Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

μετὰ δὲ ταῦτα λεκτέον ἂν εἴη περὶ ἡδονῆς, ἐπειδήπερ ὑπὲρ εὐδαιμονίας ἐστὶν ὁ λόγος, τὴν δʼ εὐδαιμονίαν οἴονται πάντες ἤτοι ἡδονὴν εἶναι καὶ τὸ ἡδέως ζῆν, ἢ οὐκ ἄνευ γε ἡδονῆς. οἱ δὲ καὶ τῇ ἡδονῇ δυσχεραίνοντες καὶ οὐκ οἰόμενοι δεῖν τὴν ἡδονὴν ἐναριθμεῖσθαι τοῖς ἀγαθοῖς, ἀλλὰ τό γε ἄλυπονπροστιθέασιν·

ἐγγὺς οὖν τὸ ἀλύπως τῆς ἡδονῆς ἐστίν. διόπερ λεκπέον ὑπὲρ ἧδονῆς, οὐ μόνον δὲ διότι καὶ οἱ ἄλλοι οἴονται δεῖν, ἀλλὰ δὴ ἀναγκαῖον ἡμῖν ἐστιν λέγειν ὑπὲρ ἡδονῆς. ἐπειδὴ γὰρ ὑπὲρ εὐδαιμονίας ἡμῖν ἐστιν ὁ λόγος, τὴν δʼεὐδαιμονίαν διωρέκαμεν καὶ φαμὲν εἶναι ἀρετῆς ἐνέργειαν ἐν βίῳ τελείῳ, ἡ δʼἀρετή ἐστι περὶ ἡδονὴν καὶ λύπην· ὑπὲρ ἡδονῆς ἂν εἴη ἀναγκαῖον εἰπεῖν, ἐπειδήπερ οὐκ ἔστιν ἡ εὐδαιμονία ἄνευ ἡδονῆς.

πρῶτον μὲν οὖν εἴπωμεν ἅ τινες λέγοντες οὐκ οἴονται δεῖν τὴν ἡδονὴν ὡς ἐν ἀγαθοῦ μέρει λαμβάνειν. — πρῶτον μὲν γάρ φασιν εἶναι τὴν ἡδονὴν γένεσιν, τὴν δὲ γένεσιν ἀτελές τι, τὸ δὲ ἀγαθὸν οὐδέποτε τὴν τοῦ ἀτελοῦς χώραν ἔχειν· δεύτερον δʼ ὅτι εἰσί τινες φαῦλαι ἡδοναί, τὸ δʼ ἀγαθὸν οὐδέποτε ἐν φαυλότητι εἶναι. πάλιν ὅτι ἐν πᾶσιν ἐγγίγνεται· καὶ γὰρ ἐν τῷ φαύλῳ καὶ ἐν τῷ σπουδαίῳ καὶ ἐν θηρίῳ καὶ ἐν βοσκήματι· τὸ δʼ ἀγαθὸν ἀμιγές [*](19—30. E. N. 1152a, 36—b, 7 || 31—1204b, 3 E. N. 1152b, 8—23.) [*](15. ταυτά Π1Va., ταυτόν 16. δεῖ] δεινός ci Casaubonus || 17. δεῖ Rieckher, δεινὸς ΠVa. editiones || 19. δὲ om. || 24. 〈δʼ〉 οὖν aut δὲ ci. Susem. || 25. οὐ—26. ἡδονῆς om. P ἄλλοι] οὐκ Mb et fort. pr. Pb (ras. trium fere litterarum) || 29. ὑπὲρ —30. εἰπεῖν om. Ad. || ἀναγκιότερον P || 30. εἰπεῖν h. l. Kb P2Cv, ante 29. εἴη Π || 31. τινες Π1Va., τινα || 35. ὅτι 〈οὐ πᾶσα ἡδονὴ ἀγαθόν. πάλιν ὅτι〉 vel simile quid ci. Spengelius, cf. 1205 a, 7 sqq., v. tamen Addenda || 37 γὰρ] γὰρ καὶ P2, om. Mb. )

72
[*](1204b) ἐστι τοῖς φαύλοις καὶ οὐ πολύκοινον. ∗∗. καὶ ὅτι οὐ κράτιστονἡδονή, τὸ δʼἀγαθὸν κράτιστον. καὶ ὅτι ἐμπόδιον τοῦ πράττειν τὰ καλά, τὸ δὲ κωλυτικὸν τῶν καλῶν οὐκ ἂν εἴη ἀμαθόν.

πρῶτον μὲν οὖν πρὸς τὸ πρῶτον ἂν εἲη λεκτέον, πρὸς τὴν γένεσιν, καὶ πειρατέον τὸν λόγον τοῦτον λύειν διὰ τὸ μὴ ἀληθῆ εἶναι. ἔστι γὰρ πρῶτον μὲν οὐ πᾶσα ἡδονὴ γένεσις. ἡ γὰρ ἀπὸ τοῦ θεωρεῖν ἡδονὴ γινομένη οὐκ ἔστιν γένεσις, οὐδʼ ἡ ἀπὸ τοῦ ἀκοῦσαι καὶ 〈ἰδεῖν καὶ〉 ὀσφρανθῆναι. οὐ γὰρ ἐξ ἐνδείας γινομένη, ὥσπερ ἐπὶ τῶν ἄλλων, οἷον ἐκ τοῦ φαγεῖν ἢ πιεῖν. αὗται μὲν γὰρ ἐξ ἐνδείας καὶ ὑπερβολῆς γίνονται, τῷ ἢ τὴν ἔνδειαν ἀναπληροῦσθαι ἢ τῆς ὑπερβολῆς ἀφαιρεῖσθαι·

διὸ γένεσις δοκεῖ εἶναι. ἡ δʼ ἔνδεια καὶ ὑπερβολὴ λύπη. λύπη οὖν ἐνταῦθα ἔνθα ἡδονῆς γένεσις. ἐπὶ δέ γε τοῦ ἰδεῖν καὶ ἀκοῦσαι καὶ ὀσφρανθῆναι οὐκ ἔστιν προλυπηθῆναι· οὐδεὶς γὰρ ἡδόμενος τῷ ὁρᾶν ἢ τῷ ὀσφραίνεσθαι προελυπήθη.

ὁμοίως δὲ καὶ ἐπὶ τῆς διανοίας ἔστι θεωροῦντά τι ἥδεσθαι ἄνευ τοῦ προλυπηθῆναι. ὥστʼ εἴη ἄν τις ἡδονή ἣ οὐκ ἔστι γένεσι εἰ οὖν ἡ μὲν ἡδονή, ὡς ὁ λόγος αὐτῶν ἔφη, διὰ τοῦτο οὐκ ἀγαθόν, ὅτι γένεσις, ἔστι δὲ τις ἡδονή, ἣ οὔκ ἐστιν γένεσις, αὕτη ἂν εἴη ἀγαθόν.

— τὸ δʼὅλον οὐκ ἔστιν οὐδεμία ἡδονὴ γένεσις· οὐδὲ γὰρ αὗται αἱ ἀπὸ τοῦ φαγεῖν καὶ πιεῖν ἡδοναὶ οὐκ εἰσὶ γενέσεις, ἀλλὰ διαμαρτάνουσιν οἱ ταύτας φάσκοντες εἶναι τὰς ἡδονὰς γενέσεις. οἴονται γάρ, ἐπειδὴ τῆς προσφορᾶς γινομένης γίνεται ἡδονή, [*](1204b, 4—20 E. N. 1152b, 33—1153a, 7 || 20—1205a, 6 ═ E. N. 1153a, 717.) [*](1204b, 1. πολύκοινον. 〈καὶ ὅτι ἡδονῆς οὐκ ἔστιν ἐπιστήμη.〉 vel simile quid Spenge lius, cf. 1206a, 26sqq. et v. Addenda || καὶ ὅτι—2. κράτιστον fortasse post 3. ἀγαθόν transponenda esse ci. Spengelius || οὐ κράτιστον—2. κράτιστον] οὐκ ἄριστον—ἄριστον Spengelius || 5. τοῦτον post λύειν KbP2 || 8. ἰδεῖν καὶ add. Susem. ||12. ἡ post καὶ add.MbBk.Bu. (fors. recte) || 16. ἔστι om. KbP2 et teste Victorio || 18. ἣ—ἡδονή om. Ald., ἡ μὲν om. Mb, μὲν om. Pb P1.2. Par. 1417, 1855, ὡρ—20. ἡδονὴ om. ZPar. 2024 || 22. οὐκ om. Π2 || 24. γενομένης KbAld.)

73
διὰ τοῦτο γένεσιν εἶναι· ἔστι δʼ οὔ.

ἐπειδὴ γάρ ἐστι τῆς ψυχῆς τι μέρος ᾧ ἡδόμεθα ἅμα τῇ προσφορᾷ ὧν ἐσμεν ἐνδεεῖς, τοῦτο τὸ μόριον τῆς ψυχῆς ἐνεργεῖ καὶ κινεῖται, ἡ δὲ κίνησις αὐτοῦ καὶ ἡ ἐνέργειά ἐστιν ἡδονή· διὰ δὴ τὸ ἅμα τῇ προσφορᾷ ἐκεῖνο τὸ μόριον τὸ τῆς ψυχῆς ἐνεργεῖν, ἢ διὰ τὴν αὐτοῦ ἐνέργειαν, οἴονται γένεσιν εἶναι τὴν ἡδονὴν τῷ τὴν προσφορὰν δήλην εἶναι, τὸ δὲ τῆς ψυχῆς μόριον ἄδηλον.

ὅμοιον οὖν εἴ τις τὸν ἄνθρωπον οἴεται εἶναι σῶμα, ὅτι τοῦτο μὲν αἰσθητὸν ἐστίν, ἡ δὲ ψυχὴ οὔ· ἔστι δέ γε καὶ [ἡ] ψυχή. ὁμοίως δὲ καὶ ἐπὶ τούτου· ἔστιν γὰρ μόριόν τι τῆς ψυχῆς ᾦ ἡδόμεθα, ὃ ἄμα τῇ προσφορᾷ ἐνεργεῖ. διὸ οὐκ ἔστιν οὐδεμία ἡδονὴ γένεσις.

— καὶ ἀποκατάστασις δέ, φασίν, εἰς φύσιν αἰσθητή. καὶ γὰρ μὴ ἀποκαθισταμένοις εἰς φύσιν ἐστὶν ἡδονή· τὸ γὰρ ἀποκαθίστασθαί ἐστι τὸ τοῦ ἐνδεοῦς τῇ φύσει, τούτου τὴν ἀναπλήρωσιν γενέσθαι, ἔστιν δέ, ὡς φαμέν, [*](1205a) μὴ ὄντα ἐνδεᾶ ἥδεσθαι· ἡ μὲν γὰρ ἔνδεια λύπη, ἄνευ δὲ λύπης καὶ πρὸ λύπης φαμὲν ἥδεσθαι· ὥστʼ οὐκ ἂν εἴη ἡ ἡδονὴ ἀποκατάστασις τοῦ ἐνδεοῦς· ἐνδεὲς γὰρ ἐπὶ τῶν τοιούτων ἡδονῶν οὐδέν. — ὥστε εἰ διότι μὲν γένεσις ἡ ἡδονὴ οὐκ ἀγαθὸν ἐδόκει εἶναι, οὐκ ἔστιν δὲ οὐδεμία ἡδονὴ γένεσις, ἀγαθὸν ἂν εἴη ἡ ἡδονή.