Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

ἀλλὰ μετὰ τοῦτο οὐ πᾶσα, φασίν, ἡδονὴ ἀγαθόν. συ- νίδοι δʼ ἄν τις καὶ ὑπὲρ τούτου οὕτως. ἐπεὶ γὰρ τἀγαθόν φαμεν ἐν πάσαις ταῖς κατηγορίαις λέγεσθαι (καὶ γὰρ ἐν οὐσίᾳ καὶ ἐν τῷ πρός τι καὶ ποσῷ καὶ πότε καὶ ὅλως ἐν ἀπάσαις), ἤδη γʼ ἐκεῖνο φανερόν. κατὰ πάσας γὰρ ἀγαθοῦ ἐνεργείας ἡδονή τις ἀκολουθεῖ, ὥστʼ ἐπειδὴ τὸ [*](1205a, 8—11 ═ E. E. 1217b, 25—1218a, 1. cf. E. N. 1096a, 23—24.) [*](27. ἧι post ψυχῆς add. Kb et pr. Pb, ἢ rc. P || 28. δὴ τὸ Camot. Scaliger, δὲ τὸ Bas. 3, τὸ δὴ ΠAld. || 33. ἡ post καὶ secl. Rieckher Susem. || 37. αἰσθητήν ΠAld., ν eras corr. Kb || 1205a, 3. ἡ om. Π1 || 6. ἡ om KbAld || 7. φασίν Bonitzius, φη- σίν Π et editiones || 11. ἀπάσαις] πάσαις 12. ἀγαθοῦ ἐνερ- γείας om. KbAld. Va.)

74
ἀγαθὸν ἐν πάσαις ταῖς κατηγορίαις, καὶ ἡδονὴ ἂν εἴη ἀγα- θόν· ὥστʼ ἐπειδὴ ἐν τούτοις μὲν τἀγαθὰ καὶ ἡδονή, ἡ δʼ ἀπό τῶν ἀγαθῶν ἡδονὴ ἡδονή, ἀγαθὸν ἂν εἴη πᾶσα ἡδονή. —

ἅμα δὲ δῆλον ἐκ τούτου ὅτι καὶ διάφοροι τῷ εἴδει αἱ ἡδοναὶ εἰσίν. διάφοροι γὰρ καὶ αἱ κατηγορίαι, ἐν αἷς ἐστιν ἡδονή. οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἐπιστημῶν ἔχει, οἷον τῆς γραμματι- κῆς ἢ ἄλλης ἡστινοσοῦν. ἐὰν ἔχῃ γὰρ Λάμπρος τὴν γραμ- ματικήν, ὁμοίως [δὲ] διακείσεται ὑπὸ τῆς γραμματικῆς ταύτης ὁ γραμματικὸς ἄλλῳ ὁτῳοῦν ἔχοντι γραμματικήν, οὐ〈-δὲ〉 δύο εἰσὶν διάφοροι αἱ γραμματικαί, ἥ τʼ ἐν Λάμπρῳ καὶ ἐν Ἰλεῖ ἀλλʼ ἐπὶ τῆς ἡδονῆς οὐχʼ οὕτως. ἡ γὰρ ἀπὸ τῆς μέθης ἡδονὴ καὶ ἡ ἀπὸ τοῦ συγγίνεσθαι οὐχ ὁμοίως διατιθέασιν. διὸ διάφοροι τῷ εἴδει δόξαιεν ἂν εἶναι αἱ ἡδοναί.

οὐκ ἐδόκει ἡ ἡδονὴ αὐτοῖς ἀγαθὸν εἶναι. τὸ δὲ τοιοῦτον καὶ ἡ τοι- αὐτη κρίσις οὐκ ἴδιός ἐστιν ἡδονῆς, ἀλλὰ καὶ ἐπὶ φύσεως καὶ ἐπιστήμης. ἔστι γὰρ καὶ φύσις φαύλη, οἷον ἡ τῶν σκωλή- κων καὶ ἡ τῶν κανθάρων καὶ ὅλως ἡ τῶν ἀτίμων ζῴων, ἀλλʼ οὐ διὰ τοῦτο ἡ φύσις τῶν φαύλων·

ὁμοίως δʼ εἰσὶ καὶ ἐπιστῆμαι φαῦλαι, οἷον αἱ βάναυσοι, ἀλλʼ ὅμως οὐ διὰ τοῦτο φαῦλον ἡ ἐπιστήμη, ἀλλʼ ἀγαθὸν τῷ γένει καὶ [*](26—b, 28 ═ E. N. 1153a, 17— 20. b, 7—9.) [*](13. ἀπάσαις Π1 || ἀγαθόν] 〈ἐν〉 ἀπάσαις Rassovius, ἐν πάσαις Susem. || 14. τούτοις] τοῖς αὐτοῖς Rassovius, ὅσοις Bonitzius || 16 et 17. αἱ om. Π2P2Ald. || 19. ἔχει γὰρ Pb, γὰρ ἔχη MbBk.Bu., ἔχη ἐν P2 Par. 1417, 1855 λαμπρῶς Kb, λαμ- πρῶ P Par. 1417, 1855, λαμπρ P1 || 20. δὲ om. MbBk.Bu. ταύ- της] οὗτος Rassovius || 21. ὁ Ald. Va. („hic‟), om. ΠBk.Bu. γραμματικὸς secl.Bk.Bu. οὐ δύο Π2Ald.Va., οὐ 〈-δὲ〉 δύο Spen- gelius Susem., διὸ οὐκ coniecerat Rassovius, διό ZKb Paris. 2024, δύο P2 Par. 1417, 1855 || 22. λαμπρῶ KbP || καὶ 〈ἡ〉 ci. Sylburgius || 23. ιλει Kb, ἰλιεῖ P1.2. Par. 1417, 1855, νηλεῖ Π2 Bar., quod fortasse recipere debebam, Ileo Va., ἄλλφ haud male ci. Spengelius || 25. δόξειεν Π2P2 || 27. δὲ Susem, δὴ ΠAld.Bk. Bu. || 28. ἴδιόν Π2P2 (fors. recte) || τῆς ante ἡδονῆς add. Π2 || 31. εἰσὶ] εἶεν Kb Ald.)

75
ἐπιστήμη καὶ φύσις. ὥσπερ γὰρ οὐδʼ ἀνδριαντοποιὸν θεωρεῖν δεῖ ποῖός τίς ἐστιν ἐξ ὧν ἀπέτυχε καὶ κακῶς εἰργάσατο, ἀλλʼ ἐξ ὧν εὖ, οὕτως οὐδʼ ἐπιστήμην οὐδὲ φύσιν οὐδὲ ἄλλο οὐδὲν ποῖόν τί ἐστιν ἐκ τῶν φαύλων, ἀλλʼ ἐκ τῶν σπουδαίων.

ὁμοίως δὲ καὶ ἡ ἡδονὴ τῷ γένει ἀγαθὸν ἐστίν, ἐπεὶ ὅτι γέ [*](1205b) εἰσιν φαῦλαι ἡδοναί, οὐδὲ ἡμᾶς λανθάνει. ἐπεὶ γὰρ καὶ φύσεις τῶν ζῴων εἰσὶν διάφοροι, οἷον καὶ φαύλη καὶ σπου- δαία, οἷον ἡ μὲν ἀνθρώπου σπουδαία ἡ δὲ λύκου ἢ τινος ἄλλου θηρίου φαύλη, ὁμοίως δʼ ἑτέρα φύσις ἵππου καὶ ἀνθρώπου καὶ ὄνου καὶ κυνός,

ἡ δὲ ἡδονή ἐστι κατάστασις ἐκ τοῦ παρὰ φύσιν εἰς φύσιν ἑκάστῳ τὴν αὐτοῦ· ὥστε τοῦτʼ ἂν εἴη ἴδιον, τῇ γε φαύλῃ φύσει ἡ φαύλη ἡδονή. οὐ γάρ ἐστι ταὐτὸν καὶ ἵππῳ καὶ ἀνθρώπῳ, ὁμοίως οὐδὲ τοῖς ἄλλοις· ἀλλʼ ἐπείπερ αἱ φύσεις διάφοροι, καὶ αἱ ἡδοναὶ διάφοροι. ἡ γὰρ ἡδονὴ ἦν ἀποκατάστασις, καὶ ἡ ἀποκατάστασις, φασίν, εἰς φύσιν καθίστη, ὥστε τῆς μὲν φαύλης φύσεως ἡ κατάστασις φαύλη, τῆς δὲ σπουδαίας σπουδαία.

ἀλλʼ οἱ φάσκοντες εἶναι τὴν ἡδονὴν οὐ σπουδαίαν πεπόνθασιν οἷον οἱ μὴ εἰδότες τὸ νέκταρ οἴονται τοὺς θεοὺς οἶνον πίνειν καὶ οὐκ εἶναι τούτου ἥδιον οὐδέν. τοῦτο δὲ πάσχουσι διὰ τὴν ἄγνοιαν. οἷς ὅμοιον πεπόνθασιν οἱ πάσας τὰς ἡδονὰς γενέσεις φάσκοντες εἶναι καὶ οὐκ ἀγα- θόν· διὰ γὰρ τὸ μὴ εἰδέναι ἄλλας ἡδονὰς ἀλλʼ ἢ τὰς σω- ματικάς, ταύτας τε ὁρᾶν γενέσεις τε οὔσας καὶ μὴ σπουδαίας, ὅλως οὐκ οἴονται εἶναι τὴν ἡδονὴν ἀγαθόν.

ἐπεὶ δʼ οὖν ἐστιν ἡ ἡδονὴ καὶ καθισταμένης τῆς φύσεως καὶ καθεστηκυίας, οἷον [*](35. δεῖν KbAld. || τίς om. Π2 1205 b, 1. ἐστίν om. Π2 || 3. καὶ post οἷον om. || 7. ἑκάστου Π1Va. αὑτοῦ Bonitzius Susema., αὐτοῦ cet. || ἥδιον fort. restituere voluit rc. Pb (etsi ἥ vix est prima littera, quae nunc legitur), ἥδιστον P2Ald. Va. Bk. Bu. Bonitius, ἡδίστη Kb || 8. ἡ post φαύλη KbPb, ante h. v. tri. Susem., om. MbP2Ald.Bk.Bu. Bonitzius (fors. recte), ἀλλὰ τῇ φαύλῃ φύσει ante φαύλη add. Ald. || καὶ om. MbBk.Bu. || 12. κα- θίστει Kb, καθίστησιν Ald. || 13 οἱ] οἱ μὲν Mb et rc. Pb || 14. οὐ add. P2Ald. Va. 15. ἴδιον KbMb || 17. φάσκοντας Pb et pr. Kb (crx. rc.).)

76
καθισταμένης μὲν αἱ ἐξ ἐνδείας ἀναπληρώσεις, καθεστηκυίας δὲ αἱ ἀπὸ τῆς ὄψεως καὶ τῆς ἀκοῆς καὶ τῶν τοιούτων οὖσαι, βελτίους ἂν εἴησαν αἱ καθεστηκυίας τῆς φύσεως ἐνέργειαι· αἱ γὰρ ἡδοναὶ κατʼ ἀμφοτέρους λεγόμεναι τοὺς τρόπους ἐνέργειαι εἰσίν· ὥστε δῆλον ὅτι αἱ ἀπὸ τὴς ὄψεως ἡδοναὶ καὶ τὴς ἀκοῆς καὶ τοῦ διανοεῖσθαι βέλτισται ἂν εἴησαν, ἐπεὶ αἵ γε σωματικαὶ ἐξ ἀναπληρώσεως.

εἶναι καὶ πᾶσι κοινὸν οὐκ ἀγαθόν. τὸ δὴ τοιοῦτον ἐπὶ φιλοτίμου μᾶλλον καὶ φιλοτιμίας οἰκεῖον ἐστίν. ὁ γὰρ φιλότιμός ἐστιν ὁ μόνος βουλόμενος ἔχειν καὶ τῷ τοιούτῳ τῶν ἄλλων ὑπερέχειν· καὶ τὴν ἡδονὴν οὖν, εἰ μέλλει ἀγαθὸν εἶναι, τοιοῦτον δεῖν εἶναι.

ἢ οὔ, ἀλλὰ καὶ τοὐναντίον διὰ τοῦτο ἂν δόξειεν ἀγαθὸν εἶναι, ὅτι πάντα τούτου ἐφίεται; τοῦ γὰρ ἀγαθοῦ πάντα πέφυ- κεν ἐφίεσθαι, ὥστʼ εἰ τῆς ἡδονῆς πάντʼ ἐφίεται, ἀγαθὸν ἂν εἴη τῷ γένει ἡ ἡδονή.

[*](1206a)