De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

9 Ὑπὸ δὲ τοὺς μυκτῆρας ἡ τῶν χειλῶν ἐστὶ φύσις τοῖς ἔχουσι τῶν ἐναίμων ὀδόντας. τοῖς γὰρ ὄρνισι, καθάπερ εἴπομεν, διὰ τὴν τροφὴν καὶ τὴν ἀλκὴν τὸ ῥύγχος ὀστῶδες ἐστίν· συνῆκται γὰρ είς ἓν ἀντʼ ὀδόντων καὶ χειλῶν, ὤσπερ ἄν εἴ τις ἀφελὼν ἀνθρώπου τὰ χείλη καὶ συμφύσας τοὺς ἅνωσθεν ὀδόντας χωρὶς καὶ τούς κάτωθεν προαγάγοι μῆκος ποιήσας ἀμφοτέρωθεν εἰς στενὸν· εἴη γὰρ ἂν τοῦτο ἤδῃ ῥύγχος ὀρνιθῶδες.

10 τοῖς μὲν σὖν ἄλίοις ζῴοις πρὸς σωτηρίαν τῶν ὀδόντων ἡ τῶν χειλῶν φύσις ἐστὶ καὶ πρὸς φυλακήν, διόπερ ὡς ἐκείνων μετέχουσι τοῦ ἀκριβηςς καὶ καλῶς ἢ τοὐναντίον, οὕτω καὶ τού διηρθρῶσθαι τοῦτο τὸ μόριον ἔχουσιν· οἱ δʼ ἄνθρωποι μαλακὰ καὶ

55
σαρκύδη καὶ δυνάμενα χωρίζεσθαι, φυλακῆς θʼ ἕνεκα τῶν ὀδόντων ὤσπερ καὶ τὰ ἅλλα, καὶ μᾶλλον ἔτι διὰ τὸ εὖ· πρὸς γὰρ τὸ χρῆσθαι τῷ λόγῳ καὶ ταῦτα. ὥσπερ γὰρ τὴν γλῶτταν οὐχ ὁμοίαν τοῖς ἄλλοις ἐποίησεν ἡ φύσις, πρὸς ἐργασίας δύο καταχρησαμένη, καθάπερ εἴπομεν ποιεῖν αὐτὴν ἐπὶ πολλῶν, 660,a τὴν μὲν γλῶτταν τῶν τε χυμῶν ἕνεκεν καὶ τοῦ λόγου, τὰ δὲ χείλη τούτου θʼ ἓνεκεν καὶ τῆς τῶν ὀδόνφυλακῆς.