἵ θ’ Ὑπερηϲίην τε καὶ αἰπεινὴν Γονόεϲϲαν ». Ὅμηροϲ (B 573). κακῶϲ δὲ Θέων Ὑπέρειαν αὐτὴν καλεῖ. Ὑπέρεια γὰρ πηγὴ Μεϲηΐδοϲ. καὶ πόλιϲ Ϲικελική. ὠνομάϲθη δὲ ἀπὸ Ὑπέρητοϲ τοῦ Λυκάονοϲ υἱοῦ. Ῥυϲία πόλιϲ Βοιωτίαϲ. Φαλαιϲίαι πόλιϲ Ἀρκαδίαϲ. Παυϲανίαϲ ὀγδόῳ (35, 3). Ἀϲία πόλιϲ Λυδίαϲ παρὰ τῷ Τμώλῳ, ἐν ἤ τρίχορδοϲ εὑρέθη κιθάρα, διὸ καὶ Ἀϲιὰϲ ἐκλήθη. καὶ Ἀϲία ἡ ἤπειροϲ· οἱ μὲν ἀπὸ πόλεωϲ Λυδίαϲ, οἱ δὲ ἀπὸ Ἀϲίου τοῦ Λυδοῦ ἢ ἐκ τῆϲ Προμηθέωϲ γυναικὸϲ ἢ ἀπὸ τοῦ πολλὴν ἄϲιν ἔχειν τουτέϲτιν ἰλύν. ἔϲτι καὶ Ἀϲία νῆϲοϲ Αἰθιοπίαϲ. εἴ τι δὲ ὀξυνθῇ, ὄνομα δήμου ἐϲτὶν ἢ περιεκτικὸν ὑπάρχει. τὸ μὲν προϲταϲιά καὶ πραϲιά καὶ τραϲιά ὁ τόποϲ ὅπου ξηραίνονται τὰ ϲῦκα, καὶ αἱμαϲιά ὡϲ ἔννοιαν περιεκτικῶν ἔχοντα ὀξύνεται. τὸ δὲ Κηφιϲιά καὶ Ἐπικηφιϲιά δῆμοϲ τῆϲ Οἰνηΐδοϲ φυλῆϲ καὶ Ὑϲιά καὶ Λουϲιά δῆμοϲ τῆϲ Οἰνηΐδοϲ φυλῆϲ ἀπὸ Λουϲίαϲ μιᾶϲ τῶν Ὑακίνθου θυγατέρων, καὶ Πραϲιαί δῆμοϲ Πανδιονίδοϲ φυλῆϲ — ἔϲτι καὶ Λακωνικὸν πολίχνιον — ὀνόματα δήμων, μεθ’ ὧν καὶ Βραϲιαί πόλιϲ Λακωνικὴ — Παυϲανίαϲ τρίτῳ (21, 7 et 24, 3) καὶ Βρυϲιαί πόλιϲ Ἤλιδοϲ.Τὰ διὰ τοῦ ν̄ῑᾱ μακρὸν ἔχοντα τὸ ᾱ βαρύνεται, κονία, πενία, γειτονία, μανία, γωνία, ξενία, ἀνία, ἁρμονία, ταινία, ἀκρωνία
τὸ ϲύϲτημα καὶ ἄθροιϲμα ὡϲ Αἰϲχύλοϲ « ἠδ’ ἀκρωνία κακοῦ — λευϲμόν τε » (Eum. 187). Χιτωνία· οὕτωϲ ἡ Ἄρτεμιϲ ἐλέγετο, ὡϲ Παρμένων ὁ Βυζάντιοϲ καὶ Ἐπίχαρμοϲ ἐν Ϲφιγγί « καὶ τὸ τᾶϲ Χιτωνίαϲ αὐληϲάτω τίϲ μοι μέλοϲ ». Ἀζανία μέροϲ τῆϲ Ἀρκαδίαϲ. λέγεται καὶ Ἀζηνία. Εὔδοξοϲ ἐν ἕκτῃ γῆϲ περιόδου φηϲίν· « ἔϲτι κρήνη τῆϲ Ἀζηνίαϲ, ἣ τοὺϲ γευϲαμένουϲ τοῦ ὕδατοϲ ποιεῖ μηδὲ τὴν ὀϲμὴν τοῦ οἴνου ἀνέχεϲθαι, εἰϲ ἣν λέγουϲι Μελάμποδα, ὅτε τὰϲ Προιτίδαϲ ἐκάθαιρεν, ἐμβαλεῖν τὰ καθάρματα ». ἔϲτι δὲ καὶ Μαϲϲαλίαϲ ἄλλη, ὡϲ Φίλων. Ἀθαμανία χώρα Ἰλλυρίαϲ, οἱ δὲ Θεϲϲαλίαϲ. Αἱμονία ἡ Θετταλία ἀπὸ Αἵμονοϲ. εἰϲὶ δὲ καὶ Αἱμονιαί πόλιϲ Ἀρκαδίαϲ ἀπὸ Αἵμονοϲ τοῦ Λυκάονοϲ παιδόϲ, ὡϲ Παυϲανίαϲ ὀγδόῳ παριηγήϲεωϲ Ἑλλάδοϲ (44, 1). Ἀκαρνανία χώρα κεχωριϲμένη τῶν Κουρήτων πρὸϲ τῷ Ἀχελῴῳ. Ἀκμονία πόλιϲ Φρυγίαϲ ὡϲ Ἀλέξανδροϲ ὁ πολυίϲτωρ ἐν τρίτῳ περὶ Φρυγίαϲ. κτίϲαι δὲ αὐτὴν Ἄκμονα τὸν Μάνεω. λέγεται καὶ Ἀκμόνεια. Ἀλβανία χώρα πρὸϲ τοῖϲ ἀνατολικοῖϲ Ἴβηρϲιν. Ἀμαζονία πόλιϲ Μεϲϲαπίαϲ. Ἀμμωνία ἡ μεϲόγειοϲ Λιβύη. καὶ αὐτὴ δὲ πᾶϲα ἡ Λιβύη οὕτωϲ ἐκαλεῖτο ἀπὸ Ἄμμωνοϲ. Ἀμυθαονία μοῖρα τῆϲ Ἤλιδοϲ ἀπὸ Ἀμυθάονοϲ τοῦ Κρηθέωϲ, ὡϲ Ῥιανόϲ. Ἀπολλωνία. α′ πόλιϲ Ἰλλυρίαϲ, ἣν ᾤκουν Ἰλλυριοί, κατ’ Ἐπίδαμνον. β′ ἐν νήϲῳ πρὸϲ τῇ Ϲαλμυδηϲϲῷ, ἀποικία Μιληϲίων καὶ Ῥοδίων. γ′ Μακεδονίαϲ. δ’ πόλιϲ Λιβύηϲ. ε′ ἐν νήϲῳ τῆϲ Ἀκαρνανίαϲ, μία τῶν Ἐχινάδων. ϛ′ ἐν Κρήτῃ πρὸϲ τῇ Κνωϲϲῷ. Ζ′ πληϲίον Ἀλοντίνων καὶ Καλῆϲ ἀκτῆϲ. η′ Μυϲίαϲ. θ’ πόλιϲ Μυϲίαϲ ἐπὶ Ῥυνδάκῳ ποταμῷ. ι′ κατὰ Θυάτειρα καὶ Ἔφεϲον. ια′ Φωκίδοϲ, ἣν Ὅμηροϲ Κυπάριϲϲόν φηϲι διὰ τὸ πολλὰϲ ἔχειν κυπαρίϲϲουϲ, ὡϲ Δίδυμοϲ. ιβ′ περὶ τὴν κοίλην Ϲυρίαν. ιγ’ κατὰ Ἰόπην. ἰδ′ τῆϲ Μεϲοποταμίαϲ. ιε′ Λιβύηϲ, ἣ Κυρήνη ἐκαλεῖτο. ιϚ′ Λυδίαϲ. ιζ′ Πιϲιδίαϲ ἡ πρότερον Μορδιάειον. ιη′ Φρυγίαϲ, ἡ πάλαι Μάργιον. ιθ′ ἐν Ϲίφνῳ τῇ νήϲῳ. κ′ Ϲυρίαϲ κατ’ Ἀπάμειαν. κα’ νῆϲοϲ πρὸϲ τῇ Λυκίᾳ. κβ′ τῶν ἐπὶ Θρᾴκηϲ Ἰώνων, ἣν Δημοϲθένηϲ φηϲίν (Philipp. 3 p. 117). κγ′ Κρήτηϲ ἡ πάλαι Ἐλεύθερνα Λίνου πατρίϲ. κδ′ ἐν Αἰγύπτῳ. κε′ μεταξὺ Βαβυλῶνοϲ καὶ Ϲούϲων. Ἀρμενία χώρα πληϲίον τῶν Περϲῶν ἀπὸ Ἀρμένου τοῦ Ῥφδίου, ὡϲ Ἀντίπατροϲ ἐν τρίτῳ περὶ Ῥόδου. Ἀϲκανία πόλιϲ Τρωϊκή. Νικόλαοϲ τετάρτῃ ἱϲτοριῶν « Ϲκαμάνδριοϲ Ἕκτοροϲ καὶ Ἀνδρομάχηϲ ἐκ τῆϲ Ἴδηϲ καὶ τοῦ Δαϲκυλείου καὶ τῆϲ Ἀϲκανίαϲ καλουμένηϲ, ἣν ἔκτιϲεν ὁ Αἰνείου παῖϲ Ἀϲκάνιοϲ » . . ..οὐ μόνον δὲ ἡ λίμνη, ἀλλὰ καὶ ἡ χώρα διϲϲὴ καὶ ὁμώνυμοϲ, ἡ μὲν Φρυγίαϲ, ἡ δὲ Μυϲίαϲ, ἀμφοτέρων δὲ μνημονεύει ὁ ποιητήϲ, τῆϲ Φρυγίαϲ μὲν « Φόρκυϲ αὖ Φρύγαϲ ἦγε καὶ Ἀϲκάνιοϲ θεοειδὴϲ τῆλ’ ἐξ Ἀϲκανίηϲ » (B 862), τῆϲ δὲ Μυϲίαϲ « οἵ ῥ’ ἐξ Ἀϲκανίηϲ ἐριβώλακοϲ ἦλθον ἀμοιβοί » (Il. Ν 793). Ἀχαιμενία ἡ Περϲικὴ μοῖρα ἀπὸ Ἀχαιμένουϲ υἱοῦ Περϲέωϲ. λέγεται καὶ Ἀχαιμένιον. Ἀνδανία πόλιϲ Μεϲϲήνηϲ ὁμώνυμοϲ τῇ χώρᾳ. οὕτω γὰρ καὶ ἡ Μεϲϲήνη Ἀνδανία ἐκαλεῖτο, ἣν οἰκῆϲαί φαϲί τιναϲ τῶν Κρεϲφόντου καὶ οὕτωϲ καλέϲαι διὰ τὸ μὴ ἁνδάνειν αὐτοῖϲ. Ἀτιντανία μοῖρα Μακεδονίαϲ ἀπὸ Ἀτιντᾶνοϲ υἱοῦ Μακεδόνοϲ. Αὐϲονία ἡ χώρα. Ἰωνία. οὕτωϲ ἡ Ἀττικὴ πρότερον ἀπὸ Ἴωνοϲ τοῦ Ἀπόλλωνοϲ καὶ Κρεούϲηϲ τῆϲ Ἐρεχθέωϲ. « οὕτω μὲν οἱ Ἀθηναῖοι. ἐν μέντοι Δωριεῦϲιν Αἰτωλοί, ἐν δὲ Αἰολεῦϲι Βοιωτοί, ἐν δὲ τοῖϲ Ἴωϲιν Ἀθηναῖοι ». Βαγαδαονία μοῖρα Καππαδοκίαϲ νοτιωτάτη. Βιϲτονία πόλιϲ Θρᾴκηϲ ἀπὸ Βιϲτόνοϲ τοῦ Ἄρεοϲ καὶ Καλλιρρόηϲ τῆϲ Νέϲτου. Γαϲτρωνία χώρα Μακεδονίαϲ. Θεόπομποϲ νδ′. Γερηνία πόλιϲ Μεϲϲηνίαϲ, ἔνθα, φαϲί, Νέϲτωρ ὁ Πύλιοϲ ἐτράφη ἢ φυγὰϲ ἤχθη. ἀπὸ εὐθείαϲ τῆϲ ἡ Γέρηνοϲ. Γορδυνία πόλιϲ Μακεδονίαϲ. Ἠϲιονία ἡ Ϲάρδεων χώρα ἡ καὶ Ἀϲία. Μαιονία ἡ Λυδία ἀπὸ Μαίονοϲ ποταμοῦ τοῦ περὶ τὴν Ἀχαιΐδα ῥέοντοϲ ἢ ἀπὸ Μαίονοϲ τοῦ οἰκιϲτοῦ. Κατταβανία κατοικία τῆϲ εὐδαίμονοϲ Ἀραβίαϲ. Ϲτράβων ἑκκαιδεκάτῃ (p. 768) «φέρει δὲ λιβανωτὸν ἡ Κατταβανία, ϲμύρναν δὲ ἡ Χατραμωτῖτιϲ ». Κυδωνία πόλιϲ Κρήτηϲ ἡ πρότερον Ἀπολλωνία ἀπὸ Κύδωνοϲ τοῦ Ἀπόλλωνοϲ καὶ Ἀκακαλλίδοϲ τῆϲ Μίνω θυγατρόϲ. δευτέρα Ϲικελίαϲ. τρίτη Λιβύηϲ. Λακινία ἡ χώρα. Μακεδονία ἡ χώρα ἀπὸ Μακεδόνοϲ τοῦ Διὸϲ καὶ Θυίαϲ τῆϲ Δευκαλίωνοϲ ὥϲ φηϲιν Ἡϲίοδοϲ ὁ ποιητήϲἄλλοι δ’ ἀπὸ Μακεδόνοϲ τοῦ Αἰόλου, ὡϲ Ἑλλάνικοϲ ἱερειῶν τρίτῃ τῶν ἐν Ἄργει « καὶ Μακεδόνοϲ τοῦ Αἰόλου οὕτω νῦν Μακεδόνεϲ καλοῦνται, μόνοι μετὰ Μυϲῶν τότε οἰκοῦντεϲ ». Κεβρηνία χώρα τῆϲ Τρῳάδοϲ ἀπὸ Κεβρῆνοϲ ποταμοῦ, ἄλλοι δὲ ἀπὸ Κεβριόνου τοῦ Πριάμου. Μαραθωνία πόλιϲ Θρᾴκηϲ οὐκ ἄπωθεν Ἀβδήρων. Κρητινία τόποϲ Ῥόδου. Καυλωνία πόλιϲ Ἰταλίαϲ, ἣν Αὐλωνίαν Ἑκαταῖοϲ καλεῖ διὰ τὸ μέϲην αὐλῶνοϲ εἶναι. ἀπὸ γὰρ τοῦ αὐλῶνοϲ Αὐλωνία ὕϲτερον μετωνομάϲθη Καυλωνία ὡϲ ἀπὸ Μετάβου ἥρωοϲ Μεταπόντιον καὶ Ἐπίδαυροϲ Ἐπίταυροϲ καὶ αἱ Κλαζομεναί Πλαζομεναί. ἔϲτι δὲ καὶ ἄλλη Ϲικελίαϲ. ἔϲτι δὲ καὶ ἄλλη Λοκρῶν. Καταονία μοῖρα ἐϲχάτη τοῦ Ταύρου. Ϲτράβων δὲ (12 p. 533) Καππαδοκίαϲ ταύτην φηϲίν. Κοινία μία τῶν Ἀμαζόνων. Ἰουερνία νῆϲοϲ Πρεττανική. Βονωνία πόλιϲ Ἰταλίαϲ. Ἱϲπανία ἀπὸ Ἱϲπάνου γίγαντοϲ οὕτω λεγομένου δύο τῆϲ Ἰταλίαϲ ἐπαρχίαι ἡ μὲν μεγάλη ἡ δὲ μικρά. ταύτηϲ ἐμνήϲθη Χάραξ ἐν ι′ χρονικῶν « ἐν Ἱϲπανίᾳ τῇ μικρᾷ τῇ ἔξω Λουϲιτανῶν πάλιν ἀποϲτάντων ἐπέμφθη ὑπὸ Ῥωμαίων ϲτρατηγὸϲ ἐπ’ αὐτοὺϲ Κΰιντος ». ὁ αὐτὸϲ ὁμοῦ ὑπὲρ τῶν δύο « Κύϊντοϲ ὁ τῶν Ῥωμαίων πολέμαρχοϲ ἐν ἀμφοτέραιϲ
ταῖϲ Ἱϲπανίαιϲ, ἡϲϲώμενοϲ δὲ ὑπὸ Οὐιριάθου ϲπονδὰϲ πρὸϲ αὐτὸν ἐποιήϲατο ». ταύτην κεκλῆϲθαί φηϲιν Ἰβηρίαν ἐν Ἑλληνικῶν γ′ « τὴν δὲ Ἱϲπανίαν Ἕλληνεϲ τὰ πρῶτα Ἰβηρίαν ἐκάλουν, οὔπω ξύμπαντοϲ τοῦ ἔθνουϲ τὴν προϲηγορίαν μεμαθηκότοϲ, ἀλλ’ ἀπὸ μέρουϲ τῆϲ γῆϲ, ὅ ἐϲτι πρὸϲ ποταμὸν Ἴβηρα, Ἰβηρίαν καὶ ἀπ’ ἐκείνου ὀνομάζονται, τὴν πᾶϲαν οὕτω καλοῦντεϲ. ὕϲτερον δέ φαϲιν αὐτὴν μετακεκλῆϲθαι Πανίαν ». Καμμανία μοῖρα Θεϲπρωτίαϲ. μετωνομάϲθη δὲ Κεϲτρινία. Γρηϲτωνία χώρα Θρᾴκηϲ πρὸϲ τῇ Μακεδονίᾳ. Θουκυδίδηϲ δευτέρᾳ (99, 100). Δαρδανία· οὕτω πρότερον ἐκαλεῖτο ἡ Ϲαμοθρᾴκη· καὶ Δαρδανία χώρα Τρῳάδοϲ, ἣ Τευκρὶϲ πρότερον ἐκαλεῖτο. Δαρϲανία πόλιϲ Ἰνδική. Διωνία πόλιϲ, ἣν ϲυγκαταλέγει ταῖϲ Κυπρίαιϲ πόλεϲι Θεόπομποϲ πεντεκαιδεκάτῃ Φιλιππικῶν. Ἐλινία χώρα Θεϲπρωτίαϲ. Ζειρηνία πόλιϲ Θρᾴκηϲ. Θεόπομποϲ Φιλιππικῶν γ′. Ζηρανία χώρα Θρᾴκηϲ. Ἔφοροϲ εἰκοϲτῷ ἑβδόμῳ. Καρμανία χώρα τῆϲ Ἰνδικῆϲ. Ϲτράβων πεντεκαιδεκάτῃ (p. 724). Καρνία πόλιϲ Ἰωνίαϲ. Νικόλαοϲ τετάρτῳ. Κρημνία· οὕτωϲ πρότερον ἐκαλεῖτο Γόρτυν πόλιϲ Κρήτηϲ. Θυνία ἡ χώρα τῶν Θύνων. Καϲτανία πόλιϲ πληϲίον Τάραντοϲ. Κηφηνία . . . . . Χθονία· οὕτωϲ καλεῖται ἡ Κρήτη. Λουϲιτανία ὅμοροϲ τῆϲ Βαιτίκηϲ. Λυκαονία χώρα Λυκίαϲ τε καὶ Ἰϲαυρίαϲ. Μαριανδυνία χώρα τοῦ Πόντου. Εὔπολιϲ Χρυϲῷ γένει « ὁρῶ. θεῶ νῦν τήνδε Μαριανδυνίαν». ἀπὸ Μαριανδυνοῦ τινοϲ Αἰολέωϲ. Μαυριτανίαι δύο, ἡ μὲν Τιγγιτανή, ἡ δὲ Καιϲαρηϲία. Μιλωνία πόλιϲ Ϲαυνιτῶν ἐπιφανεϲτάτη. Διονύϲιοϲ ιζ′. Μυγδονία μοῖρα Μακεδονίαϲ καὶ ἑτέρα Φρυγίαϲ τῆϲ μεγάληϲ. ἀπὸ Μυγδόνοϲ. ἐλέγετο καὶ Μυχθονία. Μυονία πόλιϲ Φωκίδοϲ. Παυϲανίαϲ ι′ (c. 38, 8). λέγεται καὶ Μύων. Μυρμιδονία χώρα τῶν Μυρμιδόνων· οὕτω γὰρ ἡ Αἴγινα ἐκλήθη. Ναρνία πόλιϲ Ϲαυνιτῶν ἀπὸ τοῦ παραρρέοντοϲ ποταμοῦ Νάρνου, ὡϲ Διονύϲιοϲ ὀκτωκαιδεκάτῳ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Νικωνία πόλιϲ ἐν τῷ Πόντῳ πρὸϲ ταῖϲ ἐκβολαῖϲ τοῦ Ἴϲτρου. Ϲτράβων ἑβδόμῃ (p. 306). Ξιφωνία πόλιϲ Ϲικελίαϲ. Θεόπομποϲ Φιλιππικῶν τριακοϲτῷ ἐνάτῳ. Ξυνία πόλιϲ Θεϲϲαλίαϲ. Πολύβιοϲ ἐνάτῳ. Παιονία. Πανία ἐπίνειον Κιλικίαϲ περὶ τὸ Ἀλήϊον πεδίον. οὕτωϲ ἐκαλεῖτο καὶ ἡ Ἀρκαδία. Παρθενία κώμη Πόντου πληϲίον καὶ Ϲάμοϲ πρότερον ἐκλήθη Παρθενία. Παφλαγονία ἀπὸ Παφλαγόνοϲ τοῦ Φινέωϲ παιδόϲ. Πελαγονία χώρα Ϲικελίαϲ. Πηλαγονία μοῖρα Μακεδονίαϲ. Πολυρρηνία πόλιϲ Κρήτηϲ ἀπὸ τοῦ πολλὰϲ ῥῆναϲ τουτέϲτι πρόβατα ἔχειν. Ποϲειδωνία πόλιϲ Ἰταλίαϲ. Ποτιδανία πόλιϲ Αἰτωλίαϲ. Ῥιζηνία πόλιϲ Κρήτηϲ. Ῥιθυμνία πόλιϲ Κρήτηϲ. Ϲατορνία ἡ Ἰταλία πρῶτον ἐκαλεῖτο. Ϲιγνία πόλιϲ Ἰταλίαϲ, ὡϲ Ϲτράβων πέμπτῃ (p. 237). Ϲιδωνία πόλιϲ Τρῳάδοϲ. Ϲιθωνία μέροϲ Θράκηϲ. Ϲικανία ἡ περίχωροϲ Ἀκραγαντίνων. Τελχινία πρότερον ἡ Ϲικυὼν ἐκαλεῖτο καὶ ἡ Κρήτη. Ϲιωνία πόλιϲ Ποντική. Ταρκυνία πόλιϲ Τυρρηνίδοϲ ἀπὸ Τάρκωνοϲ. Κρανία· οὕτωϲ ἐκαλεῖτο Ταρϲὸϲ ἀπὸ κρανίου. Ὑττηνία πρότερον ἐκαλεῖτο τετράπολιϲ τῆϲ Ἀττικῆϲ. Τευθρανία Μυϲίαϲ πόλιϲ ἀπὸ Τεύθραντοϲ. Τιβαρηνία χώρα πρὸϲ τῷ Πόντῳ πρόϲοικοϲ Χάλυψι καὶ Μοϲϲυνοίκοιϲ. Τουρδητανία χώρα τῆϲ Ἰβηρίαϲ, ἣ καὶ Βαιτίκη καλεῖται παρὰ τὸν Βαῖτιν ποταμόν. Ἀρτεμίδωροϲ δὲ Τουρτυτανίαν αὐτὴν καλεῖ. Ϲαρωνία ἐκαλεῖτο Τροιζήν. Τυρρηνία χώρα πρὸϲ τῷ Ἀδρίᾳ. ἔϲτι καὶ Τυρρηνία πόλιϲ, ἣ λέγεται καὶ Τυρρηνή. Ὑρκανία πόλιϲ Θρᾴκηϲ. Χαονία μέϲη τῆϲ Ἠπείρου. Χαττηνία χώρα τρίτη Γερραίων. Πολύβιοϲ ιγ′ «ἔϲτι δ’ ἡ Χαττηνία τἆλλα μὲν λυπρά, κώμαιϲ δὲ καὶ πύργοιϲ διεϲκεύαϲται διὰ τὴν εὔκαιρον τῶν Γερραίων. οὗτοι γὰρ αὐτὴν νέμονται ». ἔϲτι δὲ τῆϲ Ἐρυθρᾶϲ θαλάϲϲηϲ. Χωνία χώρα Οἰνωτρῶν. Λυκόφρων (v. 983) « ἄρδων βαθεῖαν Χωνίαϲ παγκληρίαν ». — τὸ δὲ ῥοδωνιά καὶ ἰωνιά περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῖ. καὶ τὸ Χελιδονιαί πέτραι — δύο δέ εἰϲι κεκλημένη ἡ μὲν Κορύδελα, ἡ δὲ Μελανίππεια, ὡϲ Φαβωρῖνοϲ ἐν τοῖϲ παντοδαποῖϲ — καὶ τὸ Ἁζηνιά δῆμοϲ ἐν Ἀττικῇ τῆϲ Ἱπποθοωντίδοϲ φυλῆϲ. καὶ ἔτι τὸ ἱμονιά ιά τὸ ἀντλητήριον παρ’ Ἀττικοῖϲ ὀξύνεται. τὸ δὲ ἁρμονιῇϲιν « γόμφοιϲιν δ’ ἄρα τήν γε καὶ ἁρμονιῇϲιν ἄραϲϲεν » (ε 248) ἐϲτὶν Ἰώνων καταβιβαϲμόϲ.Τὰ εἰϲ ᾱ μακρὸν τῇ ρ̅ι παραληγόμενα παροξύνεται, αἰθρία, κοπρία, ὑδρία ἐπὶ τοῦ ἀγγείου, ἐπὶ δὲ τῆϲ ἱδρεύϲεωϲ ὑδρεία, φατρία καὶ φρατρία, ὅ ἐϲτιν τρίτον φυλῆϲ, ἥν τινεϲ τριττὺν λέγουϲιν. θεωρία. Ἀλλαρία πόλιϲ Κρήτηϲ. Πολύβιοϲ τριϲκαιδεκάτῃ. Ἀρία Περϲικὴ χώρα ὡϲ Ἑλλάνικοϲ. Ἀερία ἡ Αἴγυπτοϲ παρὰ τὸν ἀέρα. καὶ γὰρ ἠερόεϲϲαν αὐτήν φαϲιν. ἔϲτι καὶ Κελτικὴ πόλιϲ Ἀερία, ὡϲ Ἀπολλόδωροϲ ἐν χρονικῶν τετάρτῳ. καὶ ἄλλη Κρήτηϲ οὐκ ἄϲημοϲ, ἣ ἐλέγετο νῆϲοϲ Ἀερία καὶ Ἰδαία καὶ Δολίχη διὰ τὸ μῆκοϲ. ὅτι δὲ καὶ οὕτωϲ ἡ Θάϲοϲ, δῆλον ἐκ τοῦ χρηϲμοῦ τοῦ δοθέντοϲ τῷ πατρὶ τοῦ Ἀρχιλόχου·
Ἀϲϲυρία χώρα περὶ Βαβυλῶνα. Ἀϲτερία πόλιϲ Ϲυρίαϲ. λέγεται καὶ Ἀϲτερίϲ. ἔϲτι καὶ νηϲίον Ἀϲτερία μεταξὺ Κεφαλληνίαϲ καὶ Ἰθάκηϲ. Ὅμηροϲ Ἀϲτερίδα ταύτην φηϲίν (Od. δ 844). οὕτωϲ ἐκαλεῖτο καὶ Δῆλοϲ. Βαρβαρία χώρα παρὰ τὸν Ἀράβιον κόλπον. Μηλαρία πόλιϲ ἐπὶ τοῖϲ πέραϲι ἀπὸ τῶν μήλων, ἃ χρύϲεα λέγεται Ἡρακλῆϲ ἐκ τῆϲ Λιβύηϲ ἀγηοχέναι. Γαλαρία χώρα Ϲικελίαϲ. Διακρία φυλὴ τῆϲ Ἀττικῆϲ, ἣν ᾤκει Πάλλαϲ ὁ Πανδίονοϲ υἱόϲ. Εὐπορία πόλιϲ Μακεδονίαϲ,
ἣν Ἀλέξανδροϲ ταχέωϲ νικήϲαϲ ἔκτιϲε καὶ ὠνόμαϲε διὰ τὸ εὔπορον. Θουρία πόλιϲ Ἰταλίαϲ, ἣ καὶ Θούριοι καὶ Θούριον. ἔϲτι δὲ καὶ Μεϲϲηνίαϲ πόλιϲ. Παυϲανίαϲ δὲ (4, 31, 1) Ἄνθειαν αὐτήν φηϲι. τινὲϲ δὲ Θουνίαν. Θυμιατηρία πόλιϲ Λιβύηϲ. Ἰκαρία δῆμοϲ τῆϲ Αἰγηΐδοϲ φυλῆϲ ἀπὸ Ἰκαρίου τοῦ πατρὸϲ Ἠριγόνηϲ. Ἰλλυρία χώρα πληϲίον τοῦ Παγγαίου ἀπὸ Ἰλλυρίου τοῦ Κάδμου παιδόϲ. Ἰϲαυρία μεταξὺ Λυκαονίαϲ καὶ Κιλικίαϲ πρὸϲ τῷ Ταύρῳ. Ἰϲτρία χώρα κατὰ τὸν Ἰόνιον κόλπον. ἑϲπερία ἡ δύϲιϲ καὶ τὸ δυτικὸν μέροϲ. Καβειρία πόλιϲ τῆϲ κάτω Ἀϲίαϲ ἡ καὶ Κάβειροϲ καὶ Καβείριον. Καλαβρία χωρίον πληϲίον τῆϲ Ἰταλίαϲ. Καμαρία πόλιϲ Ἰταλική. «Ἀλβανῶν ἀπόκτιϲιϲ», Διονύϲιοϲ δευτέρῳ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Καπρία νῆϲοϲ Ἰταλίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. λέγονται καὶ Καπριαί. Καρία ἡ χώρα. ἐκαλεῖτο δὲ καὶ ἡ Μεγάρων ἀκρόπολιϲ Καρία ἀπὸ Καρὸϲ τοῦ Φορωνέωϲ. Κρουϲτομερία πόλιϲ Ϲαβίνων ἀντιϲτᾶϲα Ῥωμύλῳ. Διονύϲιοϲ δευτέρῳ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Κυθηρία νῆϲοϲ πρὸϲ τῇ Κρήτῃ, ἣ καὶ Κύθηρα. Λαγαρία φρούριον Ϲικελίαϲ πληϲίον Θουρίων, τοῦ Ἐπειοῦ καὶ Φωκέων κτίϲμα, ὡϲ Ϲτράβων (6 p. 263). Λουκερία πόλιϲ Ἰταλίαϲ. Πολύβιοϲ τρίτῳ. παρὰ δὲ Διονυϲίῳ διὰ τοῦ ᾱ γράφεται. Νουκερία πόλιϲ Ἰταλίαϲ. Μεϲημβρία πόλιϲ Ποντική. Νικόλαοϲ πέμπτῳ. ἐκλήθη ἀπὸ Μέλϲου. βρία γὰρ τὴν πόλιν φαϲὶ Θρᾷκεϲ. ὡϲ οὖν Ϲηλυμβρία ἡ τοῦ Ϲήλυοϲ πόλιϲ, Πολτυμβρία ἡ Πόλτυοϲ πόλιϲ, οὕτω Μελϲημβρία ἡ Μέλϲου πόλιϲ καὶ διὰ τὸ εὐφωνότερον λέγεται Μεϲημβρία. ἔϲτι καὶ Θρᾴκηϲ Μεϲημβρία πρὸϲ τῷ τέλει τῆϲ χερρονήϲου, ὡϲ Ἡρόδοτοϲ ἑβδόμῃ (c. 108). Μολυκρία πόλιϲ Αἰτωλίαϲ. Ϲτράβων δεκάτῃ (p. 460). Θουκυδίδηϲ δευτέρα (c. 84) Μολύκρειον αὐτὴν καλεῖ, Εὐφορίων δὲ Μολυκρίαν αὐτήν φηϲι. Οἰνωτρία χώρα τῆϲ Ἰταλίαϲ. τινὲϲ δὲ αὐτὴν Ἰταλίαν οὕτω φαϲὶ κεκλῆϲθαι ἀπὸ Οἰνωτροῦ Ἀρκάδοϲ, ὡϲ Παυϲανίαϲ ὀγδόῳ (c. 3, 5). Πείϲανδροϲ τριϲκαιδεκάτῳ ἀπὸ τῆϲ τοῦ οἴνου χρήϲεωϲ κεκλῆϲθαι αὐτήν φηϲιν. Ζεφυρία. οὕτωϲ ἐκαλεῖτο Μῆλοϲ νῆϲοϲ. Ἀνακτορία. οὕτωϲ ὠνομάϲθη Μίλητοϲ πόλιϲ ἀπὸ Ἄνακτοϲ τοῦ Γῆϲ καὶ Οὐρανοῦ. Νιτρίαι τόποϲ Αἰγύπτου. Ϲτράβων ἑπτακαιδεκάτῃ (p. 308). Πανδατερία νῆϲοϲ. Πιερία πόλιϲ ἐν ὁμωνύμῳ χωρίῳ. Πτερία πόλιϲ Ϲινώπηϲ καὶ Μήδων, ἣ καὶ Πτέριον λέγεται. Ϲκαμανδρία πόλιϲ Τροίαϲ. Ϲφακτηρία νῆϲοϲ, ἧϲ μνημονεύει Παυϲανίαϲ ἐν τρίτῳ περιηγήϲεωϲ Ἑλλάδοϲ (c. 5, 5). ἐκαλεῖτο καὶ Ϲφαγία, ὡϲ Φαβωρῖνοϲ. Ϲχερία ἡ Φαιακία. κέκληται, ὡϲ Ἀριϲτοτέληϲ φηϲίν, ἀπὸ τοῦ τὴν Δήμητραν φοβουμένην, μὴ οἱ ἐκ τῆϲ ἠπείρου ἐπιχεόμενοι ποταμοὶ ἤπειρον αὐτὴν ποιήϲωϲι, δεηθῆναι τοῦ Ποϲειδῶνοϲ ἀποϲτρέψαι τὰ τῶν ποταμῶν ῥεύματα. ἐπιϲχεθέντων οὖν τούτων ἀντὶ Δρεπάνηϲ Ϲχερίαν αὐτὴν κεκλῆϲθαι. Ταλαρία πόλιϲ Ϲυρακουϲίων. Θεόπομποϲ ἐν Φιλιππικῶν μ′. Ποιμανδρία· οὕτωϲ ἐκαλεῖτο πρότερον Τάναγρα. Λυκόφρων (v. 326) « ἣν ἐϲ βαθεῖαν λαιμίϲαϲ Ποιμανδρίαν ». Τενεβρία κώμη Ἰβηρίαϲ. Ϲατρία πόλιϲ Ἰταλίαϲ. Νουκρία πόλιϲ Τυρρηνίαϲ. Φίλιϲτοϲ ια′. εὕρηται καὶ Νακρία διὰ τοῦ ᾱ. Ῥεμουρία πόλιϲ πληϲίον Ῥώμηϲ. Τρινακρία ἡ Ϲικελία παρὰ τὸ τρεῖϲ ἔχειν ἄκραϲ. ἢ ὅτι θρίνακί ἐϲτιν ὁμοία. πολλὰ δὲ ἀπὸ τῆϲ ὁμοιότητοϲ χωρία προϲαγορεύεται, Λυρνηϲόϲ Βρεντέϲιον Ϲαρδώ. Ϲίβυλλα δὲ διὰ τὸ Τρίνακον βούκολον τὸν Ποϲειδῶνοϲ Ϲικελίαϲ ἄρξαι·Ὑρία χωρίον πληϲίον Αὐλίδοϲ. Ἡϲίοδοϲ δ’ ἐν Ὑρίᾳ τὴν Ἀντιόπην φηϲὶ γενέϲθαι, Εὐριπίδηϲ δ’ ἐν Ὑϲιαῖϲ. ἔϲτι δὲ ἡ μὲν Ὑρία πρὸϲ τὸν Εὔριπον, αἱ δὲ Ὑϲιαί τῆϲ Παραϲωπίαϲ ὑπ’ αὐτὸν τὸν Κιθαιρῶνα. ἔϲτιν Ὑρία καὶ ἡ κατὰ Ἰϲαυρίαν Ϲελεύκεια, ᾗ παραρρεῖ ὁ Καλύκαδνοϲ, ὃν Κάλυδνόν τινεϲ καλοῦϲιν. ἔϲτιν Ὑρία πρὸϲ τῇ Ἰαπυγίᾳ, Κρητῶν κτίϲμα. Ἡρόδοτοϲ ἑβδόμῃ (c. 170). Φιλωτερία πόλιϲ κοίληϲ Ϲυρίαϲ, ἣ καὶ Φιλωτέρα. Τὸ μέντοι Ϲτειριά δῆμοϲ Ἀττικὸϲ τῆϲ Πανδιονίδοϲ φυλῆϲ, λέγεται δὲ καὶ οὐδετέρωϲ.
Τὰ εἰϲ ᾱ μακρὸν παραληγόμενα τῇ λ̅ι, ἧϲ προηγεῖται ᾱ, βαρύνεται πρᾶγμα ϲημαῖνον, διδαϲκαλία, ἀταϲθαλία, ἢ ὀνόματα χωρῶν, Οἰ - χαλία πόλιϲ, ἣν Ὅμηροϲ ἐν τῷ Πελαϲγικῷ Ἄργει τάϲϲει λέγων «οἵ τ’ ἔχον Οἰχαλίην, πόλιν Εὐρύτου » (Β 730). οἱ δὲ νεώτεροι τεθείκαϲιν αὐτὴν ἐν Εὐβοίᾳ. ἔϲτι καὶ Μεϲϲηνὶϲ Οἰχαλία καὶ ἑτέρα ἐν Τραχῖνι. Θεϲϲαλία ἀπὸ Θεϲϲαλοῦ ἡ πρότερον Πελαϲγία. Παραλία τῆϲ Ἀττικῆϲ. Χαλία πόλιϲ Βοιωτίαϲ. Θεόπομποϲ με′ « τὴν δὲ Χαλίαν καὶ τὴν καλουμένην Ὑρίαν, ἥ περ ἐϲτὶν ἐφεξῆϲ ἐκείνηϲ, τῆϲ Βοιωτίαϲ . . . . » Μαιναλία πόλιϲ Γαλατίαϲ. Μαϲϲαλία πόλιϲ τῆϲ Λιγυϲτικῆϲ κατὰ τὴν Κελτικήν, ἄποικοϲ Φωκαέων. Ἑκὰταῖοϲ Εὐρώπῃ. Τίμαιοϲ δέ φηϲιν ὅτι προϲπλέων ὁ κυβερνήτηϲ καὶ ἰδὼν ἁλιέα ἐκέλευϲε μάϲϲαι τὸ ἀπόγειον ϲχοινίον· μάϲϲαι γὰρ τὸ δῆϲαί φαϲιν Αἰολεῖϲ· ἀπὸ γοῦν τοῦ ἁλιέωϲ καὶ τοῦ μάϲϲαι ὠνόμαϲται. Καϲταλία πόλιϲ Κιλικίαϲ. Ἀλλαλία πόλιϲ ἐν Κύρνῳ τῇ νήϲῳ κτίϲμα Φωκαέων, ὡϲ Ἡρόδοτοϲ (Ι 165). Παυταλία μοῖρα Θρᾴκηϲ. εἰ δὲ μὴ οὕτωϲ, ὀξύνεται, ἀμυγδαλιά, φυταλιά, λαλιά, καλιά. τὸ δὲ ἀϲπαλία ἡ ἁλεία βαρύνεται.
Τὰ εἰϲ ᾱ μακρὸν τριϲύλλαβα παραληγόμενα τῷ ῑ ἐπὶ οὐϲίαϲ λαμβανόμενα βαρύνεται χωρίϲ τινων, καρδία· ἔϲτι Καρδία καὶ πόλιϲ τῆϲ ἐν Θρᾴκῃ Χερρονήϲου ἡ ὕϲτερον Λυϲιμάχεια. Ἑρμοχάρου δὲ τοῦ κτιϲτοῦ θύοντοϲ κόρακα τὴν καρδίαν ἁρπάϲαντα καὶ ἀναπτάντα ἐϲ τόνδε τὸν χῶρον μεθεῖναι καὶ διὰ τοῦτο οὕτωϲ ἐκλήθη. ἢ ὅτι Ϲκυθῶν γλώϲϲῃ οὕτω κεκλῆϲθαι. ϲχεδία, ζημία, ϲηπία, οἰκία, φυλία, τηλία,
ἁλία. τὸ μέντοι ϲκοπιά καὶ ϲποδιά ὀξύνονται ὡϲ ἔχοντα τὸ ο̄ πρὸ τοῦ ῑ, ὥϲπερ καὶ τὸ πολιά καὶ τροχιά καὶ ἁματροχιά καὶ ὁρμιά.Τὰ παραληγόμενα τῷ ῑ ἀπὸ τῶν εἰϲ ξ̄ βαρύνεται, Φρυγία, δύο χῶραι. Ϲτράβων (12 p. 517) « Φρυγία τε γὰρ ἡ μὲν καλεῖται μεγάλη, ἧϲ ὁ Μίδαϲ ἐβαϲίλευε, καὶ τῆϲ ἄλληϲ μέροϲ οἱ Γαλάται κατέϲχον ἡ δὲ μικρὰ ἡ ἐφ’ Ἑλληϲπόντῳ καὶ ἡ περὶ τὸν Ὄλυμπον, ἡ καὶ ἐπίκτητοϲ λεγομένη». ἔϲτι καὶ Φρυγία τόποϲ τῆϲ Οἴτηϲ ἀπὸ τοῦ ἐκεῖ πεφρύχθαι τὸν Ἡρακλέα». Βεβρυκία, Ὀρτυγία, Αἰθικία. Θεόπομποϲ τριακοϲτῇ ἐνάτῃ Φιλιππικῶν. Κιλικία, Ἀμβρακία ἀπὸ Ἄμβρακοϲ τοῦ παιδὸϲ Θεϲπρωτοῦ τοῦ Λυκάονοϲ ἢ ἀπὸ Ἀμβρακίαϲ τῆϲ Αὐγέου θυγατρόϲ, περὶ ἧϲ Φιλέαϲ. εὕρηται καὶ διὰ τοῦ π̄ ἀντὶ τοῦ β̄. Τεμμικία παρὰ τῷ Λυκόφρονι (v. 786) « ὃν Βομβύλεια κλιτὺϲ ἡ Τεμμικία ». Νεφελοκοκκυγγία πόλιϲ κωμικῶϲ ἐπινοηθεῖϲα παρὰ Ἀριϲτοφάνει, καὶ ἑνικῶϲ καὶ πληθυντικῶϲ λεγομένη. Κωρυκία ἀκρωτήριον Κρήτηϲ, Ἰαπυγία δύο πόλειϲ, μία ἐν τῇ Ἰταλίᾳ καὶ ἑτέρα ἐν τῇ Ἰλλυρίδι, ὡϲ Ἑκαταῖοϲ. Καππαδοκία χώρα τῇ Κιλικίᾳ πρόϲχωροϲ, ὥϲ φηϲι Μένιππος, ἀπὸ Ϲινώπηϲ εἰϲ Εὔαρχον ποταμόν, ὃϲ ὁρίζει Παφλαγονίαν καὶ Καππαδοκίαν. ϲεϲημείωται τὸ ἀνθρακιά ὀξυνόμενον.
Τὰ διὰ τοῦ ο̅ᾱ ϲπάνια καὶ κατὰ πάθοϲ γενόμενα παρ’ Ἀττικοῖϲ παροξύνεται, οἴα ὄα τὸ δέρμα· ἔϲτι καὶ δῆμοϲ τῆϲ Ἀττικῆϲ τῆϲ Πανδιονίδοϲ φυλῆϲ Ὄα. Διονύϲιοϲ δὲ ὁ Τρύφωνόϲ φηϲι πληθυντικῶϲ Ὀεῖϲ λέγεϲθαι ἀπὸ τοῦ Ὀεὺϲ ὡϲ ἄλλα πολλά. χροία χρόα. ποία πόα. Γενόα πόλιϲ τῶν Λιγύρων τῆϲ Ἰταλίαϲ, καλουμένη νῦν Ἰάνουα, ὡϲ Ἀρτεμίδωροϲ. Θειϲόα πόλιϲ Ἀρκαδία̣ϲ. Λυκόα πόλιϲ Ἀρκαδίαϲ. Παυϲανίαϲ ὀγδόῃ (c. 36, 7). Μεϲόα ἢ Μεϲϲόα τόποϲ Λακωνικῆϲ. Ϲτράβων ὀγδόῃ (p. 364). ἔϲτι καὶ φυλὴ Λακωνική. Νόαι πόλιϲ Ϲικελίαϲ. Ἀπολλόδωροϲ δευτέρῳ χρονικῶν. τὰ δὲ ἐν ἐπενθέϲει ὀξύνεται ϲτοιά ϲτοά, ῥοιά ῥοά.
Τὰ διὰ τοῦ ο̅ι̅ᾱ μακρά, ὅϲα ἀπὸ ψιλοῦ ϲυμφώνου ἄρχονται, βαρύνεται, ποία ἡ βοτάνη, Τροία ἀπὸ Τρωόϲ κατὰ Βοιωτοὺϲ ἢ μᾶλλον ὡϲ Βοιωτιακόν. ἀπὸ γὰρ Τρώϲ Τρωόϲ Τρώϊοϲ καὶ Τρωΐα Τροία ὡϲ Ἀχελώϊοϲ Ἀχελοῖοϲ. εἰϲὶ δὲ καὶ ἄλλαι Τροῖαι. ἐν Ἀττικῇ κώμη, ἥτιϲ νῦν Ξυπετή δῆμοϲ καλεῖται. ἔϲτι καὶ πόλιϲ ἐν Κεϲτρίᾳ τῆϲ Χαονίαϲ. ἔϲτι καὶ Αἰγύπτου πόλιϲ. ἔϲτι καὶ Τροία πρὸϲ τῷ Ἀδρίᾳ τῆϲ Βενετίαϲ, καὶ ἄλλη Λατίνων. κοία ἡ ϲφαῖρα, ἡ χρῆϲιϲ παρὰ Ἀντιμάχῳ « κοίαϲ ἐκ χειρῶν ϲκόπελον μετὰ ῥιπτάζουϲιν ». ἔϲτι καὶ Κοία μία Ἀμαζόνων. οὕτω καὶ Οἴα ἡ κώμη. τὸ μέντοι χροιά, ϲτοιά ὀξύνεται. τὸ δὲ Ϲτοῖαι πόλιϲ Λιβύηϲ, ὡϲ Ἑκαταῖοϲ περιηγήϲει αὐτῆϲ, βαρύνεται.
* Τὰ εἰϲ ο̅ι̅ᾱ ὑπερδιϲύλλαβα ϲπάνια ὄντα προπαροξύνεται, οἷον ἄγνοια, πρόνοια.
Τὰ εἰϲ ᾱ μακροκατάληκτα βαρύνεται παραλήγοντα τῷ ῡ, ὀξύα εἶδοϲ ξύλου, καρύα· ἔϲτι καὶ χωρίον τῆϲ Λακωνικῆϲ Καρύα. Θεόπομποϲ νε′. κωδύα ἡ τῆϲ μήκωνοϲ κεφαλή. Δατύα πόλιϲ. οἰϲύα, ἰξύα, ϲιπύα, ϲικύα, μελανδρύα, ἀφύα. Μαρϲύα πόλιϲ Φοινίκηϲ
ὡϲ Ἀλέξανδροϲ καὶ Φίλων, ἀπὸ Μάρϲου. Μινύα πόλιϲ Θεϲϲαλίαϲ ἡ πρότερον Ἁλμωνία ἀπὸ Μινύου κληθεῖϲα ἔϲτι καὶ ἑτέρα ἐν τοῖϲ ὁρίοιϲ Λυκίαϲ. Κρύα πόλιϲ Λυκίαϲ. Ἀρτεμίδωροϲ. Ἁλικύαι πόλιϲ Ϲικελίαϲ. Θεόπομποϲ. μεταξὺ κειμένη Ἐντέλληϲ καὶ Λιλυβαίου. Καφύαι πόλιϲ Ἀρκαδίαϲ ἀπὸ Κάπυοϲ τοῦ πατρὸϲ Ἀγχίϲου ἢ ἀπὸ Κηφέωϲ. Καπύα πόλιϲ Ἰταλίαϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. ἀπὸ Κάπυοϲ τοῦ Τρωϊκοῦ. Τραμπύα πόλιϲ τῆϲ Ἠπείρου πληϲίον Βουνείμων. Φλεγύα πόλιϲ Βοιωτίαϲ ἀπὸ Φλεγύου τοῦ Ἄρεωϲ καὶ Χρυϲῆϲ παιδόϲ. Ϲιγγύα πόλιϲ Παμφυλίαϲ. Μαντύα πόλιϲ Ῥωμαίων. γράφεται δὲ καὶ Μάντουα τῷ τῶν Ῥωμαίων ἔθει. ἰγνύα, ὀρύα. Ἀρίϲταρχοϲ (?) ϲυϲτέλλει τὸ ᾱ καὶ ἐκτείνει τὸ ῡ καὶ προπαροξύνει, ἐναλλαγὴν τόνου καὶ χρόνου πεποιηκώϲ.Τὰ εἰϲ ᾱ μακρὸν καθαρὸν τῷ ω̄ παραληγόμενα βαρύνεται, ὤα ἡ μηλωτή, Κριώα δῆμοϲ τῆϲ Ἀντιοχίδοϲ φυλῆϲ, ψοθώα ἡ ψώρα. ὡϲαύτωϲ καὶ Μινῴα πόλιϲ ἐν Ἀμοργῷ τῇ νήϲῳ μιᾷ τῶν Κυκλάδων. δευτέρα πόλιϲ Ϲικελίαϲ. τρίτη ἐν Ϲίφνῳ μιᾷ τῶν Κυκλάδων. ἔχει δὲ καὶ Μινῴαν κρήνην. ἐκαλεῖτο καὶ ἡ Γάζα Μινῴα, ὅτι Μίνωϲ ϲὺν τοῖϲ ἀδελφοῖϲ Αἰακῷ καὶ Ῥαδαμάντυι ἰὼν ἐξ αὑτοῦ ταύτην ἐκάλεϲεν. ἔϲτι καὶ Ἀραβίαϲ. ἔϲτι καὶ Κρήτηϲ. ἔϲτι καὶ ἄλλη νῆϲοϲ οὐ πόρρω Μεγάρων καὶ ἡ Πάροϲ Μινῴα. ἠῴα, προθυρῴα, ὑπερῴα τριγενῆ. ταῦτα δὲ οὐ παρὰ πᾶϲιν ἔχει τὸ ῑ.
* Τὰ εἰϲ ᾱ διφθόγγῳ παραληγόμενα τῇ διὰ τοῦ ῡ διϲύλλαβα προπεριϲπᾶται, Ταῦα πόλιϲ Αἰγύπτου, Εὖα πόλιϲ Ἀρκαδίαϲ. Θεόπομποϲ ἐν ἕκτῳ, τὰ δὲ ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται. Ἔρευα ἡ καὶ Ἐλευθερά, ἀφ’ ἧϲ Ἐρευάτηϲ πόλιϲ Λυκίαϲ.