Divisiones Aristoteleae

Aristotle

Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.

διαιρεῖται ὁ χρόνος εἰς τρία. ἔστι γὰρ ἢ παρεληλυθὼς ἢ παρὼν ἢ μέλλων, ὃν καὶ παρεσόμενον καλοῦσιν. εἰσὶ δὲ ἐν μὲν τῷ παρεληλυθότι μνῆμαι καὶ τὸ μνημονεύειν· ἅπαντες γὰρ τὰ παρῳχημένα μνημονεύουσιν. ἐν δὲ τῷ παρόντι αἱ ἐπιστῆμαι καὶ αἱ γνώσεις καὶ οἱ λογισμοὶ καὶ αἱ πράξεις αἱ πρασσόμεναι. ἐν δὲ τῷ μέλλοντι αἱ προσδοκίαι καὶ ἐλπίδες καὶ πᾶν τὸ τοιοῦτον.