De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

Ὑπὸ δὲ τὸν οὐρανὸν ἐν τῷ στόματι ἡ γλῶττα 17 τοῖς ζῴοις ἐστί, τοῖς μὲν πεζοῖς σχεδὸν ὁμοίως πἀσι, τοῖς δʼ ἄλλοις ἀνομοίως καὶ αὐτοῖς πρὸς αὐτὰ καὶ πρὸς τὰ πεζὰ τῶν ζῷόων.

ὁ μὲν οὖν ἅνθρωοπος ἀπονλελυμμένην 2 τε καὶ μαλακωτάτην ἔχει μάλιστα τὴν γλὼτταν καὶ πλατεῖαν, ὅπως πρὸς ἀμφοτέρας ᾖ τὰς ἐργασίας χρήσιμος, πρὸς τε τὴν τῶν χυμῶν αἱσθησιν (ὁ γὰρ ἄνθρωπος εὐαισθητότατος τῶν ἅλλων ζῴων, καὶ ἡ μαλακὴ γλῶττα· ἁπτικωτάτη γαρ, ἡ δὲ γεῦσις ἀρή τίς ἐστιν), καὶ πρὸς τὴν τῶν γραμμάτων διάρθρωσιν καὶ πρὸς τὸν λόγον ἡ μαλακὴ καὶ πλατεῖα

56
χρήσιμος· συστέλλειν γὰρ καὶ προβάλλειν παντοδαπῆ τοιαύτη οὐσα καὶ ἀπολελυμένη μάλιστʼ ἄν δύναιτο. δηλοῖ δʼ ὅσοις μὴ λίαν ἀπολέλυται· ψελλίζονται γὰρ καὶ τραυλίζουσι, τούτο δʼ ἐστὶν ἔνδεια τῶν γραμμάτων.