Divisiones Aristoteleae
Aristotle
Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.
διαίρεσις τῆς τῶν ὄντων ὀνομασίας εἰς πέντε γίνεται. ἔστι γὰρ αὐτῶν λεγόμενα τὰ μὲν ὥσπερ ἓν πρὸς πολλά, τὰ δὲ ὡς πολλὰ πρὸς πολλὰ καὶ πρὸς ἕν, τὰ δὲ ὡς ἀνόμοια [ὡς] πρὸς ὅμοια, τὰ δὲ ὡς ὅμοια πρὸς ὅμοια, τὰ δὲ ὡς ἓν πρὸς ἕν. τὰ μὲν οὖν ὡς ἓν πρὸς πολλά, οἷον τάχιστος καὶ
μέγιστος καὶ κάλλιστος καὶ τὰ τοιαῦτα. τὰ δὲ ὡς πολλὰ πρὸς πολλὰ καὶ πρὸς ἕν, οἷον πλείω τάδε τῶνδε καὶ μείζω τάδε τῶνδε καὶ καλλίους οἵδε τῶνδε καὶ τὰ ἄλλα τὰ τοιαῦτα. τὰ δὲ ὡς ἀνόμοια [ὡς] πρὸς ὅμοια 〈. . . . . . . . , τὰ δὲ ὡς ὅμοια πρὸς ὅμοια,〉 οἷον ἀδελφοὶ πρὸς ἀδελφοὺς καὶ φίλοι πρὸς φίλους καὶ τὰ τοιαῦτα. τὰ δὲ ὡς ἓν πρὸς ἕν, οἷον καλλίων ὅδε τοῦδε καὶ θάσσων ὅδε τοῦδε καὶ τὰ τοιαῦτα. διαιρεῖται τὰ ὄντα εἰς τρία. ἔστι γὰρ αὐτῶν τὰ μὲν κατ’ οὐσίαν, τὰ δὲ κατὰ συμβεβηκός, τὰ δὲ κατὰ πάθος. ἔστι δὲ τὰ μὲν κατ’ οὐσίαν, οἷον τὸ εἶναι ἄνθρωπον καὶ τὸ ἕκαστον τῶν ὄντων εἶναι, τὰ δὲ κατὰ συμβεβηκὸς, 〈οἷον〉 τὸ τρέχειν καὶ καθεύδειν καὶ ἄλλα τοιαῦτα, τὸ δὲ κατὰ πάθος, οἷον τὸ ἥδεσθαι καὶ λυπεῖσθαι καὶ θαρρεῖν καὶ φοβεῖσθαι καὶ τὰ τοιαῦτα.