De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

ὁ μὲν γὰρ λόγος ὁ διὰ τῆς φωνῆς ἐκ 11 τῶν γραμμάτων σύγκειται, τῆς δὲ γλύόττης μὴ τοιαύτης οὕσης μηδὲ τῶν χειλῶν ὑγρῶν οὐκ ἄν ἦν φθέγγεσθαι τὰ πλεῖστα τῶν γραμμάτων· τὰ μὲν γὰρ τῆς γλώττης εἰσὶ προσβολαί, τὰ δὲ συμβολαὶ τῶν χειλῶν. ποίας δὲ ταύτα καὶ πόσας καὶ τίνας ἔχει διαφοράς, δεῖ πυνθάνεσθαι παρὰ τῶν μετρικῶν.

ἀνάμκη 12 δʼ ἦν εὐθὺς ἀκολουθήσαι τούτων τῶν μορίων ἑκάτερον πρὸς τὴν εἰρημένην χρῆσιν εὐεργὰ καὶ τοιαύτην ἔχοντα τὴν φύσιν· διὸ σάρκινα. μαλακωτάτη δʼ ἡ σὰρξ ἡ τῶν ἀνθρύόπων ὑπὴρχεν. τοῦτο δὲ διὰ τὸ αἰσθητικὸτατον εἶναι τῶν ζῷόων τὴν διὰ τὴς ἁφῆς αἴσθησιν.