Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ὅμοιον δὲ πέπονθε τούτῳ ὁ τῆς ὀργῆς ἀκρατής· ὅταν γὰρ ἀκούσῃ τὸ πρῶτον ῥῆμα ὅτι [*](1202b, 10—28 ═ E. N. 1149a, 21—b, 26.) [*](31. δʼ] δὴ Π || καὶ om. KbP2Va. || 32. ὁ—33. εἶναι post 33. σωματικαί tri. Rassovius Susem. || καὶ post ἂν om. Kb Va. Bk.Bu. || 33. ἡδοναὶ Rassovius, οἷον αἱ ΠAld. Va.Bk.Bu. || 34. ταῦτʼ ἂν Bk. Bu. || ἂν post δόξειεν add. Susem. || 37. ἐστίν add. Bk. Bu. 1202b, 1. ὡς om. P2 Ald. || 2. αὐτῶι Π1 Va., αὐτοῦ 5. δεῖ KbVa., δεήσει ante ψεκτὰ Π2P2 (fors. recte), om. Ald. 7. ψεκταί KbP2Cv || 11. ψεκτοτέρα P2Va., ψεκτοτάτη cet. Aristoteles, Ethica m., ed. Susbmihl. )

66
ἠδίκησεν, ὥρμησεν ὁ θυμὸς πρὸς τὸ τιμωρήσασθαι, οὐκέτι ἀναμείνας ἀκοῦσαι πότερον δεῖ ἢ οὐ δεῖ, ἢ ὅτι γε οὐχ οὕτω σφόδρα.

ἡ μὲν οὖν τοιαύτη ὁρμὴ πρὸς ὀργήν, ἣ δοκεῖ ἀκρασία εἶναιὀργῆς, οὐλίαν ἐπιτιμητέα ἐστίν, ἡ δὲ πρὸς [τὴν] ἡδονὴν ὁρμὴ ψεκτή γε. ἔστιν γὰρ διαφορὰν ἔχουσα πρὸς ταύτην διὰ τὸν λόγον, ὃς ἀποτρέπει τοῦ μὴ πράττειν, ἀλλʼ ὅμως πράττει παρὰ τὸν λόγον· διὸ ψεκτή ἐστι μᾶλλον τῆς διʼ ὀργὴν ἀκρασίας. ἡ μὲν γὰρ διʼ ὀργὴν ἀκρασία λύπη ἐστίν( οὐδεὶς γὰρ ὀργιζόμενος οὐ λυπεῖται), ἡ δὲ διʼ ἐπιθυμίαν μεθʼ ἡδονῆς· διὸ μᾶλλο ψεκτή· ἡ γὰρ διʼ ἡδονὴν ἀκρασία μεθʼ ὕβρεως δοκεῖ εἶναι.

πότερον δὲ καὶ ἡ ἐγκράτεια καὶ ἡ καρτερία ταὑτόν ἐστιν; ἢ οὔ; ἡ μὲν γὰρ ἐγκράτειά ἐστι περὶ ἡδονὰς καὶ ὁ ἐγκρατὴς ὁ κρατῶν τῶν ἡδονῶν, ἡ δὲ καρτερία περὶ λύπας· ὁ γὰρ καρτερῶν καὶ ὑπομένων τὰς λύπας, οὗτος καρτερικὸς ἐστίν.

πάλιν ἡ ἀκρασία καὶ ἡ μαλακία οὐκ ἔστιν ταὐτόν· ἡ μὲν γὰρ μαλακία ἐστὶν καὶ ὁ μαλακὸς ὁ μὴ ὑπομένων πόνους, οὐχ ἅπαντας δὲ ἀλλʼ οὓς ἀναγκαίως ἂν ἄλλος τις ὑπομείνειεν, ὁ δʼ ἀκρατὴς ὁ μὴ δυνάμενος ὑπομένειν ἡδονάς, ἀλλὰ καταμαλακιζόμενος καὶ ὑπὸ τούτων ἀγόμενος.

ἔστιν αὖ πάλον τις καλούμενος ἀπόλαστος· πότερον οὖν [*](1203a) ὁ ἀκόλαστος ἀκρατὴς] καὶ ὁ ἀκρατὴς ὁ αὐτός; ἢ οὔ; ὁ μὲν γὰρ ἀκόλαστος τοιοῦτός τις οἷος οἴεσθαι, ἃ πράττει, ταῦτα καὶ βέλτιστα εἶναι αὐτῷ καὶ συμφορώτατα, καὶ λόγον οὐδένα ἔχειν ἐναντιούμενον τοῖς αὐτῷ φαινομένοις ἡδέσιν· ὁ δὲ ἀκράτὴς λόγον ἔχει ὃς ἐναντιοῦται αὐτῷ, ἐφʼ ἃ ἡ ἐπιθυμία ἄγει.

πὀτερος δὲ εὐιατότερος, ὁ ἀκόλαστος ἢ ὁ ἀκρατής; οὕτω [*](29—37 ═ E.N.1150a, 9—b,19 || 38—1203a, 5 ═ E. N. 1150b, 29—1151a, 28. 1152a,4—6 (cf. 1150a,16—32) || 1203a, 6—11.cf.E.) [*](22. τὴν om. Π2Bk.Bu. 23. γε secludendum esse ci. Spengelius 25. παρὰ] διὰ Π1Va. et pr. P (crx. rc.) || 38. οὖν Kb Ald., αὖ c.c. P2, sed, ut videtur, in corr. || 1203a, 1. ἀκρατὴς prius secl.. Bonitzius Bu. || ὁ αὐτός] ἀκόλαστος, si ἀκρατὴς prius retinere praestat, ci. Bonitzius || 2. τις] ἐστιν Π2 || 4. ἔχει KbPbP2CvVa. || 6. πότερον KbAld., πότερος c. c. Va. || οὕτω—7. ἀκρατής om. Kb.)

67
μὲν οὖν δόξειεν ἂν ἴσως οὐχ ὁ ἀκρατής· ὁ γὰρ ἀκόλαστος εὐιατότερος· εἰ γὰρ αὐτῷ λόγος ἐγγένοιτο ὁ διδάξων ὅτι φαῦλα, οὐκέτι πράξει· τῷ δέ γε ἀκρατεῖ ὑπάρχει ὁ λόγος, καὶ ὅμως πράττει, ὥστε ἂν ὁ τοιοῦτος δόξειεν ἀνίατος εἶναι. —

ἀλλὰ πότερος διάκειται χεῖρον, ᾧ μηδὲν ἀγαθόν τι ὑπάρχει, ⟨ἢ ᾧ ἀγαθόν τέ τι ὑπάρχει〉 καὶ τὰ κακὰ ταῦτα; ἢ δῆλον ὅτι ἐκεῖνος, καὶ ὅσῳ γε τιμιώτερον κακῶς διάκειται. ἔστι τοίνυν ὁ μὲν ἀκρατὴς ἀγαθὸν ἔχων τὸν λόγον ὀρθὸν ὄντα· ὁ δὲ ἀκόλαστος οὐκ ἔχει.

ἔτι ἐστὶν ὁ λόγος ἑκάστου ἀρχή· τοῦ μὲν οὖν ἀκρατοῦς ἡ ἀρχὴ τιμιώτατον ὂν εὖ διάκειται, τοῦ δὲ ἀκολάστουκακῶς· ὥστε χείρων ἂν εἴη ὁ ἀκόλαστος τοῦ ὠκρατοῦς.

ἔτι ὥσπερ καὶ ἐπὶ τῆς θηριότητος ἧς ἐλέγομεν κακίας οὐκ ἔστιν ἰδεῖν ἐν θηρίῳ οὖσαν, ἀλλʼ ἐν ἀνθρώπῳ· ἡ γὰρ θηριότης ὄνομά ἐστιν τῇ ὑπερβαλλούσῃ κακίᾳ — διὰ τί; διʼ οὐδὲν ὅτι ἀρχὴ φαύλη ἐν θηρίῳ οὐκ ἔστιν· ἔστιν δὲ ἡ ἀρχὴ ὁ λόγος. ἐπεὶ πότερος ἂν πλείω κακὰ ποιήσειεν, λέων, ἢ [*](N. 1150b, 29—1151a, 28 || 11—29 ═ E. N. 1149b, 26—1150a. 8. 1150b, 29—1151a, 28, cf. Ramsauer p. 17 sq.) [*](7. οὖν] οὖν οὐ P2Ald. || ἂν ἴσως οὐχ om. P2, ἴσως — 8. γὰρ non vert. Va., ἴσως οὐχ om. Ald. et pr. Pb, ἴσ. οὐχ suppl. mg. rc. Pb || ὁ γὰρ] ἀλλʼ ὁ ci. Spengelius || 8. εὐιατώτερος KbMb et pr. Pb, ἀνιατώτερος rc. Pb || 10. δόξει ἐναντίος pr. K (crx. rc.), δόξειεν ἂν ἀνίατος P2, δόξη ἀνίατος Cv || 11. πότερον P2Ald. Va. || 12. ἢ ᾧ ἀγαθόν τέ τι ὑπάρχει add. Bonitzius, lacunam indicat eniam Bu., contra verba antecedentia 11. ᾧ—ὑπάρχει post 13. ἐκεῖνος tri. Spengelius || καὶ] ἢ Spengelius κακὰ PbP2 et rc. Mb, κατὰ c. c. Va.Bk. || ταὐτά Spengelius || 13. ὅσῳ — τιμκιώτερον] ᾧ τὸ τιμιώτατον Spengelius, ὧγε 'ὅτι τὶ μὴ, τὶ μειότερον Mb, ὅσω (ὧ rc.) γε ὅτι τιμὴ καὶ τιμὴ ώτερον (τι μειώτερον rc.) pr. Pb, ὅγε ὅτι τιμὴ καὶ τιμμιῶτερον Cc, ἴσ. τί μή καὶ τί μειότερον mg. rc. Pb || 14. ἀγαθὸν post ἔχων Π2 || 15. ὅτι Kb Ald. Va. et fort. pr. Pb || 16. οὖν om. KbMb || 17. χείρων, sed ων, ut videtur, in corr. P2, χεῖρον Kb || 18. καὶ om. Π2Bk.Bu. || 20. κακίᾳ] signum interruptae orationis post h. v. posuit Susem. διʼ] δʼ Π1 et pr. P (crx. et in textu et in mg. rc.) || 21. ὅτι] ὅτι ἡ Π2P2Ald. et rc. Kb, fort. igitur ἡ ἀρχὴ 〈ἡ〉 scribendum est.)

68
Διονύσιος ἢ Φάλαρις ἢ Κλέαρχος ἢ τις τούτων τῶν μοχθηρῶν; δῆλον ὅτι οὗτοι; ἡ γὰρ ἀρχὴ ἐνοῦσα φαύλη μεγάλα συμβάλλεται, ἐν δὲ θηρίῳ ὅλως οὐκ ἔστιν ἀρχή.

ἐν μὲν οὖν τῷ ἀκολάστῳ ἔνεστιν ἀρχὴ φαύλη. γὰρ πράττει φαῦλα ὄντα καὶ ὁ λόγος σύμφησιν ταῦτα καὶ δοκεῖ αὐτῷ ταῦτα δεῖν πράττειν, ἐν αὐτῷ ἡ ἀρχὴ ἔνεστιν οὐχ ὑγιής. διὸ βελτίων ἂν δόξειεν εἶναι ὁ ἀκρατὴς τοῦ ἀκολάστου.