Divisiones Aristoteleae

Aristotle

Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.

διαιρεῖται ἡ ὄρεξις τοῦ πράττειν εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν τοῦ ἡδέος, ἓν δὲ τοῦ καλοῦ, ἓν δὲ τοῦ συμφέροντος. ἔστι δὲ ἡ μὲν τοῦ ἡδέος ὄρεξις 〈τὸ〉 ταῖς ἐπιθυμίαις ὑπηρετεῖν, ἡ δὲ τοῦ καλοῦ τιμῆς ἕνεκεν καὶ εὐδοξίας, ἡ δὲ τοῦ συμφέροντος κέρδους καὶ ὠφελείας ἕνεκεν γινομένη.