De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

3 ἔν τε τῷ πλατεῖαν εἶναι καὶ τὸ στενήν ἐστιν· ἐν γὰρ τῷ μεγάλῳ καὶ τὸ μικρόν, ἐν δὲ τῷ μικρῷ τὸ μέγα οὐκ ἔστιν. διὸ καὶ τῶν ὀρνίθων οἱ μάλιστα φθεγγόμενοι γρμματα πλατυγλωττὸτεροι τῶν ἄλλων εἰσίν. τὰ δʼ ἕναιμα καὶ ζφοτόκα τῶν τετραπόδων βραχεῖαν της ψώνῆς ἔχει διάρθρωσιν· σκληράν τε γὰρ καὶ οὐκ ἀπολελυμιένην ἔχουσι καὶ παχεῖαν τὴν γλύτταν.

4 τῶν δʼ ὀρνίθων ἔνιοι πολύφωνοι, καὶ πλατυτέραν οί γαμ ψωνυχοι ἔχουσιν. πολύφωνοι δʼ οἱ μικρτεροι. καὶ χρῶνται τῇ γλύττῃ καὶ πρὸς ἑρμηνείαν ἀλλήλοις πάντες μέν, ἕτεροι δὲ τῶν ἑτέρων μἀλλον, ὥστʼ ἐπʼ ἐνίων καὶ μάθησιν εἶναι δοκεῖν [*](b) παρʼ ἀλλήλων· εἴρηται δὲ περὶ αὐτῶν ἐν ταῖς ἱστορίαις ταῖς περὶ τῶν ζφων.